ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΨΥΧΟΣΑΒΒΑΤΟΥ ΠΡΟ ΤΩΝ ΑΠΟΚΡΕΩ (2018)

 

10 ΦΕΒΡΟΥΑΡΙΟΥ 2018

Σάββατον πρό τς Απόκρεω (Ψυχοσάββατον).

Αποτέλεσμα εικόνας για ΨΥΧΟΣΑΒΒΑΤΟ

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη κα  κφνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα…

Καὶ ψλλομεν τετράκις ες χον πλ. δ’ τ,

ὁ α’ χορὸς

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.

ὁ β’ χορὸς

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.

ὁ α’ χορὸς

Στχ. Μακάριοι, οὓς ἐξελέξω, καὶ προσελάβου Κύριε.

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.

ὁ β’ χορὸς

Στχ. Καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν.

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.

ὁ α’ χορὸς

πολυτκιον  χος πλ. δ’

βάθει σοφίας φιλανθρώπως πάντα οἰκονομῶν, καὶ τὸ συμφέρον πᾶσιν ἀπονέμων, μόνε Δημιουργέ, ἀνάπαυσον Κύριε τὰς ψυχὰς τῶν δούλων σου, ἐν σοὶ γὰρ τὴν ἐλπίδα ἀνέθεντο, τῷ ποιητῇ καὶ πλάστῃ καὶ Θεῷ ἡμῶν.

ὁ β’ χορὸς

Δξα Πατρί…

ν σοὶ γὰρ τὴν ἐλπίδα ἀνέθεντο, τῷ ποιητῇ καὶ πλάστῃ καὶ Θεῷ ἡμῶν.

ὁ α’ χορὸς

Κα νν… Θεοτοκον

Σὲ καὶ τεῖχος καὶ λιμένα ἔχομεν, καὶ πρέσβιν εὐπρόσδεκτον, πρός, ὃν ἔτεκες Θεόν, Θεοτόκε ἀνύμφευτε, τν πιστν σωτηρα.

Συναπτ μικρ κα  κφνησις

  τι σν τ κρτος…    

Καθίσματα Μαρτυρικὰ

Ἦχος β’

ὁ α’ χορὸς

φαιδρύνας τοὺς Ἁγίους σου ὑπὲρ χρυσόν, καὶ δοξάσας τοὺς Ὁσίους σου ὡς ἀγαθός, ὑπ’ αὐτῶν δυσωπούμενος Χριστὲ ὁ Θεός, τὴν ζωὴν ἡμῶν εἰρήνευσον ὡς φιλάνθρωπος, καὶ τὴν εὐχὴν κατεύθυνον, ὡς θυμίαμα, ὁ μόνος ἐν Ἁγίοις ἀναπαυόμενος.

ὁ β’ χορὸς

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ ὁ Θεὸς Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ εὐλογητὸς ὁ Θεός.

θλοφόροι Κυρίου, μακαρία ἡ γῆ, ἡ πιανθεῖσα τοῖς αἵμασιν ὑμῶν, καὶ ἅγιαι αἱ σκηναί, αἱ δεξάμεναι τὰ πνεύματα ὑμῶν· ἐν σταδίῳ γὰρ τὸν ἐχθρὸν ἐθριαμβεύσατε καὶ Χριστὸν μετὰ παρρησίας ἐκηρύξατε. Αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.

ὁ α’ χορὸς

Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος, πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς.

πόστολοι Μάρτυρες, καὶ Προφῆται, Ἱεράρχαι, Ὅσιοι καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες, καὶ τὴν πίστιν τηρήσαντες, παρρησίαν ἔχοντες πρὸς τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.

ὁ β’ χορὸς

Δόξα Πατρί… Νεκρώσιμον

μνήμη τῶν κεκοιμημένων Κύριε, εἰς μνείαν τῶν προσδοκωμένων ἄγει με, καὶ καθορῶν μου τὴν καταδίκην, προσφέρω τὴν ἐκ βασάνων φωνήν· Ἐλεῆμον ἐλέησόν με.

ὁ α’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τὰ σὰ Θεοτόκε μυστήρια! τῇ ἁγνείᾳ ἐσφραγισμένη, καὶ παρθενίᾳ φυλαττομένη, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν· αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

τὰ Εὐλογητάρια.

χος πλ. α’

ὁ β’ χορὸς

Στίχ. Ελογητς ε, Κριε, δδαξν με τ δικαιματ σου.

Τῶν Ἁγίων ὁ χορός, εὗρε πηγὴν τῆς ζωῆς καὶ θύραν Παραδείσου, εὕρω κἀγώ, τὴν ὁδὸν διὰ τῆς μετανοίας. τὸ ἀπολωλὸς πρόβατον ἐγὼ εἰμι. ἀνακάλεσαί με, Σωτήρ, καὶ σῶσόν με.

ὁ α’ χορὸς

Στίχ. Ελογητς ε, Κριε, δδαξν με τ δικαιματ σου.

παλάμῃ ἐκ μὴ ὄντων πλάσας με, καὶ εἰκόνι σου θείᾳ τιμήσας, παραβάσει ἐντολῆς δὲ πάλιν με ἐπιστρέψας εἰς γῆν ἐξ ἧς ἐλήφθην, εἰς τὸ καθ’ ὁμοίωσιν ἐπανάγαγε, τὸ ἀρχαῖον κάλλος ἀναμορφώσασθαι.

ὁ β’ χορὸς

Στίχ. Ελογητς ε, Κριε, δδαξν με τ δικαιματ σου.

Εἰκὼν εἰμι, τῆς ἀῤῥήτου δόξης σου, εἰ καὶ στίγματα φέρω πταισμάτων, οἰκτείρησον τὸ σὸν πλάσμα, Δέσποτα, καὶ καθάρισον σῇ εὐσπαγχνίᾳ, καὶ τὴν ποθεινὴν πατρίδα παράσχου μοι. Παραδείσου πάλιν ποιῶν πολίτην με.

ὁ α’ χορὸς

Στίχ. Ελογητς ε, Κριε, δδαξν με τ δικαιματ σου.

νάπαυσον, ὁ Θεὸς τοὺς δούλούς σου, καὶ κατάταξον αὐτοὺς ἐν Παραδείσῳ, ὅπου χοροὶ τῶν Ἁγίων, Κύριε, καὶ οἱ δίκαιοι ἐκλάμψουσιν ὡς φωστῆρες, τοὺς κεκοιμημένους δούλούς σου ἀνάπαυσον, παρορῶν αὐτῶν πάντα τὰ ἐγκλήματα.

ὁ β’ χορὸς

Δξα Πατρὶ…  Τριαδικν

Τὸ τριλαμπὲς τῆς μιᾶς θεότητος, εὐσεβῶς ὑμνήσωμεν βοῶντες Ἅγιος εἶ, ὁ Πατὴρ ὁ ἄναρχος, ὁ συνάναρχος Υἱὸς καὶ θεῖον Πνεῦμα. φώτισον ἡμᾶς πίστει σοι λατρεύοντας, καὶ τοῦ αἰωνίου πυρὸς ἐξάρπασον.

ὁ α’ χορὸς

Κα νν…

Χαῖρε σεμνή, ἡ Θεὸν σαρκὶ τεκοῦσα, εἰς πάντων σωτηρίαν, δι’ ἧς γένος τῶν ἀνθρώπων εὕρατο τὴν σωτηρίαν, διὰ σοῦ εὕροιμεν Παράδεισον, Θεοτόκε, ἁγνὴ εὐλογημένη. 

ὁ β’ χορὸς

λληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.

ὁ α’ χορὸς

λληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.

ὁ β’ χορὸς

λληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.

 ὁ α’ χορὸς

Καί ἀναύπασον τοὺς δούλους Σου.

ὁ ῾Ιερεύς: ᾽Ελέησον ἡμᾶς, ὁ Θεός, ….. Οτι Σύ εἶ ἡ ἀνάστασις,

Καθσματα χος πλ. α’

ὁ α’ χορὸς

νάπαυσον Σωτὴρ ἡμῶν, μετὰ Δικαίων τοὺς δούλους σου, καὶ τούτους κατασκήνωσον ἐν ταῖς αὐλαῖς σου, καθὼς γέγραπται, παρορῶν ὡς ἀγαθὸς τὰ πλημμελήματα αὐτῶν, τὰ ἑκούσια καὶ τὰ ἀκούσια, καὶ πάντα τὰ ἐν ἀγνοίᾳ καὶ γνώσει, φιλάνθρωπε.

ὁ β’ χορὸς

Δξα Πατρὶ… 

Τὰ ἑκούσια καὶ τὰ ἀκούσια, καὶ πάντα τὰ ἐν ἀγνοίᾳ καὶ γνώσει, φιλάνθρωπε.

ὁ α’ χορὸς

Κα ννΘεοτοκον

ἐκ Παρθένου ἀνατείλας τῷ κόσμῳ Χριστὲ ὁ Θεός, Υἱοὺς φωτὸς δι’ αὐτῆς ἀναδείξας, λησον μς.

Καὶ εὐθὺς ὁ Ν’ψαλμὸς χύμα

δ α’  χος πλ. δ’

Τοῦ ἀναξίου Θεοδώρου

ὁ α’ χορὸς

Ὁ Εἱρμὸς

σμα ἀναπέμψωμεν λαοί, τῷ θαυμαστῷ Θεῷ ἡμῶν, ἀπαλλάξαντι τὸν Ἰσραὴλ ἐκ δουλείας, ᾠδὴν ἐπινίκιον ᾄδοντες καὶ βοῶντες΄ ᾌσωμέν σοι, τῷ μόνῳ Δεσπότῃ.

ὁ β’ χορὸς

Στχ. Μακάριοι, οὓς ἐξελέξω, καὶ προσελάβου Κύριε.

Πάντες δυσωπήσωμεν Χριστόν, τελοῦντες μνήμην σήμερον, τῶν ἀπ’ αἰῶνος νεκρῶν, ἵνα τοῦ αἰωνίου πυρὸς αὐτοὺς ῥύσηται, πίστει κεκοιμημένους, καὶ ἐλπίδι ζωῆς αἰωνίου.

ὁ α’ χορὸς

Στχ. Καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν.

Βάθει τῶν κριμάτων σου Χριστέ, πανσόφως σὺ προώρισας, ἑκάστου τέλος ζωῆς, τὸν ὅρον καὶ τὸν τρόπον, διὸ οὓς ἐκάλυψε τάφος, ἐν πάσῃ χώρᾳ, ἐν τῇ κρίσει, σῶσον Πανοικτίρμον.

ὁ β’ χορὸς

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

ρους τῆς ζωῆς ἡμῶν ὁ δούς, διὸ τοὺς ἀφυπνώσαντας ἐκ τῆς τοῦ βίου νυκτός, ἡμέρας ἀνεσπέρου, υἱοὺς δεῖξον, Κύριε, Ἱερεῖς ὀρθοδόξους, Βασιλεῖς τε, καὶ πάντα λαόν σου.

ὁ α’ χορὸς

Στχ. Μακάριοι, οὓς ἐξελέξω, καὶ προσελάβου Κύριε.

Οὕς περ κατεκάλυψεν ὑγρά, καὶ πόλεμος ἐθέρισε, σεισμὸς δὲ οὓς συνέσχε, καὶ ἔκτειναν φονῶντες, καὶ πῦρ οὓς ἐτέφρωσε, τῶν πιστῶν Ἐλεῆμον, ἐν μερίδι, τάξον τῶν Δικαίων.

ὁ β’ χορὸς

Στχ. Καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν.

Πάντα παρορῶν τὰ τῆς σαρκός, ὀφλήματα Σωτὴρ ἡμῶν ἐν πάσῃ ἡλικίᾳ, παντὸς γένους ἀνθρώπων, πρὸ τοῦ κριτηρίου σου, στῆσον ἀκατακρίτους, σοὶ τῷ Κτίστῃ, ἀπολογουμένους.

ὁ α’ χορὸς

Δόξα Πατρὶ…

Τρία μιᾶς φύσεως ὑμνῶ, πρόσωπα αὐθυπόστατα, ἀγέννητον Πατέρα, Υἱὸν τὸν γεννηθέντα, καὶ Πνεῦμα τὸ ἅγιον, ἄναρχον βασιλείαν, ἐξουσίαν, Θεότητα μίαν.

ὁ β’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

ντως σὺ ἐφάνης οὐρανός, ἐπὶ τῆς γῆς μειζότερος, τοῦ ἀνωτάτου πόλου, ἀνύμφευτε, Παρθένε, ἐκ σοῦ γὰρ ἀνέτειλεν, Ἥλιος ἐν τῷ κόσμῳ,…

ὁ α’ χορὸς

δεσπόζων, τῆς δικαιοσύνης.

ᾠδὴ β’ 

ὁ β’ χορὸς

Ὁ Εἱρμὸς

δετε, ἴδετε, ὅτι ἐγώ εἰμι ὁ Θεὸς ὑμῶν, ὁ πρὸ τῶν αἰώνων γεννηθεὶς ἐκ τοῦ Πατρός, καὶ ἐκ τῆς Παρθένου ἐπ’ ἐσχάτων, πλὴν ἀνδρὸς κυηθείς, καὶ λύσας τὴν ἁμαρτίαν, τοῦ προπάτορος Ἀδάμ, ὡς φιλάνθρωπος.

ὁ α’ χορὸς

δετε, ἴδετε, ὅτι ἐγὼ εἰμι ὁ Θεὸς ὑμῶν,…

ὁ β’ χορὸς

Στχ. Μακάριοι, οὓς ἐξελέξω, καὶ προσελάβου Κύριε.

δετε, ἴδετε, ὅτι ἐγὼ εἰμι ὁ Θεὸς ὑμῶν, ὁ δικαίᾳ κρίσει, πήξας ὅρους τῆς ζωῆς, ὁ εἰς ἀφθαρσίαν, ἐκ φθορᾶς προσλαβόμενος, πάντας τοὺς κοιμηθέντας, ἐπ’ ἐλπίδι αἰωνίου ἀναστάσεως.

ὁ α’ χορὸς

Στχ. Καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν.

ἐκ τῶν τεσσάρων, περάτων Κύριε, προσλαβόμενος, τοὺς πιστῶς θανέντας, ἐν θαλάσσῃ, ἢ ἐν γῇ, ἢ ἐν ποταμοῖς, πηγαῖς, ἢ λίμναις, ἢ φρέασι, βορά, θηρσὶ γενομένους, πετεινοῖς καὶ ἑρπετοῖς, πάντας ἀνάπαυσον.

ὁ β’ χορὸς

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Σοῦ ἐν τῇ παλάμη, τὰ πάντα Κύριε προδιέκρινας, τοὺς διαλυθέντας, εἰς στοιχείων τετρακτύν, ἐν τῇ παρουσίᾳ σου, συμπήξας ἀνάστησον, πάντα τὰ ἐν ἀγνοίᾳ καὶ γνώσει, συγχωρῶν αὐτοῖς ὀφλήματα.

ὁ α’ χορὸς

Στχ. Μακάριοι, οὓς ἐξελέξω, καὶ προσελάβου Κύριε.

τῆς φοβερᾶς σου, δευτέρας Κύριε ἐπελεύσεως! ὅτι ὡς ἐν εἴδει ἀστραπῆς, ἐπὶ τῆς γῆς ἥκων ἀναστήσεις, πᾶν τὸ πλάσμα σου κρίνεσθαι΄ τοὺς πίστει σοι, τότε βιώσαντας, ὑπαντῶντάς σοι, συνεῖναι καταξίωσον.

ὁ β’ χορὸς

Δόξα Πατρὶ…

περτελεστάτη μονάς, ὑπέρθεε, Τρισυπόστατε, ἀγέννητε Πάτερ, καὶ Υἱὲ μονογενές, Πνεῦμα ἐκ Πατρὸς ἐκπορευθέν, δι’ Υἱοῦ δὲ φανέν, οὐσία μία καὶ φύσις, κυριότης βασιλεία, σῶσον πάντας ἡμᾶς.  

ὁ α’ χορὸς 

Καὶ νῦν… Θεοτοκίον

ῤῤητον τὸ θαῦμα, τῆς σῆς κυήσεως Μητροπάρθενε΄ πῶς γὰρ καὶ λοχεύεις, καὶ ἁγνεύεις ἐν ταὐτῷ; πῶς παιδοτοκεῖς, καὶ ἀγνοεῖς πεῖραν ὅλως ἀνδρός; ὡς οἶδεν ὁ ὑπὲρ φύσιν ἐκ σοῦ καινοπρεπῶς,…

ὁ β’ χορὸς

Λόγος Θεοῦ γεννηθείς.

ᾠδὴ γ’ 

ὁ α’ χορὸς

 Ὁ Εἱρμὸς

στερεώσας ἐν τῇ χειρί σου, Λόγε Θεοῦ τοὺς οὐρανοὺς ἐν τῷ φωτισμῷ, τῆς σῆς ἀληθοῦς ἐπιγνώσεως, στερέωσον καὶ ἡμῶν, τῶν ἐπὶ σοὶ πεποιθότων τὰς καρδίας.

ὁ β’ χορὸς

στερεώσας ἐν τῇ χειρί σου,…

ὁ α’ χορὸς

Στχ. Μακάριοι, οὓς ἐξελέξω, καὶ προσελάβου Κύριε.

Τοὺς διανύσαντας τὸν τοῦ βίου, δρόμον ἐν δόξῃ εὐσεβεῖ, τῆς δικαιοσύνης ἀναδύσασθαι στέφανον, ἀξίωσον ὁ Θεός, τῶν αἰωνίων ἀγαθῶν ἀπολαῦσαι.

ὁ β’ χορὸς

Στχ. Καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν.

Τοὺς αἰφνιδίως ἀναρπασθέντας, καταφλεχθέντας ἀστραπαῖς, καὶ ἐναποψύξαντας ἐκ κρύους, καὶ πάσης πληγῆς, ἀνάπαυσον ὁ Θεός, ὅτε τὰ πάντα ἐν πυρὶ δοκιμάσῃς.

ὁ α’ χορὸς 

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Τὴν ἀειτάραχον τοὺς τοῦ βίου, θάλασσαν πλεύσαντας Χριστέ, ἐν τῷ τῆς ἀφθάρτου σου, ζωῆς καταξίωσον, λιμένι καταδραμεῖν, τοὺς ὀρθοδόξῳ ζωῇ κυβερνηθέντας.

ὁ β’ χορὸς

Στχ. Μακάριοι, οὓς ἐξελέξω, καὶ προσελάβου Κύριε.

Οὓς πᾶσα φύσις τῶν ἐναλίων, καὶ πετεινῶν τοῦ οὐρανοῦ, ἔλαβε κατάβρωμα Χριστέ, τοῖς σοῖς κρίμασιν, ἀνάστησον ὁ Θεός, ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ μετὰ δόξης.

ὁ α’ χορὸς

Δόξα Πατρί…

Νοητικῶς τὴν θείαν Μονάδα, ὡς τρία Πρόσωπα ἁπλῶς, ἅμα τῷ τεμεῖν ἐπισυνάπτω τὰ ἄτομα, ὡς τάχος γὰρ ἀστραπῆς τρισσολαμποῦσα, ὁρᾶται εἰς Ἑνάδα.

ὁ β’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

κατανόητόν σου τὸ θαῦμα, πλὴν γὰρ ἀνδρὸς κυοφορεῖς, καὶ τὴν παρθενίαν σου Ἁγνὴ φρουρεῖς τίκτουσα, διὸ Ἀγγέλων πληθύς, καὶ βροτῶν γένος, ὑμνεῖ σε εἰς αἰῶνας.

ὁ α’ χορὸς

Καταβασία

στερεώσας ἐν τῇ χειρί σου, Λόγε Θεοῦ τοὺς οὐρανοὺς ἐν τῷ φωτισμῷ, τῆς σῆς ἀληθοῦς ἐπιγνώσεως, στερέωσον καὶ ἡμῶν, τῶν ἐπὶ σοὶ πεποιθότων τὰς καρδίας. 

Συναπτ μικρ κα  κφνησις

τι σ ε Θες μν,…

Κάθισμα Ἦχος πλ. α’

ὁ β’ χορὸς

Τὸν συνάναρχον Λόγον

δι’ ἡμᾶς ὑπομείνας Σταυρὸν καὶ θάνατον, καὶ νεκρώσας τὸν ᾍδην, καὶ συνεγείρας νεκρούς, τοὺς μεταστάντας ἐξ ἡμῶν, Σῶτερ ἀνάπαυσον, ὡς φιλάνθρωπος Θεός, καὶ τῇ φρικτῇ καὶ φοβερᾷ, ἐλεύσει σου Ζωοδότα, ὡς ἔχων πλῆθος ἐλέους, τῆς βασιλείας σου ἀξίωσον.

ὁ α’ χορὸς 

Δξα Πατρὶ… Καὶ νῦν… Θεοτοκίον

Τὴν ταχεῖάν σου σκέπην, καὶ τὴν βοήθειαν, καὶ τὸ ἔλεος δεῖξον, ἐπὶ τοὺς δούλους σου, καὶ τὰ κύματα ἁγνὴ καταπράϋνον, τῶν ματαίων λογισμῶν, καὶ τὴν πεσοῦσάν μου ψυχήν, ἀνάστησον Θεοτόκε, οἶδα γὰρ οἶδα Παρθένε, ὅτι ἰσχύεις ὅσα καὶ βούλεσαι.  

ᾠδὴ δ’ 

Ὁ Εἱρμὸς

ξ ὄρους κατασκίου, Λόγε ὁ Προφήτης, τῆς μόνης Θεοτόκου, μέλλοντος σαρκοῦσθαι, θεοπτικῶς κατενόει, καὶ τῷ φόβῳ, ἐδοξολόγει σου τὴν δύναμιν.

Στχ. Μακάριοι, οὓς ἐξελέξω, καὶ προσελάβου Κύριε.

Πατέρων προπατόρων, πάππων καὶ προπάππων, ἐκ τῶν ἀπ’ ἀρχῆς, καὶ μέχρι τῶν ἐσχάτων, ἐν εὐνομίᾳ θανέντων, καὶ εὐπιστία, πάντων μνημόνευσον Σωτὴρ ἡμῶν.

Στχ. Καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν.

ν ὄρει, ἐν ὁδῷ, ἐν τάφοις, ἐν ἐρήμοις, τὸν βίον καταλῦσαι, φθάσαντας ἐν πίστει, μοναδικούς τε, μιγάδας, νέους, πρεσβύτας, μετὰ ἁγίων Χριστὲ σκήνωσον.

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

κ λύπης καὶ χαρᾶς, ἐλθούσης παρ’ ἐλπίδα, τοὺς πίστει παρευθύς, ἀλλάξαντας τὸν βίον, εὐημερίᾳ παθόντας, ἢ δυσπραγίᾳ, πάντας ἀνάπαυσον Σωτὴρ ἡμῶν.

Στχ. Μακάριοι, οὓς ἐξελέξω, καὶ προσελάβου Κύριε.

Οὓς ἀνεῖλε ψύξ, καὶ ἵππος συναρπάσας, χάλαζα, χιών, καὶ ὄμβρος πλεονάσας, οὓς δὲ ἀπέπνιξε πλίνθος, ἢ χοῦς συνέσχε, Χριστὲ Σωτὴρ ἡμῶν ἀνάπαυσον.

Δόξα Πατρὶ…

Ξένον ὅτι ἓν καὶ τρία ἡ Θεότης, ὅλη καθ’ ἑνός, προσώπου ἀμερίστως, Πατὴρ γὰρ Υἱός, καὶ ἅγιον Πνεῦμα ἐστί, τὰ προσκυνούμενα, ὡς εἷς δὲ Θεός.

Καὶ νῦν… Θεοτοκίον

θυνον ἡμᾶς, εὐχαῖς σου κυβερνῶσα, κλυδωνιζομένους, σάλῳ ἁμαρτίας, εἰς σωτηρίους λιμένας Κυριοτόκε, ἐκλυτρουμένη ἐκ παντοίων δεινῶν.

ᾠδὴ ε’ 

Ὁ Εἱρμὸς

ρθρίζει τὸ πνεῦμά μου, πρὸς σὲ ὁ Θεός, διότι φῶς τὰ προστάγματα, τῆς παρουσίας σου, ἐν αὐτοῖς οὖν καταύγασον, τὸν νοῦν ἡμῶν Δέσποτα, καὶ ὁδήγησον, ἐν τρίβῳ ζωῆς.

Στχ. Μακάριοι, οὓς ἐξελέξω, καὶ προσελάβου Κύριε.

κάστου μνημόσυνα, τῶν θανόντων εὐσεβῶς, ἐκ τοῦ αἰῶνος Κύριε, ποιούμενοι σήμερον, ἐκτενῶς σοι βοῶμεν΄ Πάντας ἀνάπαυσον, μετὰ τῶν ἁγίων σου.

Στχ. Καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν.

κ πάσης οὓς ἔλαβες, γενεᾶς καὶ γενεᾶς, ἐν βασιλεῦσιν, ἐν ἄρχουσιν, ἢ ἐν μονάζουσιν, ὀρθοδόξως Οἰκτίρμον, τῆς αἰωνίου λύτρωσαι κολάσεως.

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

πάντων ὧν ἔπλασας, τὰ συμφέροντα εἰδώς, οὓς παρεχώρησας Κύριε, ἀθρόοις συμπτώμασι, παρ’ ἐλπίδα τεθνᾶναι, ῥῦσαι κολάσεως πάσης ὁ Θεὸς ἡμῶν.

Στχ. Μακάριοι, οὓς ἐξελέξω, καὶ προσελάβου Κύριε.

Πυρὸς ἀεὶ φλέγοντος, καὶ ἐκ σκότους ἀφεγγοῦς, βρυγμοῦ ὀδόντων, καὶ σκώληκος, ἀλήκτως κολάζοντος, καὶ πάσης τιμωρίας, ῥῦσαι Σωτὴρ ἡμῶν, πάντας τοὺς θανέντας πιστῶς.

Δόξα Πατρὶ…

μόθρονε, ἄναρχε, τρισυπόστατε μονάς, ἡ διαιρέσει τὴν ἕνωσιν, καὶ ἔμπαλιν ἔχουσα, τοῖς προσώποις τὴν φύσιν, εἰς ἓν ἡμᾶς σύναψον, θέλημα τῶν σῶν ἐντολῶν.

Καὶ νῦν… Θεοτοκίον

πὲρ τὰ πυρίμορφα, Σεραφὶμ ὤφθης, Ἁγνὴ τιμιωτέρα κυήσασα, τὸν τούτοις ἀπρόσιτον, Ἰησοῦν τὸν Σωτῆρα, σαρκώσει θεώσαντα, τῶν γηγενῶν τὸ φύραμα.

ᾠδὴ ς’ 

Ὁ Εἱρμὸς

Συνεχόμενον δέξαι με φιλάνθρωπε, ἐκ πταισμάτων πολλῶν, προσπίπτοντα τοῖς οἰκτιρμοῖς σου, ὡς τὸν Προφήτην Κύριε, καὶ σῶσόν με.

Στχ. Μακάριοι, οὓς ἐξελέξω, καὶ προσελάβου Κύριε.

Τοῦ θανάτου ὁ λύσας, τὰς ὀδύνας παθῶν, ἀρχηγὲ τῆς ζωῆς, ὁ Θεὸς ἡμῶν, τοὺς ἐξ αἰῶνος κεκοιμημένους, δούλους σου ἀνάπαυσον.

Στχ. Καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν.

Τοῖς ἀῤῥήτοις κρίμασιν, οὓς ἔκτειναν, φαρμακοποσίαι, δηλητήρια, ὀστώδεις πνίξεις, μετὰ Ἁγίων, Κύριε ἀνάπαυσον.

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

ταν κρίνῃς τὰ σύμπαντα, ἑστῶτα γυμνά, τετραχηλισμένα πρὸ προσώπου σου, τότε Οἰκτίρμον, φεῖσαι τῶν λατρευσάντων σοι πιστῶς ὁ Θεός.

Στχ. Μακάριοι, οὓς ἐξελέξω, καὶ προσελάβου Κύριε.

Τῇ ἐσχάτῃ οὖν σάλπιγγι, σαλπίζοντος, τοῦ σοῦ Ἀρχαγγέλου, εἰς ἀνάστασιν ζωῆς ἁπάντων, τότε Χριστὲ τοὺς δούλους σου ἀνάπαυσον.

Στχ. Καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν.

ξ αἰῶνος οὓς ἔλαβες, πιστοὺς ὁ Θεός, γένος ἅπαν, βροτῶν καταξίωσον, εἰς τοὺς αἰῶνας, μετὰ τῶν θεραπόντων σου δοξάζειν σε.

Δόξα Πατρὶ…

Θεαρχία τρισάγιε, ὁμόθρονε, ὁ Πατὴρ ὁ Υἱός, σὺν τῷ πνεύματι, σὺ εἶ Θεός μου, ὁ παντοκρατορίᾳ σου συνέχων τὸ πᾶν.

Καὶ νῦν… Θεοτοκίον

κ τῆς ῥίζης ἀνέτειλε, σοῦ ἄνθος ζωῆς Ἱεσσαὶ προπάτορ, ἀνασκίρτησον, ὁ σώζων κόσμον ἐκ τῆς ἁγνῆς Νεάνιδος, Χριστὸς ὁ Θεός.

Καταβασία

Συνεχόμενον δέξαι με φιλάνθρωπε, ἐκ πταισμάτων πολλῶν, προσπίπτοντα τοῖς οἰκτιρμοῖς σου, ὡς τὸν Προφήτην Κύριε, καὶ σῶσόν με.

Συναπτ μικρ κα  κφνησις

Σ γρ ε Βασιλες…

Κοντάκιον – Ἦχος πλ. δ’

Μετὰ τῶν Ἁγίων ἀνάπαυσον Χριστέ, τὰς ψυχὰς τῶν δούλων σου, ἔνθα οὐκ ἔστι πόνος, οὐ λύπη, οὐ στεναγμός, ἀλλὰ ζωὴ ἀτελεύτητος.

Ὁ Οἶκος

Αὐτὸς μόνος ὑπάρχεις ἀθάνατος, ὁ ποιήσας καὶ πλάσας τὸν ἄνθρωπον, οἱ βροτοὶ οὖν ἐκ γῆς διεπλάσθημεν, καὶ εἰς γῆν τὴν αὐτὴν πορευσόμεθα, καθὼς ἐκέλευσας ὁ πλάσας με, καὶ εἰπών μοι΄ Ὅτι γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ, ὅπου πάντες βροτοὶ πορευσόμεθα, ἐπιτάφιον θρῆνον ποιοῦντες ᾠδὴν τό, Ἀλληλούϊα.

Συναξάριον

Τῇ Ι’ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου ἱερομάρτυρος Χαραλάμπους.

Στίχοι

  • Κατηξιώθης, Χαράλαμπες, ἐκ ξίφους,

  • Καὶ λαμπρότητος καὶ χαρᾶς τῶν Μαρτύρων.

  • Τῇ δεκάτῃ Χαράλαμπες, ἐὸν ἐτμήθης ἀπὸ λαιμόν.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες, Βάπτος καὶ Πορφύριος, οἱ τιμωροῦντες τὸν Ἅγιον Χαραλάμπη, ξίφει τελειοῦνται.

Στίχοι

  • Πορφύριος καὶ Βάπτος ἐκ κοινοῦ ξίφους,

  • Ἀθλήσεως βάπτουσι κοινὴν πορφύραν.

Τῇ αὐτῇ ἡμέρᾳ, αἱ πιστεύσασαι Ἅγιαι τρεῖς γυναῖκες ξίφει τελειοῦνται.

Στίχοι

  • Τὰς τρεῖς γυναῖκας ἀρρενωποὺς μηνύει,

  • Ἄρρην ἀριθμός, ὁ τρία, πρὸς τὸ ξίφος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ Παρθένων, Ἐνναθᾶ, Οὐαλεντίνης, καὶ Παύλου.

Στίχοι

  • Εἰς ἀρραβῶνα παρθένοις κόραις δύο,

  • Ὁ νυμφίος δίδωσι θάρσος πρὸς φλόγα.

  • Ἐκεῖνος οὗτος Παῦλος ὁ Χριστοῦ φίλος,

  • Χριστοῦ πόθῳ τράχηλον ἐκτετμημένος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἀναστασίου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.

Στίχοι

  • Ἀναστάσιος, τὸν δρόμον τείνων πρόσω,

  • Γῆς ἐξαναστὰς πρὸς τὸν Ὕψιστον τρέχει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Ζήνωνος.

Στίχοι

  • Ζήνων τὰ τερπνὰ τῆς Ἐδὲμ ζητῶν μόνα,

  • Εἰς τέρψιν εἶχε τὴν λύσιν τοῦ σαρκίου.

 

Τῇ αὐτῇ ἡμέρᾳ, μνείαν πάντων τῶν ἀπ’ αἰῶνος κοιμηθέντων εὐσεβῶς, ἐπ’ ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου, οἱ θειότατοι Πατέρες ἐθέσπισαν.

Στίχοι

  • Ἀμνημόνησον πταισμάτων νεκροῖς, Λόγε,

  • Τὰ χρηστὰ νεκρὰ σπλάγχνα σου μὴ δεικνύων.

Τὰς τῶν προαναπαυσαμένων ψυχὰς κατάταξον, Δέσποτα Χριστέ, ἐν ταῖς τῶν Δικαίων σου σκηναῖς, καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος ἀθάνατος, μήν.  

Καταβασία

ὁ β’ χορὸς 

ᾠδὴ η’  ἦχος πλ.δ’

Στχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον.

Τὸν ἐν ὄρει, ἁγίῳ δοξασθέντα, καὶ ἐν βάτῳ, πυρὶ τὸ τῆς Ἀειπαρθένου, τῷ Μωϋσῇ μυστήριον γνωρίσαντα, Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ΤΙΜΙΩΤΕΡΑ (Ἦχος πλ.δ’)

ὁ α’ χορός

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…

Καταβασία

ὁ α’ χορός

δ θ’

Καταβασία

Τὸν προδηλωθέντα ἐν ὄρει τῷ Νομοθέτῃ, ἐν πυρὶ καὶ βάτῳ, τόκον τὸν τῆς Ἀειπαρθένου, εἰς ἡμῶν τῶν πιστῶν σωτηρίαν, ὕμνοις ἀσιγήτοις μεγαλύνομεν.

ὁ β’ χορός

ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σ μεγαλνομεν.

Συναπτ μικρκα  κφνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

Ἦχος γ’

ὁ α’ χορός

Ὁ οὐρανὸν τοῖς ἄστροις

καὶ νεκρῶν καὶ ζώντων, ἐξουσιάζων ὡς Θεός, ἀνάπαυσον τοὺς σοὺς δούλους, ἐν ταῖς σκηναῖς τῶν ἐκλεκτῶν, εἰ γὰρ καὶ ἥμαρτον Σῶτερ, ἀλλ’ οὐκ ἀπέστησαν ἐκ σοῦ.

Ἕτερον – Ἦχος β’

ὁ β’ χορός

Γυναῖκες ἀκουτίσθητε

νάπαυσον τοὺς δούλους σου, ἐν χώρᾳ ζώντων Κύριε, ἔνθα ἀπέδρα ὀδύνη, λύπη ὁμοῦ καὶ στεναγμός, ἵλαθι ὡς φιλάνθρωπος, ἅπερ ἐν βίῳ ἥμαρτον, μόνος γὰρ ἀναμάρτητος, ὑπάρχεις καὶ ἐλεήμων, νεκρῶν καὶ ζώντων Δεσπότης.  

ὁ α’ χορός

Θεοτοκίον  Ὅμοιον

Μαρία θεονύμφευτε, Χριστὸν ἀπαύστως πρέσβευε, ὑπὲρ ἡμῶν τῶν σῶν δούλων, σὺν θεηγόροις Προφήταις, καὶ τῶν Μαρτύρων δήμοις τε, Ἱεραρχῶν Ὁσίων τε, καὶ πάντων τε τῶν Δικαίων, συγκληρονόμους γενέσθαι,…

ὁ β’ χορός

τῆς οὐρανῶν βασιλείας.

ΑΙΝΟΙ

ὁ α’ χορός

Ἦχος πλ. δ’.

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Ὁ ἐν Ἐδὲμ Παράδεισος

Δεῦτε πρὸ τέλους πάντες Ἀδελφοί, τὸν χοῦν ἡμῶν βλέποντες, καὶ τῆς φύσεως ἡμῶν τὸ ἀσθενές, καὶ τὴν εὐτέλειαν ἡμῶν, καὶ τὸ τέλος ὀψώμεθα, καὶ τὰ ὄργανα τοῦ σκεύους τῆς σαρκός, καὶ ὅτι κόνις ὁ ἄνθρωπος, βρῶμα σκωλήκων καὶ φθορά, ὅτι ξηρὰ τὰ ὀστᾶ ἡμῶν, ὅλως μὴ ἔχοντα πνοήν, τοὺς τάφους κατίδωμεν, ποῦ ἡ δόξα; ποῦ τὸ κάλλος τῆς μορφῆς; ποῦ ἡ εὔλαλος γλῶσσα; ποῦ ἡ ὀφρύς; ἢ ποῦ ὁ ὀφθαλμός; πάντα κόνις καὶ σκιά, διὸ φεῖσαι Σωτὴρ πάντων ἡμῶν.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Τί ἀπατᾶται ἄνθρωπος αὐχῶν, τί μάτην ταράττεται, ὁ πηλός, καὶ μετ’ ὀλίγον ὁ αὐτός; τί οὐ λογίζεται ὁ χοῦς, ὅτι κόνις τὸ φύραμα, καὶ σαπρίας καὶ φθορᾶς ἀποβολή; Εἰ οὖν πηλὸς ἐσμὲν ἄνθρωποι, τί προστετήκαμεν τῇ γῇ; καὶ εἰ Χριστοῦ ἐσμὲν σύμφυτοι, τὶ οὐ προστρέχομεν αὐτῷ, καὶ ὅλην ἀφέμενοι τὴν ἐπίκηρον καὶ ῥέουσαν ζωήν, τῇ ζωῇ τῇ ἀφθάρτῳ, ἀκολουθοῦντες; ἥτις ἐστὶν ὁ Χριστός, ὁ φωτισμὸς τῶν ψυχῶν ἡμῶν.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

τῇ χειρί σου πλάσας τὸν Ἀδάμ, καὶ στήσας μεθόριον, ἀφθαρσίας, καὶ θνητότητος Σωτήρ, καὶ τῆς ἐν χάριτι ζωῆς, τῆς φθορᾶς ἀπαλλάξας τε, πρὸς τὴν πρώτην μεταθέμενος ζωήν, αὐτὸς τοὺς δούλους σου Δέσποτα, οὓς προσελάβου ἐξ ἡμῶν, μετὰ Δικαίων ἀνάπαυσον, καὶ ἐν χορῷ τῶν ἐκλεκτῶν, καὶ τούτων τὰ ὀνόματα, μεταγράψας ἐν βίβλῳ τῆς ζωῆς, ἐν φωνῇ Ἀρχαγγέλου, ἐξαναστήσας σάλπιγγος ἠχοῖ, καταξίωσον αὐτούς, τῆς οὐρανίου βασιλείας σου.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Χριστὸς ἀνέστη λύσας τῶν δεσμῶν, Ἀδὰμ τὸν πρωτόπλαστον, καὶ τοῦ ᾍδου καταλύσας τὴν ἰσχύν, θαρσεῖτε πάντες οἱ νεκροί, ἐνεκρώθη ὁ θάνατος, ἐσκυλεύθη καὶ ὁ ᾍδης σὺν αὐτῷ, καὶ ὁ Χριστὸς ἐβασίλευσεν, ὁ σταυρωθεὶς καὶ ἀναστάς, αὐτὸς ἡμῖν ἐχαρίσατο, τὴν ἀφθαρσίαν τῆς σαρκός, αὐτὸς ἀνιστᾷ ἡμᾶς, καὶ δωρεῖται τήν ἀνάστασιν ἡμῖν, καὶ τῆς δόξης ἐκείνης, μετ’ εὐφροσύνης πάντας ἀξιοῖ, τοὺς ἐν πίστει ἀκλινεῖ, πεπιστευκότας θερμῶς ἐπ’ αὐτῷ.   

ὁ α’ χορός

Δόξα Πατρὶ… Νεκρώσιμον  Ἦχος β’

ς ἄνθος μαραίνεται, καὶ ὡς ὄναρ παρέρχεται, καὶ διαλύεται πᾶς ἄνθρωπος, πάλιν δὲ ἠχούσης τῆς σάλπιγγος, νεκροὶ ὡς ἐν συσσεισμῷ πάντες ἀναστήσονται, πρός τὴν σὴν ὑπάντησιν Χριστὲ ὁ Θεός΄ Τότε Δέσποτα, οὓς μετέστησας ἐξ ἡμῶν, ἐν ταῖς τῶν Ἁγίων σου κατάταξον σκηναῖς, τὰ πνεύματα Δέσποτα τῶν σῶν δούλων ἀεί.

ὁ β’ χορός

Καὶ νῦν… Θεοτοκίον (ἦχος β’ εἱρμολογικός)

Χαῖρε Μαρία Θεοτόκε, ὁ ναὸς ὁ ἀκατάλυτος, μᾶλλον δὲ ὁ ἅγιος, καθὼς βοᾷ ὁ Προφήτης΄ Ἅγιος ὁ ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ.

Ὁ προεστώς:

Σοὶ δόξα πρέπει, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῶ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. μήν.

Ὁ Ἀναγνώστης χύμα τὸ

Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμεν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ Υἱός τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεά. Ἐγὼ εἶπα. Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς. ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πληρώσωμεν τὴν ἑωθινήν… Σὸν γὰρ ἐστὶν… 

Ες τ πστιχα

Στιχηρ Προσμοια

Ἐκ τῶν τοῦ Θεοφάνους

ὁ α’χορὸς

 Ἦχος β’

Ὅτε ἐκ τοῦ ξύλου σε

ύμην, τοῦ θανάτου καὶ φθοράν, σοῦ τῷ ζωηφόρῳ θανάτῳ, καθεῖλες Δέσποτα· πᾶσι δὲ ἐπήγασας ζωὴν αἰώνιον, καὶ νεκροῖς ἐξανάστασιν, θνητοῖς ἐδωρήσω· ὅθεν σου δεόμεθα, Σῶτερ ἀνάπαυσον, πίστει τοὺς πρὸς σὲ μεταστάντας, καὶ τῆς ἀκηράτου σου δόξης, τούτους καταξίωσον φιλάνθρωπε.

ὁ β’ χορὸς

Στίχ. Μακάριοι, οὓς ἐξελέξω καὶ προσελάβου, Κύριε.

να, τοὺς ἀνθρώπους κοινωνοὺς θείας Βασιλείας ἐργάσῃ, σταυρὸν ὑπέμεινας, θάνατον ἑκούσιον καταδεξάμενος· διὰ τοῦτο δεόμεθα, τῇ σῇ εὐσπλαγχνίᾳ, μετόχους ἀνάδειξον τῆς Βασιλείας σου, πίστει τοὺς πρὸς σὲ μεταστάντας, καὶ τῆς ἀϊδίου σου δόξης, καὶ μακαριότητος ἀξίωσον.

ὁ α’χορὸς

Στίχ. Καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν.

Σῶσαι τὸ σὸν πλάσμα βουληθείς, τῆς οἰκονομίας τὸ ὄντως, βαθὺ μυστήριον, χαίρων ἐξετέλεσας, ὡς ὑπεράγαθος, καὶ τιμῆς ἐξηγόρασας, τὸν σύμπαντα Κόσμον, Αἵματι τιμίῳ σου· διὸ δεόμεθα, πίστει τοὺς πρὸς σὲ μεταστάντας, καὶ τοῦ γλυκυτάτου σου κάλλους, τούτους καταξίωσον Φιλάνθρωπε.

ὁ β’ χορὸς

Δξα Πατρὶ… χος πλ. β’

λγος τῷ Ἀδὰμ ἐχρημάτισεν, ἡ τοῦ ξύλου ἀπόγευσις πάλαι ἐν Ἐδέμ, ὅτε ὄφις ἰὸν ἐξηρεύξατο, δι’ αὐτοῦ γὰρ εἰσῆλθεν ὁ θάνατος, παγγενῆ κατεσθίων τὸν ἄνθρωπον, ἀλλ’ ἐλθὼν ὁ Δεσπότης, καθεῖλε τὸν δράκοντα, καὶ ἀνάστασιν ἡμῖν ἐδωρήσατο, πρὸς αὐτὸν οὖν βοήσωμεν, Φεῖσαι Σωτήρ, καὶ οὓς προσελάβου, μετὰ τῶν ἐκλεκτῶν σου ἀνάπαυσον, ὡς φιλάνθρωπος.

ὁ α’ χορὸς 

Κα νν…χος ὁ αὐτὸς

Σὺ εἶ ὁ Θεὸς ἡμῶν ὁ ἐν σοφίᾳ δημιουργήσας τὸ πᾶν, ὁ καὶ τοὺς Προφήτας ἐξαποστείλας ἡμῖν προφητεῦσαί σου τὴν παρουσίαν, καὶ Ἀποστόλους κηρῦξαι σου τὰ μεγαλεῖα, καὶ οἱ μέν, προεφήτευον τὴν ἔλευσίν σου, οἱ δέ, τῷ βαπτίσματι ἐφώτισαν τὰ ἔθνη, Μάρτυρες δὲ ἔτυχον δόξης ἐκ τούτων, καὶ πρεσβεύουσιν ἐκτενῶς σοι τῷ Δεσπότῃ, σὺν τῇ τεκούσῃ σε Μητρί. Ἀνάπαυσον ὁ Θεὸς ψυχάς, ἃς προσελάβου, καὶ ἡμᾶς καταξίωσον τῆς βασιλείας σου, ὁ Σταυρὸν ὑπομείνας δι’ ἐμὲ τὸν κατάκριτον, λυτρωτς μου κα Θες.

ὁ Προεστώς: γαθν τ ξομολογεσθαι τ Κυρῳ, κα ψλλειν τ νματ σου ψιστε, το ναγγλλειν τ πρωΐ τ λες σου, κα τν λθειν σου κατ νκτα.

Μεθ’ , Τρισγιον. ….

πολυτκιον

 ὁ α’ χορὸς

 Ἦχος πλ. δ’

βάθει σοφίας φιλανθρώπως πάντα οἰκονομῶν, καὶ τὸ συμφέρον πᾶσιν ἀπονέμων, μόνε Δημιουργέ, ἀνάπαυσον Κύριε τὰς ψυχὰς τῶν δούλων σου, ἐν σοὶ γὰρ τὴν ἐλπίδα ἀνέθεντο, τῷ ποιητῇ καὶ πλάστῃ καὶ Θεῷ ἡμῶν.

ὁ β’ χορὸς

Δξα Πατρὶ…

ν σοὶ γὰρ τὴν ἐλπίδα ἀνέθεντο, τῷ ποιητῇ καὶ πλάστῃ καὶ Θεῷ ἡμῶν.

ὁ α’ χορὸς

Κα νν… Θεοτοκον

Σὲ καὶ τεῖχος καὶ λιμένα ἔχομεν, καὶ πρέσβιν εὐπρόσδεκτον, πρός, ὃν ἔτεκες Θεόν, Θεοτόκε ἀνύμφευτε, τν πιστν σωτηρα.

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Εἰ βούλει, τὰ Τυπικὰ καὶ εἰς τοὺς Μακαρισμοὺς δ’ ἐκ τῆς γ’ᾠδῆς   καὶ δ’ ἐκ τῆς Ϛ’ ᾠδῆς τοῦ Τριῳδίου.

Εἰ δὲ μὴ τὰ παρόντα

ΑΝΤΙΦΩΝΑ

ντφωνον α’

χος β’

Στχ. α’. γαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

Στχ. β’. Τοῦ ἀναγγέλλειν τὸ πρωΐ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Στχ. γ’. τι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Δξα Πατρὶ… Κα νν…

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ντφωνον β’

Στχ. α’. Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός, ψάλλοντάς σοι, Ἀλληλούϊα.

Στχ. β’. Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει, καὶ ἐν ψαλμοῖς ἀλαλάξωμεν αὐτῷ, ὅτι Θεὸς μέγας, Κύριος καὶ Βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός…

Στχ. γ’. Ὅτι ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς, καὶ τὰ ὕψη τῶν ὀρέων αὐτοῦ εἰσιν, ὅτι αὐτοῦ ἐστιν ἡ θάλασσα, καὶ αὐτὸς ἐποίησεν αὐτήν, καὶ τὴν ξηράν αἱ χεῖρες αὐτοῦ ἔπλασαν.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός…

Δξα Πατρὶ…Κα νν…

μονογενὴς Υἱὸς καὶ Λόγος του Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὤν τῆς Ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

ντφωνον γ’

Στχ.α’. Μακάριοι, οὓς ἐξελέξω καὶ προσελάβου Κύριε καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν.

βάθει σοφίας φιλανθρώπως πάντα οἰκονομῶν, καὶ τὸ συμφέρον πᾶσιν ἀπονέμων, μόνε Δημιουργέ, ἀνάπαυσον Κύριε τὰς ψυχὰς τῶν δούλων σου, ἐν σοὶ γὰρ τὴν ἐλπίδα ἀνέθεντο, τῷ ποιητῇ καὶ πλάστῃ καὶ Θεῷ ἡμῶν.  

Στχ.β’. Αἱ ψυχαὶ αὐτῶν, ἐν ἀγαθοῖς αὐλισθήσονται.  

βάθει σοφίας φιλανθρώπως πάντα οἰκονομῶν,…

ΕΙΣΟΔΟΣ

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός,…

ψάλλοντάς σοι΄ Ἀλληλούϊα.

 

βάθει σοφίας φιλανθρώπως πάντα οἰκονομῶν, καὶ τὸ συμφέρον πᾶσιν ἀπονέμων, μόνε Δημιουργέ, ἀνάπαυσον Κύριε τὰς ψυχὰς τῶν δούλων σου, ἐν σοὶ γὰρ τὴν ἐλπίδα ἀνέθεντο, τῷ ποιητῇ καὶ πλάστῃ καὶ Θεῷ ἡμῶν. 

Τοῦ Ναοῦ 

Κοντκιον  χος πλ. δ’ ( ἐκ τοῦ Γα κατὰ τριφωνίαν)

Μετὰ τῶν Ἁγίων ἀνάπαυσον, Χριστέ, τὰς ψυχὰς τῶν δούλων σου, ἔνθα οὐκ ἔστι πόνος, οὐ λύπη, οὐ στεναγμός, λλ ζω τελετητος.

Τρισάγιον

᾽Απόστολος

Προκείμενον Ἦχος πλ. β’

Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Στχ. Πρὸς σὲ Κύριε κεκράξομαι ὁ Θεὸς μου.

δελφοί, οὐ θέλω ὑμᾶς ἀγνοεῖν περὶ τῶν κεκοιμημένων, ἵνα μή λυπῆσθε καθώς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. Εἰ γὰρ πιστεύομεν ὅτι Ἰησοῦς ἀπέθανε καὶ ἀνέστη, οὕτω καὶ ὁ Θεός τοὺς κοιμηθέντας διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ. Τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ Κυρίου, ὅτι ἡμεῖς οἱ ζῶντες, οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ Κυρίου, οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας, ὅτι αὐτὸς ὁ Κύριος, ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι Θεοῦ, καταβήσεται ἀπ’ οὐρανοῦ καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον, ἔπειτα ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι, ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε σν Κυρίῳ σμεθα.

λληλοϊα(γ΄)χος πλ. β’

                             Μακάριοι, οὓς ἐξελέξω, καὶ προσελάβου Κύριε.

Καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν.

Εὐαγγέλιον

Ἐκ τοῦ κατὰ Λουκᾶν. (κα´ 8-9, 25-27, 35-36).

Εἶπεν ὁ Κύριος· Βλέπετε μὴ πλανηθῆτε· πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες, ᾽Εγώ εἰμι· καί, ῾Ο καιρὸς ἤγγικεν· μὴ πορευθῆτε ὀπίσω αὐτῶν. Ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκαταστασίας, μὴ πτοηθῆτε· δεῖ γὰρ ταῦτα γενέσθαι πρῶτον, ἀλλ᾽ οὐκ εὐθέως τὸ τέλος. Καὶ ἔσονται σημεῖα ἐν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις, καὶ ἐπὶ τῆς γῆς συνοχὴ ἐθνῶν ἐν ἀπορίᾳ ἤχους θαλάσσης καὶ σάλου, ἀποψυχόντων ἀνθρώπων ἀπὸ φόβου καὶ προσδοκίας τῶν ἐπερχομένων τῇ οἰκουμένῃ, αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται. Καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλῃ μετὰ δυνάμεως καὶ δόξης πολλῆς. Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρελεύσονται. Προσέχετε δὲ ἑαυτοῖς μήποτε βαρηθῶσιν ὑμῶν αἱ καρδίαι ἐν κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιωτικαῖς, καὶ ἐπιστῇ ἐφ᾽ ὑμᾶς αἰφνίδιος ἡ ἡμέρα ἐκείνη· ὡς παγὶς γὰρ ἐπελεύσεται ἐπὶ πάντας τοὺς καθημένους ἐπὶ πρόσωπον πάσης τῆς γῆς. Ἀγρυπνεῖτε δὲ ἐν παντὶ καιρῷ δεόμενοι ἵνα κατισχύσητε ἐκφυγεῖν ταῦτα πάντα τὰ μέλλοντα γίνεσθαι, καὶ σταθῆναι ἔμπροσθεν το υο το νθρπου.

Δόξα σοι, Κύριε, δόξα σοι.

 Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου

Εἰς τό᾽Εξαιρέτως

ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σ μεγαλνομεν.

Κοινωνικόν

Μακάριοι, οὓς ἐξελέξω, καὶ προσελάβου Κύριε, καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν. λληλοϊα.

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν. \

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.

 

καὶ ψάλλονται τά παρόντα Τροπάρια·

χος δ’

Μετὰ πνευμάτων δικαίων, …..

 

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).

https://agioskosmasoaitolos.wordpress.com

10 ΦΕΒ18 ΨΥΧΟΣΑΒΒΑΤΟΝ ΠΡΟ ΤΩΝ ΑΠΟΚΡΕΩ

 

Advertisement

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s