ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΣΑΒΒΑΤΟΝ ΤΟΥ ΑΚΑΘΙΣΤΟΥ ΚΑΙ ΠΡΟΕΟΡΤΙΑ ΤΟΥ ΕΥΑΓΓΕΛΙΣΜΟΥ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ (2018)

24 ΜΑΡΤΙΟΥ 2018

Σάββατον τοῦ Ἀκαθίστου Ὕμνου.

Προερτια το Εαγγελισμο τς περαγας Θεοτκου.

Αποτέλεσμα εικόνας για ΕΥΑΓΓΕΛΙΣΜΟΣ ΤΗΣ ΘΕΟΤΟΚΟΥ

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη κα  κφνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα…

χος πλ. δ’

ὁ α’ χορὸς

Ἀμήν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στχ, ξομολογεῖσθε τῷ Κυρίῳ,  ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

Στχ, Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στχ,  Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

 Ἦχος πλ. δ’ Αὐτόμελον

Τὸ προσταχθὲν μυστικῶς, λαβὼν ἐν γνώσει, ἐν τῇ σκηνῇ τοῦ Ἰωσήφ, σπουδῇ ἐπέστη, ὁ Ἀσώματος λέγων τῇ Ἀπειρογάμῳ, ὁ κλίνας τῇ καταβάσει τοὺς οὐρανούς, χωρεῖται ἀναλλοιώτως ὅλος ἐν σοί.  Ὃν καὶ βλέπων ἐν μήτρᾳ σου, λαβόντα δούλου μορφήν, ἐξίσταμαι κραυγάζειν σοι, χαῖρε, Νύμφη ἀνύμφευτε

ὁ β’ χορὸς

Δξα Πατρί

Τὸ προσταχθὲν μυστικῶς, …….

ὁ α’ χορὸς

Κα νν… Ἀπολυτίκιον Προεόρτιον Ἦχος δ’

Σήμερον τῆς παγκοσμίου χαρᾶς τὰ προοίμια, τὴν προεόρτιον ᾆσαι προτρέπεται· ἰδοὺ γὰρ Γαβριὴλ παραγίνεται, καὶ πρὸς αὐτὴν ἐκβοήσεται· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.

Συναπτ μικρ κα  κφνησις

  τι σν τ κρτος… 

ὁ α’ χορὸς

Κάθισμα  Ἦχος α’

Τὸν τάφον σου Σωτὴρ

μέγας Στρατηγός, τῶν ἀΰλων Ἀγγέλων εἰς πόλιν Ναζαρέτ, ἐπιστὰς Βασιλέα, μηνύει σοι Ἄχραντε, τῶν αἰώνων καὶ Κύριον, Χαῖρε λέγων σοι, εὐλογημένη Μαρία, ἀκατάληπτον, καὶ ἀνερμήνευτον βάθος, βροτῶν ἡ ἀνάκλησις.

ὁ β’ χορὸς

Δξα Πατρί… Κα νν… τὸ αὐτό

μέγας Στρατηγός, ……

Μετὰ τὴν β’ Στιχολογίαν.

ὁ α’ χορός

Ἦχος γ’Τὴν ὡραιότητα

Σήμερον ἅπασα κτίσις ἀγάλλεται, ὅτι τὸ Χαῖρέ σοι φάσκει ὁ Ἄγγελος, εὐλογημένη σὺ Ἁγνή, τοῦ Χριστοῦ Μήτηρ ἄχραντε. Σήμερον τοῦ ὄφεως, ἀμαυροῦται τὸ φρύαγμα· ἀρᾶς γὰρ διαλέλυται, ὁ δεσμὸς τοῦ Προπάτορος. Διὸ σοι καὶ ἡμεῖς ἐκβοῶμεν· Χαῖρε ἡ Κεχαριτωμένη

ὁ β’ χορὸς

Δξα Πατρί… Κα νν… τὸ αὐτό

Σήμερον ἅπασα κτίσις ἀγάλλεται, …..

Καὶ εὐθὺς ὁ Ν’ ψαλμὸς χύμα 

KANΩΝ
Ἀκροστιχὶς

«Χαρς δοχεον, σο πρπει χαρειν μνη. ωσφ»

 Ποημα ωσφ το μνογρφου.

ὁ α’ χορός

δ α’  χος δ’  Ερμς

νοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα .

ὁ β’ χορός

νοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα .

ὁ α’ χορός

περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Χριστοῦ βίβλον ἔμψυχον, ἐσφραγισμένην σε Πνεύματι, ὁ μέγας Ἀρχάγγελος, Ἁγνὴ θεώμενος, ἐπεφώνει σοι, Χαῖρε χαρᾶς δοχεῖον, δι’ ἧς τῆς Προμήτορος ἀρὰ λυθήσεται.

ὁ β’ χορός

περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

δὰμ ἐπανόρθωσις, χαῖρε Παρθένε Θεόνυμφε, τοῦ ᾅδου ἡ νέκρωσις, χαῖρε πανάμωμε, τὸ παλάτιον, τοῦ μόνου Βασιλέως. χαῖρε θρόνε πύρινε, τοῦ Παντοκράτορος,

ὁ α’ χορός

περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

όδον τὸ ἀμάραντον, χαῖρε ἡ μόνη βλαστήσασα, τὸ μῆλον τὸ εὔοσμον, χαῖρε ἡ τέξασα, τὸ ὀσφράδιον, τοῦ πάντων Βασιλέως, χαῖρε ἀπειρόγαμε, κόσμου διάσωσμα.

ὁ β’ χορός

περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

γνείας θησαύρισμα, χαῖρε δι’ ἧς ἐκ τοῦ πτώματος, ἡμῶν ἐξανέστημεν, χαῖρε ἡδύπνοον, κρίνον Δέσποινα, πιστοὺς εὐωδιάζον, θυμίαμα εὔοσμον, μύρον πολύτιμον.

ᾨδὴ α’, Προεόρτιος

Ἦχος δ’ Ὁ Εἱρμὸς  «Θαλάσσης, τὸ ἐρυθραῖον,».

ὁ α’ χορός

περαγία Θεοτόκε, σῶσον ἡμᾶς

κόσμος, περιχαρῶς εὐφράνθητι, ὥσπερ αἰσθόμενος, τὴν τοῦ Κυρίου κάθοδον ἐν σοί· διὰ σπλάγχνα ἐλέους γάρ, ἐξ οὐρανοῦ κατέρχεται, γαστρὶ Παρθένου σωματούμενος.

ὁ β’ χορός

περαγία Θεοτόκε, σῶσον ἡμᾶς

δοὺ σοι, τῇ Βασιλίδι στέλλεται, θεῖος Ἀρχάγγελος, τοῦ Βασιλέως πάντων καὶ Θεοῦ, προμηνῦσαι τὴν ἔλευσιν, καὶ προσφωνήσει· Χαῖρέ σοι, ἐπ’ ἀνακλήσει τοῦ Προπάτορος.

ὁ α’ χορός

Δξα Πατρὶ…

στάμνος, ἡ φωταυγὴς καὶ πάγχρυσος, διευτρεπίσθητι, πρὸς εἰσδοχὴν τοῦ μάννα τῆς ζωῆς· ἐπὶ σὲ γὰρ ἐλεύσεται, διὰ φωνῆς Ἀγγέλου σοι, ὑπερφυῶς εἰσοικιζόμενος.

ὁ β’ χορός

Κα νν…

Λαγόσι, σοῦ τῆς Ἁγνῆς οἰκίζεσθαι, μέλλει ὁ Κύριος, ὁ κατοικῶν ἀεὶ τοὺς οὐρανούς· οὐρανῶσαι γὰρ ἔρχεται, τῶν γηγενῶν τὸ φύραμα, τοῦτο σαφῶς ἐπενδυσάμενος.

Καταβασία

ὁ α’ χορός

νοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος,…

ὁ β’ χορός

ταύτης τὰ θαύματα .

ὁ α’ χορός

δ γ’  Ερμς

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον .

ὁ β’ χορός

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον .

ὁ α’ χορός

περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Στάχυν ἡ βλαστήσασα τὸν θεῖον, ὡς χώρα ἀνήροτος σαφῶς, χαῖρε ἔμψυχε τράπεζα, ἄρτον ζωῆς χωρήσασα, χαῖρε τοῦ ζῶντος ὕδατος, πηγὴ ἀκένωτος Δέσποινα.

ὁ β’ χορός

περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Δάμαλις τὸν μόσχον ἡ τεκοῦσα, τὸν ἄμωμον, χαῖρε τοῖς πιστοῖς, χαῖρε ἀμνὰς κυήσασα, Θεοῦ ἀμνὸν τὸν αἴροντα, κόσμου παντὸς τὰ πταίσματα, χαῖρε θερμὸν ἱλαστήριον.

ὁ α’ χορός

περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

ρθρος φαεινὸς χαῖρε ἡ μόνη, τὸν Ἥλιον φέρουσα Χριστόν, φωτὸς κατοικητήριον, χαῖρε τὸ σκότος λύσασα, καὶ τοὺς ζοφώδεις δαίμονας, ὁλοτελῶς ἐκμειώσασα.

ὁ β’ χορός

περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Χαῖρε πύλη μόνη ἣν ὁ Λόγος, διώδευσε μόνος ἡ μοχλοὺς, καὶ πύλας ᾅδου Δέσποινα, τῷ τόκῳ σου συντρίψασα, χαῖρε ἡ θεία εἴσοδος, τῶν σῳζομένων πανύμνητε.

ᾨδὴ γ’, Προεόρτιος

Ἦχος δ’ Ὁ Εἱρμὸς «Οὐκ ἐν σοφίᾳ»

ὁ α’ χορός

περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Γῆ τὰς ἀκάνθας, τῶν παθῶν λυπηρῶς ἡ βλαστήσασα, σκίρτα χόρευε· ἰδού, ὁ γεωργὸς ὁ ἀθάνατος, κατάρας ἐξαίρων σε, νῦν ἐπελεύσεται.

ὁ β’ χορός

περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

θεῖος πόκος, ἑτοιμάζου Παρθένε ἀμόλυντε· ἐπὶ σὲ γὰρ ὁ Θεός, ὡς ὑετὸς καταβήσεται, ξηρᾶναι τὰ ῥεύματα, τῆς παραβάσεως.

ὁ α’ χορός

Δξα Πατρί…

Τόμος ὁ θεῖος, εὐτρεπίζου· Πατρὸς τῷ δακτύλῳ γάρ, ἐγγραφήσεται ἐν σοί, ὁ θεῖος Λόγος σαρκούμενος, τὴν ἐξ ἀλογίας μου, λύων παράβασιν.

ὁ β’ χορός

Καί νν…

Χρυσῆ λυχνία, ὑποδέχου τὸ πῦρ τῆς Θεότητος, ἀναλάμπον διὰ σοῦ, καὶ φῶς τῷ κόσμῳ δωρούμενον, δι’ οὗ τῶν κακῶν ἡμῶν, σκότος λυθήσεται.

Καταβασία

ὁ α’ χορός

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφνων δξης ξωσον .

 Συναπτ μικρ κα  κφνησις

 Ὅτι σ ε Θες μν,…

Κοντάκιον Προεόρτιον Ἦχος δ‘  Ἐπεφάνης σήμερον

πελεύσει Πνεύματος τοῦ Παναγίου, τοῦ Πατρὸς τὸν σύνθρονον, καὶ ὁμοούσιον φωνῇ, τοῦ Ἀρχαγγέλου συνέλαβες, Θεοκυῆτορ, Ἀδὰμ ἡ ἀνάκλησις.

ὁ α’ χορός

Ἦχος γΤὴν ὡραιότητα

Σήμερον ἅπασα κτίσις ἀγάλλεται, ὅτι τὸ Χαῖρέ σοι φάσκει ὁ Ἄγγελος, εὐλογημένη σὺ Ἁγνή, τοῦ Χριστοῦ Μήτηρ ἄχραντε. Σήμερον τοῦ ὄφεως, ἀμαυροῦται τὸ φρύαγμα· ἀρᾶς γὰρ διαλέλυται, ὁ δεσμὸς τοῦ Προπάτορος. Διὸ σοι καὶ ἡμεῖς ἐκβοῶμεν· Χαῖρε ἡ Κεχαριτωμένη.

δ δ  Ερμς

καθήμενος ἐν δόξῃ ἐπὶ θρόνου θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ παλάμῃ, καὶ διέσωσε, τοὺς κραυγάζοντας. Δόξα Χριστέ, τῇ δυνάμει σου.

περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

ν φωναῖς ᾀσμάτων πίστει, σοὶ βοῶμεν Πανύμνητε, Χαῖρε πῖον ὄρος, καὶ τετυρωμένον ἐν Πνεύματι, χαῖρε λυχνία καὶ στάμνε, Μάννα φέρουσα, τὸ γλυκαῖνον, τὰ τῶν εὐσεβῶν αἰσθητήρια.

περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

λαστήριον τοῦ κόσμου, χαῖρε ἄχραντε Δέσποινα, χαῖρε κλῖμαξ γῆθεν, πάντας ἀνυψώσασα χάριτι, χαῖρε ἡ γέφυρα ὄντως, ἡ μετάγουσα, ἐκ θανάτου πάντας, πρὸς ζωήν τοὺς ὑμνοῦντάς σε.

περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Οὐρανῶν ὑψηλοτέρα, χαῖρε γῆς τὸ θεμέλιον, ἐν τῇ σῇ νηδύϊ, Ἄχραντε ἀκόπως βαστάσασα, χαῖρε κογχύλη πορφύραν θείαν βάψασα, ἐξ αἱμάτων σου, τῷ Βασιλεῖ τῶν Δυνάμεων.

. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Νομοθέτην ἡ τεκοῦσα, ἀληθῶς χαῖρε Δέσποινα, τὸν τὰς ἀνομίας, πάντων δωρεὰν ἐξαλείφοντα, ἀκατανόητον βάθος, ὕψος ἄῤῥητον, ἀπειρόγαμε, δι’ ἧς ἡμεῖς ἐθεώθημεν.

. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σὲ τὴν πλέξασαν τῷ κόσμῳ, ἀχειρόπλοκον στέφανον, ἀνυμνολογοῦμεν, Χαῖρέ σοι Παρθένε κραυγάζοντες, τὸ φυλακτήριον πάντων καὶ χαράκωμα, καὶ κραταίωμα, καὶ ἱερὸν καταφύγιον. 

ᾨδὴ ε’, Προεόρτιος

Ἦχος δ’  Ὁ Εἱρμὸς «Σὺ Κύριέ μου φῶς,»

περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ὦ ἄσπιλε Ἀμνάς, ὁ Ἀμνὸς τοῦ Θεου ἡμῶν, τὴν μήτραν σου ὑπεισδῦναι, κατεπείγεται αἴρων, ἡμῶν τὰ ἁμαρτήματα.

περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ῥάβδος ἡ μυστική, μέτ’ ὀλίγον ἀνθήσειεν, ὡς γέγραπται, θεῖον ἄνθος, Ἰεσσαὶ ἐκ τῆς ῥίζης, ἡμῖν ἐμφανιζόμενον.

Δξα Πατρί

Ἀγγέλου τῇ φωνῇ, πιανθεῖσα ὡς ἄμπελος, πρὸς βλάστησιν ἑτοιμάζου, τοῦ πεπείρου Παρθένε, καὶ ἀκηράτου βότρυος.

Κα νν

Μέγιστε Προφητῶν, Ἡσαΐα εὐφράνθητι· Παρθένος γὰρ ἣν προέφης, ἐν γαστρὶ συλλαμβάνει, Βουλῆς μεγάλης Ἄγγελον.                                     

δ ε  Ερμς

ξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου, σὺ γάρ, ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ, τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα.

περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

δὸν ἡ κυήσασα, ζωῆς χαῖρε Πανάμωμε, ἡ κατακλυσμοῦ τῆς ἁμαρτίας, σώσασα κόσμον, χαῖρε Θεόνυμφε, ἄκουσμα καὶ λάλημα φρικτόν, χαῖρε ἐνδιαίτημα, τοῦ Δεσπότου τῆς κτίσεως.

περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

σχὺς καὶ ὀχύρωμα, ἀνθρώπων χαῖρε Ἄχραντε, τόπε ἁγιάσματος τῆς δόξης, νέκρωσις ᾅδου, νυμφῶν ὁλόφωτε, χαῖρε τῶν Ἀγγέλων χαρμονή, χαῖρε ἡ βοήθεια, τῶν πιστῶς δεομένων σου.

περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Πυρίμορφον ὄχημα, τοῦ Λόγου χαῖρε Δέσποινα, ἔμψυχε Παράδεισε τὸ ξύλον, ἐν μέσῳ ἔχων ζωῆς τὸν Κύριον, οὗ ὁ γλυκασμὸς ζωοποιεῖ, πίστει τοὺς μετέχοντας, καὶ φθορᾷ ὑποκύψαντας.

περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

ωννύμενοι σθένει σου, πιστῶς ἀναβοῶμέν σοι, Χαῖρε πόλις τοῦ Παμβασιλέως, δεδοξασμένα, καὶ ἀξιάκουστα, περὶ ἧς λελάληνται σαφῶς, ὄρος ἀλατόμητον, χαῖρε βάθος ἀμέτρητον.

περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Εὐρύχωρον σκήνωμα, τοῦ Λόγου χαῖρε Ἄχραντε, κόχλος ἡ τόν θεῖον μαργαρίτην, προαγαγοῦσα, χαῖρε πανθαύμαστε, πάντων πρὸς Θεὸν καταλλαγὴ, τῶν μακαριζόντων σε. Θεοτόκε ἑκάστοτε.

ᾨδὴ ε’, Προεόρτιος

Ἦχος δ’ Ὁ Εἱρμὸς  «Σὺ Κύριέ μου φῶς,».

περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ὦ ἄσπιλε Ἀμνάς, ὁ Ἀμνὸς τοῦ Θεου ἡμῶν, τὴν μήτραν σου ὑπεισδῦναι, κατεπείγεται αἴρων, ἡμῶν τὰ ἁμαρτήματα.

περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ῥάβδος ἡ μυστική, μέτ’ ὀλίγον ἀνθήσειεν, ὡς γέγραπται, θεῖον ἄνθος, Ἰεσσαὶ ἐκ τῆς ῥίζης, ἡμῖν ἐμφανιζόμενον.

Δξα Πατρί

Ἀγγέλου τῇ φωνῇ, πιανθεῖσα ὡς ἄμπελος, πρὸς βλάστησιν ἑτοιμάζου, τοῦ πεπείρου Παρθένε, καὶ ἀκηράτου βότρυος.

    

Κα νν

Μέγιστε Προφητῶν, Ἡσαΐα εὐφράνθητι· Παρθένος γὰρ ἣν προέφης, ἐν γαστρὶ συλλαμβάνει, Βουλῆς μεγάλης Ἄγγελον.

δ ς  Ερμς

Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα, Θεὸν δοξάζοντες. 

περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Παστὰς τοῦ Λόγου ἀμόλυντε, αἰτία τῆς τῶν πάντων θεώσεως, χαῖρε Πανάχραντε, τῶν Προφητῶν περιήχημα, χαῖρε τῶν Ἀποστόλων, τὸ ἐγκαλλώπισμα.

περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

κ σοῦ ἡ δρόσος ἀπέσταξε, φλογμὸν πολυθεΐας ἡ λύσασα, ὅθεν βοῶμέν σοι, Χαῖρε, ὁ πόκος ὁ ἔνδροσος, ὃν Γεδεὼν Παρθένε, προεθεάσατο.

περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

δοὺ σοι, Χαῖρε, κραυγάζομεν, λιμὴν ἡμῖν γενοῦ θαλαττεύουσι καὶ ὁρμητήριον, ἐν τῷ πελάγει τῶν θλίψεων, καὶ τῶν σκανδάλων πάντων, τοῦ πολεμήτορος.

περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Χαρᾶς αἰτία χαρίτωσον, ἡμῶν τὸν λογισμὸν τοῦ κραυγάζειν σοι, Χαῖρε ἡ ἄφλεκτος βάτος, νεφέλη ὁλόφωτε,  ἡ τοὺς πιστοὺς ἀπαύστως, ἐπισκιάζουσα

ᾨδὴ ς’, Προεόρτιος

Ἦχος δ’  Ὁ Εἱρμὸς «Θύσω σοι».

περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Χαῖρέ σοι, Γαβριὴλ ὁ Ἀρχάγγελος φθέγγεται· τὴν γὰρ χαρὰν ἐν γαστρί σου, συλλαμβάνειν μέλλεις ἀνερμηνεύτως, ἣν ἡ Εὔα, παραβάσει Παρθένε ἀπώλεσεν.

περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Οὐ φλέξει, μὴ δειλιάσῃς ὅλως, τὴν μήτραν σου, πῦρ τῆς Θεότητος Κόρη· ἡ γὰρ βάτος πάλαι σε προετύπου, καιομένη, οὐδαμῶς φλεγομένη δὲ Πάναγνε.

Δξα Πατρί

Τὸ Ὄρος, Δανιὴλ ὃ προεῖδεν ἐν Πνεύματι, χαῖρε Παρθένε· ἐκ σοῦ γάρ, ὁ νοητὸς λίθος ἀποτμηθήσεται, καὶ συντρίψει, τῶν δαιμόνων τὰ ἄψυχα ξόανα.

Κα νν

Εἰρήνης, ὁ Βασιλεὺς ἐν σοὶ ἐπελεύσεται, τοῦ διὰ σοῦ εἰρηνεῦσαι, τοὺς πολεμηθέντας καὶ ἡττηθέντας, Θεομῆτορ, πονηρᾷ συμβουλίᾳ τοῦ ὄφεως

Καὶ εὐθύς Ἀναγνώστης χύμα:

Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν, εὐχαριστήρια, ἀναγράφω σοι ἡ Πόλις σου, Θεοτόκε, ἀλλ’ ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον ἵνα κράζω σοι, Χαῖρε, Νύμφη ἀνύμφευτε.

Συναξριον

ΤΚΔ‘ τοῦ αὐτοῦ μηνός, Προεόρτια τοῦ Εὐαγγελισμοῦ τῆς Ὑπεραγίας Θεοτόκου, καὶ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀρτέμονος, Ἐπισκόπου Σελευκείας τῆς Πισιδείας.

Στίχοι

  • Τὴν σάρκα ῥίψας, ὡς ἔλυτρον, Ἀρτέμων,

  • Οὐ γῆς ἔχων τι στέλλεται τὴν πρὸς πόλον.

  • Εἰκάδι ἀμφὶ τετάρτῃ ἐδέξατο Ἀρτέμον Ἐδέμ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος, Ἀρτέμονος, Πρεσβυτέρου Λαοδικείας.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Ζαχαρίας ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι

  • Θεῷ πρὸς ἰσχὺν ἐξομοιωθείς, Πάτερ,

  • Υἱῷ Θεοῦ σύγκληρος ἐκστὰς γῆς γίνῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι ὀκτὼ Μάρτυρες, οἱ ἐκ Καισαρείας τῆς Παλαιστίνης, ξίφει τελειοῦνται.

Στίχοι

  • Σωτῆρος ὀκτάριθμος ἐτμήθη φάλαγξ,

  • Τοῦ πρὶν περιτμηθέντος ὀκταημέρου.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Μαρτῖνος ὁ Θηβαῖος ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι

  • Καλῷ τραφεὶς κάλλιστα γήρᾳ, Μαρτῖνε,

  • Θανὼν θανοῦσι προστέθεισαι Πατράσι.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Σαββάτῳ τῆς πέμπτης Ἑβδομάδος τῶν Νηστειῶν, ἑορτάζομεν τὸν Ἀκάθιστον Ὕμνον τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου, καὶ Ἀειπαρθένου Μαρίας.

Στίχοι

  • Ὑμνοις ἀΰπναις εὐχαρίστως ἡ Πόλις,

  • Τὴν ἐν μάχαις ἄγρυπνον ὑμνεῖ Προστάτιν.

Ταῖς τῆς σῆς ὑπερμάχου τε καὶ ἀπροσμάχου Μητρὸς πρεσβείαις, Χριστὲ ὁ Θεὸς τῶν περικειμένων καὶ ἡμᾶς ἀπάλλαξον συμφορῶν, καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος φιλάνθρωπος. μήν.   

ΚΑΤΑΒΑΣΙΑΙ

ὁ α’ χορός

Ἦχος δ. ᾠδὴ α 

νοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.

ὁ β’ χορός

ᾠδὴ γ’

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθορος πηγή, θίασον συγκροτήσαντας πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ σου…

ὁ α’ χορός

στεφάνων δόξης ἀξίωσον.

ὁ β’ χορός

ᾠδὴ δ’

Ὁ καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ παλάμῃ καὶ διέσωσε, τοὺς κραυγάζοντας΄ Δόξα Χριστὲ τῇ δυνάμει σου.

ὁ α’ χορός

ᾠδὴ ε’ 

ξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου, σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα.

ὁ β’ χορός

ᾠδὴ Ϛ’

Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.

ὁ α’ χορός

ᾠδὴ ζ’

Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον, Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

ὁ β’ χορός

ᾠδὴ η’

Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον.

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ΤΙΜΙΩΤΕΡΑ (Ἦχος δ’)

ὁ α’ χορός

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ. τι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. τι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ.ποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. ντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…

Καταβασία

 ὁ α’ χορός

ᾠδὴ θ’.

πας γηγενής, σκιρτάτῳ τῷ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων, φύσις γεραίρουσα, τὰ ἱερὰ θαυμάσια, τῆς Θεομήτορος, καὶ βοάτω. Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνή, ειπρθενε.

Συναπτ μικρκα  κφνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…  

ξαποστειλρια

ὁ α’ χορὸς

Γυναῖκες ἀκουτίσθητε

Τὸ ἀπ’ αἰῶνος σήμερον, γνωρίζεται μυστήριον, ὁ τοῦ Θεοῦ Θεὸς Λόγος, Υἱὸς Παρθένου Μαρίας, δι’ εὐσπλαγχνίαν γίνεται, καὶ χαρᾶς εὐαγγέλια, ὁ Γαβριὴλ προσφθέγγεται, μεθ’ οὗ βοήσωμεν πάντες. Χαῖρε ἡ Μήτηρ Κυρίου.

ὁ β’ χορός

Ἦχος β’ Γυναῖκες ἀκουτίσθητε 

Ὡς δῶρα προεόρτια, προσφέρομέν σοι Πάναγνε, φιλοπτωχείας τὸν πλοῦτον, ἁγνείαν καὶ σωφροσύνην, ὕμνους εὐχὰς καὶ δάκρυα, νηστείαν καὶ ταπείνωσιν, ἐφ’ οἷς συμπράττοις Δέσποινα, καὶ ἅπαντας ἐποπτεύοις εὐσπλάγχνως, ὦ Θεομῆτορ.

ΑΙΝΟΙ

Ἦχος δ’

ὁ α’ χορός

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν·  αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Ὡς γενναῖον ἐν Μάρτυσιν

Κεκρυμμένον μυστήριον, καὶ Ἀγγέλοις ἀγνώριστον, Γαβριὴλ πιστεύεται ὁ Ἀρχάγγελος, καὶ ἐπὶ σὲ νῦν ἐλεύσεται, τὴν μόνην ἀκήρατον, καὶ καλὴν περιστεράν, καὶ τοῦ γένους ἀνάκλησιν, καὶ βοήσει σοι, Παναγία, τό, Χαῖρε, ἑτοιμάζου, διὰ λόγου Θεὸν Λόγον, σοῦ ταῖς λαγόσιν εἰσδέξασθαι.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Κεκρυμμένον μυστήριον,…  

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

Φωτοφόρον παλάτιον, ἡτοιμάσθη σοι Δέσποτα, ἡ νηδὺς ἡ ἄχραντος τῆς θεόπαιδος, δεῦρο πρὸς τοῦτο κατάβηθι, οἰκτείρας τὸ πλάσμα σου, φθονερῶς πολεμηθέν, καὶ δουλείᾳ κρατούμενον, τοῦ ἀλάστορος, καὶ τὸ κάλλος τὸ πρῴην ἀπολέσαν, καὶ τὴν σὴν σωτηριώδη, προσαναμένον κατάβασιν.

  β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Γαβριὴλ ὁ Ἀρχάγγελος, ἐπὶ σὲ Παναμώμητε, ἐμφανῶς ἐλεύσεται, καὶ βοήσει σοι, Χαῖρε κατάρας λυτήριον, πεσόντων ἀνόρθωσις, χαῖρε μόνη ἐκλεκτή, τῷ Θεῷ χρηματίσασα, χαῖρε ἔμψυχε, τοῦ ἡλίου νεφέλη, ὑποδέχου, τὸν Ἀσώματον ἐν μήτρᾳ, τῇ σῇ οἰκῆσαι θελήσαντα.

ὁ α’ χορός  

Δξα Πατρί…χος δ’

ὁ β’ χορός

Κα νν…

ὁ α’ χορός   

Γλῶσσαν ἣν οὐκ ἔγνω, ἤκουσεν ἡ Θεοτόκος, ἐλάλει γὰρ πρὸς αὐτὴν ὁ Ἀρχάγγελος, τοῦ Εὐαγγελισμοῦ τὰ ῥήματα, ὅθεν πιστῶς δεξαμένη τὸν ἀσπασμόν, συνέλαβέ σε τὸν προαιώνιον Θεόν, Διὸ καὶ ἡμεῖς ἀγαλλόμενοι βοῶμέν σοι, ὁ ἐξ αὐτῆς σαρκωθεὶς ἀτρέπτως Θεός, εἰρήνην τῷ κόσμῳ δώρησαι,…

ὁ β’ χορός

καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Δοξολογία Μεγάλη

εἰς ἦχον δ’ ( Ἀργή ἢ σύντομος )

ὁ α’ χορός

  • Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

ὁ β’ χορός

  • μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

ὁ α’ χορός

  • Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.

ὁ β’ χορός

  • Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

ὁ α’ χορός

  • Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

  • τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

ὁ α’ χορός

  • Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ὁ β’ χορός

  • Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

ὁ β’ χορός

  • Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

ὁ α’ χορός

  • Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

ὁ β’ χορός

  • τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

ὁ α’ χορός

  • Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ β’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

Ἅγιος ὁ Θεός,
ὁ β’ χορός

Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός

γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

καὶ εὐθύς

 ὁ β’ χορός

Ἀπολυτίκιον Προεόρτιον  Ἦχος δ’

Σήμερον τῆς παγκοσμίου χαρᾶς τὰ προοίμια, τὴν προεόρτιον ᾆσαι προτρέπεται· ἰδοὺ γὰρ Γαβριὴλ παραγίνεται, καὶ πρὸς αὐτὴν ἐκβοήσεται· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.

 ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

ΑΝΤΙΦΩΝΑ

Ἀντίφωνον Α’

Ἦχος β´.

Στίχ.. γαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

Στίχ. . Τοῦ ἀναγγέλλειν τῷ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Στίχ ΄τι εὔφρανάς με, Κύριε, ἐν τοῖς ποιήμασί Σου καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν Σου ἀγαλλιάσομαι.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Στίχ. . τι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Δόξα…Καὶ νῦν…

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Ἀντίφωνον Β’

Ἦχος πλ. α’

Στίχ. Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο ὁ Κύριος δύναμιν καὶ περιεζώσατο.

Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

Στίχ.’ Kαὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθησεται.

Πρεσβείαις τῶν ἁγίων σου, …..

Στίχ.  Θαυμαστοί οἱ μετεωρισμοί τῆς θαλάσσης, θαυμαστός ἐν ὑψηλοῖς ὁ Κύριος.

Πρεσβείαις τῶν ἁγίων σου,,,,,.

Στίχ. .Τά μαρτύριά σου επιστώθησαν σφόδρα τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν.

Πρεσβείαις τῶν ἁγίων σου,…

Δόξα Πατρὶ…Καὶ νῦν καὶ ἀεὶ…

μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

  ντφωνον Γ

Στχ. Ἀνάστηθι, Κύριε, εἰς τὴν ἀνάπαυσίν σου.  

Ἀπολυτίκιον Ἦχος πλ.δ

Τὸ προσταχθὲν μυστικῶς, λαβὼν ἐν γνώσει, ἐν τῇ σκηνῇ τοῦ Ἰωσήφ, σπουδῇ ἐπέστη, ὁ Ἀσώματος λέγων τῇ Ἀπειρογάμῳ, ὁ κλίνας τῇ καταβάσει τοὺς οὐρανούς, χωρεῖται ἀναλλοιώτως ὅλος ἐν σοί.  Ὃν καὶ βλέπων ἐν μήτρᾳ σου, λαβόντα δούλου μορφήν, ἐξίσταμαι κραυγάζειν σοι, χαῖρε, Νύμφη ἀνύμφευτε!

ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ

Εἰσοδικὸν

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον  ὅταν τελεῖται συλλείτουργον)

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἐν Ἁγίοις θαυμαστὸς…..
ψάλλοντάς σοι, Ἀλληλούϊα.

      ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον  ὅταν τελεῖται συλλείτουργον)

Ἀπολυτίκιον Ἦχος πλ.δ

Τὸ προσταχθὲν μυστικῶς, λαβὼν ἐν γνώσει, ἐν τῇ σκηνῇ τοῦ Ἰωσήφ, σπουδῇ ἐπέστη, ὁ Ἀσώματος λέγων τῇ Ἀπειρογάμῳ, ὁ κλίνας τῇ καταβάσει τοὺς οὐρανούς, χωρεῖται ἀναλλοιώτως ὅλος ἐν σοί.  Ὃν καὶ βλέπων ἐν μήτρᾳ σου, λαβόντα δούλου μορφήν, ἐξίσταμαι κραυγάζειν σοι, χαῖρε, Νύμφη ἀνύμφευτε!

Ἀπολυτίκιον Προεόρτιον  Ἦχος δ

Σήμερον τῆς παγκοσμίου χαρᾶς τὰ προοίμια, τὴν προεόρτιον ᾆσαι προτρέπεται· ἰδοὺ γὰρ Γαβριὴλ παραγίνεται, καὶ πρὸς αὐτὴν ἐκβοήσεται· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.

      

Τοῦ Ναοῦ

ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον  ὅταν τελεῖται συλλείτουργον)

Κοντάκιον Προεόρτιον Ἦχος δἘπεφάνης σήμερον

πελεύσει Πνεύματος τοῦ Παναγίου, τοῦ Πατρὸς τὸν σύνθρονον, καὶ ὁμοούσιον φωνῇ, τοῦ Ἀρχαγγέλου συνέλαβες, Θεοκυῆτορ, Ἀδὰμ ἡ ἀνάκλησις.

Τρισάγιον

Απόστολος

Προκείμενον ἦχος γ’

ᾠδὴ τῆς Θεοτόκου

Μεγαλύνει ἡ ψυχή μου, τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμα μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Στίχ. τι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ.

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα.

 (Κεφ. Θ´ 1- 7)

δελφοί, εἶχεν ἡ πρώτη σκηνὴ δικαιώματα λατρείας τό τε ἅγιον κοσμικόν. Σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη, ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥτις λέγεται Ἅγια· μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη Ἅγια ῾Αγίων, χρυσοῦν ἔχουσα θυμιατήριον καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ, ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα καὶ ἡ ῥάβδος ᾽Ααρὼν ἡ βλαστήσασα καὶ αἱ πλάκες τῆς διαθήκης, ὑπεράνω δὲ αὐτῆς Χερουβεὶμ δόξης κατασκιάζοντα τὸ ἱλαστήριον· περὶ ὧν οὐκ ἔστιν νῦν λέγειν κατὰ μέρος. Τούτων δὲ οὕτως κατεσκευασμένων, εἰς μὲν τὴν πρώτην σκηνὴν διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες, εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεύς, οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων.

Ἀλληλούϊα (γ’)

Εαγγέλιον

κ το κατ Λουκᾶν. (Α´ 39-49, 56).

ν ταῖς ἡμέραις ἐκείναις ἀναστᾶσα  Μαριὰμ, ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα · καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τήν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς · καὶ ἐπλήσθη Πνεύματος  Ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ, καὶ εἶπεν · Εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρὸς με; ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησεν ἐν ἀγαλλιάσει τὸ βρέφος ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι  ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ · Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμα μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρι μου. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ · ἰδοὺ γάρ, ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ  Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς, κα πστρεψεν ες τν οκον ατς.

Δόξα σοι Κύριε, δόξα σοι. 

Καὶ καθεξῆς Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου

Ες τ, ξαιρτως

ᾠδὴ θ’, ἦχος δ’.

πας γηγενής, σκιρτάτῳ τῷ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων, φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν, τῆς Θεομήτορος, καὶ βοάτω. Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνή, ειπρθενε.

Κοινωνικὸν

Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. λληλούϊα.  

ἦχος β

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα

ἦχος β

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρὶς)

πόλυσις  

https://agioskosmasoaitolos.wordpress.com

24 ΜΑΡ18 ΣΑΒΒΑΤΟΝ ΤΟΥ ΑΚΑΘΙΣΤΟΥ ΚΑΙ ΠΡΟΕΟΡΤΙΑ ΤΟΥ ΕΥΑΓΓΕΛΙΣΜΟΥ

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s