13 ΑΠΡΙΛΙΟΥ 2018
Τῌ ΠΕΜΠΤῌ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ ΕΣΠΕΡΑΣ (12/04/18)
+Ἐν ᾗ ἑορτάζομεν τὰ ἐγκαίνια τοῦ Ναοῦ τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν καὶ Θεομήτορος, τῆς ζωηφόρου (ζωοδόχου) Πηγῆς· ἔτι δὲ καὶ μνείαν ποιούμεθα τῶν ἐν τούτῳ τελεσθέντων ὑπερφυῶν θαυμάτων παρὰ τῆς Θεομήτορος.
Εἰς τὸ Λυχνικόν, ἀλλάσσει ὁ Ἱερεὺς πᾶσαν τὴν ἱερατικὴν στολὴν αὐτοῦ, καὶ στὰς κατενώπιον τῆς ἁγίας Τραπέζης μετὰ τοῦ θυμιατοῦ, σφραγίζει σταυροειδῶς, καὶ ἐκφωνεῖ λέγων
Δόξα τῇ ἁγίᾳ, καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ, καὶ ἀδιαιρέτῳ Τριάδι πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ὁ α’ χορὸς
Ἀμήν.
Ἦχος πλ. α’
ὁ προεξάρχων
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
Λέγεται δὲ τοῦτο τρὶς ὑπὸ τοῦ προεξάρχοντος Ἀρχιερέως ἢ Ἱερέως ἄνευ στίχων. Εἴθ’ οὕτω λέγει τοὺς ἑπομένους στίχους ὁ προεξάρχων, καθ’ ἕκαστον δὲ στίχον ψάλλεται ὁμοίως ὑπὸ τῶν Χορῶν τὸ αὐτὸ Τροπάριον.
Στίχ. α’ Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.
ὁ α’ χορὸς
Χριστὸς ἀνέστη ἐκ νεκρῶν…
Στίχ. β’ Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.
ὁ β’χορὸς
Χριστὸς ἀνέστη ἐκ νεκρῶν…
Στίχ. γ’ Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.
ὁ α’χορὸς
Χριστὸς ἀνέστη ἐκ νεκρῶν…
Στίχ. δ’ Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
ὁ β’χορὸς
Χριστὸς ἀνέστη ἐκ νεκρῶν…
ὁ α’χορὸς
Δόξα Πατρί …
Χριστὸς ἀνέστη ἐκ νεκρῶν…
ὁ β’χορὸς
Καὶ νῦν…
Χριστὸς ἀνέστη ἐκ νεκρῶν…
Εἶτα ὁ προεξάρχων, γεγονωτέρᾳ φωνῇ
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας…
ὁ β’χορὸς
…καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος.
Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις
Ὅτι πρέπει σοι πᾶσα δόξα…
ὁ α’ χορός
Ἦχος πλ.β’ Ψαλμὸς ρμ’ (140)
-
Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.
ὁ β’ χορός
-
Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.
ὁ α’ χορός
Στίχ. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.
Νίκην ἔχων Χριστέ, τὴν κατὰ τοῦ ᾍδου, ἐν τῷ Σταυρῷ ἀνῆλθες, ἵνα τοὺς ἐν σκότει θανάτου καθημένους, συναναστήσῃς σεαυτῷ, ὁ ἐν νεκροῖς ἐλεύθερος, ὁ πηγάζων ζωὴν ἐξ οἰκείου φωτός΄ Παντοδύναμε Σωτήρ, ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Στίχ. Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῷς μοι.
Σήμερον ὁ Χριστός, θάνατον πατήσας, καθὼς εἶπεν ἀνέστη, καὶ τὴν ἀγαλλίασιν τῷ κόσμῳ ἐδωρήσατο, ἵνα πάντες κραυγάζοντες τὸν ὕμνον οὕτως εἴπωμεν. Ἡ πηγὴ τῆς ζωῆς, τὸ ἀπρόσιτον φῶς, παντοδύναμε Σωτήρ, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
Στίχ. Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.
Σὲ Κύριε τὸν ὄντα ἐν πάσῃ τῇ κτίσει, ἁμαρτωλοὶ ποῦ φύγωμεν; ἐν τῷ οὐρανῷ; αὐτὸς κατοικεῖς, ἐν τῷ ᾍδῃ; ἐπάτησας θάνατον, εἰς τὰ βάθη τὰ τῆς θαλάσσης; ἐκεῖ ἡ χείρ σου Δέσποτα. Πρὸς σὲ καταφεύγομεν, σοὶ προσπίπτοντες ἱκετεύομεν. Ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Στίχ. Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.
Ἐν τῷ Σταυρῷ σου Χριστὲ καυχώμεθα, καὶ τὴν Ἀνάστασίν σου, ὑμνοῦμεν καὶ δοξάζομεν, σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν.
ὁ α’ χορός
Στίχ. Ἐὰν ἀνομίας παρατηρήσης, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.
Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ, σταυρὸν γὰρ ὑπομείνας, θανάτῳ θάνατον ὤλεσε.
ὁ β’ χορός
Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
Δόξα τῇ δυνάμει σου Κύριε, ὅτι κατήργησας τὸν τὸ κράτος ἔχοντα τοῦ θάνατου, ἀνεκαίνισας ἡμᾶς διὰ τοῦ Σταυροῦ σου, δωρούμενος ἡμῖν ζωὴν καὶ ἀφθαρσίαν.
ὁ α’ χορός
τῆς Ζωοδόχου Πηγῆς
Ἦχος ὁ αὐτὸς
Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραηλ ἐπὶ τὸν Κύριον.
Ὅλην ἀποθέμενοι
Ξένα καὶ παράδοξα, τῶν οὐρανῶν ὁ Δεσπότης, ἐπὶ σοὶ τετέλεκε, καταρχὰς Πανάμωμε, καὶ γὰρ ἄνωθεν, ἐμφανῶς ἔσταξεν, ὑετὸς καθάπερ, ἐν τῇ μήτρα σου Θεόνυμφε, Πηγὴν δεικνύων σε, σύμπαν ἀγαθὸν ἀναβλύζουσαν, πλημμύραν τε ἰάσεων, τὰς εὐεργεσίας προῤῥέουσαν ἅπασιν ἀφθόνως, τοῖς χρήζουσι τὴν ῥῶσιν τῶν ψυχῶν, καὶ τήν ὑγείαν τοῦ σώματος, ὕδατι τῆς χάριτος.
ὁ β’ χορός
Στίχ. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ’ αὐτῷ λύτρωσις καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
Ξένα καὶ παράδοξα, τῶν οὐρανῶν ὁ Δεσπότης…
ὁ α’ χορός
Στίχ. Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.
Μάννα σε οὐράνιον, καὶ Παραδείσου Παρθένε, τὴν Πηγὴν τὴν ἔνθεον, ὀνομάζω Δέσποινα προσφυέστατα, τῆς γὰρ γῆς ἔδραμεν, ἡ ῥοὴ καὶ χάρις, τῆς Πηγῆς σου τετραμέρειαν, αὐτῆς καλύπτουσα, ξένοις τεραστίοις ἑκάστοτε, καὶ πᾶσι τὸ αἰτούμενον, γίνεται τὸ ὕδωρ πινόμενον΄ ὅθεν γεγηθότες, Χριστώνυμοι προστρέχομεν πιστῶς, ἁγιασμόν ἀρυόμενοι, πάντοτε γλυκύῤῥοον.
ὁ β’ χορός
Στίχ. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.
Ῥεῖθρα τῶν ἰάσεων, ἀναβλυστάνεις Παρθένε, τοῖς πιστῶς προστρέχουσι, τῇ Πηγῇ σου πάντοτε, θεονύμφευτε, δωρεὰν ῥέεις γάρ, δαψιλῆ καὶ χύδην τοῖς νοσοῦσι τὰ Ἰάματα, τυφλοὺς ἐμβλέποντας, φαίνεις ἐναργῶς προσιόντας σοι, χωλοὺς πολλοὺς ἀνώρθωσας καὶ τοὺς παρειμένους συνέσφιγξας, τὸν δὲ νεκρωθέντα, ἐζώωσας προσχύσει τῇ τριττῇ, ὑδρωπικῶν καὶ δυσπνόων τε, πάθη ἐθεράπευσας.
ὁ α’ χορός
Δόξα Πατρί…Ἦχος πλ. δ’
Τίς λαλήσει τὰς δυναστείας σου Πηγή; ἥτις ἐξ ἀκενώτων θαυμάτων πλημμυροῦσα, πολλὰ καὶ ὑπὲρ φύσιν ἐνεργεῖς διὰ ἰάσεων. Βαβαὶ τῶν μεγαλείων, ὧν τοῖς πᾶσιν ἐπιῤῥέεις! οὐ μόνον γὰρ νοσήματα χαλεπὰ ἀπήλασας, τῶν προσιόντων μετὰ πόθου, ἀλλὰ καὶ τὰ τῶν ψυχῶν πάθη ἐκπλύνεις καθαρίζουσα πανάσπιλε, σὺν πᾶσι βραβεύουσα καὶ μέγα ἔλεος.
ὁ β’ χορός
Καὶ νῦν…Θεοτοκίον Ἦχος πλ.β’
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι’ ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ’ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος μετὰ θυμιατοῦ
Σοφία Ὀρθοί !
Ἦχος β’
Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.
ὁ Διάκονος: Ἑσπέρας προκείμενον!
Ἦχος βαρὺς
ὁ α’ χορός
Ἀγαπήσω σε Κύριε ἡ Ἰσχύς μου, Κύριος στερέωμά μου, καὶ καταφυγή μου, καὶ ῥύστης μου.
ὁ β’ χορός
Στίχ. Ὁ Θεός μου βοηθός μου καὶ ἐλπιῶ ἐπ’ αὐτόν.
Ἀγαπήσω σε Κύριε ἡ Ἰσχύς μου,…..
ὁ α’ χορός
Στίχ. Αἰνῶν ἐπικαλέσομαι τὸν Κύριον.
Ἀγαπήσω σε Κύριε ἡ Ἰσχύς μου,…….
ὁ β’ χορός
Στίχ. Ἤκουσεν ἐκ ναοῦ ἁγίου αὐτοῦ φωνῆς μου.
Ἀγαπήσω σε Κύριε ἡ Ἰσχύς μου,……..
Εἶτα Ἐκτενής, τό, Εἴπωμεν πάντες… Καταξίωσον Κύριε… Πληρώσωμεν τὴν ἑσπερινήν, κτλ.
Μετὰ δὲ τὴν ἐκφώνησιν, ψάλλομεν τῆς ὀκτωήχου τὸ Στιχηρὸν Ἀναστάσιμον τῶν Ἀποστίχων.
ὁ β’ χορός
Ἦχος πλ.β’
Τὴν Ἀνάστασίν σου Χριστὲ Σωτήρ, Ἄγγελοι ὑμνοῦσιν ἐν οὐρανοῖς, καὶ ἡμᾶς τοὺς ἐπὶ γῆς καταξίωσον, ἐν καθαρᾷ καρδίᾳ σὲ δοξάζειν.
ὁ α’ χορός
Ἦχος πλ. α’
Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Χαίροις ἀσκητικῶν
Χαίροις ἡ ζωηφόρος Πηγή, κατὰ θαλάσσας πελαγίζουσα θαύματα, πρὸς πᾶσαν τὴν οἰκουμένην Ὠκεανὲ νοητέ, τὰ Νειλῷα ῥεῖθρα ὑπερβαίνουσα τῇ χύσει τῆς χάριτος΄ Σιλωὰμ ἄλλος δεύτερος, ὕδωρ πηγάζων, ὡς ἐκ πέτρας παράδοξον΄ Ἰορδάνου τε δεξαμένη ἐνέργειαν΄ μάννα σωτηριῶδές τε ἐναργῶς τὸ γινόμενον πρὸς τοῦ ζητοῦντος τὴν χρείαν, πλούσιον ὄντως καὶ ἄφθονον, Χριστοῦ Μῆτερ Κόρη ἡ προχέουσα τῷ κόσμῳ τὸ μέγα ἔλεος.
ὁ β’ χορός
Στίχ. Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος.
Ὕμνοις ἐν ἐξαισίοις πιστοὶ τὴν ἐπουράνιον νεφέλην ὑμνήσωμεν, σταγόνα τὴν οὐρανίαν, τὸν ζωοδότην Χριστόν, ἐπὶ γῆς ἀῤῥεύστως ὑετίζουσαν, τὸ ζῶν, τὸ ἁλλόμενον, καὶ πηγάζον ἀθάνατα, ὕδωρ τὸ θεῖον, τὴν ἀμβροσίαν τοῦ νέκταρος τοῦ μηδέποτε μετὰ πόσιν ἐκρέοντος, δίψαν δὲ τὴν συντήκουσαν ψυχὰς ἀπελαύνοντος, οὗπερ πιόντες ἐμφρόνως, ῥεύματα θεῖα προβάλλονται, κοιλίας ἐκ νόου, ἐπομβρίζοντα τοῖς πᾶσι, χάριν τὴν ἄφθονον.
ὁ α’ χορός
Στίχ. Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ.
Χαίροις ἡ ζωοδόχος Πηγή, ἡ ἀενάως ἀναβλύζουσα χάριτας, ἡ βρύσις τῶν ἰαμάτων ἡ πᾶσαν νόσων ἰσχύν, ἀσθενῆ καὶ φαύλην ἀπελέγχουσα΄ τυφλῶν ἡ ἀνάβλεψις, καὶ λεπρῶν θεία κάθαρσις, σθένος ἀρρώστων, παρειμένων ἀνόρθωσις, ἡ πηγάζουσα, νοσημάτων πᾶν φάρμακον, ἅπασι τοῖς προστρέχουσι, πιστῶς τῷ τεμένει σου, μέγα κοινὸν ἰατρεῖον ἄμισθον ὄντως καὶ ἕτοιμον, Χριστοῦ Μῆτερ Λόγου, τοῦ πηγάζοντος τῷ κόσμῳ τὸ μέγα ἔλεος.
ὁ β’ χορός
Δόξα Πατρί…Ἦχος πλ.α’
Σαλπίσωμεν φιλέορτοι ἐν ὕμνοις, σκιρτήσωμεν ἐν ὕδασι καὶ χορεύσωμεν εὐφραινόμενοι, τοῖς ἀενάως πλημμυροῦσι τῆς ζωηφόρου Πηγῆς. Βασιλεῖς καὶ ἄρχοντες συντρεχέτωσαν, καὶ Πηγῆς τὴν χάριν προχείτωσαν ἀφθόνως· Βασιλεῖς γὰρ ἔσωσε, τοὺς ἐν κλίνῃ συσχεθέντας δέ, τῇ προσψαύσει ἐξανέστησε. Ποιμένες τε καὶ σύμπαντες, τὴν ὀμβροφόρον νεφέλην, τὸ σωτήριον συνελθόντες ἀρυσώμεθα, οἱ ἐν νόσοις ἀπαλλαγὴν, οἱ ἐν κινδύνοις τὴν ῥῶσιν, τὴν ἀναψυχὴν οἱ ἐν δίψει· τὰ ὄμματά τε οἱ τυφλοί, οἱ κωφεύοντες τήν εὐηκοΐαν, τὴν ἰατρείαν οἱ καχεκτοῦντες, οἱ ἐν θανάτοις τὴν ζωηφόρον, οἱ πάντες τὴν πανταχοῦ πιστοῖς προρρέουσαν, ὕδατα σωτηρίας, ἀνακροτήσαντες, οὕτω κράξωμεν· Ἀείζωα προχέουσα νάματα, ἐκ Πηγῆς ἁγνή, μὴ διαλίπῃς Παρθένε πρεσβεύουσα πάντοτε ὑπὲρ τῶν δούλων σου.
ὁ α’ χορός
Καὶ νῦν…ἦχος ὁ αὐτός
Ἀναστάσεως ἡμέρα, καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει, καὶ ἀλλήλους περιπτυξώμεθα΄ Εἴπωμεν ἀδελφοί, καὶ τοῖς μισοῦσιν ἡμᾶς΄ Συγχωρήσωμεν πάντα τῇ Ἀναστάσει, καὶ οὕτω βοήσωμεν΄…
ὁ β’ χορός
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
ὁ α’ χορός
Ἀπολυτίκιον τῆς Θεοτόκου Ἦχος α’
῾Ο ναός σου, Θεοτόκε, ἀνεδείχθη παράδεισος, ὡς ποταμούς ἀειζώους, ἀναβλύζων ἰάματα· ᾧ προσερχόμενοι πιστῶς, ὡς Ζωοδόχου ἐκ Πηγῆς, ῥῶσιν ἀντλοῦμεν, καί ζωὴν τὴν αἰώνιον· πρεσβεύεις γάρ σύ, τῷ ἐκ σοῦ τεχθέντι Σωτῆρι Χριστῷ, σωθῆναι τάς ψυχάς ἡμῶν.
ὁ β’ χορός
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
᾽Απόλυσις: Διαλογική· «῾Ο ἀναστάς ἐκ νεκρῶν…».
ὁ Προεξάρχων: πρός τόν λαόν· «Χριστός ἀνέστη».
ὁ Λαός: «᾽Αληθῶς ἀνέστη», τό αὐτό ἐπαναλαμβάνεται ἄλλας δύο φοράς καί ἀκολούθως ἐκφωνεῖ·
ὁ Προεξάρχων: Τό· «Δόξα τῇ Αὐτοῦ τριημέρῳ ἐγέρσει».
ὁ Λαός: ᾽Αποκρίνεται διά τοῦ· «Προσκυνοῦμεν Αὐτοῦ τήν τριήμερον ἔγερσιν».
ὁ Προεξάρχων: Κατακλείει διά τοῦ· «Χριστός ἀνέστη…» (Ὅλον), καὶ
ὁ Λαός: ᾽Αντιφωνεῖ· «᾽Αληθῶς ἀνέστη ὁ Κύριος».
https://agioskosmasoaitolos.wordpress.com
12 ΑΠΡ18 ΕΣΠΕΡΙΝΟΣ ΠΑΡΑΣΚΕΥΗΣ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ