ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΣΑΒΒΑΤΟΝ Γ΄ΝΗΣΤΕΙΩΝ (2018)

10 ΜΑΡΤΙΟΥ 2018

Σάββατον τς Γβδομάδος τν Νηστειν

Μνμη το γου Μρτυρος Κοδρτου το ν Κορνθ, κα τν σν ατ.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη κα  κφνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα…

 

Καὶ ψλλομεν τετράκις ες χον β’ τ,

ὁ α’ χορὸς

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.

ὁ β’ χορὸς

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.

ὁ α’ χορὸς

Στχ. Μακάριοι, οὓς ἐξελέξω, καὶ προσελάβου Κύριε.

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.

ὁ β’ χορὸς

Στχ. Καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν.

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.

ὁ α’ χορὸς

πολυτκιον χος β’

πόστολοι Μάρτυρες, καὶ Προφῆται Ἱεράρχαι, Ὅσιοι καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες, καὶ τὴν πίστιν τηρήσαντες, παῤῥησίαν ἔχοντες πρὸς τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.

ὁ β’ χορὸς

Δξα Πατρὶ…χος πλ. δ’

Μνήσθητι Κύριε, ὡς ἀγαθὸς τῶν δούλων σου, καὶ ὅσα ἐν βίῳ ἥμαρτον συγχώρησον, οὐδεὶς γὰρ ἀναμάρτητος, εἰ μὴ σὺ ὁ δυνάμενος, καὶ τοῖς μεταστᾶσι δοῦναι τήν ἀνάπαυσιν.

ὁ α’ χορὸς

Κα νν… Θεοτοκον

Μήτηρ ἁγία ἡ τοῦ ἀφράστου φωτός, Ἀγγελικοῖς σε ὕμνοις τιμντες μεγαλνομεν.

Συναπτ μικρ κα  κφνησις

  τι σν τ κρτος…    

Μετὰ τὴν Α’ Στιχολογίαν

Καθίσματα Μαρτυρικὰ

Ἦχος πλ. α’

ὁ α’ χορὸς

Ἦχος πλ. β’

θλητικὸν ἀγῶνα ὑπομείναντες οἱ Ἅγιοι, καὶ τὰ βραβεῖα τῆς νίκης παρὰ σοῦ κομισάμενοι, κατήργησαν τὰς ἐπινοίας τῶν παρανόμων, ἐδέξαντο στεφάνους τῆς ἀφθαρσίας, δι’ αὐτῶν ὁ Θεός, δώρησαι ἡμῖν τὸ μέγα ἔλεος.

ὁ β’ χορὸς

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ, ὁ Θεὸς Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ, εὐλογητὸς ὁ Θεός.

θλητικαὶ ἐνστάσεις ἐπὶ τῷ σκάμματι, τυραννικοὶ αἰκισμοὶ ἐπὶ τοὺς Μάρτυρας, καὶ ἵσταντο χοροὶ τῶν Ἀσωμάτων, βραβεῖα κατέχοντες τῆς νίκης, ἐξέστησαν τυράννους, καὶ βασιλεῖς οἱ σοφοί, καθεῖλον τὸν Βελίαρ ὁμολογίᾳ Χριστοῦ, ὁ ἐνισχύσας αὐτούς, Κύριε δόξα σοι.

ὁ α’ χορὸς

Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωμεν ὁ Κύριος,πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς.

Τῶν Ἁγίων σου ἡ μνήμη Κύριε, σήμερον ἀνεδείχθη, ὡς Παράδεισος ὁ ἐν Ἐδέμ· ἐν αὐτῇ γὰρ ἀγάλλεται πᾶσα ἡ Κτίσις. Διὸ παράσχου ἡμῖν, τῇ αὐτῶν παρακλήσει, εἰρήνην καὶ τὸ μέγα ἔλεος.

ὁ β’ χορὸς

Δόξα… Νεκρώσιμον

ληθῶς ματαιότης τὰ σύμπαντα, ὁ δὲ βίος σκιὰ καὶ ἐνύπνιον· καὶ γὰρ μάτην ταράττεται πᾶς γηγενής, ὡς εἶπεν ἡ Γραφή· ὅτε τὸν Κόσμον κερδήσωμεν, τότε τῷ τάφῳ οἰκήσωμεν, ὅπου ὁμοῦ βασιλεῖς καὶ πτωχοί. Διὸ Χριστὲ ὁ Θεός, τοὺς μεταστάντας δούλους σου ἀνάπαυσον, ὡς φιλάνθρωπος.

ὁ α’ χορὸς

Καὶ νῦν … Θεοτοκίον

τὴν εὐλογημένην καλέσας σου Μητέρα, ἦλθες ἐπὶ τὸ πάθος ἑκουσίᾳ βουλῇ, λάμψας ἐν τῷ Σταυρῷ, ἀναζητῆσαι θέλων τὸν Ἀδάμ, λέγων τοῖς Ἀγγέλοις. Συγχάρητέ μοι, ὅτι εὑρέθηἡ ἀπολομένη δραχμή, ὁ πάντα σοφῶς οἰκονομήσας, Θεὸς δόξα σοι.

.

τὰ Εὐλογητάρια.

χος πλ. α’

ὁ β’ χορὸς

Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Τῶν Ἁγίων ὁ χορός, εὗρε πηγὴν τῆς ζωῆς καὶ θύραν Παραδείσου, εὕρω κἀγώ, τὴν ὁδὸν διὰ τῆς μετανοίας. τὸ ἀπολωλὸς πρόβατον ἐγὼ εἰμι. ἀνακάλεσαί με, Σωτήρ, καὶ σῶσόν με.

ὁ α’ χορὸς

Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

παλάμῃ ἐκ μὴ ὄντων πλάσας με, καὶ εἰκόνι σου θείᾳ τιμήσας, παραβάσει ἐντολῆς δὲ πάλιν με ἐπιστρέψας εἰς γῆν ἐξ ἧς ἐλήφθην, εἰς τὸ καθ’ ὁμοίωσιν ἐπανάγαγε, τὸ ἀρχαῖον κάλλος ἀναμορφώσασθαι.

ὁ β’ χορὸς

Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Εἰκὼν εἰμι, τῆς ἀῤῥήτου δόξης σου, εἰ καὶ στίγματα φέρω πταισμάτων, οἰκτείρησον τὸ σὸν πλάσμα, Δέσποτα, καὶ καθάρισον σῇ εὐσπαγχνίᾳ, καὶ τὴν ποθεινὴν πατρίδα παράσχου μοι. Παραδείσου πάλιν ποιῶν πολίτην με.

ὁ α’ χορὸς

Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

νάπαυσον, ὁ Θεὸς τοὺς δούλους σου, καὶ κατάταξον αὐτοὺς ἐν Παραδείσῳ, ὅπου χοροὶ τῶν Ἁγίων, Κύριε, καὶ οἱ δίκαιοι ἐκλάμψουσιν ὡς φωστῆρες, τοὺς κεκοιμημένους δούλούς σου ἀνάπαυσον, παρορῶν αὐτῶν πάντα τὰ ἐγκλήματα.

ὁ β’ χορὸς

Δξα Πατρί…  Τριαδικν

Τὸ τριλαμπὲς τῆς μιᾶς θεότητος, εὐσεβῶς ὑμνήσωμεν βοῶντες Ἅγιος εἶ, ὁ Πατὴρ ὁ ἄναρχος, ὁ συνάναρχος Υἱὸς καὶ θεῖον Πνεῦμα. φώτισον ἡμᾶς πίστει σοι λατρεύοντας, καὶ τοῦ αἰωνίου πυρὸς ἐξάρπασον.

ὁ α’ χορὸς

Κα νν…

Χαῖρε σεμνή, ἡ Θεὸν σαρκὶ τεκοῦσα, εἰς πάντων σωτηρίαν, δι’ ἧς γένος τῶν ἀνθρώπων εὕρατο τὴν σωτηρίαν, διὰ σοῦ εὕροιμεν Παράδεισον, Θεοτόκε, ἁγνὴ εὐλογημένη. 

ὁ β’ χορὸς

λληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.

ὁ α’ χορὸς

λληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.

ὁ β’ χορὸς

λληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.

 ὁ α’ χορὸς

Καί ἀναύπασον τοὺς δούλους Σου.

ὁ ῾Ιερεύς:Ελέησον ἡμᾶς, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καί ἐλέησον.
ὁ  α’ χορός: Κύριε, ἐλέησον γ´ (χύμα).

ὁ ῾Ιερεύς:Ετι δεόμεθα ὑπέρ μακαρίας μνήμης καί αἰωνίου ἀναπαύσεως πάντων τῶν ἐπ’ ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου κεκοιμημένων εὐσεβῶς ὀρθοδόξων χριστιανῶν, βασιλέων, πατριαρχῶν, ἀρχιερέων, ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων, μοναχῶν, πατέρων, προπατόρων, πάππων, προπάππων, γονέων, συζύγων, τέκνων, ἀδελφῶν καί συγγενῶν ἡμῶν ἐκ τῶν ἀπ’ ἀρχῆς καί μέχρι τῶν ἐσχάτων, καί ὑπέρ τοῦ συγχωρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα ἑκούσιόν τε καί ἀκούσιον.

ὁ β’ Χορός: Κύριε, ἐλέησον γ´ (χύμα).

ὁ ῾Ιερεύς: ῞Οπως, Κύριος ὁ Θεός, τάξῃ τὰς ψυχὰς αὐτῶν ἔνθα οἱ δίκαιοι ἀναπαύονται· τά ἐλέη τοῦ Θεοῦ, τήν βασιλείαν τῶν οὐρανῶν καί ἄφεσιν τῶν αὐτῶν ἁμαρτιῶν παρά Χριστῷ τῷ ἀθανάτῳ βασιλεῖ καί Θεῷ ἡμῶν αἰτησώμεθα.

ὁ α’ Χορός: Παράσχου, Κύριε.´ (χύμα).

ὁ ῾Ιερεύς: Τοῦ Κυρίου δεηθῶμεν

ὁ β’  Χορός: Κύριε, ἐλέησον (ἅπαξ.)  

Εἶθ’ οὕτως,

ὁ ῾Ιερεύς:

τήν εὐχήν

῾Ο Θεός τῶν πνευμάτων καί πάσης σαρκός, ὁ τόν διάβολον καταπατήσας, τόν δέ θάνατον καταργήσας καί ζωήν τῷ κόσμῳ Σου δωρησάμενος, Αὐτός, Κύριε, ἀνάπαυσον καί τάς ψυχάς τῶν κεκοιμημένων δούλων Σου,  βασιλέων, πατριαρχῶν, ἀρχιερέων, ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων, μοναχῶν, μοναζουσῶν καί πάντων τῶν ἀπό περάτων ἕως περάτων τῆς οἰκουμένης κεκοιμημένων εὐσεβῶς ὀρθοδόξων χριστιανῶν, πατέρων, προπατόρων, πάππων, προπάππων, γονέων, συζύγων, τέκνων, ἀδελφῶν καί συγγενῶν ἡμῶν ἐν τόπῳ φωτεινῷ, ἐν τόπῳ χλοερῷ, ἐν τόπῳ ἀναψύξεως, ἔνθα ἀπέδρα ὀδύνη, λύπη καί στεναγμός· πᾶν ἁμάρτημα τό παρ’ αὐτῶν πραχθέν, ἐν λόγῳ ἤ ἔργῳ ἤ διανοίᾳ, ὡς ἀγαθός καί φιλάνθρωπος Θεός, συγχώρησον, ὅτι οὐκ ἔστιν ἄνθρωπος, ὅς ζήσεται ἐπί τῆς γῆς καί οὐχ ἁμαρτήσει· Σύ γάρ μόνος ἐκτός ἁμαρτίας ὑπάρχεις· ἡ δικαιοσύνη Σου δικαιοσύνη εἰς τόν αἰῶνα καί ὁ λόγος Σου ἀλήθεια.

ὁ ῾Ιερεύς: Τοῦ Κυρίου δεηθῶμεν.

ὁ α’ Χορός: Κύριε, ἐλέησον  (ἅπαξ).

ὁ ῾Ιερεύς: Οτι Σύ εἶ ἡ ἀνάστασις, ….

Καθσματα χος πλ. α’

ὁ β’ χορὸς

νάπαυσον Σωτὴρ ἡμῶν, μετὰ Δικαίων τοὺς δούλους σου, καὶ τούτους κατασκήνωσον ἐν ταῖς αὐλαῖς σου, καθὼς γέγραπται, παρορῶν ὡς ἀγαθὸς τὰ πλημμελήματα αὐτῶν, τὰ ἑκούσια καὶ τὰ ἀκούσια, καὶ πάντα τὰ ἐν ἀγνοίᾳ καὶ γνώσει, φιλάνθρωπε.

ὁ α’ χορὸς

Δξα Πατρί… 

Τὰ ἑκούσια καὶ τὰ ἀκούσια, καὶ πάντα τὰ ἐν ἀγνοίᾳ καὶ γνώσει, φιλάνθρωπε.

ὁ β’ χορὸς

Κα ννΘεοτοκον

ἐκ Παρθένου ἀνατείλας τῷ κόσμῳ Χριστὲ ὁ Θεός, Υἱοὺς φωτὸς δι’ αὐτῆς ἀναδείξας, ἐλέησον ἡμᾶς.

Καὶ εὐθὺς ὁ Ν’ψαλμὸς χύμα

ᾨδὴ α’,

Ἦχος δ’  Ὁ Εἱρμὸς  «Τριστάτας κραταιούς,»

ὁ α’ χορὸς

Στίχ.  γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.  

Μαρτύρων ἱερῶν, ἱερῶς ἀθλησάντων, ἱερὰ καὶ θαυμαστή, ἐπέστη ἑορτή, φωταυγείᾳ τοῦ Πνεύματος, ἅπαντας φωταγωγοῦσα, συνελθόντες φιλέορτοι, κατὰ χρέος αὐτούς μακαρίσωμεν.

ὁ β’ χορὸς 

Στίχ.  γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

ς ἥλιος φαιδρός, ἀρετῶν δᾳδουχίᾳ, ἀνατέταλκας ἡμῖν, Κοδρᾶτε ἀθλητά, φεγγοβόλοις σου λάμψεσι, σκότος τῆς πολυθεΐας, ἐκδιώκων μακάριε, καὶ φωτίζων πιστῶν τὰ συστήματα.

ὁ α’ χορὸς

Δόξα Πατρί…

Τὴν πέτραν τῆς ζωῆς, Ἰησοῦν τὸν Σωτῆρα, καταγγέλλοντες Θεόν, ἠθλήσατε στερρῶς, καὶ πηγὴν ἁγιάσματος, πέτραν ὑποδεξαμένην, τῶν αἱμάτων τὰ ῥεύματα, φωταυγῆ ἀπειργάσασθε Μάρτυρες.

ὁ β’ χορὸς 

Καὶ νῦν… Θεοτοκίον

λύος ἐκ παθῶν, λογισμῶν τρικυμίας, ἐκ βελῶν τοῦ πονηροῦ, ἐκ πάσης προσβολῆς, ἐναντίας διάσωσον, ἄχραντε Θεοκυῆτορ, τὰς ψυχὰς τῶν ὑμνούντων σου, τὸν ἀνέκφραστον τόκον Πανάμωμε.

ᾨδὴ γ’,

Ἦχος δ’ Ὁ Εἱρμὸς  «Ὅτι στεῖρα ἔτεκεν,».

ὁ α’ χορὸς

Στίχ.  γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Οἱ στερροὶ ἀδάμαντες, τυμπανιζόμενοι ξίφει, καὶ ἀλγεινῶν ἰδέαις, προσομιλοῦντες καρτερῶς, τῷ θαυμαστῷ Θεῷ ἡμῶν ἐκραυγαζον· Ἅγιος εἶ Κύριε.

ὁ β’ χορὸς

Στίχ.  γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Τῇ σοφίᾳ Κοδρᾶτος, τῇ θεοδότῳ κατήργει, Ἑλληνικῆς σοφίας ἐρεσχελίας ἐναθλῶν, καὶ τοῖς οἰκείοις αἵμασιν, ἐν Πνεύματι θείῳ καλλυνόμενος.

ὁ α’ χορὸς

Δόξα Πατρί…

Σὺν Κοδράτῳ Ἄνεκτον, καὶ σὺν τῷ Παύλῳ Κρήσκεντα, Κυπριανὸν τὸν θεῖον, καὶ Διονύσιον ὁμοῦ, εὐσεβοφρόνως μέλψωμεν, τοῖς ᾄσμασι, πίστει ἐναθλήσαντας.

ὁ β’ χορὸς 

Καὶ νῦν… Θεοτοκίον

Νοῦς οὐδὲ οὐράνιος, τὴν ὑπὲρ νοῦν σου λοχείαν, διερμηνεῦσαι Κόρη δύναται· Νοῦ γὰρ τοῦ πρώτου ἐν γαστρί, Λόγον Ἁγνὴ συνέλαβες, τὸν τὰ πάντα λόγῳ συστησάμενον.

 

ὁ α’ χορὸς

Καταβασία

τι στεῖρα ἔτεκεν, ἡ ἐξ ἐθνῶν Ἐκκλησία, καὶ ἡ πολλὴ ἐν τέκνοις ἠσθένησε Συναγωγή, τῷ θαυμαστῷ Θεῷ ἡμῶν βοήσωμεν· Ἅγιος εἶ Κύριε.

Συναπτ μικρ κα  κφνησις

τι σ ε Θες μν,…

Κοντάκιον

Ήχος πλ. δ’

Ως απαρχάς τής φύσεως, τώ Φυτουργώ τής κτίσεως, η οικουμένη προσφέρει σοι, κύριε, τούς θεοφόρους Μάρτυρας, Ταίς αυτών ικεσίαις, εν ειρήνη βαθεία, τήν Εκκλησίαν σου, διά τής Θεοτόκου συντήρησον Πολυέλεε.

Κάθισμα  Ἦχος δ’

ὁ β’ χορὸς  

 Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ

Τῇ καρτερίᾳ τῶν δεινῶν θανατώσας, τὸν ὑπερήφανον ἐχθρὸν Ἀθλοφόρε, τὸν διὰ ξίφους θάνατον ὑπέμεινας, ἅμα τοῖς συνάθλοις σου, τοῖς πανσόφοις Κοδρᾶτε· ὅθεν ἑορτάζομεν, τὴν σεπτὴν ὑμῶν μνήμην, ἀναβοῶντες· Μνήσθητε ἡμῶν, πρὸς τὸν Δεσπότην, ἀήττητοι Μάρτυρες.

ὁ α’ χορὸς

Δόξα Πατρί… Καὶ νῦν…Θεοτοκίον ὅμοιον

Οὐ σιωπήσομεν ποτὲ Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; τὶς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ἦχος δ’

Ὁ Εἱρμὸς  «Ὁ καθήμενος ἐν δόξῃ,».

Στίχ.  γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Τῆς σοφίας σου τῷ λόγῳ, τοὺς ἀσόφους κατῄσχυνας, καὶ τῇ παραινέσει, τῶν θεοπειθῶν διδαγμάτων σου Μάρτυς Κοδρᾶτε ζωγρήσας θεῖον, Ἄνεκτον, τῷ Δεσπότῃ σου, καρτερικὸν φέρεις Μάρτυρα.

Στίχ.  γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

κ σπαργάνων ᾠκειώθης, τῷ τὰ πάντα ποιήσαντι, ἐκ παιδὸς τελείου, φρόνημα ἀνδρὸς ἐπιδέδειξαι, καὶ τὴν σοφίαν ποθήσας, ὅλος γέγονας, καθαρώτατον, Μάρτυς Χριστοῦ ἐνδιαίτημα.

Δόξα Πατρί…

ἐξάφωτος λυχνία, τῶν Μαρτύρων σου Κύριε, μυστικῷ ἐλαίῳ, ἐπαρδευομένη ἐμείωσε, πολυθεΐας τὴν νύκτα καὶ κατηύγασε, τοὺς κραυγάζοντας· Δόξα Χριστὲ τῇ δυνάμει σου.

Καὶ νῦν… Θεοτοκίον

ἁγία Θεοτόκος, ἣν οἰκῆσαι ηὐδόκησεν ὡς εὐώδη οἶκον, Λόγος τοῦ Πατρὸς ὁμοούσιος, οὐ κατεφλέχθη τὴν μήτραν, οὐκ ὠδίνησε· καὶ γὰρ τέτοκεν, Ἐμμανουὴλ τόν Θεάνθρωπον.

ᾨδὴ ε’,

Ἦχος δ’  Ὁ Εἱρμὸς

«Τὸν φωτισμόν σου Κύριε,».

Στίχ.  γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Τῷ φωτισμῷ τῆς γνώσεως, ἀγνοίας τὴν ἀχλύν, ἀποδιώκων Κυρίῳ προσάγεις, δῆμον Ἀθλητῶν σοφὲ Κοδρᾶτε, σὺν αὐτοῖς στεφανούμενος.

Στίχ.  γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

σκητικῶς τὸ πρότερον, νικήσας τῶν παθῶν, ἐπαναστάσεις τὸ δεύτερον, εἷλες κράτος δυσσεβῶν, Κοδρᾶτε Μάρτυς, ἐναθλήσας στερρότατα.

Δόξα Πατρί…

ναστομοῦται ἄνικμος, ἡ πέτρα προχοαῖς, σεπτῶν αἱμάτων καὶ ῥεῖθρον διαυγές, δίδωσι, πιστοὺς καθαγιάζον, θεϊκαῖς ἐπινεύσεσι.

Καὶ νῦν… Θεοτοκίον

πλαστουργήσας ἄχραντε, τὴν Εὔαν ἐκ πλευρᾶς, σοῦ ἐκ νηδύος Ἁγνὴ πλαστουργεῖται, σῶσαι τὸν Ἀδὰμ δι’ εὐσπλαγχνίαν, βουληθεὶς ὡς φιλάνθρωπος.

 

 ᾨδὴ ς’,

Ἦχος δ’  Ὁ Εἱρμὸς  «Ἐβόησε, προτυπῶν».

Στίχ.  γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

ξάριθμος, Ἀθλοφόρων χορὸς ἡμῖν ἔλαμψεν, ὡς ἀστέρων, Ἐκκλησίας σεπτῷ στερεώματι, τοὺς πιστοὺς φωτίζων, καὶ τῆς πλάνης σκεδάζων σκοτόμαιναν.

Στίχ.  γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Τὸ πέλαγος, τῶν βασάνων διήλθετε Μάρτυρες, ἀκυμάντως, καὶ τῆς ἄνω γαλήνης ἐτύχετε, τῶν πιστῶν λιμένες, γεγονότες καὶ πρέσβεις θερμότατοι.

Δόξα Πατρί…

Αἰνέσωμεν, σὺν Ἀνέκτῳ Κοδρᾶτον τὸν ἔνδοξον, καὶ σὺν Παύλῳ, Κυπριανὸν Διονύσιον Κρήσκεντα, τῆς Χριστοῦ ἀμπέλου, τὰ καλὰ καὶ κατάκαρπα κλήματα.

Καὶ νῦν… Θεοτοκίον

Οὐράνωσας, γεωθεῖσαν τὴν φύσιν Πανάμωμε, τῶν ἀνθρώπων, καὶ φθαρεῖσαν αὐτὴν ἐθεούργησας· διὰ τοῦτο πάντες, ἀσιγήτοις φωναῖς σὲ δοξάζομεν.

Τετραώδιον

ᾠδὴ ς’  Ἦχος δ’

Στίχ.  γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ἦλθον εἰς τὰ βάθη

Αἱμάτων ἠρδεύσατε σταγόσι, τῶν εὐσεβῶν καρδίας δυσσεβούντων δὲ τὰς παρατάξεις, περιφανῶς ἐν αὐταῖς ἐπνίξατε, Ἀθλοφόροι ἀξιάγαστοι.

Στίχ.  γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Δοξάσαντες μέλεσιν οἰκείοις, τὸν τοῦ παντὸς Δεσπότην, νῦν δοξάζεσθε ἀδιαλείπτως, δόξα πιστῶν, Ἀθληταὶ ὑπάρχοντες καὶ μεγάλοι ἀντιλήπτορες.

Στχ. Μακάριοι, οὓς ἐξελέξω, καὶ προσελάβου Κύριε. Νεκρώσιμον

ν λάκκῳ ἐτέθης κατωτάτω, τοὶς οὖν πιστῶς θανοῦσι τὴν ἀνάπαυσιν Λόγε, παράσχου, τῶν ἱερῶν Ἀθλητῶν δεήσεσι, καὶ πταισμάτων ἀπολύτρωσιν.

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

να σε φωναῖς διαπρυσίοις, ἀνευφημῶμεν Κόρη, τὰς φωνὰς ἡμῶν ταύτας προσδέχου, καὶ ἱλασμὸν ὀφλημάτων λήψεσθαι, τὸν Υἱόν σου καθικέτευε.

Ἕτερον Ποίημα τοῦ κυρίου Θεοδώρου

Ἦχος πλ. δ’

Στίχ.  γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Συνεχόμενον δέξαι με

Νῦν Μαρτύρων πανήγυρις, συνδράμωμεν καὶ τὰ ἆθλα αὐτῶν, τὰ πανσέβαστα μακαριοῦντες, Χριστὸν τὸν τούτους στέψαντα ὑμνήσωμεν.

Στίχ.  γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

ν τῇ θείᾳ πυρούμενοι ἀγάπῃ Χριστοῦ, ἐπ’ ἀνθράκων πυρὸς διαβαίνετε, ὡς ἐπὶ δρόσου, αὐτὸν ὑμνοῦντες Μάρτυρες μακάριοι.

Δόξα Πατρί…

Σὲ Τριὰς ὑπεράρχιε, καὶ θεία Μονάς, φῶς καὶ φῶτα μέλπω, ζωὴν καὶ ζωάς, Νοῦν Λόγον, Πνεῦμα ἅγιόν τε, καὶ ἅγια, τὸν ἕνα Θεόν.

Καὶ νῦν… Θεοτοκίον

κ τῆς ῥίζης ἀνέτειλε, σοῦ ἄνθος ζωῆς, Ἱεσσαὶ προπάτορ ἀνασκίρτησον, ὁ σῴζων Κόσμον, ἐκ τῆς ἁγνῆς Νεάνιδος, Χριστὸς ὁ Θεός.

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Πῦρ καὶ ξίφος καὶ θάνατον οὐ πτήξαντες, τὴν ὁμολογίαν διεσώσατε τῆς σωτηρίας, ὑπὸ Χριστοῦ νευρούμενοι μακάριοι.

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

ν νεκροῖς ὁ ἐλεύθερος, ὡς ὢν ἀρχηγός, ζωῆς καὶ θανάτου, σὺ ἀνάπαυσον, οὓς προσελάβου, καὶ ἐν αὐλαῖς σου, σκήνωσον Φιλάνθρωπε.

Καταβασία

Ὁ Εἱρμὸς

Συνεχόμενον δέξαι με φιλάνθρωπε, ἐκ πταισμάτων πολλῶν, καὶ προσπίπτοντα τοῖς οἰκτιρμοῖς σου, ὡς τὸν Προφήτην Κύριε, καὶ σῶσόν με.

Συναπτ μικρ κα  κφνησις

Σ γρ ε Βασιλες…

Κοντάκιον – Ἦχος πλ. δ’

Μετὰ τῶν Ἁγίων ἀνάπαυσον Χριστέ, τὰς ψυχὰς τῶν δούλων σου, ἔνθα οὐκ ἔστι πόνος, οὐ λύπη, οὐ στεναγμός, ἀλλὰ ζωὴ ἀτελεύτητος.

Ὁ Οἶκος

Αὐτὸς μόνος ὑπάρχεις ἀθάνατος, ὁ ποιήσας καὶ πλάσας τὸν ἄνθρωπον· οἱ βροτοὶ οὖν ἐκ γῆς διεπλάσθημεν, καὶ εἰς γῆν τὴν αὐτὴν πορευόμεθα, καθὼς ἐκέλευσας ὁ πλάσας με καὶ εἰπών μοι· Ὅτι γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ, ὅπου πάντες βροτοὶ πορευσόμεθα, ἐπιτάφιον θρῆνον ποιοῦντες ᾠδὴν τό, Ἀλληλούϊα.

Σ υ ν α ξ ά ρ ι ο ν

ΤΙ’ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Μάρτυρος Κοδράτου τοῦ ἐν Κορίνθῳ, καὶ τῶν σὺν αὐτῷ, Ἀνέκτου, Παύλου, Διονυσίου, Κυπριανοῦ καὶ Κρήσκεντος.

Στίχοι

  • Τῶν δυσσεβῶν τὴν πίστιν ὕβρεσι πλύνας

  • Τμηθεὶς Κοδρᾶτε σῶν ἀφ’ αἱμάτων πλύνῃ.

  • Γνωστοῖς Ἄνεκτον σὺν δυσὶ κτείνει ξίφος,

  • Οἷς οὐκ ἀνεκτὸν μὴ θανεῖν Θεοῦ χάριν.

  • Ὁρῶν καταθνῄσκοντα Κρήσκεντα ξίφει,

  • Σπεύδει σὺν αὐτῷ Κυπριανὸς τεθνάναι.

  • Ἀμφὶ δεκάτῃ Κοδρᾶτον ξίφος ἐγκατέπεφνε.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Ἀναστασίας τῆς Πατρικίας.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μαρκιανὸς ξύλοις θλασθεὶς τελειοῦται.

Στίχοι

  • Ἐθαύμασαν βροτοὶ σε θλασθέντα ξύλοις,

  • Ἀμὴν λέγω σοι, Μαρκιανέ, καὶ νόες.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. μήν.

ᾨδὴ ζ’,

Ἦχος δ’ Ὁ Εἱρμὸς  «Ὁ διασώσας ἐν πυρί,».

Στίχ.  γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

ν τῷ πυρὶ τῶν αἰκισμῶν, ἄνωθεν δεχόμενοι δρόσον, ὑπομονῆς σὺν τοῖς Παισίν, οἱ γενναῖοι ἐκραύγαζον Μάρτυρες· Ὑπερύμνητε, Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ.

Στίχ.  γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Τῇ ἐπομβρίᾳ τοῦ σεπτοῦ, αἵματος ὑμῶν Ἀθλοφόροι, πέτρα ἡ ἄνικμος τὸ πρίν, ἀνεστόμωται ῥεῖθρα προχέουσα, ἰαμάτων, τοῖς μέλπουσιν· ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ.

Δόξα Πατρί…

ς μυροθήκη νοητή, μύρα ἰαμάτων Κοδρᾶτε, ἡ τῶν λειψάνων σου σορός, ἀναβλύζει παθῶν ἀπελαύνουσα, τὸ δυσῶδες καὶ φλέγουσα, τῶν δαιμόνων παρατάξεις θείᾳ προνοίᾳ.

Καὶ νῦν… Θεοτοκίον

Εὐλογημένος ὁ καρπός, τῆς εὐλογημένης γαστρός σου, ὃν εὐλογοῦσιν οὐρανῶν αἱ Δυνάμεις, βροτῶν τε συστήματα, ὁ ἡμᾶς λυτρωσάμενος, τῆς κατάρας τῆς ἀρχαίας εὐλογητὸς εἶ.

Κανών α’, ᾨδὴ η’, τοῦ Μάρτυρος

Ἦχος δ’  Ὁ Εἱρμὸς   «Λυτρωτὰ τοῦ παντὸς».

Στίχ.  γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Λαμπρυνθεὶς ταῖς τῶν ἄθλων λαμπρότησι, στεφηφόρος Κυρίῳ παρίστασαι, σὺν τοῖς συνάθλοις ἔνδοξε, ἀναμέλπων Κοδρᾶτε· Πάντα τὰ ἔργα εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.

Στίχ.  γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

ρετῶν τῷ φωτὶ καλλυνόμενος, ἐπὶ τέλει Μαρτύρων λαμπρότητα, κατεκληρώσω πάνσοφε, ἀναμέλπων Κοδρᾶτε· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.

Δόξα Πατρί…

Προτειχίσματα Κόρινθος κέκτηται, τῶν Ἁγίων τε τίμια λείψανα, καὶ ἰατρεῖον ἄμισθον, τὸν ναόν, ἔνθα πίστει, πᾷς ὁ προστρέχων, ἀλγεινῶν καὶ παθῶν ἀπαλλάττεται.

Καὶ νῦν… Θεοτοκίον

Λυτρωθέντες ἀρᾶς τῆς Προμήτορος, διὰ σοῦ τῆς Ἁγνῆς Θεομήτορος, εὐλογημένη Δέσποινα, εὐλογοῦμέν σε πίστει, καὶ μελῳδοῦμεν· Εὐλογεῖτε τὰ ἔργα τὸν Κύριον.

Καταβασία

ὁ β’ χορὸς 

ᾠδὴ η’ Ὁ Εἱρμὸς   ἦχος πλ.δ’

Στχ. Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον.

Οἱ θεοῤῥήμονες Παῖδες ἐν τῇ καμίνῳ, σὺν τῷ πυρὶ καὶ τὴν φλόγα, καταπατοῦντες ὑπέψαλλον. Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ΤΙΜΙΩΤΕΡΑ (Ἦχος πλ.δ’)

ὁ α’ χορός

Στχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στχ.τι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

τι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

ποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

ντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…

Καταβασία

ὁ α’ χορός

δ θ’

Ὁ Εἱρμὸς

Ἦχος πλ.δ ’

Μεγαλύνομέν σε, τὴν Μητέρα τοῦ φωτός, καὶ δοξάζομέν σε, Θεοτόκε Παρθένε, ὡς τεκοῦσαν Χριστόν, τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν.

ὁ β’ χορός

ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σ μεγαλνομεν.

Συναπτ μικρκα  κφνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

ΦΩΤΑΓΩΓΙΚΑ

ὁ α’ χορός

ΗΧΟΣ ΠΛ. Β’

Προστασίαις Κύριε τῶν Ἀσωμάτων, κατάπεμψον ταῖς ψυχαῖς ἡμῶν, τὸ φῶς σου τὸ ἀΐδιον.

ὁ β’ χορός

Προστασίαις Κύριε τῶν Ἀσωμάτων, κατάπεμψον ταῖς ψυχαῖς ἡμῶν, τὸ φῶς σου τὸ ἀΐδιον.

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

ὁ α’ χορός

Ἦχος γ’ Ὁ οὐρανὸν τοῖς ἄστροις

Ὁ καὶ νεκρῶν καὶ ζώντων, ἐξουσιάζων ὡς Θεός, ἀνάπαυσον τοὺς σοὺς δούλους, ἐν ταῖς σκηναῖς τῶν ἐκλεκτῶν, εἰ γὰρ καὶ ἥμαρτον Σῶτερ, ἀλλ’ οὐκ ἀπέστησαν ἐκ σοῦ.

ὁ β’ χορός

Θεοτοκίον

Ὁ γλυκασμὸς τῶν Ἀγγέλων, τῶν θλιβομένων ἡ χαρά, χριστιανῶν ἡ προστάτις, Παρθένε Μήτηρ Κυρίου, ἀντιλαβοῦ μου καὶ ῥῦσαι, τῶν αἰωνίων βασάνων.

ΑΙΝΟΙ

ὁ α’ χορός

Ἦχος πλ.β.

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Κύριε ἐν τῇ  μνήμῃ τῶν Ἁγίων σου, πᾶσα ἡ Κτίσις ἑορτάζει, οἱ οὐρανοὶ ἀγάλλονται σὺν τοῖς Ἀγγέλοις, καὶ ἡ γῆ εὐφραίνεται σὺν τοῖς ἀνθρώποις αὐτῶν ταῖς παρακλήσεσιν, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Κύριε εἰ μὴ τοὺς Ἁγίους σου εἴχομεν πρεσβευτάς, καὶ τὴν ἀγαθότητά σου συμπαθοῦσαν ἡμῖν, πῶς ἐτολμῶμεν Σωτὴρ ὑμνῆσαί σε, ὃν εὐλογοῦσιν ἀπαύστως Ἄγγελοι; Καρδιογνῶστα φεῖσαι τῶν ψυχῶν ἡμῶν.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

Μνήμη Μαρτύρων, ἀγαλλίαμα τοῖς φοβουμένοις τὸν Κύριον· ἀθλήσαντες γὰρ διὰ Χριστόν, στεφάνους παρ’ αὐτοῦ ἐκομίσαντο, καὶ νῦν ἐν παρρησίᾳ πρεσβεύουσιν, ὑπέρ τῶν ψυχῶν ἡμῶν.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Τοὺς ἐκλεκτοὺς ἐθαυμάστωσε, καὶ Ἁγίους ὁ Θεὸς ἡμῶν, ἀγαλλιᾶσθε καὶ εὐφραίνεσθε πάντες οἱ δοῦλοι αὐτοῦ· ὑμῖν γὰρ ἡτοίμασε τὸν στέφανον, καὶ τὴν Βασιλείαν αὐτοῦ, ἀλλ’ αἰτοῦμεν, καὶ ἡμῶν μὴ ἐπιλάθησθε.

ὁ α’ χορός

Δόξα Πατρί… Νεκρώσιμον – ἦχος πλ.β’  τοῦ Δαμασκηνοῦ

Ἄλγος τῷ Ἀδὰμ ἐχρημάτισεν, ἡ τοῦ ξύλου ἀπόγευσις, πάλαι ἐν Ἐδέμ, ὅτε ὄφις ἰὸν ἐξηρεύξατο· δι’ αὐτοῦ γὰρ εἰσῆλθεν ὁ θάνατος, παγγενῆ κατεσθίων τὸν ἄνθρωπον· ἀλλ’ ἐλθὼν ὁ Δεσπότης καθεῖλεν τὸν δράκοντα, καὶ ἀνάστασιν ἡμῖν ἐδωρήσατο. Πρὸς αὐτὸν οὖν βοήσωμεν· Φεῖσαι Σωτήρ, καὶ οὓς προσελάβου, ἀνάπαυσον, ὡς φιλάνθρωπος.

ὁ β’ χορός

Καὶ νῦν… Θεοτοκίον – ἦχος ὁ αὐτὸς

Πρεσβείαις τῆς τεκούσης σε, Χριστὲ καὶ τῶν Μαρτύρων σου, Ἀποστόλων, Προφητῶν, Ἱεραρχῶν, Ὁσίων καὶ Δικαίων, καὶ πάντων τῶν Ἁγίων, τοὺς κοιμηθέντας δούλους σου ἀνάπαυσον.

Ὁ προεστὼς

Σοὶ δόξα πρέπει, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῶ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. μήν.

Ὁ Ἀναγνώστης χύμα τὸ

Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμεν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ Υἱός τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεά. Ἐγὼ εἶπα. Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς. ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πληρώσωμεν τὴν ἑωθινήν… Σὸν γὰρ ἐστὶν… 

Ες τ πστιχα

Στιχηρ Νεκρσιμα Προσμοια

κ τν το Θεοφνους

ὁ α’χορὸς

Ἦχος πλ.β’ Ὅλην ἀποθέμενοι

χων ἀκατάληπτον, τὴν εἰς ἡμᾶς εὐσπλαγχνίαν, καὶ πηγὴν ἀκένωτον, θεϊκῆς χρηστότητος πολυέλεε, τοὺς πρὸς σὲ Δέσποτα, μεταβεβηκότας, ἐν γῇ ζώντων κατασκήνωσον, εἰς τὰ σκηνώματα, τὰ ἀγαπητὰ καὶ ποθούμενα, κατάσχεσιν δωρούμενος, τὴν διηνεκῶς διαμένουσαν· σὺ γὰρ ὑπὲρ πάντων, ἐξέχεας τὸ αἷμά σου Χριστέ, καὶ ζωηφόρῳ τιμήματι, Κόσμον ἐξηγόρασας.

ὁ β’ χορὸς

Στίχ. Μακάριοι, οὓς ἐξελέξω καὶ προσελάβου, Κύριε.

Νέκρωσιν ὑπέμεινας, ζωοποιὸν ἑκουσίως, καὶ ζωὴν ἐπήγασας, καὶ τρυφὴν ἀΐδιον, πιστοῖς δέδωκας, ἐν ᾗ κατάταξον, τοὺς κεκοιμημένους, ἐπ’ ἐλπίδι ἀναστάσεως, τὰ τούτων πταίσματα, πάντα συγχωρῶν ἀγαθότητι, ὡς μόνος ἀναμάρτητος, μόνος ἀγαθὸς καὶ φιλάνθρωπος· ἵνα διὰ πάντων, ὑμνῆταί σου τὸ ὄνομα Χριστέ, καὶ σεσωσμένοι δοξάζωμεν, τὴν φιλανθρωπίαν σου.

ὁ α’ χορὸς

Στίχ. Καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν.

Ζώντων κυριεύοντα, θεαρχικῇ ἐξουσίᾳ, καὶ νεκρῶν δεσπόζοντα, σὲ Χριστὲ γινώσκομεν πολυέλεε τοὺς πιστοὺς δούλους σου, τοὺς πρὸς σὲ τὸν μόνον, εὐεργέτην ἐκδημήσαντας, αὐτὸς ἀνάπαυσον, σὺν τοῖς ἐκλεκτοῖς σου φιλάνθρωπε, ἐν τόποις ἀναψύξεως, ἐν ταῖς τῶν Ἁγίων λαμπρότησι, θελητὴς ἐλέους· ὑπάρχεις γὰρ καὶ σῴζεις ὡς Θεός, οὓς κατ’ εἰκόνα σου ἔπλασας, μόνε Πολυέλεε.

ὁ β’ χορὸς

Δόξα Πατρί…Καὶ νῦν… Θεοτοκίον Ὅμοιον

φθης ἐνδιαίτημα, θεοπρεπὲς Παναγία, καὶ Θεὸν ἐχώρησας, καὶ Θεὸν ἐγέννησας ἀπειρόγαμε, ἐν δυσὶ φύσεσιν, ἐν δυσὶν οὐσίαις, ἐν μιᾷ δὲ ὑποστάσει Ἁγνή, αὐτόν ἱκέτευε, τὸν μονογενῆ καὶ πρωτότοκον, τὸν σὲ παρθένον ἄμωμον, καὶ μετὰ τὸν τόκον φυλάξαντα, ψυχὰς ἀναπαῦσαι, τῶν πίστει κοιμηθέντων εὐσεβῶς, ἐν ἀκηράτῳ φαιδρότητι, καὶ μακαριότητι.

 

 

 

 

.

ὁ Προεστώς: γαθν τ ξομολογεσθαι τ Κυρῳ, κα ψλλειν τ νματ σου ψιστε, το ναγγλλειν τ πρωΐ τ λες σου, κα τν λθειν σου κατ νκτα.

Μεθ’ , Τρισγιον. Παναγα Τρις, Πτερ μν, τι σο στιν.

πολυτκιον

χος β’

πόστολοι Μάρτυρες, καὶ Προφῆται Ἱεράρχαι, Ὅσιοι καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες, καὶ τὴν πίστιν τηρήσαντες, παῤῥησίαν ἔχοντες πρὸς τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.

ὁ β’ χορὸς

Δξα Πατρί…χος πλ. δ’

Μνήσθητι Κύριε, ὡς ἀγαθὸς τῶν δούλων σου, καὶ ὅσα ἐν βίῳ ἥμαρτον συγχώρησον, οὐδεὶς γὰρ ἀναμάρτητος, εἰ μὴ σὺ ὁ δυνάμενος, καὶ τοῖς μεταστᾶσι δοῦναι τήν ἀνάπαυσιν.

ὁ α’ χορὸς

Κα νν… Θεοτοκον

Μήτηρ ἁγία ἡ τοῦ ἀφράστου φωτός, Ἀγγελικοῖς σε ὕμνοις τιμντες μεγαλνομεν.

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Τὰ παρόντα

ΑΝΤΙΦΩΝΑ

ντφωνον α’

χος β’

Στχ. α’. γαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

Στχ. β’. Τοῦ ἀναγγέλλειν τὸ πρωΐ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Στχ. γ’. τι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Δξα Πατρί… Κα νν…

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ντφωνον β’

Στχ. α’. Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός, ψάλλοντάς σοι, Ἀλληλούϊα.

Στχ. β’. Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει, καὶ ἐν ψαλμοῖς ἀλαλάξωμεν αὐτῷ, ὅτι Θεὸς μέγας, Κύριος καὶ Βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός…

Στχ. γ’. τι ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς, καὶ τὰ ὕψη τῶν ὀρέων αὐτοῦ εἰσιν, ὅτι αὐτοῦ ἐστιν ἡ θάλασσα, καὶ αὐτὸς ἐποίησεν αὐτήν, καὶ τὴν ξηράν αἱ χεῖρες αὐτοῦ ἔπλασαν.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός…

Δξα Πατρὶ…Κα νν…

Μονογενὴς Υἱὸς καὶ Λόγος του Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὤν τῆς Ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

ντφωνον γ’

Στχ. α’ Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

χος β’

πόστολοι Μάρτυρες, καὶ Προφῆται Ἱεράρχαι, Ὅσιοι καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες, καὶ τὴν πίστιν τηρήσαντες, παῤῥησίαν ἔχοντες πρὸς τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.

Στίχ. β’ Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

πόστολοι Μάρτυρες, καὶ Προφῆται Ἱεράρχαι,…

ΕΙΣΟΔΟΣ

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός,…

ψάλλοντάς σοι΄ Ἀλληλούϊα.

πολυτκιον

χος β’

πόστολοι Μάρτυρες, καὶ Προφῆται Ἱεράρχαι, Ὅσιοι καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες, καὶ τὴν πίστιν τηρήσαντες, παῤῥησίαν ἔχοντες πρὸς τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν. 

Ἐκ τοῦ Βήματος

χος πλ. δ’

Μνήσθητι, Κύριε, ὡς ἀγαθὸς τῶν δούλων σου καὶ ὅσα ἐν βίῳ ἥμαρτον συγχώρησον, οὐδεὶς γὰρ ἀναμάρτητος, εἰ μὴ σὺ ὁ δυνάμενος καὶ τοῖς μεταστᾶσι δοῦναι τήν ἀνάπαυσιν.

Τοῦ Ναοῦ 

Κοντκιον  χος πλ. δ’

ς ἀπαρχὰς τῆς φύσεως, τῷ φυτουργῷ τῆς κτίσεως, ἡ οἰκουμένη προσφέρει σοι, Κύριε, τοὺς θεοφόρους Μάρτυρες. Ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ βαθείᾳ τὴν Ἐκκλησίαν σου, δι τς Θεοτκου συντρησον, Πολυλεε.

Τρισάγιον

᾽Απόστολος

Προκείμενον Ἦχος πλ. β’

Εὐφράνθητι ἐπὶ Κύριον , καὶ ἀγαλλιᾶσθε δίκαιοι.

Στχ. Μακάριοι, ὧν ἀφέθησαν αἱ ἀνομίαι.  

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα

(Κεφ. Ι’, 32-38)

δελφοί, ἀναμιμνήσκεσθε τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες, πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων. Τοῦτο μέν, ὀνειδισμοῖς τε καὶ θλίψεσι θεατριζόμενοι, τοῦτο δέ, κοινωνοὶ τῶν οὕτως ἀναστρεφομένων γενηθέντες΄ καὶ γὰρ τοῖς δεσμοῖς μου συνεπαθήσατε, καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε, γινώσκοντες ἔχειν ἐν ἑαυτοῖς κρείττονα ὕπαρξιν ἐν οὐρανοῖς, καὶ μένουσαν. Μὴ ἀποβάλητε οὖν τὴν παῤῥησίαν ὑμῶν, ἥτις ἔχει μισθαποδοσίαν μεγάλην. Ὑπομονῆς γὰρ ἔχετε χρείαν, ἵνα τὸ θέλημα τοῦ Θεοῦ ποιήσαντες, κομίσητε τὴν ἐπαγγελίαν. Ἔτι γὰρ μικρὸν ὅσον ὅσον, ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ. Ὁ δὲ δίκαιος κ πστεως ζσεται.

λληλουΐα. (γ΄)

 Εὐαγγέλιον

Ἐκ τοῦ κατὰ Μάρκον. (Β’ 14-17).

Τῷ καιρῷ ἐκείνῳ, παράγων ὁ Ἰησοῦς εἶδε Λευΐν τὸν τοῦ Ἀλφαίου καθήμενον ἐπὶ τὸ τελώνιον͵ καὶ λέγει αὐτῷ΄ Ἀκολούθει μοι. Καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ. Καὶ ἐγένετο ἐν τῷ κατακεῖσθαι αὐτὸν ἐν τῇ οἰκίᾳ αὐτοῦ͵ καὶ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς Μαθηταῖς αὐτοῦ· ἦσαν γὰρ πολλοί, καὶ ἠκολούθησαν αὐτῷ. Καὶ οἱ γραμματεῖς τῶν Φαρισαίων͵ καὶ ἰδόντες ὅτι ἐσθίει μετὰ τῶν ἁμαρτωλῶν καὶ τελωνῶν ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ΄Τί ὅτι μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει; Καὶ ἀκούσας ὁ Ἰησοῦς λέγει αὐτοῖς΄ Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ΄ οἱ κακῶς ἔχοντες· οὐκ ἦλθον καλέσαι δικαίους, λλὰ μαρτωλος ες μετάνοιαν.

Δόξα σοι Κύριε, δόξα σοι.

Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου

Εἰς τό᾽Εξαιρέτως

ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σ μεγαλνομεν.

Κοινωνικόν

Μακάριοι, οὓς ἐξελέξω, καὶ προσελάβου Κύριε, καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν. λληλούϊα.

ἦχος β’

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου.  στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα,  Ἀλληλουΐα, Ἀλληλουΐα.

ἦχος β’

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (Τρίς).

https://agioskosmasoaitolos.wordpress.com

10 ΜΑΡ18 ΣΑΒΒΑΤΟΝ Γ΄ΝΗΣΤΕΙΩΝ

Advertisements

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s