ΕΣΠΕΡΙΝΟΣ ΚΥΡΙΑΚΗΣ Η΄ΜΑΤΘΑΙΟΥ ΚΑΙ ΕΟΡΤΗ ΑΓΙΑΣ ΜΑΡΙΑΣ ΤΗΣ ΜΑΓΔΑΛΗΝΗΣ (2018)

22 ΙΟΥΛΙΟΥ  2018

+ΚΥΡΙΑΚΗ Η’ΜΑΤΘΑΙΟΥ

+Μνμη τς γας Μυροφρου κα σαποστλου Μαρας τς Μαγδαληνς.

Αποτέλεσμα εικόνας για αγια μαρια η μαγδαληνη

ωθινν Η’  χος  βαρς

Τ ΣΑΒΒΑΤ ΕΣΠΕΡΑΣ (21/7/18)

ὁ Ἱερες: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ὁ α’ χορός: μήν.

ναγνστης:

  •    Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.

  • Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

  • Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Ψαλμς ργ’ (103)

  • Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.

  • Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.

  • Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ.

  • Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων.

  • Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.

  • Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

  • Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα.

  • Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν.

  • Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τόπον, ὃν ἐθεμελίωσας αὐτά.

  • Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν.

  • Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνάμεσον τῶν ὀρέων διελεύσονται ὕδατα.      

  • Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν.

  • Ἐπ’ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν.

  • Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.

  • Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων.

  • Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου.

  • Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.

  • Χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας.

  • Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν.

  •   Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγῳοῖς.

  •   Ἐποίησε σελήνην εἰς καιρούς ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ.

  • Ἔθου σκότος, καὶ ἐγένετο νύξ ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ.

  • Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς.

  • Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται.

  • Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας.

  • Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου.

  • Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων.

  • Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ.

  • Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον δόντος σου αὐτοῖς συλλέξουσιν.

  • Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται.

  • Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.

  • Ἐξαποστελεῖς τὸ πνεῦμα σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.

  • Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ.

  • Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται.

  • ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.

  • Ἠδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ.

  • Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

Κα πλιν

  • Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ ἔθου σκότος, καὶ ἐγένετο νύξ.

  • Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε πάντα ἐν σοφίᾳ ἐποίησας.

Δξα ΠατρίΚα νν

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ’).

ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.

                       ὁ διάκονος:

  • ν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

Καὶ εὐθὺς στιχολογοῦμεν τὸ Α’ Κάθισμα τοῦ Ψαλτηρίου.

                                                                      (Μακάριος ἀνήρ…)                                                                   

Συναπτή μικρά

ὁ α’ χορός

Ἦχος βαρύς.  Ψαλμς ρμ’ (140)

  • Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.

     ὁ β’ χορός

  • Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.

ὁ α’ χορός

Στίχ. ξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.

Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, τῷ συντρίψαντι θανάτου τὸ κράτος, καὶ φωτίσαντι ἀνθρώπων τὸ γένος, μετὰ τῶν Ἀσωμάτων κραυγάζοντες, Δημιουργὲ καὶ Σωτὴρ ἡμῶν δόξα σοι.

ὁ β’ χορός

Στίχ. μὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῶς μοι.

Σταυρὸν ὑπέμεινας Σωτήρ, καὶ ταφὴν δι’ ἡμᾶς, θανάτῳ δὲ ὡς Θεός, θάνατον ἐνέκρωσας, διὸ προσκυνοῦμεν τὴν τριήμερόν σου ἀνάστασιν, Κύριε δόξα σοι.

ὁ α’ χορός

Στίχ. κ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.

πόστολοι ἰδόντες τὴν Ἔγερσιν τοῦ Δημιουργοῦ, ἐθαύμασαν βοῶντες τὴν αἴνεσιν τὴν Ἀγγελικήν. Αὕτη ἡ δόξα τῆς Ἐκκλησίας, οὗτος ὁ πλοῦτος τῆς Βασιλείας, ὁ παθῶν δι’ ἡμᾶς, Κύριε δόξα σοι.

ὁ β’ χορός

Στίχ.  Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.

Κἄν συνελήφθης Χριστέ, ὑπὸ ἀνόμων ἀνδρῶν, ἀλλὰ σύ μου εἶ Θεός, καὶ οὐκ αἰσχύνομαι, ἐμαστίχθης τὸν νῶτον, οὐκ ἀρνοῦμαι. Σταυρῷ προσηλώθης, καὶ οὐ κρύπτω, εἰς τὴν Ἔγερσίν σου καυχῶμαι, ὁ γὰρ θάνατος σου ζωή μου. Παντοδύναμε καὶ φιλάνθρωπε, Κύριε δόξα σοι.

ὁ α’ χορός

Στίχ. ὰν ἀνομίας παρατηρήσης, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.

Δαυϊτικὴν προφητείαν ἐκπληρῶν, Χριστὸς μεγαλειότητα, ἐν Σιών, τὴν οἰκείαν Μαθηταῖς ἐξεκάλυψεν, αἰνετὸν δεικνὺς ἑαυτόν, καὶ δοξαζόμενον ἀεί, σὺν Πατρὶ τε καὶ Πνεύματι ἁγίῳ, πρότερον μὲν ἄσαρκον ὡς Λόγον, ὕστερον δὲ δι’ ἡμᾶς, σεσαρκωμένον, καὶ νεκρωθέντα ὡς ἄνθρωπον, καὶ ἀναστάντα κατ’ ἐξουσίαν ὡς φιλάνθρωπον.

ὁ β’ χορός

Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

Κατῆλθες ἐν τῷ Ἅδῃ Χριστὲ ὡς ἠβουλήθης, ἐσκύλευσας τὸν θάνατον, ὡς Θεὸς καὶ Δεσπότης, καὶ ἀνέστης τριήμερος, συναναστήσας τὸν Ἀδάμ, ἐκ τῶν τοῦ Ἅδου δεσμῶν καὶ τῆς φθορᾶς, κραυγάζοντα καὶ λέγοντα΄ Δόξα τῇ Ἀναστάσει σου, μόνε φιλάνθρωπε.

ΣΤΙΧΗΡΑ ΤΗΣ ΑΓΙΑΣ

ὁ α’ χορός 

Ἦχος α’

Στίχ.  πὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.

Πανεύφημοι μάρτυρες

Μύρα προσεκόμισας Χριστῷ, τεθειμένω μνήματι, καὶ τοῖς νεκροῖς τὴν ἀνάστασιν, πᾶσιν ἐμπνέοντι, καὶ ἰδοῦσα τοῦτον, πρώτη προσεκύνησας, Μαρία θεοφόρε δακρύουσα. Διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

ὁ β’ χορός

Στίχ. τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ’ αὐτῷ λύτρωσις’ καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Μύρα προσεκόμισας Χριστῷ,…..

ὁ α’ χορός

Στχ. ε’. Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί.

Σταυρῷ καθηλούμενον Χριστόν, καθορῶσα ἔκλαιες, Μαγδαληνὴ καὶ ἐκραύγαζες· Τὶ τὸ ὁρώμενον, ἡ ζωὴ πῶς θνῄσκει, καὶ ἡ κτίσις βλέπουσα κλονεῖται, καὶ φωστῆρες σκοτίζονται; Διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

     ὁ β’ χορός

Στχ. ς’. τι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

πλήσθης συνέσεως πολλῆς, ἀληθοῦς τε γνώσεως, ἐν τῷ συνεῖναι τῷ κτίσαντι, Μαρία ἔνδοξε, καὶ αὐτοῦ τὰ πάθη, καὶ τὴν συγκατάβασιν, ἐκήρυξας λαοῖς παναοίδιμε. Διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

 ὁ α’ χορός

Δξα Πατρί… Ἦχος πλ. β’ Ἀνατολίου

Πρώτη κατιδοῦσα τὴν θείαν Ἀνάστασιν, Μαρία ἡ Μαγδαληνή, τοῦ πρώτου τῶν ἀγαθῶν αἰτίου, τοῦ τὴν ἡμετέραν εὐσπλάγχνως φύσιν θεώσαντος, πρώτη καὶ εὐαγγελίστρια ἐδείχθης, βοῶσα τοῖς Ἀποστόλοις· Τὴν ἀθυμίαν ἀποθέμενοι, τὴν εὐθυμίαν ἀναλάβετε, καὶ δεῦτε κατοπτεύσατε Χριστὸν ἐξαναστάντα, καὶ κόσμῳ παρέχοντα τὸ μέγα ἔλεος.

     ὁ β’ χορός

Κα νν… Θεοτοκίον ἦχος βαρύς

Μήτηρ μὲν ἐγνώσθης, ὑπὲρ φύσιν Θεοτόκε, ἔμεινας δὲ παρθένος, ὑπὲρ λόγον καὶ ἔννοιαν, καὶ τὸ θαῦμα τοῦ τόκου σου, ἑρμηνεῦσαι γλῶσσα οὐ δύναται, παραδόξου γὰρ οὔσης τῆς συλλήψεως Ἁγνή, ἀκατάληπτός ἐστιν ὁ τρόπος τῆς κυήσεως, ὅπου γὰρ βούλεται Θεός, νικᾶται φύσεως τάξις. Διό σε πάντες Μητέρα τοῦ Θεοῦ γινώσκοντες, δεόμεθά σου ἐκτενῶς. Πρέσβευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Εσοδος.

Σοφα ρθοί !

χος β’

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.

σπρας Προκεμενον

 ὁ α’ χορός

χος β’

Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.

ὁ β’ χορός

Στίχ.Ἐνεδύσατο Κύριος δύναμιν, καὶ περιεζώσατο.

Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.

ὁ α’ χορός

Στίχ. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.

 

  • Ὁ διάκονος:

  • Εἴπωμεν πάντες …….

Ὁ Προεστὼς ἢ ὁ ναγνστης:

Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. μν.

  • Ὁ διάκονος:

  • Πληρώσωμεν τὴν ἑσπερινὴν …..

πστιχα

Στιχηρ Ἀναστάσιμα

 Ἦχος βαρύς

νέστης ἐκ τοῦ τάφου, Σωτὴρ τοῦ κόσμου, καὶ συνήγειρας τοὺς ἀνθρώπους, σὺν τῇ σαρκί σου, Κύριε δόξα σοι.

  • ὁ α’ χορός

Στίχ. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο.

Τὸν ἀναστάντα ἐκ νεκρῶν, καὶ φωτίσαντα τὰ πάντα, δεῦτε προσκυνήσωμεν, ἐκ τῆς τοῦ ᾅδου γὰρ τυραννίδος, ἡμᾶς ἠλευθέρωσε, διὰ τῆς αὐτοῦ τριημέρου Ἐγέρσεως, ζωὴν ἡμῖν δωρησάμενος, καὶ τὸ μέγα ἔλεος.

  • ὁ β’ χορός

Στίχ. Καὶ γὰρ ἐστερέωσεν τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

πὸ τὸν ᾅδην κατελθὼν Χριστέ, θάνατον ἐσκύλευσας, καὶ τριήμερος ἀναστάς, ἡμᾶς συνανέστησας, δοξάζοντας τὴν σὴν παντοδύναμον Ἔγερσιν, Κύριε φιλάνθρωπε.

  • ὁ α’ χορός

Στίχ. Τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε εἰς μακρότητα ἡμερῶν.

Φοβερὸς ὤφθης Κύριε, ἐν τάφῳ κείμενος ὡς ὁ ὑπνῶν, ἀναστὰς δὲ τριήμερος ὡς δυνατός, τὸν Ἀδὰμ συνανέστησας κραυγάζοντα. Δόξα τῇ Ἀναστάσει σου, μόνε φιλάνθρωπε.

 ὁ β’ χορός

Δξα Πατρί… Ἦχος πλ. δ’ Βύζαντος

Τῷ ἑκουσίως πτωχεύσαντι τὴν πτωχείαν τὴν ἐμήν, ὑπερβολῇ εὐσπλαγχνίας, Χριστῷ τῷ Θεῷ, ἡ Μαγδαληνὴ Μαρία, ὡς μαθήτρια πιστῶς διακονήσασα, ἐπὶ ξύλου ταθέντα, καὶ τάφῳ συγκλεισθέντα, κατιδοῦσα ἐβόα δακρυρροοῦσα· Τὶ τὸ ξένον θέαμα; ὁ νεκροὺς ζωοποιῶν, πῶς νεκρὸς λογίζεται; Ποῖα μύρα κομίσω, τῷ ἀπαλλάξαντί με δυσωδίας τῶν δαιμόνων; Ποῖα δάκρυα χέω, τῷ δακρύων τὴν ἐμὴν μεταμφιάσαντι προμήτορα; Ἀλλ’ ὁ τοῦ σύμπαντος Ἄναξ, ὡς Παραδείσου φύλαξ φανείς, δροσισμῷ τῶν αὐτοῦ ῥημάτων τὸν καύσωνα ἀφανίζει, λέξας πρὸς αὐτήν· Τοῖς ἀδελφοῖς μου πορευθεῖσα, εὐαγγέλια χαρᾶς ἀναβόησον· Ἀναβαίνω πρὸς τὸν Πατέρα μου, καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν, ὅπως παράσχω τῷ κόσμῳ τὸ μέγα ἔλεο

  • ὁ α’ χορός

Κα νν… Θεοτοκίον Ἦχος πλ. δ’

νύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν  πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

                                                                           

ὁ προεστὼς: Νῦν ἀπολύεις …Τρισάγιον…

ὁ α’ χορός

Ἀπολυτίκιον ἀναστάσιμον. Ἦχος βαρύς

Κατέλυσας τῷ Σταυρῷ σου τὸν θάνατον, ἠνέωξας τῷ λῃστῇ τὸν Παράδεισον, τῶν Μυροφόρων τὸν θρῆνον μετέβαλες, καὶ τοῖς σοῖς Ἀποστόλοις κηρύττειν ἐπέταξας, ὅτι ἀνέστης Χριστὲ ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

ὁ β’ χορὸς

Ἀπολυτίκιον  Ἦχος α’. Τὸν τάφον σου Σωτὴρ.

Χριστῷ τῷ δι᾽ ἡμᾶς, ἐκ Παρθένου τεχθέντι, Σεμνὴ Μανδαληνή, ἠκολούθεις Μαρία, αὐτοῦ τὰ δικαιώματα, καὶ τοὺς νόμους φυλάττουσα, ὅθεν σήμερον, τὴν παναγίαν σου μνήμην, ἑορτάζοντες, ἀνευφημοῦμέν σε πίστει, καὶ πόθῳ γεραίρομεν.

ὁ α’ χορός

Δόξα Πατρί… Ἀπολυτίκιον  Ἦχος α’. Τῆς ἐρήμου πολίτης.

Τῆς ἁγνείας τὸ ρόδον καὶ τῆς Χίου τὸ βλάστημα, τὴν Ἁγίαν Μαρκέλλαν ἐν ὠδαὶς εὐφημήσωμεν τμηθεῖσα γὰρ χειρὶ τὴ πατρική, ὡς φύλαξ ἐντολῶν τῶν τοῦ Χριστοῦ, ρώσιν νέμει καὶ κινδύνων ἀπαλλαγήν, τοὶς πρὸς αὐτὴν κραυγάζουσι, δόξα τῷ δεδοκότι σοὶ ἰσχύν, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργούντι διὰ σου, πάσιν ἰάματα.

                                                                             ὁ β’ χορὸς      

Κα νν… Θεοτοκον

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν,

βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.

πόλυσις  

«…Ὁ ἀναστάς ἐκ νεκρῶν Χριστός ὁ ἀληθινός…».

https://agioskosmasoaitolos.wordpress.com

21 ΙΟΥΛ18 ΕΣΠΕΡΙΝΟΣ ΚΥΡΙΑΚΗΣ Η΄ΜΑΤΘΑΙΟΥ ΚΑΙ ΕΟΡΤΗΣ ΑΓΙΑΣ ΜΑΡΙΑΣ ΤΗΣ ΜΑΓΔΑΛΗΝΗΣ

Advertisements

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s