ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΚΥΡΙΑΚΗ Ι΄ΜΑΤΘΑΙΟΥ(2018)

 

5 ΑΥΓΟΥΣΤΟΥ 2018

+ΚΥΡΙΑΚΗ Ι΄ ΜΑΤΘΑΙΟΥ

+Τὰ Προεόρτια τῆς Ἁγίας Μεταμορφώσεως τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστο

Αποτέλεσμα εικόνας για ΜΕΤΑΜΟΡΦΩΣΙΣ ΤΟΥ ΣΩΤΗΡΟΣ

ωθινν Ι’ χος α’

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη κα  κφνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα…    

χος α’

ὁ α’ χορὸς

Ἀμήν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στχ, α’. ξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

Στχ, β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στχ, γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ΑΠΟΛΥΤΙΚΙΑ

ὁ α’ χορός

Ἀπολυτίκιον. Ἦχος α.

Τοῦ λίθου σφραγισθέντος ὑπὸ τῶν Ἰουδαίων, καὶ στρατιωτῶν φυλασσόντων τὸ ἄχραντόν σου Σῶμα, ἀνέστης τριήμερος Σωτήρ, δωρούμενος τῷ κόσμῳ τὴν ζωήν, διὰ τοῦτο αἱ Δυνάμεις των οὐρανῶν ἐβόων σοι ζωοδότα. Δόξα τῇ Ἀναστάσει σου Χριστέ, δόξα τῇ βασιλείᾳ σου, δόξα τῇ οἰκονομίᾳ σου, μόνε φιλάνθρωπε.

ὁ β’ χορός

Δξα Πατρί…

Τοῦ λίθου σφραγισθέντος……

ὁ α’ χορός

Κα νν… Ἀπολυτίκιον Ἦχος δ’

Χριστοῦ τὴν Μεταμόρφωσιν προϋπαντήσωμεν, φαιδρῶς πανηγυρίζοντες τὰ προεόρτια, πιστοὶ καὶ βοήσωμεν· Ἤγγικεν ἡ ἡμέρα τῆς ἐνθέου εὐφροσύνης, ἄνεισιν εἰς τὸ ὄρος τὸ Θαβὼρ ὁ Δεσπότης, τῆς Θεότητος αὐτοῦ ἀπαστράψαι τὴν ὡραιότητα

Συναπτ μικρ μεθ’ ν κφνησις

τι σν τ κρτος… 

ΚΑΘΙΣΜΑΤΑ

Μετὰ τὴν α´ Στιχολογίαν.

ὁ α’ χορός

Τὸν τάφον σου Σωτήρ, στρατιῶται τηροῦντες, νεκροὶ τῇ ἀστραπῇ, τοῦ ὀφθέντος Ἀγγέλου, ἐγένοντο κηρύττοντος, Γυναιξὶ τὴν Ἀνάστασιν, σὲ δοξάζομεν, τὸν τῆς φθορᾶς καθαιρέτην, σοὶ προσπίπτομεν, τῷ ἀναστάντι ἐκ τάφου, καὶ μόνῳ Θεῷ ἡμῶν.

ὁ β’ χορός

Δόξα Πατρί…

Σταυρῷ προσηλωθείς, ἑκουσίως Οἰκτίρμον, ἐν μνήματι τεθείς, ὡς θνητὸς Ζωοδότα, τὸ κράτος συνέτριψας, Δυνατὲ τῷ θανάτῳ σου, σὲ γὰρ ἔφριξαν, οἱ πυλωροὶ οἱ τοῦ ᾍδου, σὺ συνήγειρας, τοὺς ἀπ’ αἰῶνος θανέντας, ὡς μόνος φιλάνθρωπος.

ὁ α’ χορός

Καὶ νῦν… Θεοτοκίον

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.

Μετὰ τὴν β´ Στιχολογίαν, ἕτερα

ὁ β’ χορός

Τοῦ λίθου σφραγισθέντος

Γυναῖκες πρὸς τὸ μνῆμα παρεγένοντο ὄρθριαι, καὶ ἀγγελικὴν ὀπτασίαν θεασάμεναι ἔτρεμον, ὁ τάφος ἐξήστραπτε ζωήν, τὸ θαῦμα κατέπληττεν αὐτάς, διὰ τοῦτο ἀπελθοῦσαι, τοῖς μαθηταῖς ἐκήρυττον τὴν Ἔγερσιν. Τὸν ᾍδην ἐσκύλευσε Χριστός, ὡς μόνος κραταιὸς καὶ δυνατός, καὶ φθαρέντας συνήγειρε πάντας, τὸν τῆς κατακρίσεως φόβον, λύσας δυνάμει Σταυροῦ.

ὁ α’ χορός

Δόξα Πατρὶ…

ν τῷ Σταυρῷ προσηλωθεὶς ἡ Ζωὴ τῶν ἁπάντων, καὶ ἐν νεκροῖς λογισθεὶς ὁ ἀθάνατος Κύριος, ἀνέστης τριήμερος Σωτήρ, καὶ ἤγειρας Ἀδὰμ ἐκ τῆς φθορᾶς, διὰ τοῦτο αἱ Δυνάμεις τῶν οὐρανῶν ἐβόων σοι ζωοδότα. Δόξα τοῖς σοῖς παθήμασι Χριστέ, δόξα τῇ Ἀναστάσει σου, δόξα τῇ συγκαταβάσει σου, μόνε φιλάνθρωπε.

ὁ β’ χορός

Καὶ νῦν… Θεοτοκίον Τὸν τάφον σου Σωτὴρ

Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων, σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σῴζεις τοὺς δούλους σου.

Τὰ ἀναστάσιμα εὐλογητάρια.

ὁ α’ χορός

χος πλ. α

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾍδου πάντας ἐλευθερώσαντα.

ὁ β’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὢ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις΄ Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε, ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Λίαν πρωΐ, Μυροφόροι ἒδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι, ἀλλ’ ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε, θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.

ὁ β’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῷτερ ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου. Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.

ὁ α’ χορός

Δξα Πατρί… Τριαδικν

Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.

ὁ β’ χορός

Κα νν… Θεοτοκον

Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.

ὁ α’ χορός

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.

ὁ β’ χορός

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.

ὁ α’ χορός

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δξα σοι Θες.

Συναπτ μικρ μεθ’ ν κφνησις

Ὅτι ηὐλόγηται…

Ἡ Ὑπακοὴ  Ἦχος α

τοῦ Λῃστοῦ μετάνοια, τὸν παράδεισον ἐσύλησεν, ὁ δὲ θρῆνος τῶν Μυροφόρων τὴν χαρὰν ἐμήνυσεν, ὅτι ἀνέστης Χριστὲ ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

ΑΝΑΒΑΘΜΟΙ

Ἀντίφωνον Α´

ὁ α’ χορός

ν τῷ θλίβεσθαί με, εἰσάκουσόν μου τῶν ὀδυνῶν, Κύριε σοὶ κράζω.

ὁ β’ χορός

Τοῖς ἐρημικοῖς, ἄπαυστος ὁ θεῖος πόθος ἐγγίνεται, κόσμου οὖσι τοῦ ματαίου ἐκτός.

ὁ α’ χορός

Δόξα Πατρί… Καὶ νῦν…

γίῳ Πνεύματι, τιμὴ καὶ δόξα, ὥσπερ Πατρί, πρέπει ἅμα καὶ Υἱῷ, διὰ τοῦτο ᾄσωμεν τῇ Τριαδικῇ Μονοκρατορίᾳ.

Ἀντίφωνον Β´

ὁ β’ χορός

Εἰς τὰ ὄρη τῶν σῶν, ὕψωσάς με νόμων, ἀρεταῖς ἐκλάμπρυνον, ὁ Θεός, ἵνα ὑμνῶ σε.

ὁ α’ χορός

Δεξιᾷ σου χειρὶ λαβὼν σὺ Λόγε, φύλαξόν με, φρούρησον, μὴ πῦρ με φλέξῃ τῆς ἁμαρτίας.

ὁ β’ χορός

Δόξα Πατρί… Καὶ νῦν …

γίω Πνεύματι, πᾶσα ἡ κτίσις καινουργεῖται, παλινδρομοῦσα εἰς τὸ πρῶτον, ἰσοσθενὲς γὰρ ἐστι Πατρὶ καὶ Λόγῳ.

Ἀντίφωνον Γ´

ὁ α’ χορός

πὶ τοῖς εἰρηκόσι μοι ὁδεύσωμεν εἰς τὰς αὐλὰς τοῦ Κυρίου, εὐφράνθη μου τὸ Πνεῦμα, συγχαίρει ἡ καρδία.

ὁ β’ χορός

πὶ οἶκον Δαυΐδ, φόβος μέγας, ἐκεῖ γὰρ θρόνων ἐκτεθέντων, κριθήσονται ἅπασαι, αἱ φυλαὶ τῆς γῆς καὶ γλῶσσαι.

ὁ α’ χορός

Δόξα Πατρί… Καὶ νῦν…

γίῳ Πνεύματι, τιμὴν προσκύνησιν, δόξαν καὶ κράτος, ὡς Πατρί τε ἄξιον, καὶ τῷ Υἱῷ δεῖ προσφέρειν. Μονὰς γὰρ ἐστιν ἡ Τριὰς τῇ φύσει,…

ὁ β’ χορός

λλ’ οὐ προσώποις.

Προκείμενον

ὁ α’ χορός

Νῦν ἀναστήσομαι λέγει Κύριος, θήσομαι ἐν σωτηρίῳ παῤῥησιάσομαι ἐν αὐτῷ.

ὁ β’ χορός

Νῦν ἀναστήσομαι λέγει Κύριος, θήσομαι ἐν σωτηρίῳ παῤῥησιάσομαι ἐν αὐτῷ.

ὁ α’ χορός

Στίχ. Τὰ λόγια Κυρίου λόγια ἁγνά.

Νῦν ἀναστήσομαι λέγει Κύριος, θήσομαι ἐν σωτηρίῳ…

ὁ β’ χορός

παῤῥησιάσομαι ἐν αὐτῷ.

Ἡ Τάξις τοῦ Ἑωθινοῦ Εὐαγγελίου

ὁ α΄ χορὸς

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ β’ χορὸς

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ α΄ χορὸς

Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.

ΕΩΘΙΝΟΝ Ι  ( Ἰωάν. ΚΑ’,1-14)

Τῷ καιρῷ ἐκείνῳ, ἐφανέρωσεν ἑαυτὸν ὁ Ἰησοῦς τοῖς μαθηταῖς αὐτοῦ, ἐγερθεὶς ἐκ νεκρῶν, ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος΄ ἐφανέρωσε δὲ οὕτως. Ἦσαν ὁμοῦ Σίμων Πέτρος, καὶ Θωμᾶς ὁ λεγόμενος Δίδυμος, καὶ Ναθαναὴλ ὁ ἀπὸ Κανᾶ τῆς Γαλιλαίας, καὶ οἱ τοῦ Ζεβεδαίου, καὶ ἄλλοι ἐκ τῶν μαθητῶν αὐτοῦ δύο. Λέγει αὐτοῖς Σίμων Πέτρος΄ Ὑπάγω ἁλιεύειν. Λέγουσιν αὐτῷ΄ Ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί. Ἐξῆλθον καὶ ἀνέβησαν εἰς τὸ πλοῖον εὐθύς, καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν. Πρωΐας δὲ ἤδη γενομένης ἔστη ὁ Ἰησοῦς εἰς τὸν αἰγιαλόν΄ οὐ μέντοι ᾒδεισαν οἱ μαθηταὶ ὅτι ὁ Ἰησοῦς ἐστι. Λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς΄ Παιδία, μὴ τι προσφάγιον ἔχετε; Ἀπεκρίθησαν αὐτῷ, Οὒ. Ὁ δὲ εἶπεν αὐτοῖς΄ Βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον , καὶ εὑρήσετε. Ἒβαλον οὖν, καὶ οὐκέτι αὐτὸ ἑλκύσαι ἴσχυσαν ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων. Λέγει οὖν ὁ μαθητὴς ἐκεῖνος ὃν ἠγάπα ὁ Ἰησοῦς τῷ Πέτρῳ΄Ὁ Κύριός ἐστι. Σίμων οὖν Πέτρος, ἀκούσας ὅτι ὁ Κύριός ἐστι , τὸν ἐπενδύτην διεζώσατο,( ἦν γὰρ γυμνὸς ), καὶ ἔβαλεν ἑαυτὸν εἰς τὴν θάλασσαν. Οἱ δὲ ἄλλοι Μαθηταὶ τῷ πλοιαρίῳ ἦλθον,( οὐ γὰρ ἦσαν μακρὰν ἀπὸ τῆς γῆς,  ἀλλ’ ὡς ἀπὸ πηχῶν διακοσίων ), σύροντες τὸ δίκτυον τῶν ἰχθύων. Ὡς οὖν ἀπέβησαν εἰς τὴν γῆν, βλέπουσιν ἀνθρακιὰν κειμένην καὶ ὀψάριον ἐπικείμενον, καὶ ἄρτον. Λέγει αὐτοῖς ὁ Ἰησοῦς΄ Ἐνέγκατε ἀπὸ τῶν ὀψαρίων ὧν ἐπιάσατε νῦν. Ἀνέβη οὖν Σίμων Πέτρος, καὶ εἵλκυσε τὸ δίκτυον ἐπὶ τῆς γῆς, μεστὸν ἰχθύων μεγάλων ἑκατὸν πεντηκοντατριῶν΄ καὶ τοσούτων ὄντων, οὐκ ἐσχίσθη τὸ δίκτυον. Λέγει αὐτοῖς ὁ Ἰησοῦς΄ Δεῦτε ἀριστήσατε. Οὐδεὶς δὲ ἐτόλμα τῶν Μαθητῶν ἐξετάσαι αὐτόν, Σὺ τίς εἶ; εἰδότες ὅτι ὁ Κύριός ἐστιν. Ἔρχεται οὖν ὁ Ἰησοῦς, καὶ λαμβάνει τὸν ἄρτον, καὶ δίδωσιν αὐτοῖς, καὶ τὸ ὀψάριον ὁμοίως. Τοῦτο ἤδη τρίτον ἐφανερώθη ὁ Ἰησοῦς τοῖς μαθηταῖς αὑτοῦ, γερθες κ νεκρν.

Δόξα σοι, Κύριε, δόξα σοι.

Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης:

νάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν, ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι’ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.

Καὶ εὐθὺς ὁ Ν Ψαλμὸς εἰς ἦχον β

  • λέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

  • πὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.

  • τι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντὸς.

  • Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.

  • δοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.

  • δοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.

  • αντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.

  • κουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.

  • πόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.

  • Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.

  • Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ.

  • πόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.

  • Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν.

  • ῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.

  • Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.

  • τι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.

  • Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον΄ καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.

  • γάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.

  • Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα.

  • Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους, καὶ ἐλέησόν με ὁ Θεός.

 

ὁ α’ χορὸς

Δόξα Πατρί… Ἦχος β’

Ταῖς τῶν Ἀποστόλων, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ β’ χορὸς

Καὶ νῦν…

Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.  

ὁ α’ χορὸς

Στίχ. λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Πεντηκοστάριον. Ἦχος ὁ αὐτὸς

ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου, καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν, τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.

Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…

ΚΑΝΟΝΕΣ

ὁ Ἀναστάσιμος εἰς δ´

ᾠδὴ α’.  Ἦχος α’  Ὁ Εἱρμὸς

ὁ α’ χορός

Σοῦ ἡ τροπαιοῦχος δεξιά, θεοπρεπῶς ἐν ἰσχὺϊ δεδόξασται, αὕτη γάρ, Ἀθάνατε ὡς πανσθενὴς ὑπεναντίους ἔθραυσε, τοῖς Ἰσραηλίταις, ὁδὸν βυθοῦ καινουργήσασα.  

ὁ β’ χορός

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε. 

χερσὶν ἀχράντοις ἐκ χοός, θεουργικῶς κατ’ ἀρχὰς διαπλάσας με, χεῖρας διεπέτασας ἐν τῷ Σταυρῶ, ἐκ γῆς ἀνακαλούμενος, τὸ φθαρὲν μου σῶμα, ὃ ἐκ Παρθένου προσείληφας.

ὁ α’ χορός

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε. 

Νέκρωσιν ὑπέστη δι’ ἐμέ, καὶ τὴν ψυχὴν τῷ θανάτῳ προδίδωσιν, ὁ ἐμπνεύσει θείᾳ ψυχὴν μοι ἐνθείς, καὶ λύσας αἰωνίων δεσμῶν, καὶ συναναστήσας, τῇ ἀφθαρσίᾳ ἐδόξασε.

ὁ β’ χορός

Στίχ. περαγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον

Χαῖρε ἡ τῆς χάριτος πηγή, χαῖρε ἡ κλῖμαξ καὶ πύλη οὐράνιος, χαῖρε ἡ λυχνία καὶ στάμνος χρυσῆ, καὶ ὄρος ἀλατόμητον, ἡ τὸν ζωοδότην Χριστόν τῷ κόσμῳ, κυήσασα.

Κανὼν Προεόρτιος, οὗ Ἀκροστιχὶς ἡ Ἀλφάβητος.

                                                 ᾨδὴ α’ Ἦχος δ’ Ἀνοίξω τὸ στόμα μου

ὁ α’ χορός

Στίχ. Δόξα Σοι  ὁ Θεός ἡμῶν, δόξα Σοι.

στράφθητι κάτωθεν, φῶς οὐρανοῦ ὑπὲρ ἥλιον, καὶ γῆ ἀκουτίσθητι, ῥήματα ζῶντος Θεοῦ· τὴν Υἱότητα, τῷ μεταμορφουμένῳ, Πατὴρ μαρτυρήσει γάρ, ἐπὶ τοῦ ὄρους Θαβώρ.

ὁ β’ χορός

Στίχ. Δόξα Σοι  ὁ Θεός ἡμῶν, δόξα Σοι.

στράφθητι κάτωθεν,….

ὁ α’ χορός

Δξα Πατρί…

Βροτὸς τὸ ὁρώμενον, ἀλλὰ Θεὸς τὸ κρυπτόμενον, ἐπὶ τὸ Θαβώριον, Χριστὸς ἀνέρχεται, τῆς Θεότητος, αὐγὴν παραγυμνῶσαι, ταῖς ὑπὲρ τὸν ἥλιον, δόξης λαμπρότησι.

ὁ β’ χορός

Κα νν…

Γνωστῶς νῦν προέρχεται, ἐμφανισθῆναι Μωσῇ Χριστός, καὶ δόξαν τὴν ἄρρητον, δεῖξαι ἓν ὄρει Θαβώρ, τῇ πρὸς πρόσωπον, ἀμέσως ὁμιλίᾳ. Γηθόμενοι σήμερον προεορτάσωμεν.

ᾠδὴ γ’. Ἦχος α’  – Ὁ Εἱρμὸς

ὁ α’ χορός

μόνος εἰδὼς τῆς τῶν βροτῶν, οὐσίας τὴν ἀσθένειαν, καὶ συμπαθῶς αὐτὴν μορφωσάμενος, περίζωσόν με ἐξ ὕψους δύναμιν, τοῦ βοᾷν σοι, Ἅγιος, ὁ ναὸς ὁ ἔμψυχος, τῆς ἀχράντου σου δόξης φιλάνθρωπε.

ὁ β’ χορός

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου Κύριε. 

Θεός μου ὑπάρχων Ἀγαθέ, πεσόντα κατῳκτείρησας, καὶ καταβῆναι πρὸς με ηὐδόκησας, ἀνύψωσάς με διὰ σταυρώσεως, τοῦ βοᾶν σοι, Ἅγιος, ὁ τῆς δόξης Κύριος, ὁ ἀνείκαστος ἐν ἀγαθότητι.

ὁ α’ χορός

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου Κύριε. 

Ζωὴ ἐνυπόστατος Χριστέ, ὑπάρχων καὶ φθαρέντα με, ὡς συμπαθὴς Θεὸς ἐνδυσάμενος, εἰς χοῦν θανάτου καταβὰς Δέσποτα, τὸ θνητὸν διέῤῥηξας, καὶ νεκροὺς τριήμερος, ἀναστὰς ἀφθαρσίαν ἠμφίεσας.

ὁ β’ χορός

Στίχ. περαγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον

Θεὸν συλλαβοῦσα ἐν γαστρί, Παρθένε διὰ Πνεύματος, τοῦ Παναγίου ἔμεινας ἄφλεκτος, ἐπεὶ σε βάτος τῷ νομοθέτῃ Μωσῇ, φλεγομένη ἄκαυστα, σαφῶς προεμήνυσε, τήν τὸ πῦρ δεξαμένην τὸ ἄστεκτον.

ᾨδὴ γ’, τῆς Προεόρτης

                                                       Ἦχος δ’ Τους σοὺς ὑμνολόγους

ὁ α’ χορός

Στίχ. Δόξα Σοι  ὁ Θεός ἡμῶν, δόξα Σοι.

Δεσπόζων τῆς κτίσεως ἁπάσης, ὡράθης μορφὴν δούλου λαβών, ἐν ᾗ τὸ τῆς Θεότητος, ἀπρόσιτον ἀπαύγασμα, τοῖς Μαθηταῖς παρέδειξας, καθὼς ἐχώρουν θεάσασθαι.

ὁ α’ χορός

Στίχ. Δόξα Σοι  ὁ Θεός ἡμῶν, δόξα Σοι.

Δεσπόζων τῆς κτίσεως…..

ὁ α’ χορός

Δξα Πατρί…

Ἐν ὄρει ἐπείγεται ἀστράψαι, τῆς δόξης ὁ ἥλιος Χριστός, καὶ τὸν ἐξ ὕψους λάμποντα, φωστῆρα ἀμαυρῶσαι φωτί, οὗ ταῖς αὐγαῖς λαμπόμενοι, προερτάσωμεν σήμερον.

ὁ β’ χορὸς

Κα νν…

Ζωῆς αἰωνίου ἐκπληρώσων, τὰ ῥήματα πάρεστι Χριστός, ἅπερ δεικνύων πράγματα, τοῖς φίλοις ἐπιγνώσεσθαι, ἐν ἑαυτῷ ηὐδόκησε, τὴν πατρικὴν δόξαν ἀστράπτουσαν.

Συναπτ μικρ μεθ’ ν κφνησις

τι σ ε Θες μν…     

Κθισμα 

ὁ α’ χορὸς

Ἦχος δ’Ἐπεφάνης σήμερον

πεφάνη ἤστραψε, τοῖς ἐν τῷ σκότει, ὁ τῆς δόξης Ἥλιος, τὰς τῆς Θεότητος αὐγάς, ἐν τῷ Θαβὼρ ἀνερχόμενος, οὗ τὴν φωσφόρον, τιμήσωμεν ἔλευσιν.

ᾠδὴ δ’ Ἦχος α’  – Ὁ Εἱρμὸς

ρος σε τῇ χάριτι, τῇ θείᾳ κατάσκιον, προβλεπτικοῖς ὁ Ἀββακούμ, κατανοήσας ὀφθαλμοῖς, ἐκ σοῦ ἐξελεύσεσθαι, τοῦ Ἰσραὴλ προανεφώνει τὸν ἅγιον, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου Κύριε.

Τίς οὗτος, Σωτὴρ, ὁ ἐξ Ἐδὼμ ἀφικόμενος, στεφηφορῶν ἐξ ἀκανθῶν, πεφοινιγμένος τὴν στολήν, ἐν ξύλῳ κρεμάμενος; Τοῦ Ἰσραὴλ ὑπάρχει οὗτος ὁ Ἅγιος, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου Κύριε.

δετε λαὸς τῶν ἀπειθῶν, καὶ αἰσχύνθητε, ὃν ὡς κακοῦργον γὰρ ὑμεῖς, ἀναρτηθῆναι ἐν σταυρῷ, Πιλάτῳ ᾐτήσασθε φρενοβλαβῶς, θανάτου λύσας τὴν δύναμιν, θεοπρεπῶς ἐξανέστη τοῦ μνήματος.

Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον

Ξύλον σε Παρθένε τῆς ζωῆς ἐπιστάμεθα, οὐ γὰρ τῆς βρώσεως καρπός, θανατηφόρος τοῖς βροτοῖς, ἐκ σοῦ ἀνεβλάστησεν, ἀλλὰ ζωῆς τῆς ἀϊδίου ἀπόλαυσις, εἰς σωτηρίαν ἡμῶν τῶν ὑμνούντων σε.

ᾨδὴ δ’, τῆς Προεόρτης

Ἦχος δ’ Ὁ καθήμενος ἐν δόξῃ

Στίχ. Δόξα Σοι  ὁ Θεός ἡμῶν, δόξα Σοι.

Ἡ οὐράνιος χορεία, τοῖς γηΐνοις συγγέγηθε, καὶ προεορτάζει, τὴν τοῦ Φωτοδότου ἐπίλαμψιν, ἣν ἀσυγκρίτως ἀστράψει ἀμειβόμενος, τὴν βροτείαν μορφήν, ἐν Θαβώρ ὡς ηὐδόκησε.

Δξα Πατρί…

Θεανθρώπῳ παρουσίᾳ τοῖς ἀνθρώποις ὡμίλησας, καὶ θαυμάτων πλήθει, κόσμον μυστικῶς κατεφώτισας, ἐξαστραπτούσῃ δὲ δόξᾳ τῆς Θεότητος, ὑπερέλαμψας ἐν τῷ Θαβώρ ἀπροσίτῳ φωτί.

Κα νν…

Ἰησοῦς Ναυῆ ὁ γόνος, πρὶν τὸν ἥλιον ἔστησε, προτυπῶν ἡμέραν, τὴν τοῦ θείου Πάθους, σὺ δὲ Σωτήρ, πρὸ τοῦ Τιμίου Σταυροῦ σου, σέλας ἔκρυψας τοῦ ἡλίου, αὐγῇ τοῦ προσώπου σου Κύριε

ᾠδὴ ε’ – Ἦχος α’

ὁ Εἱρμὸς

φωτίσας τῇ ἐλλάμψει, τῆς σῆς παρουσίας Χριστέ, καὶ φαιδρύνας τῷ Σταυρῷ σου, τοῦ κόσμου τὰ πέρατα, τὰς καρδίας φώτισον, φωτὶ τῆς σῆς θεογνωσίας, τῶν ὀρθοδόξως ὑμνούντων σε.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου Κύριε.

Τὸν ποιμένα τῶν προβάτων, τὸν μέγαν καὶ Κύριον, Ἰουδαῖοι διὰ ξύλου σταυροῦ ἐθανάτωσαν, ἀλλ’ αὐτὸς ὡς πρόβατα νεκρούς, ἐν ᾅδῃ τεθαμμένους, κράτους θανάτου ἐῤῥύσατο.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου Κύριε.

Τῷ Σταυρῷ σου τὴν εἰρήνην, εὐαγγελισάμενος, καὶ κηρύξας αἰχμαλώτοις Σωτήρ μου τὴν ἄφεσιν, τὸν κρατοῦντα ᾔσχυνας, Χριστέ, γυμνὸν ἠπορημένον, δείξας τῇ θείᾳ ἐγέρσει σου.

Στίχ. περαγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον

Τὰς αἰτήσεις τῶν πιστῶς αἰτουμένων, Πανύμνητε, μὴ παρίδῃς, ἀλλὰ δέχου, καὶ ταύτας προσάγαγε, τῷ Υἱῷ σου Ἄχραντε Θεῷ, τῷ μόνῳ εὐεργέτη, σὲ γὰρ προστάτιν κεκτήμεθα. 

ᾨδὴ ε’, τῆς Προεόρτης

Ἦχος δ’ Ἐξέστη τὰ σύμπαντα

Στίχ. Δόξα Σοι  ὁ Θεός ἡμῶν, δόξα Σοι.

Κυρίῳ γηθόμενοι, πιστῶς ἀκολουθήσωμεν· ἰδοὺ γὰρ ἀνέρχεται πρὸς ὄρος, μύστας προκρίτους συνεπαγόμενος οἷς ἐν ἀπροσίτῳ καλλονῇ, λάμψας ὑπὲρ ἥλιον, ὑποδείξει τὴν δόξαν αὐτοῦ.

Δξα Πατρί…

Λαμπρύνθητι σήμερον, ὁ οὐρανὸς φαιδρότερον· ἄνεισιν ἰδοὺ γὰρ πρὸς τὸ ὄρος· ὅθεν ἀστράψει Χριστὸς ἀπλέτῳ φωτί, τὰς ἡλιακὰς μαρμαρυγάς, δόξῃ τῆς Θεότητος, ἀμαυρῶν ὡς φωτὸς χορηγός.

Κα νν…

Μυστήριον δείκνυσι, Χριστὸς τοῖς Μαθηταῖς ἐν Θαβώρ, λάμψας ὑπὲρ αἴγλην τῷ προσώπῳ, τῷ στολισμῷ δὲ τῶν ἱματίων αὐτοῦ, λευκανθεὶς φαιδρῶς ὥσπερ χιών, ὁ ἀναβαλλόμενος, ὡς ἱμάτιον φῶς ψαλμικῶς.

ᾠδὴ ς’ – Ἦχος α’ὁ Εἱρμὸς

κύκλωσεν ἡμᾶς ἐσχάτη ἄβυσσος, οὐκ ἔστιν ὁ ῥυόμενος, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς, σῶσον τὸν λαόν σου ὁ Θεὸς ἡμῶν, σὺ γὰρ ἰσχὺς τῶν ἀσθενούντων, καὶ ἐπανόρθωσις.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου Κύριε.

Τῷ πταίσματι τοῦ πρωτοπλάστου Κύριε, δεινῶς ἐτραυματίσθημεν, τῷ δὲ μώλωπι ἰάθημεν τῷ σῷ, ᾧ ὑπὲρ ἡμῶν ἐτραυματίσθης Χριστέ, σὺ γὰρ ἰσχὺς τῶν ἀσθενούντων, καὶ ἐπανόρθωσις. 

Στίχ. Δόξα τῇ Ἁγία Ἀναστάσει σου Κύριε.

νήγαγες ἡμᾶς ἐξ ᾅδου Κύριε, τὸ κῆτος χειρωσάμενος, τὸ παμφάγον Παντοδύναμε, τῷ σῷ κράτει καθελὼν αὐτοῦ τὴν δύναμιν, σὺ γὰρ ζωὴ καὶ φῶς ὑπάρχεις, καὶ ἡ ἀνάστασις.

Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον

Εὐφραίνονται ἐν σοί, Παρθένε ἄχραντε, τοῦ γένους οἱ Προπάτορες. Τὴν Ἐδὲμ ἀπολαβόντες διὰ σοῦ, ἣν ἐκ παραβάσεως ἀπώλεσαν, σὺ γὰρ ἁγνή, καὶ πρὸ τοῦ τόκου καὶ μετὰ γέννησιν. 

ᾨδὴ ς’, τῆς Προεόρτης

Ἦχος δ’ Τὴν θείαν ταύτην

Στίχ. Δόξα Σοι  ὁ Θεός ἡμῶν, δόξα Σοι.

Νυμφῶνα δόξης μελλούσης χαράς, τοῖς φίλοις εὐτρεπίζων ἀνέρχεται, ἐπὶ τὸ ὄρος Χριστός, πρὸς πολιτείαν μετάρσιον, ἐκ βίου χαμαιζήλου, ἀνακομίζων αὐτούς.

Δξα Πατρί… 

Ξενίζων φρένας Χριστὸς Μαθητῶν, οὐράνιον ἐν γῇ σέλας ἤστραψε, νόμου καὶ Προφητῶν, δουλοπρεπῶς παριστῶν ἀρχηγούς, ὑφ’ ὧν νεκρῶν καὶ ζώντων, προσμαρτυρεῖται Θεός.

Κα νν…

Ὁ λύχνος φᾶναι νῦν ἄρχεται, Χριστὸς ἐν αὐχμηρῷ τόπῳ φαύσεσι, τῆς θεϊκῆς ἀστραπῆς, οὗ πρὸς τὴν λάμψιν ὁδεύσωμεν, ἐν αἴγλῃ τοῦ προσώπου, αὐτοῦ γηθόμενος.

Συναπτ μικρ μεθ’ ν κφνησις

Σ γρ ε βασιλες…  

Κοντάκιον Ἀναστάσιμον.

Ἦχος α. Ὅταν ἔλθῃς ὁ Θεὸς

ξανέστης ὡς Θεὸς ἐκ τοῦ τάφου ἐν δόξῃ, καὶ κόσμον συνανέστησας, καὶ ἡ φύσις τῶν βροτῶν ὡς Θεὸν σὲ ἀνύμνησε, καὶ θάνατος ἠφάνισται, καὶ ὁ Ἀδὰμ χορεύει Δέσποτα, καὶ ἡ Εὔα νῦν ἐκ τῶν δεσμῶν λυτρουμένη, χαίρει κράζουσα. Σὺ εἶ ὁ πᾶσι παρέχων, Χριστὲ τὴν Ἀνάστασιν.

Ὁ Οἶκος

Τὸν ἀναστάντα τριήμερον ἀνυμνήσωμεν, ὡς Θεὸν παντοδύναμον, καὶ πύλας τοῦ ᾍδου συντρίψαντα, καὶ τοὺς ἀπ’ αἰῶνος ἐκ τάφου ἐγείραντα, Μυροφόροις ὀφθέντα καθώς ηὐδόκησε, πρώταις ταύταις τό, Χαίρετε, φήσας, καὶ Ἀποστόλοις χαρὰν μηνύων, ὡς μόνος ζωοδότης. Ὅθεν πίστει αἱ Γυναῖκες, Μαθηταῖς σύμβολα νίκης εὐαγγελίζονται, καὶ ᾍδης στενάζει, καὶ θάνατος ὀδύρεται, καὶ κόσμος ἀγάλλεται, καὶ πάντες συγχαίρουσι΄ Σὺ γὰρ παρέσχες πᾶσι Χριστὲ τὴν Ἀνάστασιν.

 Συναξάριον

ΤΕτοῦ αὐτοῦ μηνός, προεόρτια τῆς Ἁγίας Μεταμορφώσεως τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ μνήμη τοῦ Ἁγίου Μάρτυρος Εὐσιγνίου.

Στίχοι

  • Εὐσίγνιον τέμνουσι τὸν Χριστοῦ φίλον,

  • Τομῆς μέχρι κράζοντα, Χριστὸς μοι σέβας.

  • Πέμπτῃ Εὐσιγνίοιο κάρη κονίῃσιν ἐμίχθη.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι δύο Μάρτυρες καὶ αὐτάδελφοι, Καττίδιος καὶ Καττιδιανός, λιθοβολιθέντες τελειοῦνται.

Στίχοι

  • Βουνοὺς λίθων ἔστησαν ὑψηλοὺς Λόγε,

  • Δι’ ὧν ἀνῆλθον πρὸς σὲ σύγγονοι δύο.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Νόννα, ἡ μήτηρ τοῦ Ἁγίου Γρηγορίου τοῦ Θεολόγου, ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι

  • Νόννῃ θανούσῃ τῇ καλῇ καλὸς γόνος,

  • Καλὸν δίδωσιν ἐντάφιον τοὺς λόγους.

Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Μάρτυς Σόλεβ ὁ Αἰγύπτιος, βέλει τοξευθείς, τελειοῦται.

Στίχοι

  • Ἄν συλλαβισθῇς ἐξόπισθεν ὦ Σόλεβ,

  • Βέλος συνάξεις ὄργανον τοῦ σοῦ τέλους.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Φάβιος, Ἀρχιεπίσκοπος Ῥώμης, ξίφει τελειοῦται.

Στίχοι

  • Κεῖται Φάβιος νεκρὸς ὁ Χριστοῦ θύτης,

  • Χριστῷ προσαχθεὶς θῦμα καινὸν ἐκ ξίφους.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστέ  ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Καταβασαι

ἦχος δ’

ὁ α’ χορὸς

ᾠδὴ α’

Χοροὶ Ἰσραήλ, ἀνίκμοις ποσί, πόντον ἐρυθρόν, καὶ ὑγρὸν βυθὸν διελάσαντες, ἀναβάτας τριστάτας, δυσμενεῖς ὁρῶντες ἐν αὐτῷ ὑποβρυχίους, ἐν ἀγαλλιάσει ἔμελπον. ᾌσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.

ὁ β’ χορὸς

ᾠδὴ γ’

Τόξον δυνατῶν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες, περιεζώσαντο δύναμιν, διὰ τοῦτο ἐστερεώθη,…

ὁ α’ χορὸς

ν Κυρίῳ ἡ καρδία μου.   

ὁ β’ χορὸς

ᾠδὴ δ’

Εἰσακήκοα τὴν ἔνδοξον οἰκονομίαν σου Χριστὲ ὁ Θεός, ὅτι ἐτέχθης ἐκ τῆς Παρθένου, ἵνα ἐκ πλάνης ῥύσῃ τοὺς κραυγάζοντας, Δόξα τῇ δυνάμει σου Κύριε.

ὁ α’ χορὸς

ᾠδὴ ε’

  τοῦ φωτὸς διατμήξας τὸ πρωτόγονον χάος, ὡς ἐν φωτὶ τὰ ἔργα ὑμνεῖ σε Χριστέ, τὸν Δημιουργόν, ἐν τῷ φωτί σου, τὰς ὁδοὺς ἡμῶν εὔθυνον.

ὁ β’ χορὸς

 ᾠδὴ ς’

ν τῷ θλίβεσθαί με, ἐβόησα πρός Κύριον, καὶ ἐπήκουσέ μου, ὁ Θεὸς τῆς σωτηρίας μου.

ὁ α’ χορὸς

ᾠδὴ ζ’

βραμιαῖοι ποτέ, ἐν Βαβυλῶνι Παῖδες, καμίνου φλόγα κατεπάτησαν, ἐν ὕμνοις κραυγάζοντες, ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.

 ὁ β’ χορός

ᾠδὴ η’

Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον

Οἱ ἐν Βαβυλῶνι Παῖδες, τῷ θείῳ πυρπολούμενοι ζήλῳ, τυράννου καὶ φλογὸς ἀπειλήν, ἀνδρείως κατεπάτησαν, καὶ μέσον πυρὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον, Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρου τν Κριον. 

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ΤΙΜΙΩΤΕΡΑ (Ἦχος δ’)

ὁ α’ χορός

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…  

Καταβασία

ὁ α’ χορός

 ᾠδὴ θ’.

τόκος σου ἄφθορος ἐδείχθη, Θεὸς ἐκ λαγόνων σου προῆλθε, σαρκοφόρος, ὃς ὤφθη ἐπὶ γῆς, καὶ τοῖς ἀνθρώποις συνανεστράφη, σὲ Θεοτόκε, δι πντες μεγαλνομεν. 

Συναπτ μικρ μεθ’ ν κφνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις… 

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

ὁ α’ χορός
Ἦχος β’.

γιος Κύριος ὁ Θεὸς ἡμῶν.

ὁ β’ χορός

γιος Κύριος ὁ Θεὸς ἡμῶν.

ὁ α’ χορός

ψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.

ὁ β’ χορός

τι ἅγιος ἐστι.

ὁ α’ χορός

ξαποστειλριον Ι

Τιβεριάδος θάλασσα, σὺν παισὶ Ζεβεδαίου, Ναθαναὴλ τῷ Πέτρω τε, σὺν δυσὶν ἄλλοις πάλαι, καὶ Θωμᾶν εἶχε πρὸς ἄγραν΄ οἳ Χριστοῦ τῇ προστάξει, ἐν δεξιοῖς χαλάσαντες, πλῆθος εἷλκον ἰχθύων΄ ὃν Πέτρος γνούς, πρὸς αὐτὸν ἐνήχετο΄ οἷς τὸ τρίτον φανεὶς καὶ ἄρτον ἔδειξε, καὶ ἰχθὺν ἐπ’ ἀνθράκων.

ὁ β’ χορός

Ἦχος β’ Τοῖς μαθηταῖς συνέλθωμεν

Οἱ δόξης ἐφιέμενοι, ὁλικῶς τῆς ἐνθέου, τὸ νέφος διακόψωμεν, τοῦ γεώδους σαρκίου, μετάρσιοι πρὸς τὸ ὄρος, τὸ Θαβὼρ ἀνελθόντες, καὶ Μωϋσεῖ Ἠλίᾳ τε, Μαθητῶν τοῖς πρωτάρχαις συμμετασχεῖν, θεϊκῆς ἐλλάμψεως ἀπροσίτου, ἀξιωθῆναι σπεύσωμεν, φῶς φωτὶ προσλαβόντες.

ΑΙΝΟΙ

ὁ α’ χορός

Ἦχος α’.

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ α’ χορός

Στίχ. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.

μνοῦμέν σου Χριστὲ τὸ σωτήριον Πάθος, καὶ δοξάζομέν σου τὴν Ἀνάστασιν.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.

Σταυρὸν ὑπομείνας, καὶ τὸν θάνατον καταργήσας, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, εἰρήνευσον ἡμῶν τὴν ζωὴν Κύριε, ὡς μόνος Παντοδύναμος.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

τὸν ᾍδην σκυλεύσας, καὶ τὸν ἄνθρωπον ἀναστήσας, τῇ ἀναστάσει σου Χριστέ, ἀξίωσον ἡμᾶς ἐν καθαρᾷ καρδίᾳ, ὑμνεῖν καὶ δοξάζειν σε.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Τὴν θεοπρεπῆ σου συγκατάβασιν δοξάζοντες, ὑμνοῦμέν σε Χριστέ, ἐτέχθης ἐκ Παρθένου, καὶ ἀχώριστος ὑπῆρχες τῷ Πατρί, ἔπαθες ὡς ἄνθρωπος, καὶ ἑκουσίως ὑπέμεινας σταυρόν, ἀνέστης ἐκ τοῦ τάφου, ὡς ἐκ παστάδος προελθὼν, ἵνα σώσῃς τὸν κόσμον, Κύριε δόξα σοι.

Στιχηρὰ Προσόμοια τῆς ἑορτῆς.

ὁ α’ χορός

Ἦχος α’

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

Τῶν οὐρανίων ταγμάτων

Τῆς παναγίας ἐνδόξου Μεταμορφώσεως, προϋπαντὴν ποιοῦντες, τῇ παρούσῃ ἡμέρᾳ, Χριστὸν δοξολογοῦμεν τὸν τὴν ἡμῶν, τῷ πυρὶ τῆς Θεότητος, ἀναμορφώσαντα φύσιν, καὶ ὡς τὸ πρίν, ἀφθαρσίαν ἀπαστράψαντα.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Τῆς παναγίας ἐνδόξου………

ὁ α’ χορός

Στίχ. Ἔλεος καὶ ἀλήθεια συνήντησαν, δικαιοσύνη καὶ εἰρήνη κατεφίλησαν.

Ἐπὶ τὸ ἅγιον ὄρος δεῦτε ἀπίωμεν, καὶ τὴν παμφαεστάτην, Μεταμόρφωσιν πίστει, κατίδωμεν Κυρίου, τοῦτον πιστῶς, προσκυνοῦντες καὶ λέγοντες· Σὺ εἶ Θεὸς ἡμῶν μόνος, ὁ σαρκωθείς, καὶ θεώσας τὸ ἀνθρώπινον.

ὁ β’ χορός

Στίχ. Κύριε, ἐν τῷ φωτὶ τοῦ προσώπου σου πορεύσονται, καὶ ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται ὅλην τὴν ἡμέραν.

Αὕτη ἐστὶν ἡ ἡμέρα, ἡ προεόρτιος, μεθ’ ἣν μεταμορφοῦται, ὁ Χριστὸς συμπαρόντων, Μωσέως καὶ Ἠλία, καὶ τῶν αὐτοῦ Μαθητῶν ἐν τῷ ὄρει Θαβώρ, φωνῆς δὲ θείας λαλούσης· Οὗτός ἐστιν, ἀληθῶς ὁ ἐκλεκτός μου Υἱός.

ὁ α’ χορός

Δόξα Πατρί… ΕΩΘΙΝΟΝ Ι’ Ἦχος πλ. β’

Μετὰ τὴν εἰς ᾍδου κάθοδον, καὶ τὴν ἐκ νεκρῶν Ἀνάστασιν, ἀθυμοῦντες ὡς εἰκός, ἐπὶ τῷ χωρισμῷ σου Χριστὲ οἱ Μαθηταί, πρὸς ἐργασίαν ἐτράπησαν· καὶ πάλιν πλοῖα καὶ δίκτυα, καὶ ἄγρα οὐδαμοῦ. Ἀλλὰ σὺ Σῶτερ ἐμφανισθείς, ὡς δεσπότης πάντων, δεξιοῖς τὰ δίκτυα κελεύεις βαλεῖν· καὶ ἦν ὁ λόγος ἔργον εὐθύς, καὶ πλῆθος τῶν ἰχθύων πολύ, καὶ δεῖπνον ξένον ἕτοιμον ἐν γῇ· οὗ μετασχόντων τότε σου τῶν Μαθητῶν, καὶ ἡμᾶς νῦν νοητῶς καταξίωσον, ἐντρυφῆσαι φιλάνθρωπε Κύριε.

ὁ β’ χορός

Καὶ νῦν… ἦχος β’ (πάντοτε)

περευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε, διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν, διὸ ἀνυμνοῦντες βοῶμεν΄ Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.

Δοξολογία Μεγάλη

εἰς ἦχον α’ ( Ἀργή ἢ σύντομος )

ὁ α’ χορός

  • Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

ὁ β’ χορός

  • μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

ὁ α’ χορός

  • Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.

ὁ β’ χορός

  • Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

ὁ α’ χορός

  • Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

  • τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

ὁ α’ χορός

  • Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ὁ β’ χορός

  • Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

ὁ β’ χορός

  • Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

ὁ α’ χορός

  • Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

ὁ β’ χορός

  • τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

ὁ α’ χορός

  • Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

              Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ β’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

Ἅγιος ὁ Θεός,
ὁ β’ χορός

Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός

γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

καὶ εὐθύς τὸ παρόν Ἀναστάσιμον Τροπάριον

ὁ β’ χορός

Ἦχος α

Σήμερον σωτηρία τῷ κόσμῳ γέγονεν, ᾄσωμεν τῷ ἀναστάντι ἐκ τάφου καὶ ἀρχηγῷ τῆς ζωῆς ἡμῶν· καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον, τὸ νῖκος ἔδωκεν ἡμῖν, καὶ τὸ μέγα ἔλεος.  

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

ΑΝΤΙΦΩΝΑ ( τῶν Κυριακῶν)

Ἀντίφωνον Α’

Ἦχος β´.

Στίχ.Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.

Στίχ.Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Στίχ. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Στίχ. Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Δόξα Πατρί…Καὶ νῦν.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 Ἀντίφωνον Β’

Ἦχος β´.

Στίχ. Αἴνει, ἡ ψυχή μου τὸν Κύριον, αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι Ἀλληλούϊα.

Στίχ.  Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς…

Στίχ. Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς·

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς..

Στίχ.. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.

Σῶσον, ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς…

Δόξα Πατρὶ…Καὶ νῦν…

μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς

Ἀντίφωνον Γ

Στίχ. Αὕτη ἡ ἡμέρα Κυρίου, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

          Ἀπολυτίκιον. Ἦχος α.

Τοῦ λίθου σφραγισθέντος ὑπὸ τῶν Ἰουδαίων, καὶ στρατιωτῶν φυλασσόντων τὸ ἄχραντόν σου Σῶμα, ἀνέστης τριήμερος Σωτήρ, δωρούμενος τῷ κόσμῳ τὴν ζωήν, διὰ τοῦτο αἱ Δυνάμεις των οὐρανῶν ἐβόων σοι ζωοδότα. Δόξα τῇ Ἀναστάσει σου Χριστέ, δόξα τῇ βασιλείᾳ σου, δόξα τῇ οἰκονομίᾳ σου, μόνε φιλάνθρωπε.

Στίχ. Αἰνεσάτωσαν Αὐτὸν οἱ οὐρανοὶ καὶ ἡ γῆ.

Τοῦ λίθου σφραγισθέντος……

Μικρὰ Εἴσοδος.

Εἰσοδικὸν

Ἦχος β

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον) 

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ , ὁ ἀναστὰς ἐκ νεκρῶν,…
ψάλλοντάς σοι, Ἀλληλούϊα.

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Ἀπολυτίκιον. Ἦχος α.

Τοῦ λίθου σφραγισθέντος ὑπὸ τῶν Ἰουδαίων, καὶ στρατιωτῶν φυλασσόντων τὸ ἄχραντόν σου Σῶμα, ἀνέστης τριήμερος Σωτήρ, δωρούμενος τῷ κόσμῳ τὴν ζωήν, διὰ τοῦτο αἱ Δυνάμεις των οὐρανῶν ἐβόων σοι ζωοδότα. Δόξα τῇ Ἀναστάσει σου Χριστέ, δόξα τῇ βασιλείᾳ σου, δόξα τῇ οἰκονομίᾳ σου, μόνε φιλάνθρωπε.

    

Ἀπολυτίκιον Ἦχος δ’

Χριστοῦ τὴν Μεταμόρφωσιν προϋπαντήσωμεν, φαιδρῶς πανηγυρίζοντες τὰ προεόρτια, πιστοὶ καὶ βοήσωμεν· Ἤγγικεν ἡ ἡμέρα τῆς ἐνθέου εὐφροσύνης, ἄνεισιν εἰς τὸ ὄρος τὸ Θαβὼρ ὁ Δεσπότης, τῆς Θεότητος αὐτοῦ ἀπαστράψαι τὴν ὡραιότητα

Τοῦ Ναοῦ

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Κοντάκιον Προεόρτιον Ἦχος δ’ Ἐπεφάνης σήμερον

ν τῇ θείᾳ σήμερον Μεταμορφώσει, ἡ βροτεία ἅπασα, φύσις προλάμπει θεϊκῶς, ἐν εὐφροσύνῃ κραυγάζουσα· Μεταμορφοῦται Χριστός, σῴζων ἅπαντας.

Τρισάγιον.

Απόστολος

Προκείμενον ἦχος α’.

Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς.

Στίχ.  Ἀγαλλιᾶσθε,δίκαιοι, ἐν Κυρίῳ.

Πρὸς Κορινθίους ΑἘπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα ( Κεφ. Δ’ 9-16)

δελφοί, ὁ Θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις. Ἡμεῖς μωροὶ διὰ Χριστόν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι. Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσί· λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, δυσφημούμενοι παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα, ἕως ἄρτι. Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα, ἀλλ᾽ ὡς τέκνα μου ἀγαπητὰ νουθετῶ. Ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ᾽ οὐ πολλοὺς πατέρας, ἐν γὰρ Χριστῷ ᾽Ιησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. Παρακαλῶ οὖν ὑμᾶς, μιμητα μου γνεσθε.

          λληλούϊα (γ’) ἦχος α’.

Θεὸς ὁ διδοὺς ἐκδικήσεις ἐμοί καὶ ὑποτάξας λαοὺς ὑπ’ ἐμέ.

Στίχ. Μεγαλύνων τὰς σωτηρίας τοῦ βασιλέως αὐτοῦ καὶ ποιῶν ἔλεος τῷ χριστῷ αὐτοῦ. Εὐαγγέλιον

Ἐκ τοῦ κατὰ Ματθαῖον. (ιζ‘, 14-23)

Τῷ καιρῷ ἐκείνῳ, ἄνθρωπός τις προσῆλθεν τῷ Ἰησοῦ, γονυπετῶν αὐτὸν καὶ λέγων· Κύριε, ἐλέησόν μου τὸν υἱόν, ὅτι σεληνιάζεται καὶ κακῶς πάσχει· πολλάκις γὰρ πίπτει εἰς τὸ πῦρ καὶ πολλάκις εἰς τὸ ὕδωρ. Καὶ προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου, καὶ οὐκ ἠδυνήθησαν αὐτὸν θεραπεῦσαι. Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· Ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη! ἕως πότε ἔσομαι μεθ’ ὑμῶν; ἕως πότε ἀνέξομαι ὑμῶν; Φέρετέ μοι αὐτὸν ὧδε. Καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ ἐξῆλθεν ἀπ’ αὐτοῦ τὸ δαιμόνιον καὶ ἐθεραπεύθη ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης. Τότε προσελθόντες οἱ μαθηταὶ τῷ Ἰησοῦ κατ’ ἰδίαν εἶπον· Διατί ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό; Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Διὰ τὴν ἀπιστίαν ὑμῶν. Ἀμὴν γὰρ λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, μετάβηθι ἐντεῦθεν ἐκεῖ, καὶ μεταβήσεται· καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν. Τοῦτο δὲ τὸ γένος οὐκ ἐκπορεύεται εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Ἀναστρεφομένων δὲ αὐτῶν εἰς τὴν Γαλιλαίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται

Δόξα σοι Κύριε, δόξα σοι. 

Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου

Εἰς τό ᾽Εξαιρέτως

ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σ μεγαλνομεν.

Κοινωνικόν

ἦχος πλ.δ’

Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀλληλούϊα.

.

ἦχος β’

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.

 

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).

πόλυσις

«῾Ο ἀναστάς ἐκ νεκρῶν…»              

https://agioskosmasoaitolos.wordpress.com

5 ΑΥΓ018 ΚΥΡΙΑΚΗ Ι΄ΜΑΤΘΑΙΟΥ

 

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s