ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΕΟΡΤΗ ΑΓΙΩΝ ΙΣΑΠΟΣΤΟΛΩΝ ΚΑΙ ΑΥΤΑΔΕΛΦΩΝ ΚΥΡΙΛΛΟΥ ΚΑΙ ΜΕΘΟΔΙΟΥ (2018)

11 ΜΑΪΟΥ 2018

+Μνήμη τῶν Ἁγίων, ἐνδόξων ἰσαποστόλων καὶ αὐταδέλφων Κυρίλλου καὶ Μεθοδίου, τῶν Θεσσαλονικέων, φωτιστῶν τῶν Σλάβων καὶ ἁπάσης Εὐρώπης

 Εμφάνιση της εικόνας προέλευσης

ΟΡΘΡΟΣ

Μετά τό· «Εὐλογητὸς ὁ Θεός…» ψάλλεται τό· «Χριστός ἀνέστη…», τρίς, ἅπαξ ἀπό τοῦ ῾Ιεροῦ Βήματος καί ἀνά μίαν ὑπό τῶν Χορῶν.

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη κα  κφνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα… 

ὁ α’ χορὸς

χος δ’

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στχ, α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ..

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

Στχ, β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στχ, γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

          ὁ α’ χορός

Ἀπολυτίκιον Ἦχος δ΄

Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα, ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου Μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀπορρίψασαι, τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον· Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

ὁ β’ χορὸς

Δόξα Πατρί… Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.

ποστόλων τὸν ζῆλον ἐπιδειξάμενοι, ἐπὶ τὰς χώρας τῶν Σλάβων Εὐαγγελίου τὸ φῶς, διηυγάσατε λαμπρῶς θείῳ κηρύγματι, Θεσσαλονίκης οἱ βλαστοί, καὶ ἀστέρες φαεινοί, Μεθόδιε σὺν Κυρίλλῳ, αὐτάδελφοι θεηγόροι, Ἐκκλησιῶν ἡ σεμνοπρέπεια.

ὁ α’ χορός

Κα νν… Θεοτοκίον

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος,χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ,χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν,πρεσβεύουσα μὴ ἐλλείπῃς,ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Συναπτ μικρ μεθ’ ν κφνησις

τι σν τ κρτος…

ΚΑΘΙΣΜΑΤΑ

Μετὰ τὴν α´ Στιχολογίαν.

ὁ α’ χορὸς

Κθισμα  Ἦχος α’. Τὸν τάφον σου Σωτήρ.

Σοφίας θεϊκῆς, τῷ φωτὶ λαμπρυνθέντες, τῶν Σλάβων φωτισταί, καὶ διδάσκαλοι θεῖοι, Μεθόδιε καὶ Κύριλλε, ἀληθῶς ἀνεδείχθητε. Ὅθεν ἅπασα, ἡ τοῦ Χριστοῦ Ἐκκλησία, μέλπει χαίρουσα, ὑμῶν τὴν πάνσεπτον μνήμην, Θεὸν μεγαλύνουσα.

ὁ β’ χορὸς

Δόξα Πατρί…Καὶ νῦν… τῆς Ἑορτῆς χος δ’Ὁ ὑψωθεὶς ἐν τῷ   Σταυρῷ 

γαλλιάσθω οὐρανὸς εὐφραινέσθω, τὰ ἐπὶ γῆς, ὅτι Χριστὸς ἐκ Παρθένου ἐπιφανεὶς ὡς ἄνθρωπος ἐῤῥύσατο φθορᾶς, ἅπαν τὸ ἀνθρώπινον τῷ ἰδίῳ θανάτῳ, θαύμασιν ἐκλάμψας δὲ γυναικὶ Σαμαρείτιδι, ὕδωρ αἰτῶν παρέχει τὴν πηγήν, τῶν ἰαμάτων, ὡς μόνος ἀθάνατος.

Μετὰ τὴν β´ Στιχολογίαν.

ὁ α’ χορὸς

Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

νδεδυμένοι Παρακλήτου τὴν χάριν, χερσὶν τοῦ θείου Ἱεράρχου Φωτίου, ἐπὶ τὰ ἔθνη τὰ τῶν Σλάβων ἀπεστάλητε, οἷά περ Ἀπόστολοι, τοῦ Χριστοῦ θεηγόροι, καὶ τὸ Εὐαγγέλιον ἐκηρύξατε πᾶσι, σὺν Μεθοδὶῳ Κύριλλε σοφέ· ὅθεν συμφώνως ὑμᾶς μακαρίζομεν.

ὁ β’ χορὸς

    Δόξα Πατρί…  Καὶ νῦν… Κάθισμα τῆς Σαμαρείτιδος Ἦχος δ’ Ταχὺ προκατάλαβε

κ φρέατος νάματα, τοῦ γεηροῦ καὶ φθαρτοῦ, ἐλθοῦσα ὡς σύνηθες, ἡ Σαμαρεῖτις ἀντλεῖν, τὸ ζῶν ὕδωρ ἤντλησεν, οὕτως ἐφευρηκυῖα, τὴν πηγὴν καθημένην, ἔνθα πηγὴ καὶ φρέαρ, Ἰακὼβ διωρύχθη, κόσμου τοὺς φλογοτρόφους, δροσίζουσαν καύσωνας

Μετὰ τὸν Πολυέλεον

ὁ α’ χορὸς

Ἦχος δ’. Κατεπλάγη Ἰωσήφ.

ποστόλων μιμηταί, καὶ πλανωμένων ὁδηγοί, καὶ Κυρίου συνεργοί, πρὸς σωτηρίαν τῶν πολλῶν, κατὰ τὸν Παῦλον τὸν μέγαν ἀνεδείχθητε· ὅθεν πρὸς τὸ φῶς, τῆς θείας πίστεως, θείαις διδαχαῖς καθωδηγήσατε, τοὺς ἐν νυκτὶ τῆς ἀπάτης καθεύδοντας, πόνοις πολλοῖς ὁμιλήσαντες, Κύριλλε Πάτερ, σὺν Μεθοδίου, θεομακάριστοι αὐτάδελφοι.

          ὁ β’ χορὸς

Δόξα Πατρὶ…  Καὶ νῦν.. Θεοτοκίον·

πορρήτως προελθών, ἐκ τῆς ἀχράντου σου γαστρός, τὸ ἡμέτερον λαβών, ὁ πάντα λόγῳ παντουργῷ, ἐκ τοῦ μὴ ὄντος παραγαγὼν εἰς τὸ εἶναι, πύλην οὐρανῶν, Κόρη σε ἔδειξεν, ἄγουσαν ἀεί, πρὸς δόξαν ἄφθαρτον, τοὺς Θεοτόκον σε πίστει κηρύττοντας, καὶ μεγαλύνοντας πάναγνε. Ἀλλ’ ὦ Παρθένε, κόσμου προστάτις, σκέπε ἡμᾶς πάσης θλίψεως.

Καὶ εὐθὺς τ α’ ντφωνον το δ’ χου.

ὁ α’ χορός

κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

ὁ β’ χορός

κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

ὁ α’ χορός

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

ὁ β’ χορός

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

ὁ α’ χορός

Δξα Πατρί…

γίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.

ὁ β’ χορός

Κα νν…

γίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

 Προκεμενον  χος δ’

ὁ α’ χορός

Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

ὁ β’χορὸς

Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

ὁ α’ χορός

Στίχ. Στόμα δικαίου μελετήσει σοφίαν, καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν.

Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

                                                              Τάξις Εὐαγγελίου τοῦ Ὄρθρου

ὁ α΄ χορὸς

Ἦχος β’.

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ β’ χορὸς

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ α΄ χορὸς

Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.

ΕΩΘΙΝΟΝ ΙΑ’

Ἐκ τοῦ κατὰ Λουκᾶν

θ΄ 1 – 6

Τῷ καιρῷ ἐκείνῳ, συγκαλεσάμενος ὁ Ἰησοῦς τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια καὶ νόσους θεραπεύειν· καὶ ἀπέστειλεν αὐτοὺς κηρύσσειν τὴν βασιλείαν τοῦ Θεοῦ καὶ ἰᾶσθαι τοὺς ἀσθενοῦντας, καὶ εἶπε πρὸς αὐτούς· Μηδὲν αἴρετε εἰς τὴν ὁδόν, μήτε ῥάβδους μήτε πήραν μήτε ἄρτον μήτε ἀργύριον μήτε ἀνὰ δύο χιτῶνας ἔχειν. 4καὶ εἰς ἣν ἂν οἰκίαν εἰσέλθητε, ἐκεῖ μένετε καὶ ἐκεῖθεν ἐξέρχεσθε. καὶ ὅσοι ἐὰν μὴ δέξωνται ὑμᾶς, ἐξερχόμενοι ἀπὸ τῆς πόλεως ἐκείνης τὸν κονιορτὸν ἀπὸ τῶν ποδῶν ὑμῶν ἀποτινάξατε εἰς μαρτύριον ἐπ’ αὐτούς. 6ἐξερχόμενοι δὲ διήρχοντο κατὰ τὰς κώμας εὐαγγελιζόμενοι καὶ θεραπεύοντες πανταχοῦ.

Δόξα σοι, Κύριε, δόξα σοι.

Ὁ Προεστὼς ἢ: ὁ Ἀναγνώστης

νάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν, ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι’ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.

Καὶ εὐθὺς ὁ Ν Ψαλμὸς χύμα

ὁ α χορὸς

Δόξα πατρὶ… Ἦχος β’

Ταῖς τῶν Διδασκάλων, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ β’ χορὸς

Καὶ νῦν…

Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.  

ὁ α’ χορὸς

Στίχ. λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

 Ἦχος πλ. β΄

Τὸν σπόρον τῆς πίστεως, κεχερσωμέναις καρδίαις σπείραντες, τοῦ ἀμπελῶνος Χριστοῦ ἐργάται, δόκιμοι ὤφθητε, αὐτάδελφοι πάνσοφοι· καὶ ὡς καλοὶ στρατιῶται Κυρίου, ἐν τῷ θείῳ κηρύγματι κακοπαθήσαντες, δαψιλῆ καρποφορίαν, Χριστῷ προσηνέγκατε, τῶν ἀνασωθέντων τὰ πλήθη. Ἀλλ’ ὦ Κύριλλε καὶ Μεθόδιε, ἀποστολικῶν ἐπάθλων κοινωνοί, πρεσβεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…

ΚΑΝΟΝΕΣ  

Κανὼν τῆς Σαμαρείτιδος

Ἔχων ἀκροστιχίδα ἐν τῇ θ’ ᾠδῇ.

Ἰωσήφ.

Ποίημα Ἰωσὴφ τοῦ Θεσσαλονίκης.

ᾠδὴ α’  

ὁ α’ χορός

ερμς χος δ’

πατάξας Αἴγυπτον, καὶ Φαραὼ τὸν τύραννον, βυθίσας ἐν θαλάσσῃ, λαὸν διέσωσας δουλείας, Μωσαϊκῶς ᾄδοντα ᾠδὴν ἐπινίκιον· Ὅτι δεδόξασται.

ὁ β’χορὸς

Στίχ.  Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

ταφεὶς ἐγήγερται, ἐν αὐτῷ συνήγειρε τὸ γένος τῶν ἀνθρώπων, ἀγαλλιάσθω πᾶσα κτίσις, καὶ νοηταὶ σήμερον, ῥανάτωσαν νεφέλαι, δικαιοσύνην σαφῶς.

ὁ α’ χορός

Στίχ.  Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

σταυρὸν ἑκούσιον, σαρκὶ καταδεξάμενος, τριήμερος ἀνέστης ἐκ τῶν νεκρῶν, ᾍδου ταμεῖα, ζωαρχικὲ Κύριε, κενώσας καὶ ἐξάξας, πεπεδημένας ψυχάς.  

ὁ β’χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκον

Χαῖρε θρόνε πύρινε, χαῖρε λυχνία πάγχρυσε, χαῖρε φωτὸς νεφέλη, χαῖρε παλάτιον τοῦ Λόγου, καὶ νοητὴ τράπεζα, ἄρτον ζωῆς ἀξίως, Χριστὸν βαστάσασα.

Καὶ ὁ τῶν Ἁγίων ἔχων τήνδε Ἀκροστιχίδα·

Κύριλλον μέλπω σὺν Μεθοδίῳ. Γερασίμου.

ᾨδὴ α’. Ἦχος δ’. Ἀνοίξω τὸ στόμα μου.

          ὁ α’ χορὸς 

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν

Καμάτων τὰ ἔπαθλα, παρὰ Θεοῦ κομιζόμενοι, καὶ θέσει θεούμενοι, φῶς μοι αἰτήσασθε, Πάτερ Κύριλλε, ὁμοῦ σὺν Μεθοδίῳ, ὑμῶν μακαρίζοντι, τὰ κατορθώματα.

          ὁ β’ χορὸς 

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν

μνεῖ μεγαλύνουσα, Θεσσαλονίκη ἡ ἔνδοξος, τοῦ βίου τὴν ἔλλαμψιν, καὶ ἀριστείας ὑμῶν· ταύτης γόνοι γάρ, περίδοξοι ὀφθέντες, Χριστῷ προσηνέγκατε, καρπὸν πολύτιμον.

ὁ α’ χορὸς

Δξα Πατρί…

ημάτων τοῦ Πνεύματος, ὑφηγηταὶ καὶ διδάσκαλοι, Μεθόδιε Ὅσιε, καὶ Πάτερ Κύριλλε, ἀνεδείχθητε, καὶ Σλάβων τὰς χορείας, σαφῶς ἐμυήσατε, γνῶσιν, τὴν ἔνθεον.

ὁ β’ χορὸς

Καὶ νῦν…Θεοτοκίον

σχὺς ἀπροσμάχητος, καὶ προστασία σωτήριος, ἡ σκέπη σου Ἄχραντε, πέλει τοῖς δούλοις σου, ἀποτρέπουσα, ἐχθρῶν τάς ἐπηρείας· διὸ τὰ θαυμάσια, τὰ σὰ κηρύττομεν.

δ γ’  ερμς

ὁ α’ χορός

Ὁ Εἱρμὸς 

στερεώθη ἡ καρδία μου ἐν Κυρίῳ, τῷ διδόντι εὐχὴν τῷ εὐχομένῳ, ὅτι τόξον δυνατὸν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες περιεζώσαντο δύναμιν.

ὁ β’χορὸς

Στίχ.  Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

θελουσίως ἐπὶ ξύλου ὑψώθης Λόγε, καὶ ὁρῶσαι ἐρρήγνυντο αἱ πέτραι, καὶ ἡ κτίσις ἐκλονεῖτο ἅπασα, καὶ νεκροὶ ἐκ τῶν τάφων, ὡς ὕπνου ἐξηγείροντο.

ὁ α’ χορός

Στίχ.  Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

Μετὰ ψυχῆς σε πρὸς τὸν ᾍδῃν ἐλθόντα Λόγε, κατιδοῦσαι πᾶσαι ψυχαὶ δικαίων, αἰωνίων δεσμῶν ἀπελύοντο, ἀνυμνολογοῦσαι, τὴν ὑπὲρ νοῦν δυναστείαν σου.

ὁ β’χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκον

νερμηνεύτως συλλαβοῦσα ἐν τῇ γαστρί σου, τὸν τῶν ὅλων Θεὸν Παρθενομῆτορ, ὑπὲρ ἔννοιαν καὶ λόγον τέτοκας, μείνασα παρθένος, ὡς πρὸ τοῦ τόκου Θεόνυμφε.

ᾨδὴ γ’. Τοὺς σοὺς ὑμνολόγους.

ὁ α’ χορὸς 

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν

Λαμπρότητι βίου καὶ σοφίας, ποικίλης τῷ πλούτῳ ἀληθῶς, κοσμούμενοι μακάριοι, πορείαν ἰσαπόστολον, Κύριλλε καὶ Μεθόδιε, περιφανῶς ἀνελάβετε.

ὁ β’ χορὸς 

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν

Λαμπτῆρες ἀδύτου φωταυγείας, καὶ λύχνοι τῶν νόμων τοῦ Χριστοῦ, καὶ ὁδηγοὶ σωτήριοι, τοῖς πλανωμένοις ὤφθητε, Κύριλλε καὶ Μεθόδιε, ὡς Ἀποστόλων ὁμόζηλοι.

          ὁ α’ χορὸς

Δξα Πατρί…

σίαις χερσὶ θεοκινήτως, Φώτιος ὁ μέγιστος φωστήρ, εἰδὼς ὑμῶν τὴν ἔλλαμψιν, ἀπέστειλε μακάριοι, κηρύξαι τὴν ἀλήθειαν, ἐσκοτισμένοις ἐν ἔθνεσι.

ὁ β’ χορὸς

Καὶ νῦν…Θεοτοκίον

Νεκρώσας ἐχθρὸς τῇ παραβάσει, Ἀδὰμ τὸν γενάρχην φθονερῶς, τῷ τόκῳ σου νενέκρωται, ἁγνὴ Θεογεννήτρια· Ζωὴν γὰρ ἐνυπόστατον, σωματικῶς ἀπεκύησας.

Συναπτ μικρ μεθ’ ν κφνησις

τι σ ε Θες μν… 

.         ὁ β’ χορὸς

Κάθισμα. Ἦχος γ’. Θείας πίστεως.

Θείας πίστεως λαμπαδουχίᾳ, φῶς ηὐγάσατε, θεογνωσίας, Ἰσαπόστολοι Χριστοῦ παμμακάριστοι, τοῖς ἐν νυκτὶ τῆς ἀπάτης ὑπάρχουσιν, οὓς καὶ ἡμέρας υἱοὺς ἀπεδείξατε, Πάτερ Κύριλλε, καὶ θεῖε ὁμοῦ Μεθόδιε, αἰτούμενοι αὐτοῖς τὸ θεῖον ἔλεος.

ὁ α’ χορὸς  

Δόξα Πατρί… Καὶ νῦν… θεοτοκίον·

Κλῖμαξ ἔμψυχος, οὐρανομήκης, προτεθέασαι, πάλαι ἐν τύπῳ, Ἰακὼβ τῷ Πατριάρχῃ Πανύμνητε· ὁ γὰρ Θεὸς διὰ σοῦ βροτοῖς ἥνωται, ἀναβιβάζων ἡμᾶς εἰς οὐράνια, Κόρη Πάναγνε, διό σοι τὸ Χαῖρε ἅπαντες, βοῶμεν οἱ σωθέντες τῇ κυήσει σου.

.δ δ’ 

ερμς

Εἰσακήκοα Κύριε, τὴν ἀκοήν σου καὶ ἐφοβήθην, κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην, ὅτι τῆς σῆς αἰνέσεως πλήρης ἡ γῆ.

Στίχ.  Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

Οἱ οὐρανοὶ εὐφραινέσθωσαν, ἑορταζέτω ἡ κτίσις πᾶσα, ἐξεγήγερται ὁ Κύριος καὶ ἐφάνη, πᾶσι τοῖς σοφοῖς Ἀποστόλοις αὐτοῦ.

Στίχ.  Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

Κατεπόθη σου θάνατε, ἡ δυναστεία, Χριστοῦ θανέντος, οἱ νεκροὶ ὡς ἐκ θαλάμων, τῇ     Ἐγέρσει τούτου, ἐκ τῶν τάφων προήλθοσαν.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

κατάφλεκτον βάτον σε, ὁ νομοθέτης ἑώρα πάλαι, Δανιὴλ δὲ ὄρος ἅγιον κατενόει, μόνη Μητροπάρθενε Δέσποινα.

ᾨδὴ δ’. Ὁ καθήμενος ἐν δόξῃ.

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν

Μέγας ὤφθης ἐν Χαζάροις, λόγοις ἅμα καὶ πράξεσι, τούτων διανοίγων, Κύριλλε σοφὲ τὴν διάνοιαν, τοῦ ἐπιγνῶναι Χριστὸν τὸν μόνον Κύριον, καὶ βιοῦν σεμνῶς, ἐν ἀρετῶν ἐπιδόσεσιν.

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν

ν Βουλγάροις ἀναλάμψας, ὡς ἀνέσπερος ἥλιος, τούτους καταυγάζεις, Πάτερ ταῖς ἀκτῖσι τῆς χάριτος, καὶ ἐσφαλμένων ἠθῶν λύεις τὴν ζόφωσιν, βίῳ κρείττονι, αὐτοὺς ῥυθμίζων Μεθόδιε.

Δξα Πατρί…

Λύτρωσιν τὴν αἰωνίαν, καὶ ζωῆς θείας μέθεξιν, καὶ υἱοθεσίας, τῆς ἐν τῷ Χριστῷ τὴν οἰκείωσιν, ἐν Μοραβίᾳ πανσόφως ἐκηρύξατε, Πάτερ Κύριλλε, καὶ θεηγόρε Μεθόδιε.

                                                                   Καὶ νῦν…Θεοτοκίον        

Πῖον ὄρος ἀνεδείχθης, καὶ κατάσκιον Ἄχραντε, ὡς φησὶ Προφήτης, τοῖς ὑπερφυέσι χαρίσμασι, καὶ ἐκ σοῦ Κόρη, τῷ κόσμῳ ἐπεδήμησε, μετὰ σώματος, ὁ Βασιλεὺς πάσης κτίσεως.

δ ε’ 

ερμς

νάτειλόν μοι Κύριε, τὸ φῶς τῶν προσταγμάτων σου, ὅτι πρὸς σὲ Χριστέ, τὸ πνεῦμά μου ὀρθρίζει, καὶ ὑμνεῖ σε· σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ πρὸς σὲ κατέφυγον, τῆς εἰρήνης βασιλεῦ.

Στίχ.  Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

Τὸ μνῆμά σου τὸ ἅγιον, καταλαβοῦσαι ὄρθριαι, αἱ Μυροφόροι, ἐξαστράπτοντα κατεῖδον νεανίαν, καὶ ἐνεθαμβήθησαν, τὴν σὴν διδασκόμεναι, θείαν Ἔγερσιν Χριστέ.

Στίχ.  Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

θάνατος νενέκρωται, ὁ ᾍδῃς ἠχμαλώτισται, οἱ ἐν δεσμοῖς ἠλευθερώθησαν, Χριστοῦ τῇ     Ἀναστάσει. Ἀγαλλιασώμεθα καὶ χεῖρας κροτήσωμεν, ἑορτάζοντες φαιδρῶς.

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκον

Σὲ πύλην ἀδιόδευτον, καὶ χώραν ἀγεώργητον, καὶ κιβωτὸν τὸ Μάννα φέρουσαν, καὶ στάμνον καὶ λυχνίαν, καὶ θυμιατήριον τοῦ ἀΰλου ἄνθρακος, ὀνομάζομεν Ἁγνή.

ᾨδὴ ε’. Ἐξέστη τὰ σύμπαντα.

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν

ς ἄλλοι Ἀπόστολοι, πεπληρωμένοι χάριτος, ταῖς ποικιλοτρόποις φυλαῖς Σλάβων, ἐπεδημήσατε νεύσει κρείττονι, ταύτας μεταπλάττοντες σαφῶς, ἱεροὺς διδάγμασι, πρὸς εὐσέβειαν ἔνδοξοι.

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν

Σοφίαν τὴν ἄνωθεν, πλουσίως θησαυρίσαντες, ὤφθητε σοφοὶ ἱερομύσται, καὶ ποδηγέται καὶ ῥυθμισταὶ ἀσφαλεῖς, πρὸς τὴν τῶν κρειττόνων μετοχήν, τῶν βιούντων πρότερον, ἐν τῇ πλάνῃ μακάριοι.

Δξα Πατρί…

ψίστου θεράποντες, Μεθόδιε καὶ Κύριλλε, βίῳ ἱερῷ γεγενημένοι, νυμφαγωγεῖτε τῷ Ζωοδότη Χριστῷ, λόγοις τε καὶ ἔργοις θαυμαστοῖς, τὴν τῶν Σλάβων ἅπασαν, Ἐκκλησίαν ἐν Πνεύματι.

Καὶ νῦν…Θεοτοκίον

Ναὸς ὤφθης ἔμψυχος, Παρθένε καὶ πολύφωτος, τοῦ Παμβασιλέως καὶ Σωτῆρος, τοῦ προελθόντος ἐκ τῆς ἁγνῆς σοῦ γαστρός· ὅθεν κἀμὲ σκεῦος ἐκλεκτόν, Δέσποινα ἀπέργασαι, τῆς αὐτοῦ ἀγαθότητος.

δ ς’  ερμς

Μὴ καταποντισάτω με καταιγὶς ὕδατος, μηδὲ καταπιέτω με βυθός· ἀπέρριμμαι γὰρ εἰς βάθη, καρδίας θαλάσσης, τῶν κακῶν μου· διό σοι κραυγάζω ὡς Ἰωνᾶς· Ἀναβήτω ἐκ φθορᾶς ἡ ζωή μου πρὸς σέ, ὁ Θεὸς ἡμῶν.

Στίχ.  Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Σταυρῷ σε οἱ παράνομοι, Ἰησοῦ ἥλωσαν, καὶ λόγχῃ ἐξεκέντησαν Χριστέ, καὶ Ἰωσὴφ ὁ εὐσχήμων σε κηδεύει, ἐν τῷ καινῷ μνημείῳ, ἐξ οὗ μετὰ δόξης ἐξαναστάς, συνανέστησας Σωτήρ, πᾶσαν κτίσιν ὑμνοῦσαν τὸ κράτος σου.

Στίχ.  Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Μοχλοὺς καὶ πύλας Δέσποτα, δυνατῶς ἔθραυσας τοῦ ᾍδου, καὶ ἀνέστης ὡς Θεός, καὶ ὑπαντήσας, τὸ Χαῖρε προσεῖπας ταῖς Γυναιξί, καὶ ταύτας εἰπεῖν ἐξαπέστειλας Μαθηταῖς. Ἐξεγήγερται ὁ ζῶν, καὶ ὡράθη φωτίζων τὰ πέρατα.

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκον

Παρθένον μόνην τίκτουσαν, καὶ νηδὺν ἄφθορον τηρήσασαν, ὑμνοῦμέν σε Ἁγνὴ θρόνον Κυρίου, καὶ πύλην καὶ ὄρος, καὶ νοητὴν λυχνίαν, νυμφῶνα ὁλόφωτον τοῦ Θεοῦ, καὶ σκηνὴν δόξης σαφῶς, κιβωτόν τε καὶ στάμνον καὶ τράπεζαν.

ᾨδὴ στ’. Τὴν θείαν ταύτην.

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν

Μεγίστους πόνους ὑπέστητε, κηρύττοντες τὸν λόγον τῆς πίστεως, ἀπίστοις ἔθνεσιν, ὡς μιμηταὶ Παύλου ἄριστοι, Μεθόδιε θέοφρον, καὶ θεῖε Κύριλλε.

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν

νθέοις τρόποις κοσμούμενοι, ζωῆς τῆς ἐνάρετου διδάσκαλοι, σοφοὶ γεγόνατε, τοῖς δουλωθεῖσι τοῖς πάθεσι, καὶ τοῦ Χριστοῦ μετόχους, τούτους ἐδείξατε.

Δξα Πατρί…

Θεοῦ σαφῶς διηγούμενοι, τὴν δόξαν τοῦ φανέντος ἐν σώματι, κόσμῳ δι’ ἔλεος, λαοὺς ἀπίστους εἱλκύσατε, πρὸς γνῶσιν ἀληθείας, ἱεραπόστολοι.

Καὶ νῦν…Θεοτοκίον

Λόγος σὰρξ ἐκ σοῦ γένονε, μὴ τρέψας τὴν οἰκείαν Θεότητα, Θεοχαρίτωτε, καὶ ἀλογίας ἐρρύσατο, τοὺς πίστει προσκυνοῦντας, τὸ σὸν μυστήριον.

Συναπτ μικρ μεθ’ ν κφνησις

Σ γρ ε βασιλες…

Κοντάκιον. Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

ξ εὐκλεοῦς ἀναβλαστήσαντες ῥίζης, καὶ ἐν ἁπάσῃ παιδευθέντες σοφίᾳ, Θεσσαλονίκης φοίνικες οἱ πάγκαρποι, ὁ θεόφρων Κύριλλος, καὶ Μεθόδιος ἅμα, ὤφθησαν ὁμότροποι, τῶν σοφῶν Ἀποστόλων, καὶ τάς τῶν Σλάβων χώρας ἀληθῶς, θεογνωσίας, φωτὶ κατεφώτισαν.

Οἶκος.

νακαθάραντες τὸν νοῦν ἀμέμπτῳ πολιτεία, ἐπλήσθητε περιφανῶς τῆς ἐπιπνοίας τοῦ Θεοῦ, πηγῆς ἐξ ἀκενώτου· καὶ τῷ ἱερῷ συνημμένοι Φωτίῳ, τῷ παμφώτῳ τῆς Ἐκκλησίας φωστῆρι, τῆς σοφίας αὐτοῦ μύσται ἀπεφάνθητε, καὶ τῶν λόγων πληρωταὶ θεόληπτοι, παρ’ αὐτοῦ γὰρ ἀπεστάλητε, εἰς τὰ ἔθνη τὰ μακράν, ὡς Ἀπόστολοι ἔνθεοι, κηρύξαι τῆς εὐσεβείας τὸ μέγα μυστήριον· τὴν ἐν Χριστῷ ἀπολύτρωσιν, πολιτείας καινῆς τὴν λαμπρότητα, καὶ οὐρανῶν βασιλείας τὰ ἀΐδια ἀγαθά· ὅθεν ποικίλοις πόνοις, καὶ μυρίοις κινδύνοις, πλείστας σλαβικὰς φυλὰς Χριστῷ ἐπεστρέψατε, Κύριλλε πανεύφημε, καὶ Μεθόδιε ἱερώτατε, Θεσσαλονίκης γόνοι λαμπροὶ καὶ ἔνδοξοι, τῆς ἀληθείας εὔσημοι σάλπιγγες, καὶ φωστῆρες παμφαεῖς Εὐαγγελίου τῆς χάριτος· τὸ γὰρ κήρυγμα ὑμῶν, πολλὰς ψυχὰς ἀληθῶς, θεογνωσίας φωτὶ κατεφώτισε. 

Σ υ ν α ξ ά ρ ι ο ν

 ΤΙΑ‘ τοῦ αὐτοῦ μηνὸς μνήμη τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν καὶ αὐταδέλφων Κυρίλλου καὶ Μεθοδίου, τῶν Ἀποστόλων καὶ φωτιστῶν τῶν Σλάβων.

Στίχοι

  • Κύριλλος ἅμα καὶ Μεθόδιος θεῖος

  • Ὡς φῶς Σλάβοις ὤφθησαν Πνεύματι θείῳ.

  • Κύριλλός τε Μεθόδιος δεκάτ’ ὑμνείσθωσαν ἠδὲ πρώτῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, τὴν ἀνάμνησιν πνευματικῶς ἐπιτελοῦμεν τοῦ Γενεθλίου, ἤτοι τῶν Ἐγκαινίων ταύτης τῆς θεοφυλάκτου καὶ βασιλίδος τῶν πόλεων, τῆς κατ’ ἐξαίρετον ἀνακειμένης τῇ Δεσποίνῃ ἡμῶν, καὶ Ἁγίᾳ Θεοτόκῳ, καὶ ὑπ’ αὐτῆς διὰ παντὸς σῳζομένης.

Στίχοι

  • Γενεθλίων σῶν δεῖ με τιμᾶν ἡμέραν,

  • Ἐν σοὶ Πόλις τυχόντα τῶν γενεθλίων.

                      

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Μωκίου.

Στίχοι

  • Μωκώμενόν σε δεισιδαίμονα πλάνην,

  • Οἱ δυσσεβεῖς κτείνουσι Μώκιε ξίφει.

  • Μώκιος ἑνδεκάτῃ κεφαλὴν τμήθη ἀγαθόφρων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Διοσκορίδου ἢ Διοσκόρου.

Στίχοι

  • Παρ’ ἡμέραν ζῆν μῦθος ἦν Διοσκόρους,

  • Διόσκορος δὲ ζῆν ἀεὶ τμηθεὶς ἔχει.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. μήν.

ΚΑΤΑΒΑΣΙΑΙ

ὁ α’ χορὸς

ᾠδὴ α ‘

ναστάσεως ἡμέρα λαμπρυνθῶμεν λαοί, Πάσχα Κυρίου, Πάσχα, ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας. 

ὁ β’ χορὸς

 ᾠδὴ γ’

Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ’ ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ,…

ὁ α’ χορὸς

ν ᾧ στερεούμεθα.

ὁ β’ χορὸς

ᾠδὴ δ’

πὶ τῆς θείας φυλακῆς ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ’ ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα, σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστός ὡς παντοδύναμος. 

ὁ α’ χορὸς

ᾠδὴ ε’

ρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μύρου τὸν ὕμνον προσοίσομεν τῷ Δεσπότῃ, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα. 

ὁ β’ χορὸς

ᾠδὴ ς’

Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου. 

ὁ α’ χορὸς

ᾠδὴ ζ’

Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ Πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

ὁ β’ χορὸς

ᾠδὴ η’

Στίχ. Ανομεν, ελογομεν, καί προσκυνομεν τν Κριον

Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστν ες τος αἰῶνας. 

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ΤΙΜΙΩΤΕΡΑ (Ἦχος α’)

ὁ α’ χορός

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…

Καταβασα

ὁ α’χορὸς

Στίχ. ῎Αγγελος ἐβόα τῇ Κεχαριτωμένῃ· ῾Αγνή, Παρθένε χαῖρε, καί πάλιν ἐρῶ χαῖρε, ὁ σός Υἱός ἀνέστη, τριήμερος ἐκ τάφου.

Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ, ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε, Χόρευε νῦν, καὶ ἀγάλλου Σιών, σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ν τ γρσει το τκου σου. 

Συναπτ μικρ μεθ’ ν κφνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

ὁ α’ χορὸς

Ὁ οὐρανὸν τοῖς ἄστροις.

Οἱ παμφαεῖς φωστῆρες, Εὐαγγελίου τοῦ Χριστοῦ, Μεθόδιος ὁ θεόφρων, σὺν τῷ Κυρίλλῳ τῷ σοφῷ, ὑμνείσθωσαν χαρμοσύνως, ὡς Ἰσαπόστολοι θεῖοι.

ὁ β’ χορὸς

Ἕτερον τῆς Σαμαρείτιδος. Γυναῖκες ἀκουτίσθητε

Σαμάρειαν κατέλαβες, Σωτήρ μου παντοδύναμε, καὶ γυναικὶ ὁμιλήσας, ἐζήτεις ὕδωρ τοῦ πιεῖν, ὁ ἐκ πέτρας ἀκροτόμου πηγάσας ὕδωρ, Ἑβραίοις, ἣν πρὸς πίστιν σήν ἔλαβες, καὶ νῦν ζωῆς ἀπολαύει, ἐν οὐρανοῖς αἰωνίως.

Εἰς τοὺς  Α ἴ ν ο υ ς  

ὁ α’ χορός

Ἦχος α’

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. 

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

. Τῶν οὐρανίων ταγμάτων.

Τοὺς εὐκλεεῖς αὐταδέλφους, καὶ Ἀποστόλους Χριστοῦ, τὰ τῆς Θεσσαλονίκης εὐωδέστατα κρίνα, Μεθόδιον τὸν μέγαν καὶ τὸν κλεινόν, μακαρίσωμεν Κύριλλον, ὡς ἐπὶ χώρας ἀπίστων τὸ θεῖον φῶς, εὐσεβείας ἀνατείλαντας.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Τῷ θεηγόρῳ Φωτίῳ μυσταγωγούμενοι, τὴν πρὸς Βορρᾶν πορείαν, ἐπορεύθητε ἅμα, καὶ ἔθνη τὰ ἐκεῖσε τῷ φωτισμῷ, τῆς Χριστοῦ ἐπιγνώσεως, υἱοθετήσατε χαίροντες τῷ Θεῷ, Ἰσαπόστολοι μακάριοι.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

εραρχίας τὴν χλαῖναν περιβαλλόμενος, τῆς Μοραβίας θεῖος, ποιμενάρχης ἐγένου, Μεθόδιε θέοφρον μύστα Χριστοῦ, ἐν τῇ Ῥώμῃ δὲ Κύριλλε, καλῶς τελέσας τὸν δρόμον τὸν ἱερόν, τοῖς Ἁγίοις συνηρίθμησαι.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ΄ Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Θεσσαλονίκη χορεύει ἐπὶ τῇ μνήμῃ ὑμῶν, καὶ πίστει συνελθοῦσα, τῷ σεπτῷ ὑμῶν οἴκῳ, ἀγῶνας καὶ τοὺς πόνους ὑμῶν τοὺς λαμπρούς, μακαρίζει κραυγάζουσα· Χαίρετε θεῖοι αὐτάδελφοι καὶ σοφοί, ὦ Μεθόδιε καὶ Κύριλλε.

 ὁ α’ χορός

Δόξα Πατρί…Ἦχος πλ. α΄

Εὐαγγελίου τὸν λόγον, ἀμυήτοις λαοῖς κηρύξαντες, πρὸς σωτηρίας λιμένα ἰθύνατε, τοὺς ἐν τῇ πλάνῃ χειμαζομένους· ἀποστολικῷ γὰρ ζήλῳ, πόνοις καὶ ἀγῶσιν, ἑαυτοὺς ἐξεδώκατε, ὑπὲρ τῆς τῶν πολλῶν ἀγάπης, ὡς τοῦ Σωτῆρος μιμηταί· καὶ τῷ αἵματι αὐτοῦ, τῶν πιστευσάντων τὰς ψυχὰς σφραγίσαντες, Ἐκκλησιῶν νυμφοστόλοι, καὶ νυμφαγωγοὶ σοφοὶ ἐδείχθητε. Ἀλλ’ ὦ Μεθόδιε καὶ Κύριλλε, Ἰσαπόστολοι ἔνδοξοι, πρεσβεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

.

ὁ β’ χορός

Καὶ νῦν… Ἦχος πλ. δ΄

ς ὤφθης ἐν σαρκί, Χριστὲ ὁ Θεός, δι’ ἄφατον οἰκονομίαν, ἀκούσασα ἡ Σαμαρεῖτις τοῦ λόγου σου τοῦ φιλανθρώπου, κατέλιπε τὸ ἄντλημα ἐπὶ τὸ φρέαρ, καὶ ἔδραμε λέγουσα τοῖς ἐν τῇ πόλει· Δεῦτε ἴδετε καρδιογνώστην, μήτι οὗτος ὑπάρχει ὁ προσδοκώμενος Χριστός, ὁ ἔχων τὸ μέγα ἔλεος.

Δοξολογία Μεγάλη

εἰς ἦχον πλ. α’  ( Ἀργή ἢ σύντομος )

ὁ α’ χορός

  • Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνῃ, ἐν ἀνθρώποις εὐδοκία.

ὁ β’ χορός

  • μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

ὁ α’ χορός

  • Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.

ὁ β’ χορός

  • Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

ὁ α’ χορός

  • Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

  • τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

ὁ α’ χορός

  • Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ὁ β’ χορός

  • Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

ὁ β’ χορός

  • Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

ὁ α’ χορός

  • Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

ὁ β’ χορός

  • τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

ὁ α’ χορός

  • Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

              Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ β’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

Ἅγιος ὁ Θεός,
ὁ β’ χορός

Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός

γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

καὶ εὐθύς

ὁ β’ χορός

Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.

ποστόλων τὸν ζῆλον ἐπιδειξάμενοι, ἐπὶ τὰς χώρας τῶν Σλάβων Εὐαγγελίου τὸ φῶς, διηυγάσατε λαμπρῶς θείῳ κηρύγματι, Θεσσαλονίκης οἱ βλαστοί, καὶ ἀστέρες φαεινοί, Μεθόδιε σὺν Κυρίλλῳ, αὐτάδελφοι θεηγόροι, Ἐκκλησιῶν ἡ σεμνοπρέπεια.

Ες τν Λειτουργαν

Μετά τό· «Εὐλογημένη ἡ βασιλεία…» ψάλλεται τό· «Χριστός ἀνέστη…», τρίς, ἅπαξ ἀπό τοῦ ῾Ιεροῦ Βήματος καί ἀνά μίαν ὑπό τῶν Χορῶν.

ντφωνον α’

 χος β’

Στχ. λαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου Σῶτερ σῶσον ἡμᾶς.

Στχ. Ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ, δότε δόξαν ἐν αἰνέσει αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Στχ. Εἴπατε τῷ Θεῷ, Ὡς φοβερὰ τὰ ἔργα σου. Ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Στχ. Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν δὴ τῷ ὀνόματι σου Ὕψιστε.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Δξα Πατρὶ… Κα νν…

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ντφωνον β’

χος ατς

Στχ. Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι. Ἀλληλούϊα.

Στχ. Τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, ἐν πᾶσιν ἔθνεσι τὸ σωτήριόν σου.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ…

Στχ.ξομολογησάσθωσάν σοι λαοί, ὁ Θεός, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ…

Στχ. Εὐλογήσαι ἡμᾶς ὁ Θεός, καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ…  

Δξα Πατρὶ… Κα νν…

Μονογενὴς Υἱὸς καὶ Λόγος του Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὤν τῆς Ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

ντφωνον γ’

χος πλ. α’

Στχ. ναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Στχ. ς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.

Χριστὸς ἀνέστη…

Στχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.

Χριστὸς ἀνέστη…

Στχ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Χριστὸς ἀνέστη… 

Εσοδικν

  ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

ν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν, Κύριον ἐκ πηγῶν Ἰσραήλ, σῷσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν,…

 …ψάλλοντάς σοι΄ Ἀλληλούϊα.

Ετα

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

πολυτκιον  τῆς Ἑορτῆς. χος δ’   

Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα, ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου Μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀποῤῥίψασαι, τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον΄ Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος

Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.

ποστόλων τὸν ζῆλον ἐπιδειξάμενοι, ἐπὶ τὰς χώρας τῶν Σλάβων Εὐαγγελίου τὸ φῶς, διηυγάσατε λαμπρῶς θείῳ κηρύγματι, Θεσσαλονίκης οἱ βλαστοί, καὶ ἀστέρες φαεινοί, Μεθόδιε σὺν Κυρίλλῳ, αὐτάδελφοι θεηγόροι, Ἐκκλησιῶν ἡ σεμνοπρέπεια.

Τοῦ Ναοῦ

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Κοντκιον  χος δ’   

Εἰ καὶ ἐν τάφῳ κατῆλθες ἀθάνατε, ἀλλὰ τοῦ ᾅδου καθεῖλες τὴν δύναμιν, καὶ ἀνέστης ὡς νικητής, Χριστὲ ὁ Θεός, γυναιξὶ μυροφόροις φθεγξάμενος΄ Χαίρετε, καὶ τοῖς σοῖς Ἀποστόλοις εἰρήνην δωρούμενος, τος πεσοσι παρχων νστασιν.  

Τρισάγιον

᾽Απόστολος

Προκείμενον. Ἦχος πλ. δ΄

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ.

Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ.

.                     Πρς Ρωμαίους πιστολς Παύλου τ νάγνωσμα 10:11-21; 11:1-2

δελφοί, λέγει ἡ γραφή· «Πᾶς ὁ πιστεύων ἐπί τῷ Θεῷ οὐ καταισχυνθήσεται». Οὐ γὰρ ἔστι διαστολὴ ᾿Ιουδαίου τε καὶ ῞Ελληνος· ὁ γὰρ αὐτὸς Κύριος πάντων, πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν· «Πᾶς γὰρ ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου σωθήσεται». Πῶς οὖν ἐπικαλέσονται εἰς ὃν οὐκ ἐπίστευσαν; Πῶς δὲ πιστεύσουσιν οὗ οὐκ ἤκουσαν; Πῶς δὲ ἀκούσουσι χωρὶς κηρύσσοντος; Πῶς δὲ κηρύξουσιν ἐὰν μὴ ἀποσταλῶσι; Καθὼς γέγραπται· «Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων εἰρήνην, τῶν εὐαγγελιζομένων τὰ ἀγαθά!». ᾿Αλλ᾿ οὐ πάντες ὑπήκουσαν τῷ εὐαγγελίῳ· ῾Ησαΐας γὰρ λέγει· «Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν;». Ἄρα ἡ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ρήματος Θεοῦ. Ἀλλὰ λέγω μὴ οὐκ ἤκουσαν; Μενοῦνγε «εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν». Ἀλλὰ λέγω, μὴ οὐκ ἔγνω, ᾿Ισραήλ; Πρῶτος Μωϋσῆς λέγει· «Ἐγὼ παραζηλώσω ὑμᾶς ἐπ᾿ οὐκ ἔθνει, ἐπὶ ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς». ῾Ησαΐας δὲ ἀποτολμᾷ καὶ λέγει· «Εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν, ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσι». Πρὸς δὲ τὸν ᾿Ισραὴλ λέγει· «Ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα». Λέγω οὖν, μὴ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ; Μὴ γένοιτο· καὶ γὰρ ἐγὼ ᾿Ισραηλίτης εἰμί, ἐκ σπέρματος ᾿Αβραάμ, φυλῆς Βενιαμίν. Οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ ὃν προέγνω.

λληλούϊα (γ’)

Εὐαγγέλιον

Ἐκ τοῦ κατὰ Ματθαῖον. (Ματθ. Ε´ 14-19).

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· ῾Υμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη·οὐδὲ καίουσιν λύχνον καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον ἀλλ᾽ ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσιν τοῖς ἐν τῇ οἰκίᾳ. Οὕτως λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσιν τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι ἀλλὰ πληρῶσαι. Ἀμὴν γὰρ λέγω ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου ἕως ἂν πάντα γένηται. Ὃς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ οὕτως τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ὃς δ᾽ ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ν τ βασιλείᾳ τν ορανν.

Δόξα Σοι, Κύριε, δόξα Σοι.

Εἰς τό᾽Εξαιρέτως

ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σ μεγαλνομεν.

Κοινωνικόν

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ. λληλούϊα.

ντ το «Εἴδομεν τὸ φῶς…» λγεται τ, Χριστς νστη.

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.

                                                  

ἦχος β’

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρὶς)

πόλυσις  

«…ὁ ἀναστάς ἐκ νεκρῶν…»

https://agioskosmasoaitolos.wordpress.com

11 ΜΑΪ18 ΕΟΡΤΗ ΑΓΙΩΝ ΙΣΑΠΟΣΤΟΛΩΝ ΚΥΡΙΛΛΟΥ ΚΑΙ ΜΕΘΟΔΙΟΥ 

 

 

 

 

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s