«Ἔθυσας τῷ Θεῷ θυσίαν αἰνέσεως » ΗΧΟΣ Δ΄ΔΟΞΑΣΤΙΚΟΝ ΕΣΠΕΡΙΝΟΥ ΕΟΡΤΗΣ ΑΓΙΟΥ ΧΑΡΑΛΑΜΠΟΥΣ ΠΑΝΑΓΙΩΤΗΣ ΝΕΟΧΩΡΙΤΗΣ

 

Δοξαστικὸν
Ἦχος δ’
Ἔθυσας τῷ Θεῷ θυσίαν αἰνέσεως Ἱερουργῶν τῷ Δεσπότῃ καὶ Κτίστῃ σου, ὡς ἱερεὺς ἐννομώτατος, οὗ καὶ τοῦ πάθους γέγονας μιμητής, θεόφρον Χαράλαμπες· σεαυτὸν γὰρ θυσίαν εὐπρόσδεκτον προσήγαγες, τῷ διὰ σὲ θυσίαν ἑαυτόν, τῷ Θεῷ καὶ Πατρὶ προσαγαγόντι. Διὸ συναγάλλῃ αὐτῷ εἰς οὐρανίους σκηνώσεις, ἐν Ἐκκλησίᾳ τῶν πρωτοτόκων ᾧ καὶ πρεσβεύεις ἀδιαλείπτως, ἵνα ῥυσθῶμεν ὀργῆς καὶ θλίψεως, οἱ τιμῶντές σου τὴν πανέορτον μνήμην, καὶ πόθῳ ζέοντι προσκυνοῦντες τὴν σὴν Κάραν, τὴν ἄπειρα θαύματα βρύουσαν, καὶ λοιμώδη νόσον ἐκ ποδῶν ποιουμένην, σωτηρίαν τε καὶ ἴασιν ἡμῖν βραβεύουσαν.

«Ὥσπερ ἀλάβαστρον » ΗΧΟΣ ΠΛ. Α΄ΔΟΞΑΣΤΙΚΟΝ ΑΙΝΩΝ ΕΟΡΤΗΣ ΑΓΙΟΥ ΧΑΡΑΛΑΜΠΟΥΣ ΝΙΚ.ΠΑΠΑΔΗΜΗΤΡΙΟΥ/ ΧΑΡ.ΣΥΜΕΩΝΙΔΗΣ

 

Δοξαστικὸν
Ἦχος πλ. α’
Ὥσπερ ἀλάβαστρον πλῆρες, ἡ τιμία σου κάρα θεσπέσιε, προχέει οἷόν τι μύρον πολύτιμον, τὰ ἰάματα, τούς τε πιστοὺς εὐωδιάζει θαυμασίως, καὶ τοὺς μετὰ πίστεως αὐτῇ προσιόντας, τῶν δεινῶν πάντων ῥύεται, τὴν δυσώδη τε πλάνην, καὶ νόσους παντοίας· καὶ τὴν πανώλην λοιμικὴν καταπαύουσα, εὐρωστίαν δωρεῖται πᾶσι, καὶ εἰρήνην καὶ μέγα ἔλεος.