ΕΣΠΕΡΙΝΟΣ ΚΥΡΙΑΚΗΣ Δ΄ΝΗΣΤΕΙΩΝ (2018)

18 ΜΑΡΤΙΟΥ 2018

+ΚΥΡΙΑΚΗ Δ’ ΝΗΣΤΕΙΩΝ

Αποτέλεσμα εικόνας για ΑΓΙΟΣ ΙΩΑΝΝΗΣ ΤΗΣ ΚΛΙΜΑΚΟΣ

χος πλ. δ΄, Εωθινν Η´

Τ ΣΑΒΒΑΤ ΕΣΠΕΡΑΣ (17/03/18)

 

ὁ Ἱερες: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ὁ α’ χορός: μήν.

ναγνστης:

  •    Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.

  • Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

  • Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Ψαλμς ργ’ (103)

  • Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.

  • Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.

  • Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ.

  • Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων.

  • Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.

  • Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

  • Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα.

  • Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν.

  • Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τόπον, ὃν ἐθεμελίωσας αὐτά.

  • Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν.

  • Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνάμεσον τῶν ὀρέων διελεύσονται ὕδατα.

  • Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν.

  • Ἐπ’ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν.

  • Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.

  • Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων.

  • Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου.

  • Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.

  • Χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας.

  • Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν.

  •   Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγῳοῖς.

  •   Ἐποίησε σελήνην εἰς καιρούς ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ.

  • Ἔθου σκότος, καὶ ἐγένετο νύξ ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ.

  • Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς.

  • Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται.

  • Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας.

  • Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου.

  • Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων.

  • Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ.

  • Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον δόντος σου αὐτοῖς συλλέξουσιν.

  • Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται.

  • Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.

  • Ἐξαποστελεῖς τὸ πνεῦμα σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.

  • Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ.

  • Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται.

  • ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.

  • Ἠδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ.

  • Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

Κα πλιν

  • Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ ἔθου σκότος, καὶ ἐγένετο νύξ.

  • Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε πάντα ἐν σοφίᾳ ἐποίησας.

Δξα ΠατρίΚα νν

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ’).

ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.

                       ὁ διάκονος:

  • ν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. …..

Καὶ εὐθὺς στιχολογοῦμεν τὸ ΑΚάθισμα τοῦ Ψαλτηρίου.

(Μακάριος ἀνήρ…)

Συναπτή μικρά

ὁ α’ χορός

Ἦχος πλ.δ’  Ψαλμς ρμ’ (140)

  • Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.

     ὁ β’ χορός

  • Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.

ὁ α’ χορός

Στίχ. ξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.

σπερινὸν ὕμνον, καὶ λογικὴν λατρείαν, σοὶ Χριστὲ προσφέρομεν, ὅτι ηὐδόκησας, τοῦ ἐλεῆσαι ἡμᾶς, διὰ τῆς Ἀναστάσεως.

ὁ β’ χορός

Στίχ. μὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῶς μοι.

Κύριε, Κύριε, μὴ ἀποῤῥίψῃς ἡμᾶς ἀπὸ τοῦ προσώπου σου, ἀλλὰ εὐδόκησον, τοῦ ἐλεῆσαι ἡμᾶς, διὰ τῆς Ἀναστάσεως.

ὁ α’ χορός

Στίχ. κ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.

Χαῖρε Σιὼν ἁγία, Μήτηρ τῶν Ἐκκλησιῶν, Θεοῦ κατοικητήριον, σὺ γὰρ ἐδέξω πρώτη, ἄφεσιν ἁμαρτιῶν, διά τῆς Ἀναστάσεως.

ὁ β’ χορός

Στίχ.  Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.

ἐκ Θεοῦ Πατρὸς Λόγος, πρὸ τῶν αἰώνων γεννηθείς, ἐπ’ ἐσχάτων δὲ τῶν χρόνων, ὁ αὐτὸς ἐκ τῆς Ἀπειρογάμου σαρκωθείς, βουλήσει σταύρωσιν θανάτου ὑπέμεινε, καὶ τὸν πάλαι νεκρωθέντα ἄνθρωπον ἔσωσε, διὰ τῆς ἑαυτοῦ Ἀναστάσεως.

ὁ α’ χορός

Στίχ. ὰν ἀνομίας παρατηρήσης, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.

Τὴν ἐκ νεκρῶν σου Ἀνάστασιν, δοξολογοῦμεν Χριστέ, δι’ ἧς ἠλευθέρωσας Ἀδαμιαῖον γένος, ἐκ τῆς τοῦ ᾅδου τυραννίδος, καὶ ἐδωρήσω τῷ κόσμῳ ὡς Θεός, ζωὴν αἰώνιον, καὶ τὸ μέγα ἔλεος.

ὁ β’ χορός

Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

Δόξα σοι Χριστὲ Σωτήρ, Υἱέ, Θεοῦ μονογενές, ὁ προσπαγεὶς ἐν τῷ σταυρῷ, καὶ ἀναστὰς ἐκ τάφου τριήμερος.

ΤΟΥ ΟΣΙΟΥ

                                                                            ὁ α’ χορός

χος πλ.δ’

Στίχ. πὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραηλ ἐπὶ τὸν Κύριον.

Ὢ τοῦ παραδόξου θαύματος

Πάτερ Ἰωάννη Ὅσιε, διὰ παντὸς ἀληθῶς, τοῦ Θεοῦ ἐν τῷ λάρυγγι, τὰς ὑψώσεις ἔφερες, μελετῶν πρακτικώτατα, τὰ θεόπνευστα λόγια πάνσοφε, καὶ τὴν ἐκεῖθεν ἀναπηγάζουσαν, χάριν ἐπλούτησας, γεγονὼς μακάριος, τῶν ἀσεβῶν, πάντων τὰ βουλεύματα, καταστρεψάμενος.

ὁ β’ χορός

Στίχ. τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ’ αὐτῷ λύτρωσις’ καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραηλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Πάτερ Ἰωάννη Ὅσιε, διὰ παντὸς ἀληθῶς…

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

Πάτερ Ἰωάννη ἔνδοξε, ταῖς  τῶν δακρύων πηγαῖς, τὴν ψυχὴν καθαιρόμενος, καὶ παννύχοις στάσεσι, τὸν Θεὸν ἱλασκόμενος, ἀνεπτερώθης πρὸς τὴν ἀγάπησιν, τὴν τούτου μάκαρ καὶ ὡραιότητα, ἧς ἐπαξίως νῦν , ἀπολαύεις ἄληκτα, χαρμονικῶς, μετὰ τῶν συνάθλων σου, θεόφρον Ὅσιε.

ὁ β’ χορός

Στίχ. τι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

Πάτερ, Ἰωάννη ἔνδοξε, ἀναπτερώσας τὸν νοῦν, πρὸς Θεὸν διὰ πίστεως, κοσμικῆς συγχύσεως, ἑβδελύξω τὸ ἄστατον, καὶ τὸν Σταυρόν σου ἀναλαβόμενος, τῷ  παντεπόπτῃ κατηκολούθησας, σῶμα δυσήνιον, ἀγωγαῖς ἀσκήσεως τῷ  λογισμῷ, σθένει δουλωσάμενος, τοῦ θείου Πνεύματος.

ὁ α’ χορός

Δξα Πατρί… χος πλ.α ’

σιε Πάτερ τῆς φωνῆς τοῦ Εὐαγγελίου, τοῦ Κυρίου ἀκούσας, τὸν Κόσμον κατέλιπες, τὸν πλοῦτον καὶ τὴν δόξαν εἰς οὐδὲν λογισάμενος, ὅθεν πᾶσιν ἐβόας, Ἀγαπήσατε τὸν Θεὸν καὶ εὑρήσετε χάριν αἰώνιον, μηδὲν προτιμήσητε τῆς ἀγάπης αὐτοῦ, ἵνα ὅταν ἔλθῃ ἐν τῇ δόξῃ αὐτοῦ εὑρήσητε ἀνάπαυσιν μετὰ πάντων τῶν Ἁγίων, ὧν ταῖς ἱκεσίαις Χριστὲ φύλαξον, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.

ὁ β’ χορός

Κα νν…Ἦχος πλ.δ’  Θεοτοκίον

Βασιλεὺς τῶν οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη. Ἐκ Παρθένου γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος καὶ ἐκ ταύτης προελθὼν μετὰ τῆς προσλήψεως, εἷς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ’ οὐ τὴν ὑπόστασιν, διὸ τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν, ὃν ἱκέτευε Μήτηρ ἀνύμφευτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εσοδος.

Σοφα ρθοί !

χος β’

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.

σπρας Προκεμενον

 ὁ α’ χορός

χος β’

Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.

ὁ β’ χορός

Στίχ. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.

ὁ α’ χορός

Στίχ.Ἐνεδύσατο Κύριος δύναμιν, καὶ περιεζώσατο.

Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.

 

  • Ὁ διάκονος:

  • Εἴπωμεν πάντες ἐξ ὅλης ……

Ὁ Προεστὼς ἢ ὁ ναγνστης:

Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. μν.

  • Ὁ διάκονος:

  • Πληρώσωμεν τὴν ἑσπερινὴν …….

πστιχα

Στιχηρ Ἀναστάσιμα

 Ἦχος πλ. δ’

  • ὁ β’ χορός

 νῆλθες ἐπὶ Σταυροῦ, Ἰησοῦ, ὁ καταβὰς ἐξ οὐρανοῦ΄ ἦλθες ἐπὶ θάνατον, ἡ ζωὴ ἡ ἀθάνατος, πρὸς τοὺς ἐν σκότει, τὸ φῶς τὸ ἀληθινόν, πρὸς τοὺς πεσόντας, ἡ πάντων Ἀνάστασις, ὁ φωτισμός, καὶ ὁ Σωτὴρ ἡμῶν, δόξα σοι.

  • ὁ α’ χορός

Στίχ. Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο.

Χριστὸν δοξολογήσωμεν, τὸν ἀναστάντα ἐκ νεκρῶν, ψυχὴν καὶ σῶμα γὰρ ἀναλαβών, τῷ πάθει ἀπ’ ἀλλήλων διέτεμε, τῆς ἀχράντου μὲν ψυχῆς ἐν Ἅδῃ κατελθούσης, ὅν καὶ ἐσκύλευσε, τάφῳ δὲ διαφθορὰν οὐκ οἶδε τὸ ἅγιον σῶμα, τοῦ Λυτρωτοῦ τῶν ψυχῶν ἡμῶν.

  • ὁ β’ χορός

Στίχ. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

Ψαλμοῖς καὶ ὕμνοις δοξολογοῦμεν Χριστέ, τὴν ἐκ νεκρῶν σου Ἀνάστασιν, δι’ ἧς ἡμᾶς ἠλευθέρωσας, τῆς τυραννίδος τοῦ ᾍδου, καὶ ὡς Θεὸς ἐδωρήσω,  ζωὴν αἰώνιον, καὶ τὸ μέγα ἔλεος.

  • ὁ α’ χορός

Στίχ. Τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε εἰς μακρότητα ἡμερῶν.

Δέσποτα τῶν ἁπάντων, ἀκατάληπτε Ποιητὰ οὐρανοῦ καὶ γῆς, διὰ Σταυροῦ παθών, ἐμοὶ ἀπάθειαν ἐπήγασας, ταφὴν δὲ καταδεξάμενος, καὶ ἀναστὰς ἐν δόξῃ, συνανέστησας τὸν Ἀδὰμ χειρὶ παντοδυνάμῳ. Δόξα τῇ σῇ τριημέρῳ Ἐγέρσει, δι’ ἧς δεδώρησαι ἡμῖν, τὴν αἰώνιον ζωήν, καὶ ἱλασμὸν ἁμαρτιῶν, ὡς μόνος εὔσπλαγχνος.  

ὁ β’ χορός

Δξα Πατρί…χος β’ Ἰδιόμελον 

Τὸν ἐπὶ γῆς Ἄγγελον, καὶ ἐν οὐρανοῖς ἄνθρωπον Θεοῦ, τοῦ κόσμου τὴν εὐκοσμίαν, τὴν τρυφὴν τῶν ἀγαθῶν καὶ τῶν ἀρετῶν, τῶν Ἀσκητῶν τὸ καύχημα Ἰωάννην τιμήσωμεν, πεφυτευμένος γὰρ ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, ἐξήνθησε δικαίως, καὶ ὡσεὶ κέδρος ἐν ἐρήμῳ ἐπλήθυνε τὰ ποίμνια Χριστοῦ, τῶν λογικῶν προβάτων, ἐν Ὁσιότητι καὶ δικαιοσύνῃ.

ὁ α’ χορός

Κα νν… Θεοτοκίον    Ἦχος β’

θαύματος καινοῦ, πάντων τῶν πάλαι θαυμάτων! τίς γὰρ ἔγνω Μητέρα, ἄνευ ἀνδρὸς τετοκυῗαν, καὶ ἐν ἀγκάλαις φέρουσαν, τὸν ἅπασαν τὴν κτίσιν περιέχοντα; Θεοῦ ἐστι βουλὴ τὸ κυηθέν, ὃν ὡς βρέφος Πάναγνε, σαῖς ὠλέναις βαστάσα, καὶ μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, μὴ παύσῃ δυσωποῦσα ὑπὲρ τῶν σὲ τιμώντων, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

ὁ προεστὼς: Νῦν ἀπολύεις …Τρισάγιον…

ὁ α’ χορὸς

Ἀπολυτίκιον. Ἦχος πλ. δ.

 ξ ὕψους κατῆλθες ὁ εὔσπλαγχνος, ταφὴν καταδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῶν παθῶν· ἡ ζωὴ καὶ ἡ ἀνάστασις ἡμῶν, Κύριε δόξα σοι.

ὁ β’ χορός

Δόξα Πατρί… Ἦχος ὁ αὐτός τοῦ Ὁσίου

Ταῖς τῶν δακρύων σου ῥοαῖς, τῆς ἐρήμου τὸ ἄγονον ἐγεώργησας, καὶ τοῖς ἐκ βάθους στεναγμοῖς, εἰς ἑκατὸν τοὺς πόνους ἐκαρποφόρησας, καὶ γέγονας φωστήρ, τῇ Οἰκουμένῃ λάμπων τοῖς θαύμασιν Ἰωάννη Πατὴρ ἡμῶν ὅσιε, πρέσβευε Χριστῷ τῶ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ὁ α’ χορός

Καὶ νῦν… Θεοτοκίον

δι’ ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ Ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου, δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.

πόλυσις

« ἀναστάς ἐκ νεκρῶν Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν…»

https://agioskosmasoaitolos.wordpress.com

 17 ΜΑΡ18 ΕΣΠΕΡΙΝΟΣ ΚΥΡΙΑΚΗΣ Δ΄ΝΗΣΤΕΙΩΝ

 

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Google

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s