ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΣΑΒΒΑΤΟΝ Δ΄ΝΗΣΤΕΙΩΝ (2018)

17 ΜΑΡΤΙΟΥ 2018

Σάββατον τς Δβδομάδος τν Νηστειν.

Μνμη το γου λεξου το νθρπου το Θεο.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη κα  κφνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα…

Καὶ ψλλομεν τετράκις ες χον β’  τ,

ὁ α’ χορὸς

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.

ὁ β’ χορὸς

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.

ὁ α’ χορὸς

Στχ. Μακάριοι, οὓς ἐξελέξω, καὶ προσελάβου Κύριε.

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.

ὁ β’ χορὸς

Στχ. Καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν.

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.

ὁ α’ χορὸς

πολυτκιον χος β’

πόστολοι Μάρτυρες, καὶ Προφῆται Ἱεράρχαι, Ὅσιοι καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες, καὶ τὴν πίστιν τηρήσαντες, παῤῥησίαν ἔχοντες πρὸς τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.

ὁ β’ χορὸς

Δξα Πατρὶ…χος πλ. δ’

Μνήσθητι Κύριε, ὡς ἀγαθὸς τῶν δούλων σου, καὶ ὅσα ἐν βίῳ ἥμαρτον συγχώρησον, οὐδεὶς γὰρ ἀναμάρτητος, εἰ μὴ σὺ ὁ δυνάμενος, καὶ τοῖς μεταστᾶσι δοῦναι τήν ἀνάπαυσιν.

ὁ α’ χορὸς

Κα νν… Θεοτοκον

Μήτηρ ἁγία ἡ τοῦ ἀφράστου φωτός, Ἀγγελικοῖς σε ὕμνοις τιμῶντες μεγαλύνομεν.

Συναπτ μικρ κα  κφνησις

  τι σν τ κρτος…    

Καθίσματα Μαρτυρικὰ

Ἦχος βαρὺς

ὁ α’ χορὸς  

γαλλιᾶσθε Δίκαιοι, εὐφραινέσθω τὰ οὐράνια· ἐπὶ γῆς γὰρ οἱ Μάρτυρες ἀγωνισάμενοι, τὴν πλάνην κατήργησαν, σκιρτάτω ἡ Ἐκκλησία, τὰ νικητήρια ἑορτάζουσα, τῷ ἀθλοθέτῃ, καὶ μόνῳ νικοποιῷ, Χριστῷ τῷ Θεῷ, τῷ παρέχοντι τῷ Κόσμῳ τὸ μέγα ἔλεος.

ὁ β’ χορὸς

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ, ὁ Θεὸς Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ, εὐλογητὸς ὁ Θεός.

Τῆς ἀθεότητος τῶν τυράννων καταφρονήσαντες, καὶ τῶν βασάνων τὸ ἄλγος παραβλεψάμενοι Ἅγιοι, τὴν πίστιν τὴν εἰς Χριστὸν οὐκ ἠρνήσασθε. Διὸ ἱκετεύσατε τόν φιλάνθρωπον Θεόν, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ὁ α’ χορὸς

Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος, πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς.

γιοι πρεσβεύσατε, ἄφεσιν δοθῆναι ἡμῖν τῶν πλημμελημάτων ἡμῶν, καὶ τῶν προσδοκωμένων δεινῶν, ῥυσθῆναι ἡμᾶς, καὶ πικροῦ θανάτου δεόμεθα.

ὁ β’ χορὸς

Δόξα Πατρί… Νεκρώσιμον

ν χώρᾳ ζώντων Κύριε, καὶ ἐν σκηναῖς τῶν Δικαίων σου, ἀνάπαυσον τοὺς δούλους σου, ὧν τελοῦμεν τὴν μνήμην φιλάνθρωπε, καὶ εἴ τι ἐπλημμέλησαν ἐν τῷ βίῳ ὑπάρχοντες, ὡς ἐλεήμων συγχώρησον, καὶ εὐδιάλλακτος Θεός, παρέχων τῷ Κόσμῳ τὸ μέγα ἔλεος.

ὁ α’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

ς τῆς ἡμῶν ἀναστάσεως θησαύρισμα, τοὺς ἐπὶ σοὶ πεποιθότας Πανύμνητε, ἐκ λάκκου καὶ βυθοῦ πταισμάτων ἀνάγαγε· σὺ γὰρ τοὺς ὑπευθύνους τῇ ἁμαρτίᾳ ἔσωσας, τεκοῦσα τὴν σωτηρίαν ἡμῶν, ἡ πρὸ τόκου παρθένος, καὶ ἐν τόκῳ παρθένος, καὶ μετὰ τόκον παρθένος μείνασα.

τὰ Εὐλογητάρια.

χος πλ. α’

ὁ β’ χορὸς

Ελογητς ε, Κριε, δδαξν με τ δικαιματ σου.

Τῶν Ἁγίων ὁ χορός, εὗρε πηγὴν τῆς ζωῆς καὶ θύραν Παραδείσου, εὕρω κἀγώ, τὴν ὁδὸν διὰ τῆς μετανοίας. τὸ ἀπολωλὸς πρόβατον ἐγὼ εἰμι. ἀνακάλεσαί με, Σωτήρ, καὶ σῶσόν με.

ὁ α’ χορὸς

Ελογητς ε, Κριε, δδαξν με τ δικαιματ σου.

παλάμῃ ἐκ μὴ ὄντων πλάσας με, καὶ εἰκόνι σου θείᾳ τιμήσας, παραβάσει ἐντολῆς δὲ πάλιν με ἐπιστρέψας εἰς γῆν ἐξ ἧς ἐλήφθην, εἰς τὸ καθ’ ὁμοίωσιν ἐπανάγαγε, τὸ ἀρχαῖον κάλλος ἀναμορφώσασθαι.

ὁ β’ χορὸς

Ελογητς ε, Κριε, δδαξν με τ δικαιματ σου.

Εἰκὼν εἰμι, τῆς ἀῤῥήτου δόξης σου, εἰ καὶ στίγματα φέρω πταισμάτων, οἰκτείρησον τὸ σὸν πλάσμα, Δέσποτα, καὶ καθάρισον σῇ εὐσπαγχνίᾳ, καὶ τὴν ποθεινὴν πατρίδα παράσχου μοι. Παραδείσου πάλιν ποιῶν πολίτην με.

ὁ α’ χορὸς

Ελογητς ε, Κριε, δδαξν με τ δικαιματ σου.

νάπαυσον, ὁ Θεὸς τοὺς δούλους σου, καὶ κατάταξον αὐτοὺς ἐν Παραδείσῳ, ὅπου χοροὶ τῶν Ἁγίων, Κύριε, καὶ οἱ δίκαιοι ἐκλάμψουσιν ὡς φωστῆρες, τοὺς κεκοιμημένους δούλους σου ἀνάπαυσον, παρορῶν αὐτῶν πάντα τὰ ἐγκλήματα.

ὁ β’ χορὸς

Δξα Πατρί…  Τριαδικν

Τὸ τριλαμπὲς τῆς μιᾶς θεότητος, εὐσεβῶς ὑμνήσωμεν βοῶντες Ἅγιος εἶ, ὁ Πατὴρ ὁ ἄναρχος, ὁ συνάναρχος Υἱὸς καὶ θεῖον Πνεῦμα. φώτισον ἡμᾶς πίστει σοι λατρεύοντας, καὶ τοῦ αἰωνίου πυρὸς ἐξάρπασον.

ὁ α’ χορὸς

Κα νν…

Χαῖρε σεμνή, ἡ Θεὸν σαρκὶ τεκοῦσα, εἰς πάντων σωτηρίαν, δι’ ἧς γένος τῶν ἀνθρώπων εὕρατο τὴν σωτηρίαν, διὰ σοῦ εὕροιμεν Παράδεισον, Θεοτόκε, ἁγνὴ εὐλογημένη. 

ὁ β’ χορὸς

λληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.

ὁ α’ χορὸς

λληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.

ὁ β’ χορὸς

λληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.

 ὁ α’ χορὸς

Καί ἀναύπασον τοὺς δούλους Σου.

ὁ ῾Ιερεύς:Ελέησον ἡμᾶς, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καί ἐλέησον.
ὁ  α’ χορός: Κύριε, ἐλέησον γ´ (χύμα).

ὁ ῾Ιερεύς: ῎Ετι δεόμεθα ὑπέρ μακαρίας μνήμης καί αἰωνίου ἀναπαύσεως πάντων τῶν ἐπ’ ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου κεκοιμημένων εὐσεβῶς ὀρθοδόξων χριστιανῶν, βασιλέων, πατριαρχῶν, ἀρχιερέων, ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων, μοναχῶν, πατέρων, προπατόρων, πάππων, προπάππων, γονέων, συζύγων, τέκνων, ἀδελφῶν καί συγγενῶν ἡμῶν ἐκ τῶν ἀπ’ ἀρχῆς καί μέχρι τῶν ἐσχάτων, καί ὑπέρ τοῦ συγχωρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα ἑκούσιόν τε καί ἀκούσιον.

ὁ β’ Χορός: Κύριε, ἐλέησον γ´ (χύμα).

ὁ ῾Ιερεύς: ῞Οπως, Κύριος ὁ Θεός, τάξῃ τὰς ψυχὰς αὐτῶν ἔνθα οἱ δίκαιοι ἀναπαύονται· τά ἐλέη τοῦ Θεοῦ, τήν βασιλείαν τῶν οὐρανῶν καί ἄφεσιν τῶν αὐτῶν ἁμαρτιῶν παρά Χριστῷ τῷ ἀθανάτῳ βασιλεῖ καί Θεῷ ἡμῶν αἰτησώμεθα.

ὁ α’ Χορός: Παράσχου,Κύριε. (χύμα).

ὁ ῾Ιερεύς: Τοῦ Κυρίου δεηθῶμεν

ὁ β’  Χορός: Κύριε, ἐλέησον (ἅπαξ.)  

Εἶθ’ οὕτως,

ὁ ῾Ιερεύς:

τήν εὐχήν

῾Ο Θεός τῶν πνευμάτων καί πάσης σαρκός, ὁ τόν διάβολον καταπατήσας, τόν δέ θάνατον καταργήσας καί ζωήν τῷ κόσμῳ Σου δωρησάμενος, Αὐτός, Κύριε, ἀνάπαυσον καί τάς ψυχάς τῶν κεκοιμημένων δούλων Σου,  βασιλέων, πατριαρχῶν, ἀρχιερέων, ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων, μοναχῶν, μοναζουσῶν καί πάντων τῶν ἀπό περάτων ἕως περάτων τῆς οἰκουμένης κεκοιμημένων εὐσεβῶς ὀρθοδόξων χριστιανῶν, πατέρων, προπατόρων, πάππων, προπάππων, γονέων, συζύγων, τέκνων, ἀδελφῶν καί συγγενῶν ἡμῶν ἐν τόπῳ φωτεινῷ, ἐν τόπῳ χλοερῷ, ἐν τόπῳ ἀναψύξεως, ἔνθα ἀπέδρα ὀδύνη, λύπη καί στεναγμός· πᾶν ἁμάρτημα τό παρ’ αὐτῶν πραχθέν, ἐν λόγῳ ἤ ἔργῳ ἤ διανοίᾳ, ὡς ἀγαθός καί φιλάνθρωπος Θεός, συγχώρησον, ὅτι οὐκ ἔστιν ἄνθρωπος, ὅς ζήσεται ἐπί τῆς γῆς καί οὐχ ἁμαρτήσει· Σύ γάρ μόνος ἐκτός ἁμαρτίας ὑπάρχεις· ἡ δικαιοσύνη Σου δικαιοσύνη εἰς τόν αἰῶνα καί ὁ λόγος Σου ἀλήθεια.

ὁ ῾Ιερεύς: Τοῦ Κυρίου δεηθῶμεν.

ὁ α’ Χορός: Κύριε, ἐλέησον  (ἅπαξ).

ὁ ῾Ιερεύς: Οτι Σύ εἶ ἡ ἀνάστασις, ἡ ζωή καί ἡ ἀνάπαυσις πάντων τῶν κεκοιμημένων εὐσεβῶς ὀρθοδόξων χριστιανῶν, Χριστέ ὁ Θεός ἡμῶν καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ, καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Καθσματα χος πλ. α’

ὁ β’ χορὸς

μὴν. νάπαυσον Σωτὴρ ἡμῶν, μετὰ Δικαίων τοὺς δούλους σου, καὶ τούτους κατασκήνωσον ἐν ταῖς αὐλαῖς σου, καθὼς γέγραπται, παρορῶν ὡς ἀγαθὸς τὰ πλημμελήματα αὐτῶν, τὰ ἑκούσια καὶ τὰ ἀκούσια, καὶ πάντα τὰ ἐν ἀγνοίᾳ καὶ γνώσει, φιλάνθρωπε.

ὁ α’ χορὸς

Δξα Πατρί… 

Τὰ ἑκούσια καὶ τὰ ἀκούσια, καὶ πάντα τὰ ἐν ἀγνοίᾳ καὶ γνώσει, φιλάνθρωπε.

ὁ β’ χορὸς

Κα ννΘεοτοκον

ἐκ Παρθένου ἀνατείλας τῷ κόσμῳ Χριστὲ ὁ Θεός, Υἱοὺς φωτὸς δι’ αὐτῆς ἀναδείξας, ἐλέησον ἡμᾶς.

Καὶ εὐθὺς ὁ Ν’ ψαλμὸς χύμα

Η ΣΤΙΧΟΛΟΓΙΑ ΤΩΝ ΕΝΝΕΑ ΩΔΩΝ  ΚΑΙ

Ὁ Κανών

ᾨδὴ α’, τοῦ Ἁγίου

Ἦχος β’  Ὁ Εἱρμὸς  «Ἐν βυθῷ κατέστρωσε ποτέ».

ὁ α’ χορὸς

Στίχ.  γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Στενοτάτην ὥδευσας ὁδόν, ἄμεμπτον καὶ ὅσιον, βίον Σοφὲ μετελθὼν ἐκ νεότητος· διό μου τὴν στένωσιν καταπλάτυνον, τοῦ νοὸς εὐφημῆσαί σε, τὸν πρὸς Παραδείσου, πλάτος αὐλιζόμενον Ἀλέξιε.

ὁ β’ χορὸς

Στίχ.  γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

αυτὸν διόλου τῷ Θεῷ, Μάκαρ ἀναθέμενος, ἔξω Σαρκὸς καὶ κόσμου ἐχρημάτισας, πλούτου διαρρέοντος, τὸν οὐράνιον προτιμήσας καὶ μένοντα, καὶ ἐνεγκαμένης, πόλιν τὴν Σιὼν τὴν αἰωνίζουσαν.

ὁ α’ χορὸς

Δόξα Πατρί…

Τῆς νηδύος σὺ τῆς μητρικῆς, στείρωσιν διέλυσας, ἀποτεχθεὶς ὡς Σαμουὴλ Πανόλβιε, ἐν γαστρὶ καρδίας δέ, τὸν ἁγνότατον συλλαβὼν φόβον ἔτεκες, πνεῦμα σωτηρίας, θείαις ἀρεταῖς διὰ τῆς πίστεως.

ὁ β’ χορὸς 

Καὶ νῦν… Θεοτοκίον

Θεοῦ συνάναρχος Υἱός, ἔσχεν ὡς αἰτίαν σε, τῆς πρὸς ἡμᾶς Παρθένε ὁμοιώσεως, μόνην ὑπὲρ πᾶσαν, κτίσιν ἄχραντε καθαρὰν σε εὑράμενος· ὅθεν σε ὑμνοῦμεν, πᾶσαι γενεαὶ καὶ μακαρίζομεν.

ᾨδὴ γ’, τοῦ Ἁγίου

Ἦχος β’  Ὁ Εἱρμὸς  «Ἐξήνθησεν ἡ ἔρημος,».

ὁ α’ χορὸς

Στίχ.  γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.  

Νυττόμενος τῷ ἔρωτι, τῆς ἁγνείας θάλαμον, τοῦ ἐπὶ γῆς οὐράνιον, ἀντηλλάξω καὶ γυναικὸς ἡδονῆς, τὴν ἡδίστην Ἀγγέλων ἐξομοίωσιν.

ὁ β’ χορὸς

Στίχ.  γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.  

Θορύβους τοὺς ἐν βίῳ, καὶ ὄγκον πλούτου ἔλιπες, καὶ μετανάστης γέγονας, τῆς Πατρίδος Πάτερ Ἀλέξιε, τοῦ Χριστοῦ τὴν πτωχείαν ἐκμιμούμενος.

ὁ α’ χορὸς

Δόξα Πατρί…

ν δάκρυσι καὶ πόνοις, καὶ ἐγκρατείᾳ Πάνσοφε, τὸ ἀγαθὸν ἐζήτησας, πότε ἥξει φῶς ἐπιγνώσεως, τὴν ἀπάθειαν νέμον τῇ καρδίᾳ σου.

ὁ β’ χορὸς 

Καὶ νῦν… Θεοτοκίον

ἄνω ἀθεώρητος, τοῖς Ἀγγέλοις Ἄχραντε, κάτω ἐκ σοῦ γενόμενος, καθορᾶται τέλειος ἄνθρωπος, ἀπολλύμενον κόσμον ἀνακτώμενος.

Καταβασία

ὁ α’ χορὸς

 Εἱρμὸς  

ξήνθησεν ἡ ἔρημος, ὡσεὶ κρίνον Κύριε, ἡ τῶν Ἐθνῶν στειρεύουσα, Ἐκκλησία τῇ παρουσίᾳ σου, ἐν ᾗ ἐστερεώθῃ ἡ καρδία μου.

Συναπτ μικρ κα  κφνησις

τι σ ε Θες μν,..

Κοντάκιον

Ήχος πλ. δ’

Ως απαρχάς τής φύσεως, τώ Φυτουργώ τής κτίσεως, η οικουμένη προσφέρει σοι, κύριε, τούς θεοφόρους Μάρτυρας, Ταίς αυτών ικεσίαις, εν ειρήνη βαθεία, τήν Εκκλησίαν σου, διά τής Θεοτόκου συντήρησον Πολυέλεε.

Κάθισμα 

ὁ α’ χορὸς

Ἦχος πλ. δ’ Τὴν Σοφίαν καὶ Λόγον 

Τοὺς ἱδρῶτας καὶ πόνους τους σοὺς Σοφέ, νοερῶς θεωροῦντες πάντες πιστοί, πάσης κατανύξεως τὰς ψυχὰς ἐμπιπλάμεθα, καὶ πρὸς θείους ὕμνους καὶ δόξαν καὶ αἴνεσιν, τοῦ Δεσπότου τῶν ὅλων, παμμάκαρ Ἀλέξιε, πόθῳ ἐγκαρδίῳ, ἑαυτοὺς συγκινοῦμεν, ᾠδαῖς σε γεραίροντες, καὶ πιστῶς ἐκβοῶντές σοι, ὡς Κυρίου θεράποντι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

ὁ β’ χορὸς 

Δόξα Πατρί . Ἦχος γ’ Τὴν ὡραιότητα

Κόσμου τερπνότητα ὁσίως ἔλιπες, ἀνταλλαξάμενος πλούτου τοῦ ῥέοντος, τὸν ἀδιάρρευστον σαφῶς, καὶ μένοντα Ἀλέξιε· ὅθεν μετὰ πάντων σε, τῶν Ἁγίων δοξάζομεν, καὶ πανηγυρίζομεν, ἱερῶς ἐν τῇ μνήμῃ σου, αἰτούμενοι εὑρεῖν ταῖς εὐχαῖς σου, Πάτερ τὸ μέγα ἔλεος.

ὁ α’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

κατανόητον καὶ ἀκατάληπτον, ὑπάρχει Δέσποινα Θεοχαρίτωτε, τὸ πεπραγμένον ἐπὶ σοί, φρικτὸν μέγα μυστήριον· τὸν γὰρ ἀπερίληπτον, συλλαβοῦσα ἐκύησας, σάρκα περιθέμενον, ἐξ ἀχράντων αἱμάτων σου, ὃν πάντοτε Ἁγνὴ ἐκδυσώπει, ὡς Υἱόν σου, τοῦ σῶσαι τὰς ψυχὰς ἡμῶν.

ᾨδὴ δ’, τοῦ Ἁγίου

Ἦχος β’ Ὁ Εἱρμὸς  «Ἐλήλυθας, ἐκ Παρθένου».

Στίχ.  γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.  

πέμεινας, τὴν πτωχείαν προσαίτης γενόμενος, πτωχὸς ὥσπερ Λάζαρος· ἔρως γὰρ θεῖος ἠρέθιζε, Μάκαρ τὴν καρδίαν σου, ἐπιποθοῦσαν τὸν πλοῦτον τὸν οὐράνιον.

Στίχ.  γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.  

πέριττον, καὶ ἀπράγμονα βίον ἐπόθησας, ἅπαξ σιτιζόμενος, τῆς ἑβδομάδος Ἀλέξιε, πόθῳ τῆς μενούσης σε, ἀδιαρρεύστου παμμάκαρ ἀπολαύσεως.

Δόξα Πατρί…

Ναὸν Θεοῦ, τὴν καρδίαν ζητῶν ἀπεργάσασθαι, ἐν οἴκῳ ἠγάπησας, τῆς Θεομήτορος Ἔνδοξε, πάντοτε καθέζεσθαι, καὶ τὰ οὐράνια κάλλη ἐνοπτρίζεσθαι.

Καὶ νῦν… Θεοτοκίον

Θηλάσασα, τὸν Δοτῆρα Παρθένε τοῦ γάλακτος, πεινῶσαν καὶ στένουσαν, νῦν τὴν καρδίαν μου κόρεσον, πάσης ἐπιγνώσεως, καὶ κατανύξεως θείας ἱκετεύω σε.

ᾨδὴ ε’, τοῦ Ἁγίου

Ἦχος β’  Ὁ Εἱρμὸς  «Μεσίτης Θεοῦ,».

Στίχ.  γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.  

οαῖς ἱερῶν, καταρδεύων πάντοτε δακρύων σου, ψυχὴν ἐγεώργησας, στάχυν ἀληθῶς ἑκατοστεύοντα, γεωργῷ ἀθανάτῳ, καλῶς διατηρούμενον.

Στίχ.  γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.  

ράθης ἐν γῇ, πολιτείαν ἄσαρκον μιμούμενος, τῇ ὑπερβαλλούσῃ σου, Πάτερ ἐγκρατείᾳ ἀξιάγαστε, καὶ εὐχῆς προσεδρίᾳ, δι’ ἧς φῶς ἐχρημάτισας.

Δόξα Πατρί…

Πυρὶ προσευχῶν, ἁμαρτίας ἔφλεξας τὴν ὕλην Σοφέ, ἀγρύπνοις δὲ στάσεσι, πᾶσαν ἡδυπάθειαν ἐκοίμισας, κοιμηθεὶς δὲ πρὸς φέγγος, μετέβης τὸ ἀνέσπερον.

Καὶ νῦν… Θεοτοκίον

φῶς κατοικῶν, τὴν ἁγίαν ᾤκησε νηδύν σου Ἁγνή, κόσμου ἀπολλύμενον, σκότει ἀγνωσίας ἀνακτώμενος, ὃν ἱκέτευε πάντας, φωτίσαι τοὺς ὑμνοῦντάς σε.

ᾨδὴ ς’, τοῦ Ἁγίου

Ἦχος β’ Ὁ Εἱρμὸς «Ἐν ἀβύσσῳ πταισμάτων».

Στίχ.  γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.  

Ναὸν ζῶντα Θεοῦ σε γενόμενον, τοῦ Χριστοῦ τὸ σκήνωμα, ἡ Ἀπειρόγαμος, προσφανεροῖ κρυπτόμενον, καὶ δοξάζει λανθάνειν σπουδάζοντα.

Στίχ.  γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.  

Αἱ εὐχαί σου Θεῷ ὡς θυμίαμα, Μάκαρ προσεδέχθησαν, ἔνθεν τῷ βίῳ σου, τὰ τῶν πιστῶν φρονήματα, εὐωδίασας Πνεύματος χάριτι.

Δόξα Πατρί…

ερᾷ πολιτείᾳ κοσμούμενον, πάλιν ὁ Χριστὸς μὴ βουλόμενον Ἔνδοξε, σὲ τῇ πατρίδι δίδωσιν, ἀποφεύγοντα δόξαν τὴν πρόσκαιρον.

Καὶ νῦν… Θεοτοκίον

Νόμους φύσεως ἄχραντε Δέσποινα, ὁ δημιουργὸς καινουργήσας τῆς κτίσεως, ἐκ σοῦ ἀρρήτως τίκτεται, καὶ θεοὶ με δι’ ἄμετρον ἔλεος.

Τετραῴδιον

 ᾠδὴ Ϛ’  Ἦχος δ’

Ἐν πελάγει τοῦ βίου

Στχ. γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

περέβητε ὅρους, σαρκὸς Ἀθληταί, πολλῇ ὑπομονῇ, ὑπενεγκόντες τιμωρίας πόνους, διὸ ἅπαντα πόνον, καὶ θλῖψιν κουφίζετε, τῶν ὑμᾶς ἀνυμνολογούντων.

Στχ. γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Μυριάσιν Ἀγγέλων, στρατὸς ἡνώθη, ἁγίων Ἀθλητῶν, καὶ ἱκετεύει τὸν πανάγιον Θεόν, ἐγκλημάτων μυρίων, ἡμᾶς ἐκλυτρώσασθαι, ὡς Χριστῷ εὐηρεστηκότες.

Στχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Νεκρωθεὶς καὶ ἐν τάφῳ, Χριστὲ ὑπνώσας, ἀνέστησας νεκρούς, καὶ τοῖς πίστει τεθνεῶσι νέμεις, ἀγαθότητος πλοῦτον, Χριστὲ τὴν ἀνάπαυσιν, μετὰ πάντων τῶν Ἁγίων.

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Θεοῦ Θεὸς Λόγος, ζητῶν θεῶσαι τὸν ἄνθρωπον Ἁγνή, ἐκ σοῦ σαρκοῦται, καὶ βροτὸς ὁρᾶται ὃν ἀπαύστως δυσώπει, εὑρεῖν ἡμᾶς ἔλεος, ἐν καιρῷ τῆς ἀπολογίας.

Ἕτερος τοῦ κυρίου Θεοδώρου

Εἱρμὸς ἄλλος, ἦχος ὁ αὐτὸς.

Τῶν πταισμάτων τῇ ζάλῃ

Στχ. γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Σαρκὸς καὶ αἵματος Ἅγιοι μὴ φεισάμενοι, πρὸς πᾶσαν βάσανον ἔστητε, ἀκατάπληκτοι, Χριστὸν μὴ ἐξαρνούμενοι, διὸ ἐκ τῶν οὐρανῶν κατέπεμψε Χριστός, τοὺς στεφάνους ἡμῖν.

Στχ. γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Τῇ τῶν Μαρτύρων πανηγύρει ὑπαντήσωμεν, λαμπροφοροῦντες ταῖς πράξεσι, καὶ βοήσωμεν ἐν θεοπνεύστοις ᾄσμασιν. Ὑμεῖς ἐστε ἀληθῶς ἑωσφόροι, ἐπὶ γῆς Χριστομάρτυρες.

Δόξα Πατρί…

Τριὰς ἁγία δοξάζω σε, φύσιν ἄναρχον, ἕνα Θεὸν ἕνα Κύριον, τρία πρόσωπα, Πατρὸς Υἱοῦ καὶ Πνεύματος, ἀγέννητον γεννητὸν ἐκπορευτόν, τὸν αὐτὸν καὶ ἀΐδιον.

Καὶ νῦν… Θεοτοκίον

μακαρία Θεόνυμφε, πῶς γεγέννηκας ἄνευ ἀνδρός, καὶ μεμένηκας ὡς τὸ πρότερον; Θεὸν γὰρ ἀπεκύησας, τεράστιον φοβερόν, ἀλλ’ αἴτησαι σώζεσθαι, τοὺς ὑμνοῦντάς σε.

Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Μαρτυρικὸν

Τὰς συγκοπὰς τῶν μελῶν ὑμῶν διαβλέποντες, ἐνετρυφᾶτε τοῖς αἵμασιν ἀγαλλόμενοι, ἀλλὰ καθικετεύσατε, ὑπὲρ ἡμῶν ἐκτενῶς τῷ Κυρίῳ Μάρτυρες ἀεισέβαστοι.

Στίχ. Μακάριοι, οὓς ἐξελέξω καὶ προσελάβου Κύριε. Νεκρώσιμον

ἐκ γῆς πλαστουργήσας με καὶ ζωώσας με, καὶ εἰς γῆν ἐπιστρέφειν με πάλιν φάμενος, οὓς προσελάβου δούλους σου ἀνάπαυσον, καὶ ἐκ φθορᾶς τοῦ θανάτου ἀνάγαγε Κύριε.

Καταβασία

Ὁ Εἱρμὸς

Τῶν πταισμάτων τῇ ζάλῃ βυθιζόμενος, ὡς ἐν κοιλίᾳ τοῦ κήτους συνεχόμενος, σὺν τῷ Προφήτῃ κραυγάζω σοι΄ Ἀνάγαγε ἐκ φθορᾶς τὴν ζωήν μου, Κύριε, καὶ διάσωσόν με.

Συναπτ μικρ κα  κφνησις

Σ γρ ε Βασιλες…

Κοντάκιον

Ἦχος δ’  Ἐπεφάνης σήμερον

λεξίου σήμερον τοῦ πανολβίου, ἑορτὴν τὴν πάνσεπτον, ἐπιτελοῦντες εὐσεβῶς, αὐτὸν ὑμνήσωμεν λέγοντες· χαίροις Ὁσίων τερπνὸν ἐγκαλλώπισμα.

Ὁ Οἶκος

Τὶς τὰς σεπτάς σου ἀρετὰς ἀξίως εὐφημήσει, καὶ ἱκανῶς ὑμνήσει, Ἀλέξιε θεόφρον, τὴν σωφροσύνην, τὴν ὑπομονήν, τὴν πραότητα, τὴν ἐγκράτειαν, τὸν ἀκατάπαυστον ὕμνον, τὴν ἄκραν σκληραγωγίαν, καὶ ἄμετρον ταπείνωσιν, δι’ ὧν Ἀγγέλοις ἐφάμιλλος γενόμενος. Πρεσβεύεις ἀεὶ ὑπὲρ τοῦ κόσμου παντός· διὸ ἀκούεις Ὅσιε, νῦν παρὰ πάντων Πιστῶν. Χαίροις Ὁσίων τερπνὸν ἐγκαλλώπισμα.

Συναξάριον

ΤΙΖ‘ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀλεξίου τοῦ Ἀνθρώπου τοῦ Θεοῦ.

Στίχοι

  • Ἄνθρωπος ἐν γῇ τοῦ Θεοῦ κληθεὶς μόνος,

  • Ἕξεις τὶ καινὸν κἄν πόλῳ, Πάτερ μόνος.

  • Ἑβδομάτῃ δεκάτῃ, Ἀλέξιε, πότμον ἀνέτλης.

Τῇ αὐτῇ ἡμέρᾳ, συνέφθασε καὶ ἡ μνήμη τῆς μετὰ φιλανθρωπίας ἐπενεχθείσης ἡμῖν φοβερὰς ἀπειλῆς τοῦ Σεισμοῦ, ἧς παρ’ ἐλπίδα ἐλυτρώσατο ἡμᾶς ὁ φιλάνθρωπος Κύριος, γέγονε δὲ ἐπὶ Κωνσταντίνου Βασιλέως.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Παῦλος ὑπὲρ τῶν Ἁγίων Εἰκόνων πυρὶ τελειοῦται.

Στίχοι

  • Ζῆλος διεξέκαυσε Παῦλον Εἰκόνων,

  • ᾯ φλὸξ δι’ αὐτὰς ἐξεκαύθη καμίνου.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Θεοστήρικτος, Ὁμολογητής, ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι

  • Στήριγμα πιστοῖς καὶ μεταστὰς ἐκ βίου,

  • Τὰς σάς, Θεοστήρικτε, πρεσβείας δίδου.

 

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον, καὶ σῶσον ἡμᾶς. μήν.

Καταβασία

ὁ β’ χορὸς 

ᾨδὴ η’  ἦχος δ’

Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον.

Ερμς

Γῆ καὶ πάντα τὰ ἐν αὐτῇ, θάλασσαι καὶ πᾶσαι αἱ πηγαί, οἱ οὐρανοὶ τῶν οὐρανῶν, φῶς καὶ σκότος, ψῦχος καὶ καύσων, υἱοὶ τῶν ἀνθρώπων, Ἱερεῖς εὐλογεῖτε τόν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. 

 Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ΤΙΜΙΩΤΕΡΑ (Ἦχος δ’)

ὁ α’ χορός

Στχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στχ.τι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

τι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

ποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

ντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…

Καταβασία

ὁ α’ χορός

δ θ’

Μεγαλύνομεν πάντες, τὴν φιλανθρωπίαν σου Κύριε Σωτὴρ ἡμῶν, ἡ δόξα τῶν δούλων σου, καὶ στέφανος τῶν πιστῶν, ὁ μεγαλύνας τὴν μνήμην τῆς Τεκούσης σε.

 ὁ β’ χορός

ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σ μεγαλνομεν.

Συναπτ μικρκα  κφνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

ΗΧΟΣ ΒΑΡΥΣ

ὁ α’ χορός

Προστασίαις Κύριε τῶν Ἀσωμάτων, φῶς κατάπεμψον ταῖς ψυχαῖς ἡμῶν, διὰ τὸ μέγα σου ἔλεος.

ὁ β’ χορός

Προστασίαις Κύριε τῶν Ἀσωμάτων, φῶς κατάπεμψον ταῖς ψυχαῖς ἡμῶν, διὰ τὸ μέγα σου ἔλεος.

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

ὁ α’ χορός

Ἦχος γ’  Ὁ οὐρανὸν τοῖς ἄστροις

καὶ νεκρῶν καὶ ζώντων, ἐξουσιάζων ὡς Θεός, ἀνάπαυσον τοὺς σοὺς δούλους, ἐν ταῖς σκηναῖς τῶν ἐκλεκτῶν, εἰ γὰρ καὶ ἥμαρτον Σῶτερ, ἀλλ’ οὐκ ἀπέστησαν ἐκ σοῦ.

β’ χορός

Θεοτοκίον Ἦχος β’ Τῶν μαθητῶν ὁρώντων

Ἡμεῖς ἐν σοὶ καυχώμεθα Θεοτόκε, καὶ εἰς Θεόν σε ἔχομεν προστασίαν΄ ἔκτεινον τὴν χεῖρα σου τὴν ἁγίαν, καὶ θραῦσον τοὺς ἐχθροὺς ἡμῶν΄σοῖς ἐξαπόστειλον δούλοις, βοήθειαν ἐξ Ἁγίου.    

ΑΙΝΟΙ

ὁ α’ χορός

Ἦχος βαρύς’

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Τὴν μνήμην τῶν ἁγίων σου Ἀθλοφόρων, ἑορτάζοντες σὲ ἀνυμνοῦμεν, Χριστὲ βοῶντες· Κύριε δόξα σοι.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

ν μέσῳ τοῦ σταδίου τῶν παρανόμων, ἀγαλλόμενοι ἀνεβόων οἱ Ἀθλοφόροι, Χριστῷ βοῶντες· Κύριε δόξα σοι.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

Φωστῆρες ἀνεδείχθησαν Οἰκουμένης, οἱ πανεύφημοι Ἀθλοφόροι, Χριστῷ βοῶντες· Κύριε δόξα σοι.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ν πνέοντες, πρὸς ἓν βλέποντες οἱ ἀθλοφόροι Μάρτυρες, μίαν ὁδὸν ζωῆς εὑράμενοι, τὸν ὑπὲρ Χριστοῦ θάνατον, ζηλοτυποῦντες ἀλλήλους τῆς τελευτῆς, ὢ τοῦ θαύματος! ὥσπερ θησαυροὺς τὰς βασάνους προαρπάζοντες, πρὸς ἀλλήλους ἔλεγον· Ὅτι κἂν μὴ νῦν ἀποθάνωμεν, τεθνηξόμεθα πάντως, καὶ τῇ γεννήσει τὰ ὀφειλόμενα λειτουργήσωμεν, ποιήσωμεν τὴν ἀνάγκην φιλοτιμίαν, τὸ κοινὸν ἴδιον ἡγησώμεθα, θανάτῳ ζωὴν ὠνησάμενοι, ταῖς πρεσβείαις αὐτῶν ὁ Θεός, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

Δόξα Πατρί… Νεκρώσιμον

Ψυχὰς ἃς προσελάβου, Σωτὴρ τοῦ Κόσμου, ἐν σκηναῖς τῶν Δικαίων καὶ ἐκλεκτῶν σου, ἀνάπαυσον Κύριε.

ὁ β’ χορός

Καὶ νῦν… Θεοτοκίονἦχος ὁ αὐτὸς

Τὸ Χαῖρέ σοι κραυγάζομεν σὺν τῷ Ἀγγέλῳ Θεόνυμφε, παστάδα καὶ πύλην, καὶ θρόνον πύρινον ἀποκαλοῦντές σε, καὶ ἁλατόμητον ὄρος, καὶ βάτον ἀκατάφλεκτο

Ὁ προεστὼς:

Σοὶ δόξα πρέπει, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῶ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. μήν.

Ὁ Ἀναγνώστης χύμα τὸ

Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμεν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ Υἱός τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεά. Ἐγὼ εἶπα. Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς. ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πληρώσωμεν τὴν ἑωθινήν… Σὸν γὰρ ἐστὶν…  Ες τ πστιχα

Στιχηρ Νεκρσιμα Προσμοια

Ἐκ τῶν τοῦ Θεοφάνους

Ἦχος βαρύς

ὁ α’χορὸς

Καταφρονήσαντες

Νενεκρωμένος ὠράθης, ἐπὶ Σταυρῷ μόνε ἀθάνατε, καὶ ἐν τάφῳ ὡς θνητὸς ἐτέθης, νεκρώσεως καὶ φθορᾶς καὶ θανάτου, τοὺς ἀνθρώπους λυτρωσάμενος, ἀλλ’ ὡς πέλαγος εὐσπλαγχνίας ὑπάρχων ἀκένωτον, καὶ πηγὴ ἀγαθότητος, τὰς ψυχὰς τῶν σῶν δούλων, τῶν ἐξ ἡμῶν μεταστάντων ἀνάπαυσον.

ὁ β’ χορὸς

Στίχ. Μακάριοι, οὓς ἐξελέξω καὶ προσελάβου, Κύριε.

Τῷ ἀκηράτῳ σου κάλλει, καὶ γλυκασμῷ τῆς ὡραιότητος, καὶ ταῖς, τοῦ θείου σου φωτός, ἀκτῖσιν ἐκλάμπεσθαι, τοὺς πρὸς σὲ μεταστάντας, Ἀγαθὲ καταξίωσον, ἐν ἀΰλῳ φωτοχυσίᾳ τῆς φωτοφανείας σου, σὺν Ἀγγέλοις χορεύοντας περὶ σὲ τὸν Δεσπότην, καὶ Βασιλέα τῆς δόξης καὶ Κύριον.

ὁ α’ χορὸς

Στίχ. Καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν.

ς ἀδαπάνητον ἔχων, τῶν δωρεῶν τὴν μεγαλοπρέπειαν, ὡς θησαυρὸς ἀνελλιπὴς πλουσίας χρηστότητος, τοὺς πρὸς σὲ μεταστάντας, ὡς Θεὸς κατασκήνωσον, ἐν τῇ χώρᾳ τῶν ἐκλεκτῶν σου, ἐν τόπῳ ἀνέσεως, ἐν τῷ οἴκῳ τῆς δόξης σου, ἐν τρυφῇ Παραδείσου, ἐν τῷ τῶν Παρθένων νυμφῶνι, ὡς εὔσπλαγχνος.

ὁ β’ χορὸς

Δόξα… Καὶ νῦν… Θεοτοκίον, Ὅμοιον

Νόμου τὸ πλήρωμα τίκτεις, τὸν Λυτρωτὴν σάρκα γενόμενον· οὐ γὰρ ἐγένετο τοῖς πρίν, ἐν νόμῳ δικαίωσις· δι’ ἡμᾶς γὰρ ὁ Χριστός, σταυρωθεὶς ἐδικαίωσεν, ὡς οὖν ἔχουσα παρρησίαν, ὡς Μήτηρ ἱκέτευε, τὸν Υἱόν σου τὸν εὔσπλαγχνον, τὰς ψυχὰς ἀναπαῦσαι, τῶν εὐσεβῶς μεταστάντων Πανύμνητε..

 

ὁ Προεστώς: γαθν τ ξομολογεσθαι τ Κυρῳ, κα ψλλειν τ νματ σου ψιστε, το ναγγλλειν τ πρωΐ τ λες σου, κα τν λθειν σου κατ νκτα.

Μεθ’ , Τρισγιον. Παναγα Τρις, Πτερ μν, τι σο στιν.

πολυτκιον

ὁ α’ χορὸς

χος β’  

πόστολοι Μάρτυρες, καὶ Προφῆται Ἱεράρχαι, Ὅσιοι καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες, καὶ τὴν πίστιν τηρήσαντες, παῤῥησίαν ἔχοντες πρὸς τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.

ὁ β’ χορὸς

Δξα πατρὶ…χος πλ. δ’

Μνήσθητι Κύριε, ὡς ἀγαθὸς τῶν δούλων σου, καὶ ὅσα ἐν βίῳ ἥμαρτον συγχώρησον, οὐδεὶς γὰρ ἀναμάρτητος, εἰ μὴ σὺ ὁ δυνάμενος, καὶ τοῖς μεταστᾶσι δοῦναι τήν ἀνάπαυσιν.

ὁ α’ χορὸς

Κα νν… Θεοτοκον

Μήτηρ ἁγία ἡ τοῦ ἀφράστου φωτός, Ἀγγελικοῖς σε ὕμνοις τιμῶντες μεγαλύνομεν.

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Τὰ παρόντα

ΑΝΤΙΦΩΝΑ

ντφωνον α’

χος β’

Στχ. α’. γαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

Στχ. β’. Τοῦ ἀναγγέλλειν τὸ πρωΐ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Στχ. γ’. τι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Δξα Πατρί… Κα νν…

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ντφωνον β’

Στχ. α’. Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός, ψάλλοντάς σοι, Ἀλληλούϊα.

Στχ. β’. Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει, καὶ ἐν ψαλμοῖς ἀλαλάξωμεν αὐτῷ, ὅτι Θεὸς μέγας, Κύριος καὶ Βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός…

Στχ. γ’. τι ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς, καὶ τὰ ὕψη τῶν ὀρέων αὐτοῦ εἰσιν, ὅτι αὐτοῦ ἐστιν ἡ θάλασσα, καὶ αὐτὸς ἐποίησεν αὐτήν, καὶ τὴν ξηράν αἱ χεῖρες αὐτοῦ ἔπλασαν.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός…

Δξα Πατρὶ…Κα νν…

Μονογενὴς Υἱὸς καὶ Λόγος του Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὤν τῆς Ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

ντφωνον γ’

Στχ. α’ Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

χος β’

πόστολοι Μάρτυρες, καὶ Προφῆται Ἱεράρχαι, Ὅσιοι καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες, καὶ τὴν πίστιν τηρήσαντες, παῤῥησίαν ἔχοντες πρὸς τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.

Στίχ. β’ Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

πόστολοι Μάρτυρες, καὶ Προφῆται Ἱεράρχαι,…

ΕΙΣΟΔΟΣ

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός,…

ψάλλοντάς σοι΄ Ἀλληλούϊα.

πολυτκιον

χος β’

πόστολοι Μάρτυρες, καὶ Προφῆται Ἱεράρχαι, Ὅσιοι καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες, καὶ τὴν πίστιν τηρήσαντες, παῤῥησίαν ἔχοντες πρὸς τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν. 

Ἐκ τοῦ Βήματος

χος πλ. δ’

Μνήσθητι, Κύριε, ὡς ἀγαθὸς τῶν δούλων σου καὶ ὅσα ἐν βίῳ ἥμαρτον συγχώρησον, οὐδεὶς γὰρ ἀναμάρτητος, εἰ μὴ σὺ ὁ δυνάμενος καὶ τοῖς μεταστᾶσι δοῦναι τήν ἀνάπαυσιν.

Τοῦ Ναοῦ 

Κοντκιον  χος πλ. δ’

ς ἀπαρχὰς τῆς φύσεως, τῷ φυτουργῷ τῆς κτίσεως, ἡ οἰκουμένη προσφέρει σοι, Κύριε, τοὺς θεοφόρους Μάρτυρες. Ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ βαθείᾳ τὴν Ἐκκλησίαν σου, διὰ τῆς Θεοτόκου συντήρησον, Πολυέλεε.

Τρισάγιον

᾽Απόστολος

Προκείμενον Ἦχος πλ. β’

Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Στίχ. Πρὸς σέ, Κύριε κεκράξομαι, ὁ Θεός μου.

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα

(Ϛ’ 9-12)

δελφοί, πεπείσμεθα δὲ περὶ ὑμῶν͵ ἀγαπητοί͵ τὰ κρείσσονα καὶ ἐχόμενα σωτηρίας͵ εἰ καὶ οὕτως λαλοῦμεν· οὐ γὰρ ἄδικος ὁ Θεὸς ἐπιλαθέσθαι τοῦ ἔργου ὑμῶν καὶ τῆς ἀγάπης ἧς ἐνεδείξασθε εἰς τὸ ὄνομα αὐτοῦ͵ διακονήσαντες τοῖς ἁγίοις καὶ διακονοῦντες. Ἐπιθυμοῦμεν δὲ ἕκαστον ὑμῶν τὴν αὐτὴν ἐνδείκνυσθαι σπουδὴν πρὸς τὴν πληροφορίαν τῆς ἐλπίδος ἄχρι τέλους͵ ἵνα μὴ νωθροὶ γένησθε͵ μιμηταὶ δὲ τῶν διὰ πίστεως καὶ μακροθυμίας κληρονομούντων τὰς ἐπαγγελίας.

.λληλοϊα (γ΄)

Εὐαγγέλιον

Ἐκ τοῦ κατὰ Μάρκον. (Ζ’ 31-47).

Τῷ καιρῷ ἐκείνῳ, ἐξελθὼν ὁ Ἰησοῦς ἐκ τῶν ὁρίων Τύρου καὶ Σιδῶνος ἦλθε πρὸς τὴν θάλασσαν τῆς Γαλιλαίας ἀνὰ μέσον τῶν ὁρίων Δεκαπόλεως. Καὶ φέρουσιν αὐτῷ κωφὸν μογγιλάλον καὶ παρακαλοῦσιν αὐτὸν ἵνα ἐπιθῇ αὐτῷ τὴν χεῖρα. Καὶ ἀπολαβόμενος αὐτὸν ἀπὸ τοῦ ὄχλου κατ᾿ ἰδίαν ἔβαλε τοὺς δακτύλους αὐτοῦ εἰς τὰ ὦτα αὐτοῦ, καὶ πτύσας ἥψατο τῆς γλώσσης αὐτοῦ,καὶ ἀναβλέψας εἰς τὸν οὐρανὸν ἐστέναξε καὶ λέγει αὐτῷ· ἐφφαθᾶ, ὅ ἐστι διανοίχθητι. Καὶ εὐθέως διηνοίχθησαν αὐτοῦ αἱ ἀκοαὶ καὶ ἐλύθη ὁ δεσμὸς τῆς γλώσσης αὐτοῦ, καὶ ἐλάλει ὀρθῶς. Καὶ διεστείλατο αὐτοῖς ἵνα μηδενὶ εἴπωσιν· ὅσον δὲ αὐτὸς αὐτοῖς διεστέλλετο, μᾶλλον περισσότερον ἐκήρυσσον. Καὶ ὑπερπερισσῶς ἐξεπλήσσοντο λέγοντες· καλῶς πάντα πεποίηκε καὶ τοὺς κωφοὺς ποιεῖ ἀκούειν καὶ τοὺς ἀλάλους λαλεῖν.

Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου

Εἰς τό᾽Εξαιρέτως

ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σ μεγαλνομεν.

Κοινωνικόν

Μακάριοι, οὓς ἐξελέξω, καὶ προσελάβου Κύριε, καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν. Ἀλληλούϊα.

ἦχος β’

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου.  στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα,  Ἀλληλουΐα, Ἀλληλουΐα.

ἦχος β’

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (Τρίς).

https://agioskosmasoaitolos.wordpress.com

17 ΜΑΡ18 ΣΑΒΒΑΤΟΝ Δ΄ΝΗΣΤΕΙΩΝ

Advertisements

One thought on “ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΣΑΒΒΑΤΟΝ Δ΄ΝΗΣΤΕΙΩΝ (2018)”

  1. ΠΡΩΤΑ ΑΠΟ ΟΛΑ ΕΝΑ ΠΟΛΥ ΜΕΓΑΛΟ ΕΥΧΑΡΙΣΤΩ ΓΙΑ ΤΟ ΕΡΓΟ ΠΟΥ ΚΑΝΕΤΕ.ΕΠΙΣΗΣ ΘΑ ΗΘΕΛΑ ΝΑ ΣΑΣ ΠΑΡΑΚΑΛΕΣΩ ΝΑ ΒΑΛΕΤΕ ΤΗΣ ΛΕΙΤΟΥΡΓΙΕΣ ΑΠΟ ΤΗΝ ΚΥΡΙΑΚΗ ΤΩΝ ΒΑΊ΄ΩΝ ΜΕΧΡΙ ΚΑΙ ΤΟΝ ΕΣΠΕΡΙΝΟ ΤΗΣ ΑΓΑΠΗΣ ΓΙΑ ΝΑ ΜΕΛΕΤΗΣΟΥΜΕ ΚΑΙ ΕΜΕΙΣ.ΕΥΧΑΡΙΣΤΩ ΕΚ ΤΩΝ ΠΡΩΤΕΡΩΝ.ΚΑΙ ΚΑΛΟ ΠΑΣΧΑ ΝΑ ΕΧΕΤΕ.

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s