Αρχείο ημέρας 30 Μαρτίου, 2018
Σάββατο του Λαζάρου: Eσπερινός – ‘Ορθρος – Λειτουγία – «Hymns for Saturday of St. Lazarus»
«ΣΤΙΧΗΡΑ ΑΙΝΩΝ» ΣΑΒΒΑΤΟΝ ΑΓΙΟΥ ΛΑΖΑΡΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΣ ΚΑΙ ΓΙΩΡΓΟΣ ΜΠΙΛΑΛΗΣ
Στιχηρὰ Ἰδιόμελα
Ἦχος α’
Ἀνάστασις καὶ ζωὴ τῶν ἀνθρώπων, ὑπάρχων Χριστέ, ἐν τῷ μνήματι Λαζάρου ἐπέστης, πιστούμενος ἡμῖν τὰς δύο οὐσίας σου μακρόθυμε, ὅτι Θεὸς καὶ ἄνθρωπος, ἐξ ἁγνῆς Παρθένου παραγέγονας· ὡς μὲν γὰρ βροτός, ἐπερώτας, ποῦ τέθαπται; ὡς δὲ Θεὸς ἀνέστησας, ζωηφόρῳ νεύματι, τὸν τετραήμερον.
Ἦχος α’
Λάζαρον τεθνεῶτα, τετραήμερον ἀνέστησας ἐξ ᾍδου Χριστέ, πρὸ τοῦ σοῦ θανάτου, διασείσας τοῦ θανάτου τὸ κράτος, καὶ δι’ ἑνὸς προσφιλοῦς τὴν πάντων ἀνθρώπων προμηνύων, ἐκ φθορᾶς ἐλευθερίαν· διὸ προσκυνούντές σου, τὴν παντοδύναμον ἐξουσίαν, βοῶμεν· Εὐλογημένος εἶ Σωτήρ, ἐλέησον ἡμᾶς.
Ἦχος α’
Μάρθα καὶ Μαρία, τῷ Σωτήρι ἔλεγον· Εἰ ᾖς ὧδε Κύριε, οὐκ ἂν τέθνηκε Λάζαρος, Χριστὸς δὲ ἡ ἀνάστασις τῶν κεκοιμημένων, τὸν ἤδη τετραήμερον, ἐκ νεκρῶν ἀνέστησε. Δεῦτε πάντες οἱ πιστοὶ τοῦτον προσκυνήσωμεν, τὸν ἐρχόμενον ἐν δόξῃ, σῶσαι τὰς ψυχὰς ἡμῶν.
Ἦχος α’
Τῆς Θεότητός σου Χριστέ, παρέχων τοῖς Μαθηταῖς σου τὰ σύμβολα, ἐν τοῖς ὄχλοις ἐταπείνους σεαυτὸν ἀποκρύψαι ταύτην βουλόμενος· διὸ τοῖς Ἀποστόλοις, ὡς προγνώστης καὶ Θεός, τοῦ Λαζάρου τὸν θάνατον προηγόρευσας, ἐν Βηθανίᾳ δὲ παρὼν τοῖς λαοῖς, τοῦ φίλου σου τὸν τάφον ἀγνοῶν, μαθεῖν ἐζήτεις ὡς ἄνθρωπος· ἀλλ’ ὁ διὰ σοῦ τετραήμερος ἀναστάς, τὸ θεῖόν σου κράτος ἐδήλωσε, Παντοδύναμε Κύριε δόξα σοι.
Ἦχος δ’
Τεταρταῖον ἤγειρας τὸν φίλον σου Χριστέ, καὶ τὸν τῆς Μάρθας καὶ Μαρίας θρῆνον ἔπαυσας, ὑποδεικνύων τοῖς πᾶσιν, ὅτι αὐτὸς εἶ ὁ τὰ πάντα πληρῶν, θεϊκῇ δυναστείᾳ, αὐτεξουσίῳ θελήματι, ᾧ τὰ Χερουβὶμ βοᾷ ἀπαύστως· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις· εὐλογημένος εἶ ὁ ἐπὶ πάντων Θεός, δόξα σοι.
Ἦχος δ’
Μάρθα τῇ Μαρίᾳ ἐβόα· ὁ Διδάσκαλος πάρεστι, καὶ φωνεῖ σε, πρόσελθε. Ἡ δὲ δρομαία ἐλθοῦσα, ὅπου ἦν ἑστὼς ὁ Κύριος, ἰδοῦσα ἀνεβόησε· πεσοῦσα προσεκύνησε, καὶ τοὺς ἀχράντους πόδας σου, καταφιλοῦσα ἔλεγε· Κύριε, εἰ ᾖς ὧδε, οὐκ ἂν ἀπέθανεν ἡμῶν ὁ ἀδελφός.
Ἦχος πλ. δ’
Λάζαρον τεθνεῶτα, ἐν Βηθανίᾳ ἤγειρας τετραήμερον· μόνον γὰρ ὡς ἐπέστης τῷ μνήματι, ἡ φωνὴ ζωὴ τῷ τεθνεῶτι γέγονε, καὶ στενάξας ὁ ᾍδης, ἀπέλυσε φόβῳ. Μέγα τὸ θαῦμα! Πολυέλεε Κύριε δόξα σοι.
Ἦχος πλ. δ’
Καθὼς εἶπας Κύριε τῇ Μάρθᾳ· Ἐγώ εἰμι ἡ ἀνάστασις, ἔργῳ τὸν λόγον ἐπλήρωσας, ἐξ ᾍδου καλέσας τὸν Λάζαρον, κᾀμὲ φιλάνθρωπε, νεκρὸν τοῖς πάθεσιν, ὡς συμπαθής ἐξανάστησον, δέομαι.
«ΤΗΝ ΚΟΙΝΗΝ ΑΝΑΣΤΑΣΙΝ» ΗΧΟΣ Α΄ ΑΠΟΛΥΤΙΚΙΟΝ ΑΝΑΣΤΑΣΕΩΣ ΤΟΥ ΛΑΖΑΡΟΥ
ΕΣΠΕΡΙΝΟΣ ΤΗΣ ΑΓΑΠΗΣ (2018)
8 ΑΠΡΙΛΙΟΥ 2018
+Τῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ ΚΥΡΙΑΚῌ
ΤΟΥ ΠΑΣΧΑ Ε Σ Π Ε Ρ Α Σ
ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ ΑΓΙΑΣ ΚΑΙ ΜΕΓΑΛΗΣ ΑΝΑΣΤΑΣΕΩΣ ΤΟΥ ΚΥΡΙΟΥ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ (2018)
8 ΑΠΡΙΛΙΟΥ 2018
ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ ΑΓΙΑΣ ΚΑΙ ΜΕΓΑΛΗΣ ΑΝΑΣΤΑΣΕΩΣ ΤΟΥ ΚΥΡΙΟΥ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ
Συνέχεια ανάγνωσης ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ ΑΓΙΑΣ ΚΑΙ ΜΕΓΑΛΗΣ ΑΝΑΣΤΑΣΕΩΣ ΤΟΥ ΚΥΡΙΟΥ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ (2018)
ΕΣΠΕΡΙΝΟΣ ΤΗΣ ΑΓΙΑΣ ΑΝΑΣΤΑΣΕΩΣ ΜΕΤΑ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ ΜΕΓΑΛΟΥ ΒΑΣΙΛΕΙΟΥ (2018)
Τῼ ΑΓΙῼ ΚΑΙ ΜΕΓΑΛῼ ΣΑΒΒΑΤῼ (πρωΐ)
ΕΣΠΕΡΙΝΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΤΟΥ ΜΕΓΑΛΟΥ ΒΑΣΙΛΕΙΟΥ
Συνέχεια ανάγνωσης ΕΣΠΕΡΙΝΟΣ ΤΗΣ ΑΓΙΑΣ ΑΝΑΣΤΑΣΕΩΣ ΜΕΤΑ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ ΜΕΓΑΛΟΥ ΒΑΣΙΛΕΙΟΥ (2018)
ΟΡΘΡΟΣ ΤΟΥ ΑΓΙΟΥ ΚΑΙ ΜΕΓΑΛΟΥ ΣΑΒΒΑΤΟΥ (ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΓΙΟΥ ΕΠΙΤΑΦΙΟΥ) (2018)
Τῼ ΑΓΙῼ ΚΑΙ ΜΕΓΑΛῼ ΣΑΒΒΑΤῼ
τὴν θεόσωμον Ταφήν, καὶ τὴν εἰς ᾅδου κάθοδον τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἑορτάζομεν δι’ ὧν τῆς φθορᾶς τὸ ἡμέτερον γένος ἀνακληθέν, πρὸς αἰωνίαν ζωὴν μεταβέβηκε.
Συνέχεια ανάγνωσης ΟΡΘΡΟΣ ΤΟΥ ΑΓΙΟΥ ΚΑΙ ΜΕΓΑΛΟΥ ΣΑΒΒΑΤΟΥ (ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΓΙΟΥ ΕΠΙΤΑΦΙΟΥ) (2018)
ΕΣΠΕΡΙΝΟΣ ΤΟΥ ΑΓΙΟΥ ΚΑΙ ΜΕΓΑΛΟΥ ΣΑΒΒΑΤΟΥ (ΤΗΣ ΑΠΟΚΑΘΗΛΩΣΕΩΣ) (2018)
Τῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ ΠΑΡΑΣΚΕΥῌ
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ ΤΗΣ ΑΠΟΚΑΘΗΛΩΣΕΩΣ
Συνέχεια ανάγνωσης ΕΣΠΕΡΙΝΟΣ ΤΟΥ ΑΓΙΟΥ ΚΑΙ ΜΕΓΑΛΟΥ ΣΑΒΒΑΤΟΥ (ΤΗΣ ΑΠΟΚΑΘΗΛΩΣΕΩΣ) (2018)
ΑΚΟΛΟΥΘΙΑ ΤΩΝ ΜΕΓΑΛΩΝ ΒΑΣΙΛΙΚΩΝ ΩΡΩΝ ΤΗΣ ΑΓΙΑΣ ΚΑΙ ΜΕΓΑΛΗΣ ΠΑΡΑΣΚΕΥΗΣ (2018)
ΑΚΟΛΟΥΘΙΑ ΤΩΝ ΜΕΓΑΛΩΝ ΒΑΣΙΛΙΚΩΝ ΩΡΩΝ
ΤΗΣ ΑΓΙΑΣ ΚΑΙ ΜΕΓΑΛΗΣ ΠΑΡΑΣΚΕΥΗΣ
ΠΟΙΗΜΑ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
ΑΛΕΞΑΝΔΡΕΙΑΣ
Συνέχεια ανάγνωσης ΑΚΟΛΟΥΘΙΑ ΤΩΝ ΜΕΓΑΛΩΝ ΒΑΣΙΛΙΚΩΝ ΩΡΩΝ ΤΗΣ ΑΓΙΑΣ ΚΑΙ ΜΕΓΑΛΗΣ ΠΑΡΑΣΚΕΥΗΣ (2018)
ΑΚΟΛΟΥΘΙΑ ΤΩΝ ΑΓΙΩΝ ΚΑΙ ΑΧΡΑΝΤΩΝ ΠΑΘΩΝ ΤΟΥ ΚΥΡΙΟΥ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ (ΟΡΘΡΟΣ ΤΗΣ ΑΓΙΑΣ ΚΑΙ ΜΕΓΑΛΗΣ ΠΑΡΑΣΚΕΥΗΣ) (2018)
ΑΚΟΛΟΥΘΙΑ ΤΩΝ ΑΓΙΩΝ ΚΑΙ ΑΧΡΑΝΤΩΝ ΠΑΘΩΝ
ΤΟΥ ΚΥΡΙΟΥ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ
Τῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ ΠΑΡΑΣΚΕΥῌ
τὰ ἅγια καὶ σωτήρια καὶ φρικτὰ Πάθη τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπιτελοῦμεν, τοὺς ἐμπτυσμούς, τὰ ῥαπίσματα, τὰ κολαφίσματα, τὰς ὕβρεις, τοὺς γέλωτας, τὴν πορφυρᾶν χλαίναν, τὸν κάλαμον, τὸν σπόγγον, τὸ ὄξος, τοὺς ἥλους, τὴν λόγχην, καὶ πρὸ πάντων, τὸν σταυρόν, καὶ τὸν θάνατον, ἃ δι’ ἡμᾶς ἑκὼν κατεδέξατο, ἔτι δὲ καὶ τὴν τοῦ εὐγνώμονος Λῃστοῦ, τοῦ συσταυρωθέντος αὐτῷ, σωτήριον ἐν τῷ Σταυρῷ ὁμολογίαν.
ΕΣΠΕΡΙΝΟΣ ΤΗΣ ΑΓΙΑΣ ΚΑΙ ΜΕΓΑΛΗΣ ΠΕΜΠΤΗΣ ΜΕΤΑ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ ΜΕΓΑΛΟΥ ΒΑΣΙΛΕΙΟΥ (2018)
5 ΑΠΡΙΛΙΟΥ 2018
Τῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ ΠΕΜΠΤῌ (πρωΐ).
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ ΜΕΤΑ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ ΜΕΓΑΛΟΥ ΒΑΣΙΛΕΙΟΥ
ΟΡΘΡΟΣ ΤΗΣ ΑΓΙΑΣ ΚΑΙ ΜΕΓΑΛΗΣ ΠΕΜΠΤΗΣ (2018)
Τῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ ΠΕΜΠΤῌ
Τῇ ἁγίᾳ καὶ μεγάλῃ Πέμπτῃ, οἱ τὰ πάντα καλῶς διαταξάμενοι θεῖοι Πατέρες, ἀλληλοδιαδόχως ἔκ τε τῶν θείων Ἀποστόλων, καὶ τῶν ἱερῶν Εὐαγγελίων, παραδεδώκασιν ἡμῖν τέσσαρά τινα ἑορτάζειν, τὸν ἱερὸν Νιπτῆρα, τὸν μυστικὸν Δεῖπνον (δηλαδὴ τὴν παράδοσιν τῶν καθ‘ ἡμᾶς φρικτῶν Μυστηρίων), τὴν ὑπερφυᾶ Προσευχήν, καὶ τὴν Προδοσίαν αὐτήν.
Συνέχεια ανάγνωσης ΟΡΘΡΟΣ ΤΗΣ ΑΓΙΑΣ ΚΑΙ ΜΕΓΑΛΗΣ ΠΕΜΠΤΗΣ (2018)