ΕΣΠΕΡΙΝΟΣ ΕΟΡΤΗΣ ΑΓΙΑΣ ΕΙΡΗΝΗΣ ΤΗΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ (2018)

5 ΜΑΪΟΥ 2018

+ΜΝΗΜΗ ΤΗΣ ΑΓΙΑΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΕΙΡΗΝΗΣ

Τ ΠΑΡΑΣΚΕΥ ΕΣΠΕΡΑΣ (4/5/18)

 

ερες: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

αχορός: μήν.

Καὶ ψάλλεται τό· «Χριστός ἀνέστη…», τρίς, ἅπαξ ἀπό τοῦ ῾Ιεροῦ Βήματος καί ἀνά μίαν ὑπό τῶν Χορῶν.

Ψαλμς ργ’ (103)

  • Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.

  • Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.

  • Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ.

  • Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων.

  • Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.

  • Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

  • Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα.

  • Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν.

  • Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τόπον, ὃν ἐθεμελίωσας αὐτά.

  • Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν.

  • Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνάμεσον τῶν ὀρέων διελεύσονται ὕδατα.      

  • Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν.

  • Ἐπ’ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν.

  • Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.

  • Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων.

  • Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου.

  • Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.

  • Χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας.

  • Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν.

  •   Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγῳοῖς.

  •   Ἐποίησε σελήνην εἰς καιρούς ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ.

  • Ἔθου σκότος, καὶ ἐγένετο νύξ ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ.

  • Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς.

  • Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται.

  • Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας.

  • Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου.

  • Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων.

  • Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ.

  • Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον δόντος σου αὐτοῖς συλλέξουσιν.

  • Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται.

  • Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.

  • Ἐξαποστελεῖς τὸ πνεῦμα σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.

  • Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ.

  • Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται.

  • ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.

  • Ἠδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ.

  • Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

Κα πλιν

  • Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ ἔθου σκότος, καὶ ἐγένετο νύξ.

  • Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε πάντα ἐν σοφίᾳ ἐποίησας.

Δξα ΠατρίΚα νν

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ’).

ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.

                       ὁ διάκονος:

  • ν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. …….

Καὶ εὐθὺς στιχολογοῦμεν τὴν Α’ Στάσιν  τοῦ Α’ Καθίσματος τοῦ Ψαλτηρίου.

(Μακάριος ἀνήρ…)

Συναπτή μικρά

ὁ α’ χορός

Ἦχος α’.  Ψαλμς ρμ’ (140)

  • Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.

     ὁ β’ χορός

  • Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.

ὁ α’ χορός

Στίχ. ὰν ἀνομίας παρατηρήσης, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.

Τῶν οὐρανίων ταγμάτων

ποιητὴς τῶν ἁπάντων, καὶ τῆς ζωῆς χορηγός, ὁ τῷ Πατρὶ τῷ θείῳ, συναΐδιος Λόγος, ἑκὼν ἐκ τῆς Παρθένου, σάρκα λαβών, καὶ γενόμενος ἄνθρωπος, τὰ τῆς ἀρρήτου, σοφίας ὡς ἀγαθός, πᾶσιν ἔβλυσε διδάγματα.

ὁ β’ χορός

Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

Τῆς ἑορτῆς μεσαζούσης, τῶν Ἰουδαίων Χριστέ, τῷ ἱερῷ ἐπέστης, ὁ τοῦ νόμου Δεσπότης, διδάσκων ἐξουσίᾳ, καὶ Γραμματεῖς, διελέγχων, ὡς γέγραπται, καὶ καταπλήττων σοφίᾳ λόγων τῶν σῶν, καὶ θαυμάτων ἐπιδείξεσιν.

ὁ α’ χορός

Στίχ. πὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.

χορηγὸς τῆς σοφίας, καὶ τῶν καλῶν παροχεύς, ὁ χέων θεῖα ῥεῖθρα, ἐκ πηγῆς ἀενάου. Δεῦτε πρός με, κράζει, ὕδωρ ζωῆς, οἱ διψῶντες ἀρύσασθε, καὶ ποταμοὶ ἐκ κοιλίας ὑμῶν, φησί, χαρισμάτων θείων ῥεύσουσι.

ΠΡΟΣΟΜΟΙΑ ΤΗΣ ΑΓΙΑΣ

ὁ β’ χορός

Ἦχος α’

Στίχ. τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ’ αὐτῷ λύτρωσις’ καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Πανεύφημοι Μάρτυρες

Πορφύραν ἐξ αἵματος λαμπράν, τοῦ οἰκείου Πάνσεμνε, περιθεμένη ἀνέδραμες, πρὸς ὃν ἐπόθησας, Βασιλέα Κτίστην, τοῦ παντὸς καὶ Κύριον, πρὸς τούτου τε τῆς νίκης τὸν στέφανον, ὄντως ἀπείληφας, σὺν αὐτῷ νῦν βασιλεύουσα, ὡς παρθένος, καὶ Μάρτυς πολύαθλος

 ὁ α’ χορός

Στίχ. Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

Πυρὸς καταφλέγοντος ὁρμήν, ἤνεγκας Πανεύφημε, ξέσεις τε πάσας τοῦ σώματος, ἐνατενίζουσα, πρὸς τὰς ἀντιδόσεις, τὰς ἐκεῖσε πάνσεμνε, ἃς μόνοις Ἰησοῦς προητοίμασε, τοῖς ἀγαπήσασι, καὶ θερμῶς αὐτὸν ποθήσασιν, ὡς νυμφίον, ψυχῶν ὡραιότατον

ὁ β’ χορός

Στίχ. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

θέλχθης τῷ ἔρωτι Χριστοῦ, καὶ θεοὺς ἐμίσησας, ἐθνῶν καὶ ἄψυχα ξόανα, Εἰρήνη ἔνδοξε, καὶ θεογνωσίας, στήλην ἐμφανέστατα, σαὐτὴν τοῖς καθορῶσιν ἀνέστησας, ὡς τὸν δρόμον τε ἐναθλήσασα, καὶ λειώσασα, καὶ τὴν πίστιν, ἄμωμον τηρήσασα.

 ὁ α’ χορός

Δξα Πατρί… Ἦχος δ΄

Τὴν σὴν ὑπεράνθρωπον ἄθλησιν, Εἰρήνη παναοίδιμε, οὐκ ἀνθρώπων μόνον ἐθαύμασαν τὰ ἔθνη, αλλὰ καὶ ἄλογος φύσις, καὶ πῦρ, καὶ ὕδωρ ᾐδέσθησαν· ἵπποι μή ἐνεγκόντες τὴν πατρῴαν ὀργήν, σὲ μὲν ηὐλαβήθησαν μὴ προσειπόντες τὸ σύνολον, αὐτοῦ δὲ διελέγχοντες ἀνθρωπίνῃ φωνῇ τὴν χεῖρα κατέαξαν, ὃν καὶ φιλανθρώπως ἰάσω, χειραγωγήσας πρὸς τὴν εὐσέβειαν σὺν τῇ μητρί, καὶ ἂλλῳ πλήθει πολλῷ, δυνάμει τοῦ σοῦ νυμφίου Χριστοῦ, οὓς ὡς προῖκα δωροφορήσασα, καὶ πρώτη καλὴν ἀπαρχὴν αὐτῷ προσενέγκασα, πρεσβεύεις ἀπαύστως τοῦ σωθῆναι τάς ψυχὰς ἡμῶν.

ὁ β’ χορός

Κα νν… Θεοτοκίον ἦχος γ’

Πῶς μὴ θαυμάσωμεν, τὸν θεανδρικόν σου Τόκον Πανσεβάσμιε; Πεῖραν γὰρ ἀνδρὸς μὴ δεξαμένη Πανάμωμε, ἔτεκες ἀπάτορα Υἱὸν ἐν σαρκί, τὸν πρὸ αἰώνων ἐκ Πατρός γεννηθέντα ἀμήτορα, μηδαμῶς ὑπομείναντα τροπήν, ἢ φυρμόν, ἢ διαίρεσιν, ἀλλ’ ἑκατέρας οὐσίας τὴν ἰδιότητα, σώαν φυλάξαντα. Διὸ Μητροπάρθενε Δέσποινα, αὐτόν ἱκέτευε σωθῆναι, τὰς ψυχὰς τῶν ὀρθοδόξως, Θεοτόκον ὁμολογούντων σε.

 

Εσοδος

Σοφα ρθοί !

χος β’

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Δι κσμος σ δοξζει.

σπρας Προκεμενον

 

 

 

Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα

Τάδε λέγει Κύριος· ἰδοὺ δέδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν τοῦ εἶναι εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς· οὕτω λέγει Κύριος ὁ ῥυσάμενός σε, ὁ Θεὸς Ἰσραήλ, ἁγιάσατε τὸν φαυλίζοντα τὴν ψυχὴν αὐτοῦ, τὸν βδελυσσόμενον ὑπὸ τῶν ἐθνῶν, τὸν δοῦλον τῶν ἀρχόντων. Βασιλεῖς ὄψονται αὐτόν, καὶ ἀναστήσονται ἄρχοντες, καὶ προσκυνήσουσιν αὐτὸν ἔναντι Κυρίου, ὅτι πιστός ἐστιν ὁ ἅγιος τοῦ Ἰσραήλ, καὶ ἐξελέξατό σε, οὕτω λέγει Κύριος· καιρῷ δεκτῷ ἐπήκουσά σε, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι, καὶ ἔπλασά σε, καί ἔδωκά σε, καὶ ἔθηκά σε εἰς διαθήκην Ἐθνῶν, τοῦ κατεστῆσαι τὴν γῆν, καὶ κατακληρονομῆσαι κληρονομίαν ἐρήμου, λέγοντα τοῖς ἐν δεσμοῖς ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει ἀνακαλύπτεσθε· ἐν πάσαις ταῖς ὁδοῖς βοσκηθήσονται, καὶ ἐν πάσαις ταῖς τρίβοις ἡ νομὴ αὐτῶν· οὐ πεινάσου-σιν οὐδὲ διψήσουσιν· οὐδὲ πατάξει αὐτοὺς ὁ καύσων οὐδὲ ὁ Ἥλιος, ἀλλ’ ὁ ἐλεῶν αὐτοὺς παρακαλέσει αὐτούς.

Προφητείας Ἡσαΐου  τὸ ἀνάγνωσμα.

γαλλιάσεται ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ· ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου, καὶ χιτῶνα εὐφροσύνης περιέβαλέ με ὡς νυμφίῳ περιέθηκέ μοι μήτραν, καὶ ὡς νύμφῃ κατεκόσμησέ με κόσμῳ, καὶ ὡς γῆ αὔξουσα τὸ ἄνθος αὐτῆς, καὶ ὡς κῆπος τὰ σπέρματα αὐτοῦ ἐκφύει· οὕτως ἀνατελεῖ Κύριος δικαιοσύνην· καὶ εἰρήνη, καὶ ἀγαλλίαμα ἐναντίον τῶν ἐθνῶν· διὰ Σιὼν οὐ σιωπήσομαι, καὶ διὰ Ἱερουσαλὴμ οὐκ ἀνοίσω, ἕως ἂν ἐξέλθῃ ὡς φῶς ἡ δικαιοσύνη μου, καὶ τὸ σωτήριόν μου ὡς λαμπὰς καυθήσεται. Καὶ ὄψονται τὰ ἔθνη τὴν δικαιοσύνην σου, καὶ πάντες οἷ βασιλεῖς τὴν δόξαν σου, καὶ καλέσει σε τὸ ὄνομά σου τὸ καινόν, ὃ ὁ Κύριος ὀνομάσει αὐτό· καί ἔσῃ στέφανος κάλλους ἐν χειρὶ Κυρίου, διάδημα βασιλείας ἐν χειρὶ Θεοῦ σου, καὶ οὐκέτι κληθήσῃ καταλελειμμένη, καὶ ἡ γῆ σου οὐκέτι κληθήσεται ἔρημος· σοὶ γὰρ κληθήσεται θέλημα τὸ ἐμόν, καὶ τῇ γῇ σου οἰκουμένῃ· ὅτι εὐδοκήσει Κύριος ἐν σοί, καὶ ἡ γῆ σου συνοικηθήσεται, καὶ ὡς συνοικῶν νεανίσκος σὺν παρθένῳ, οὕτω κατοικήσουσιν οἱ υἱοί σου μετὰ σοῦ, καὶ ἔσται ὃν τρόπον εὐφρανθήσεται ὁ Νυμφίος ἐπὶ νύμφῃ, οὕτως εὐφράνθησεται Κύριος ἐπὶ σοί.

Παροιμιῶν τὸ ἀνάγνωσμα.

Υἱέ, ἄνοιγε σὸν στόμα λόγῳ Θεοῦ, καὶ κρίνε πάντα                              ὑγιῶς· ἄνοιγε σὸν στόμα, κρίνε δικαίως· διάκρινε πένητα καὶ ἀσθενῆ· γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα ἐστὶ λίθων πολυτελῶν ἡ τοιαύτη. Θαρσεῖ ἡ καρδία αὐτοῦ ἀνδρὸς αὐτῆς ἐπ’ αὐτῇ ἡ τοιαύτη σκύλου οὐκ ἀπορήσει· ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ ἀγαθὰ· καὶ οὐ κακὰ πάντα τὸν χρόνον. Εὑρομένη ἔρια καὶ λῖνον, ἐποίησεν εὔχρηστα ταῖς χερσὶν αὐτῆς· ἐγένετο ὡσεὶ ναῦς ἐμπορευόμενη, μακρόθεν συνάγει ἑαυτῆς τὸν πλοῦτον, καὶ ἀνίσταται ἐκ νυκτῶν· καὶ ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο· ἀπὸ δὲ τῶν καρπῶν αὐτῶν αὐτῆς κατεφύτευσε κτῆμα, ἀναζωσαμένης ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, εἴρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον· ἐγεύσατο, ὅτι καλὸν τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὁ λύχνος αὐτῆς ὅλην τὴν νύκτα· τὰς χεῖρας αὐτῆς ἐκτείνει πρὸς τὰ συμφέροντα, τοὺς πήχεις αὐτῆς ἐρείδει εἰς ἄτρακτον· θύραν δὲ αὐτῆς διήνοιξε πένητι, καρδίαν ἐξέτεινε πτωχῷ, οὐ φροντίσει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅταν που χρονίζῃ· πάντες γὰρ οἱ παρ’ αὐτῇ ἐνδεδυμένοι εἰσὶ δι’ ὅσας στολάς, καὶ χλαίνας ἐποίηοε τῷ ἀνδρὶ αὐτῆς, ἐκ δὲ βύσσων καὶ πορφύρας ἑαυτῇ ἐνδύματα. Περίβλεπτος δὲ γίνεται ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς, ἡνίκα ἂν καθέζηται ἐν συνεδρίῳ μετὰ τῶν πρεσβυτέρων, καὶ κατοίκων τῆς γῆς· σινδόνας ἐποίησε καὶ ἀπέδοτο  Φοίνιξι, περιζώματα δὲ τοῖς Χαναναίοις, ἰσχὺν καὶ εὐπρεπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέῥαις ἐσχάταις· στόμα δὲ αὐτῆς διήνοιξε εὐνόμως, καὶ τάξιν ἐστείλατο τῇ γλώσσῃ αὐτῆς, στεναὶ διατριβαὶ οἴκων αὐτῆς· σῖτον δὲ οὐκ ἔφαγεν· ἀνέστη τὰ τέκνα αὐτῆς, καὶ ᾔνεσαν αὐτήν· καὶ ὁ ἀνὴρ αὐτῆς ἐπῄνεσεν αὐτήν· πολλαὶ θυγατέρες ἐποίησαν δύναμιν, πολλαὶ ἐκτήσαντο πλοῦτον, πολλαὶ εὕραντο δόξαν, οἱ δὲ καὶ ὑπερήρας πάσας, ψευδεῖς ἀρέσκειαι, καὶ μάταιον κάλλος οὐκ  ἔστιν ἐν  σοί· γυνὴ συνετὴ εὐλογεῖται· φόβον Κυρίου αὕτη αἰνείτω· δότε αὐτῇ ἀπὸ καρπὸν χειλέων αὐτῆς, καὶ αἰνείτω ἐν πύλαις αὐτῆς ὁ ἀνήρ.

  • Ὁ διάκονος:

  • Εἴπωμεν πάντες…

Ὁ Προεστὼς ἢ ὁ ναγνστης:

 Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. μν.

  • Ὁ διάκονος:

  • Πληρώσωμεν τὴν ἑσπερινὴν …………

πστιχα

Στιχηρά προσόμοια τῆς Ἁγίας

Ἦχος   α΄

 ὁ α’ χορός

Τὸν  οὐρανίων ταγμάτων

Τῆς ἀθληφόρου Εἰρήνης, τὴν μνήμην σήμερον, ἐν  ἐτησίοις ὕμνοις ἑορτάσωμεν πάντες φιλέορτοι ἐνδόξως, ἥτις Χριστῷ τῷ Κυρίῳ παρίσταται, ἐκδυσωποῦσα ἀπαύστως ὑπὲρ ἡμῶν τῶν ἐκ πόθου εὐφημούντων αὐτήν.

ὁ β’ χορός

Στίχ.πομένων, ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.

Μαγεδὼν νῦν καυχάθω, ὅτι ἐξηνθησε, τῆς παρθενίας ἄνθος, τὸν θεόβλαστον, ὄντως, τὴν ἔνδοξον Εἰρήνην, ὑπὲρ ἀεὶ τῷ Κυρὶῳ παρίσταται, ἐκδυσωποῦσα ἀπαύστως ὑπὲρ αὐτῆς, παῤῥησίᾳ καὶ τοῦ Κόσμου παντός.

ὁ α’ χορός

Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.

Τὴν ἱερὰν καὶ λαμπράν σου μνήμην δοξάζοντες, Εἰρήνη μακαρία, καὶ πιστῶς ἐκτελοῦντες, βοῶμέν σοι σὺν πόθῳ ῥῦσαι ἡμᾶς, τῆς φλογός, τῆς κολάσεως, καὶ τῶν βελῶν τοῦ Βελίαρ, ταῖς πρὸς Χριστὸν ἱκεσίας σου πανεύφημε.

ὁ β’ χορός

Δόξα Πατρί… Ἦχος πλ. β’

Δεῦτε φιλομάρτυρες πάντες ἐν τῷ Ναῷ τῆς ἀθληφόρου Εἰρήνης σήμερον ἀθροισθέντες, πνευματικῶς πανηγυρίσωμεν εὐωχούμενοι μυστικὴν νῦν, ἡμῖν Τράπεζαν, τάς ἀριστείας καὶ τοὺς ἄθλους αὐτῆς πᾶσι προτίθεται, ὡς ἔδεσμα τερπνὸν καὶ ἐξαίρετον. Ἐνθέως οὖν κορεσθέντες, δοξάσωμεν τὸν παντοδύναμον Κύριον, τὸν ἰσχὺν αὐτῇ δόντα, ἀντιστῆναι τῷ ἀρχεκάκῳ δαίμονι, καὶ προθύμως τάς σάρκας τοῖς τυράννοις ἐκδοῦσα διὰ τὸν Κύριον ἡ παναμώμητος. Ἧς ταῖς πρεσβείαις δώρησαι, ἡμῖν ὁ Θεός, τὸ μέγα σοῦ ἔλεος.

ὁ α’ χορός

Καὶ νῦν Ἦχος α΄

ν τῷ ἱερῷ ἐπέστης, ἡ σοφία τοῦ Θεοῦ, μεσούσης τῆς ἑορτῆς, διδάσκων καὶ ἐλέγχων τοὺς ἀπειθεῖς Ἰουδαίους, τοὺς Φαρισαίους καὶ Γραμματεῖς, καὶ βοῶν παρρησίᾳ πρὸς αὐτούς· ὁ διψῶν ἐρχέσθω πρός με, καὶ πινέτω ὕδωρ ζωηρόν, καὶ οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα, ὁ πιστεύων τῇ ἐμῇ χρηστότητι, ποταμοὶ ῥεύσουσιν ἐκ τῆς κοιλίας αὐτοῦ ζωῆς αἰωνίου, Ὢ τῆς ἀγαθότητος, καὶ τῆς εὐσπλαγχνίας σου, Χριστὲ ὁ Θεὸς ἡμῶν! Δόξα σοι.

ὁ Προεστὼς: Νῦν ἀπολύεις …Τρισάγιον..

ὁ α’ χορὸς

Ἀπολυτίκια τῆς ἁγίας. Ἦχος δ’. Ταχὺ προκατάλαβε.

Εἰρήνης τὸν ἄρχοντα, ἰχνηλατοῦσα σεμνή, εἰρήνης ἐπώνυμος, δι’ ἐπιπνοίας Θεοῦ, ἐδείχθης πανεύφημε, σὺ γὰρ τοῦ πολέμου, τᾶς ἐνέδρας φυγοῦσα, ἤθλησας ὑπὲρ φύσιν, ὡς παρθένος φρονίμη, διὸ Μεγαλομάρτυς Εἰρήνη, εἰρήνην ἠμὶν αἴτησαι.

.ὁ β’ χορὸς

Δόξα Πατρί…Ἦχος α’Τοῦ λίθου σφραγισθέντος

Χριστὸς ἡ εἰρήνη σὲ Εἰρήνην ἐκάλεσε. Σὺ γὰρ τὴν εἰρήνην βραβεύεις τοῖς τελοῦσι τὴν μνήμην σου, καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, προστρέχουσι τῷ Θείῳ σου Ναῷ, καὶ πρεσβεύεις ὑπὲρ πάντων τῇ Τρισηλίῳ παρισταμένῃ θεότητι. Ἅπαντες οὖν χαρμονικῶς, τὴν μνήμην αὐτῆς τελέσωμεν, τὸν ἀντιδοξάσαντα αὐτὴν Χριστὸν μεγαλύνοντες.

ὁ α’ χορὸς

Καὶ νῦν…πολυτκιον  χος πλ. δ’

Μεσούσης τῆς ἑορτῆς, διψῶσάν μου τὴν ψυχήν, εὐσεβείας πότισον νάματα ὅτι πᾶσι Σωτὴρ ἐβόησας, ὁ διψῶν, ἐρχέσθω πρός με καὶ πινέτω. Ἡ πηγὴ τῆς ζωῆς, Χριστὲ ὁ Θεὸς, δόξα σοι.

πόλυσις  

«…῾Ο ἀναστάς ἐκ νεκρῶν….»

https://agioskosmasoaitolos.wordpress.com

 4 ΜΑΪ18 ΕΣΠΕΡΙΝΟΣ ΕΟΡΤΗΣ ΑΓΙΑΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΕΙΡΗΝΗΣ 1

 

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s