9 ΦΕΒΡΟΥΑΡΙΟΥ 2018
+ A ΠΟΔΟΣΙΣ ΕΟΡΤΗΣ ΤΗΣ ΥΠΑΠΑΝΤΗΣ
+Μν ή μη το ῦ Ἁ γ ί ου Ἱ ερομ ά ρτυρος Χαραλ ά μπους το ῦ Θαυματουργο ῦ .
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὸν Ἑξάψαλμον,…
Συναπτὴ μεγάλη κα ὶ ἡ Ἐ κφ ώ νησις
Ὅτι πρέπει σοι πᾶσα δόξα…
ὁ α’ χορὸς
Ἦ χος α’
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
ὁ β’ χορὸς
Στ ί χ. α’. Ἐ ξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ α’ χορὸς
Στ ί χ. β’. Π άντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ β’ χορὸς
Στ ί χ. γ’. Π αρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ α’ χορός
Ἀπολυτίκιον Ἦχος α’
Χ αῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε, ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβύτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν, χαριζόμενον ἡμῖν καὶ τὴν Ἀνάστασιν.
ὁ β’ χορὸς
Δ ό ξα Πατρί… Ἀ πολυτ ί κιον Ἦ χος δ’ – Ταχὺ προκατάλαβε
Ὡ ς στῦλος ἀκλόνητος, τῆς Ἐκκλησίας Χριστοῦ, καὶ λύχνος ἀείφωτος τῆς οἰκουμένης σοφέ, ἐδείχθης Χαράλαμπες, ἔλαμψας ἐν τῷ κόσμῳ, διὰ τοῦ μαρτυρίου, ἔλυσας τῶν εἰδώλων, τὴν σκοτόμαιναν μάκαρ, διὸ ἐν παῤῥησίᾳ Χριστῷ, πρέσβευε σωθῆναι ἡμᾶς.
ὁ α’ χορὸς
Κα ὶ ν ῦ ν… Ἀπολυτίκιον Ἦχος α’
Χ αῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβύτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν, χαριζόμενον ἡμῖν καὶ τὴν Ἀνάστασιν.
Συναπτ ὴ μικρ ά κα ὶ ἡ Ἐ κφ ώ νησις
Ὅ τι σ ὸ ν τ ὸ κρ ά τος…
Μετ ὰ τ ὴ ν α’ Στιχολογ ί αν
Κ ά θισμα
ὁ α’ χορὸς
Κάθισμα Ἦχος γ’ – Θείας πίστεως
Ἔ ργοις ἔλαμψας τῆς εὐσεβείας, πλάνην ἔσβεσας κακοδοξίας, ὡς τοῦ Χριστοῦ στρατιώτης Χαράλαμπες, καὶ παρανόμων τὰς φάλαγγας ᾔσχυνας, τροπαιοφόρος παμμάκαρ γενόμενος, Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
ὁ β’ χορὸς
Δόξα Πατρὶ… Καὶ νῦν… Ἦ χος α’ Α ὐ τ ό μελον
Χ ορὸς Ἀγγελικός, ἐκπληττέσθω τὸ θαῦμα, βροτοὶ δὲ ταῖς φωναῖς, ἀνακράξωμεν ὕμνον, ὁρῶντες τὴν ἄφατον, τοῦ Θεοῦ συγκατάβασιν, ὃν γὰρ τρέμουσι, τῶν οὐρανῶν αἱ Δυνάμεις, γηραλέαι νῦν, ἐναγκαλίζονται χεῖρες, τὸν μόνον φιλάνθρωπον.
Μετ ὰ τ ὴ ν β’ Στιχολογ ί αν
Κ ά θισμα
ὁ α’ χορὸς
Κάθισμα ἦχος δ’ – Ἐπεφάνης σήμερον
Ὡ ς φωστὴρ ἀνέτειλας ἐκ τῆς Ἑῴας, καὶ πιστοὺς ἐφώτισας, ταῖς τῶν θαυμάτων σου βολαῖς, Ἱερομάρτυς Χαράλαμπες, ὅθεν τιμῶμεν τὰ θεῖα σου λείψανα.
ὁ β’ χορὸς
Δόξα Πατρί… Ὅμοιον
Ἱ ερὸν τὸ Πνεῦμά σε Ἱερομάρτυς, ἱερῶς ἀνέδειξε, τὸ ἱερὸν θῦμα σοφέ, προσενεχθὲν Ἱερώτατε, τῷ θείῳ λόγῳ, ᾧ θείως δεδόξασαι.
ὁ α’ χορός
Καὶ νῦν… Ἦ χος α’ – Τ ὸ ν τ ά φον σου Σωτ ὴ ρ
Ὁ ὢν σὺν τῷ Πατρί, ἐπὶ θρόνου ἁγίου, ἐλθὼν ἐπὶ τῆς γῆς, ἐκ Παρθένου ἐτέχθη, καὶ βρέφος ἐγένετο, χρόνοις ὢν ἀπερίγραπτος, ὃν δεξάμενος, ὁ Συμεὼν ἐν ἀγκάλαις, χαίρων ἔλεγε. Νῦν ἀπολύεις Οἰκτίρμον, εὐφράνας τὸν δοῦλόν σου.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα
ὁ α’ χορὸς
Ἦχος γ’ Τὴν ὡραιότητα
Τ ὴν καθαρότητα Μάρτυς τοῦ βίου σου, καὶ τὸ ὑπέρλαμπρον τοῦ μαρτυρίου σου, καταπλαγεῖσα ἡ Ἑλλάς, βοᾷ σοι εὐφραινομένη. Σήμερον τιμῶμέν σου, κεφαλὴν τὴν σεβάσμιον, θραῦσον τὰ φρυάγματα, τῶν ἐχθρῶν ἡμῶν Ἅγιε, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν κινδύνων, καὶ νοσημάτων τοὺς ὑμνοῦντάς σε.
ὁ β’ χορὸς
Δόξα Πατρὶ… Καὶ νῦν… Ἦχος δ’ Κατεπλάγη Ἰωσὴφ
Ν ηπιάζει δι’ ἐμέ, ὁ παλαιὸς τῶν ἡμερῶν, καθαρσίων κοινωνεῖ, ὁ καθαρώτατος Θεός, ἵνα τὴν σάρκα πιστώσῃ μου, τὴν ἐκ Παρθένου. Καὶ ταῦτα Συμεὼν μυσταγωγούμενος, ἐπέγνω τὸν αὐτόν, Θεὸν φανέντα σαρκί, καὶ ὡς ζωὴν ἠσπάζετο, καὶ χαίρων, πρεσβυτικῶς ἀνεκραύγαζεν. Ἀπόλυσόν με, σὲ γὰρ κατεῖδον, τὴν ζωὴν τῶν ἁπάντων.
Τὸ α’ Ἀντίφωνον τοῦ δ’ Ἤχου.
ὁ α’ χορός
Ἐ κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.
ὁ β’ χορός
Ἐ κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.
ὁ α’ χορός
Ο ἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.
ὁ β’ χορός
Ο ἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.
ὁ α’ χορός
Δ ό ξα Πατρί…
Ἁ γίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.
ὁ β’ χορός
Κα ὶ ν ῦ ν…
Ἁ γίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.
ὁ α’ χορός
Προκείμενον Ἦχος δ’
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
ὁ β’ χορός
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
ὁ α’ χορός
Στίχ. Π εφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Τάξις Εὐαγγελίου τοῦ Ὄρθρου
ὁ α΄ χορὸς
Π ᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
ὁ β’ χορὸς
Π ᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
ὁ α΄ χορὸς
Α ἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.
Ἐκ τοῦ κατὰ Λουκᾶν (ΚΑ’ 12-16)
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Προσέχετε ἀπὸ τῶν ἀνθρώπων· ἐπιβαλοῦσιν γὰρ ἐφ᾽ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσιν, παραδιδόντες εἰς τὰς συναγωγὰς καὶ φυλακάς, ἀπαγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου·ἀποβήσεται ὑμῖν εἰς μαρτύριον. Θέτε οὖν ἐν ταῖς καρδίαις ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι,ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν ᾗ οὐ δυνήσονται ἀντιστῆναι ἢ ἀντειπεῖν ἅπαντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ ἀδελφῶν καὶ συγγενῶν καὶ φίλων, καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχάς ὑμῶν.
Δόξα Σοι Κύριε, δόξα Σοι.
Ὁ Ν’ ψαλμὸς χύμα
ὁ α΄ χορὸς
Δ ό ξα Πατρὶ… Ἦχος β’
Τ αῖς τοῦ Ἀθλοφόρου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
ὁ β΄ χορὸς
Κα ὶ ν ῦ ν…
Τ αῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
ὁ α’ χορὸς
Ἦχος πλ. β’
Στίχ. Ἐ λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Φ άλαγγα θεοστεφῆ, φωτοφανοῦς Μάρτυρος, ὑπὲρ Χριστοῦ τυθεῖσαν προθύμως, τὸν ἁγιόλεκτον συνασπισμόν, τοῦ Ἱερομάρτυρος Χαραλάμπους, φιλομάρτυρες δεῦτε τιμήσωμεν, καὶ τὴν πανίερον μνήμην αὐτοῦ πνευματικῶς τελέσαντες, πρὸς αὐτὸν βοήσωμεν. Τῆς λοιμικῆς ἀπειλῆς, τὸν εὐσεβόφρονα λαόν σου ἐλευθέρωσον, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης περιστάσεως.
Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…
Εἴθ’ οὕτως ὁ
Καν ὼν τ ῆ ς Ἑ ορτ ῆ ς
οὗ ἡ ἀκροστιχίς
Χριστὸν γεγηθὼς Πρέσβυς ἀγκαλίζεται.
Ποίημα Κοσμᾶ Μοναχοῦ
ᾠδὴ α’
ὁ α΄ χορὸς
Ἦ χος γ’ Ὁ Ε ἱ ρμ ὸ ς
Χ έρσον ἀβυσσοτόκον πέδον ἥλιος, ἐπεπόλευσέ ποτε, ὡσεὶ τεῖχος γὰρ ἐπάγη, ἑκατέρωθεν ὕδωρ, λαῷ πεζοποντοποροῦντι, καὶ θεαρέστως μέλποντι. ᾌσωμεν τῷ Κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται.
ὁ β’ χορός
Χ έρσον ἀβυσσοτόκον…
ὁ α΄ χορὸς
Ῥ ανάτωσαν ὕδωρ νεφέλαι, Ἥλιος ἐν νεφέλῃ γὰρ κούφῃ, ἐποχούμενος ἐπέστη, ἀκηράτοις ὠλέναις, Χριστὸς ἐν τῷ ναῷ ὡς βρέφος΄ διὸ πιστοὶ βοήσωμεν. ᾌσωμεν τῷ Κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται.
ὁ β’ χορός
Ῥ ανάτωσαν ὕδωρ νεφέλαι,…
ὁ α΄ χορὸς
Ἰ σχύσατε χεῖρες Συμεών, τῷ γήρᾳ ἀνειμέναι, καὶ κνῆμαι παρειμέναι δὲ πρεσβύτου, εὐθυβόλως κινεῖσθε Χριστοῦ πρὸς ὑπαντήν. Χορείαν σὺν Ἀσωμάτοις στήσαντες, ᾄσωμεν τῷ Κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται.
ὁ β’ χορός
Σ υνέσει ταθέντες οὐρανοὶ εὐφράνθητε, ἀγάλλου δὲ ἡ γῆ, ὑπερθέων γὰρ ἐκ κόλπων, ὁ τεχνίτης φοιτήσας, Χριστὸς ὑπὸ μητρὸς Παρθένου, Θεῷ Πατρὶ προσάγεται, νήπιος ὁ πρὸ πάντων, ἐνδόξως γὰρ δεδόξασται.
Κανὼν α’ τοῦ Ἁγίου
ᾠδὴ α’ Ἦχος πλ. β’
ὁ α’ χορός
Ὡς ἐν ἠπείρῳ πεζεύσας
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Χ οροβατῶν εὐφροσύνως τὰ νοητά, οὐρανῶν σκηνώματα, καὶ λαμπόμενος φωτί, ἀνεσπέρῳ ῥῦσαί με παθῶν, ταῖς πρεσβείαις σου Σοφέ, ὅπως ὑμνήσω σε.
ὁ β’ χορός
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἡ φωτοφόρος σου μνήμη ἡλιακάς, ἀπαστράπτει χάριτας, καὶ φωτίζει τοὺς πιστῶς, ἐν αὐτῷ τιμῶντάς σε χαρᾶς, λαμπροτάτης ἀληθῶς, Μάρτυς ἐπώνυμε.
ὁ α’ χορός
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Τ αῖς τῶν αἱμάτων ῥανῖσι τὴν ἁλμυράν, ἀπιστίας θάλασσαν, κατακλύσας ποταμός, εὐσεβείας γέγονας Χριστοῦ, καταρδεύων ἀληθῶς, τὴν Ἐκκλησίαν ἀεί.
ὁ β’ χορός
Στίχ.Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Ἁ μαρτιῶν καταιγῖδες καὶ λογισμῶν, ἐναντία κύματα, καὶ παθῶν ἐπαγωγαί, ἐπ’ ἐμὲ διήλθοσαν, τῇ σῇ, Θεοτόκε κραταιᾷ πρεσβείᾳ, σῶσόν με.
Κανὼν δεύτερος
ᾠδὴ α’ Ἦχος δ’
ὁ α’ χορός
Ἀνοίξω τὸ στόμα μου
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Τ ὴν κάραν τὴν πάνσεπτον, καὶ τὰ παλαίσματα Κύριε, ὑμνεῖν ἐφιέμενος, τοῦ σοῦ θεράποντος, θείαν ἔλλαμψιν, ἐξ ὕψους ἐξαιτοῦμαι, δι’ ἧς ἀναμέλψασθαι, ταῦτα δυνήσομαι.
ὁ β’ χορός
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Σ εβῆρον τὸν ἄθεον, τὸν ὠρυόμενον λέοντα, καθεῖλες Χαράλαμπες, σὺν Κρίσπῳ ἄφρονι, τὴν δυσσέβειαν, τὴν τούτων ἀπελέγξας, ἀνθ’ ὧν ἐστεφάνωσαι, χειρὶ τοῦ Κτίστου σου.
ὁ α’ χορός
Δόξα Πατρὶ…
Β ασίλειον κόσμον σε, ἡ Ἐκκλησία ἐκτήσατο, δαιμόνων διώκτην τε, θεῖε Χαράλαμπες, νοσημάτων τε, παντοίων ἐλατῆρα, διὸ ἑορτάζει σου, τὴν μνήμην Ἅγιε.
ὁ β’ χορός
Κα ὶ ν ῦ ν… Θεοτοκίον
Μ αρίαν τὴν ἄχραντον, καὶ Θεοτόκον ὑμνήσωμεν, τὸ ὄρος τὸ ἅγιον, στάμνον τὴν πάγχρυσον, τὴν βαστάσασαν, τὸ φύσει θεῖον μάννα, τὸ τρέφον ἑκάστοτε, πιστούς τῇ χάριτι.
ᾠδὴ γ’
ὁ α΄ χορὸς
Ὁ Ε ἱ ρμ ὸ ς
Τ ὸ στερέωμα, τῶν ἐπὶ σοὶ πεποιθότων, στερέωσον Κύριε τὴν Ἐκκλησίαν, ἣν ἐκτήσω, τῷ τιμίῳ σου αἵματι.
ὁ β’ χορός
Τ ὸ στερέωμα,…
ὁ α΄ χορὸς
Ὁ πρωτότοκος ἐκ Πατρὸς πρὸ αἰώνων, πρωτότοκος νήπιος, Κόρης ἀφθόρου, τῷ Ἀδὰμ χεῖρας προτείνων ἐπέφανε.
ὁ β’ χορός
Ὁ πρωτότοκος…
ὁ α΄ χορὸς
Ν ηπιόφρονα, τὸν γεγονότα ἀπάτῃ, πρωτόπλαστον ἔμπαλιν ἐπανορθώσων, Θεὸς Λόγος, νηπιάσας ἐπέφανε.
ὁ β’ χορός
Γ ῆς ἀπόγονον, παλινδρομήσασαν ταύτῃ, θεότητος σύμμορφον φύσιν ὁ Πλάστης, ὡ ς ἀ τρ έ πτως νηπι ά σας ἀ ν έ δειξε.
ᾠδὴ γ’
ὁ α’ χορός
Οὐκ ἔστιν Ἅγιος
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ο ὐκ ἔστιν ὅλως ἐξειπεῖν, τῶν θαυμάτων τὰ πλήθη, ἅπερ ἔδρασας ἔτι, ἐν τῷ βίῳ περιών, καὶ πρὸς Θεὸν μετελθών, Ἀθλοφόρε, Μάρτυς ἀξιάγαστε.
ὁ β’ χορός
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Δ υνάμει θείᾳ κρατυνθείς, τὸ ἀνίσχυρον θράσος, τῶν ἀνόμων καθεῖλες, στρατιώτης ὡς στεῤῥός, Χαράλαμπες ἀθλητά, ὡς ὁπλίτης θείας παρατάξεως.
ὁ α’ χορός
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Α ἱμάτων ῥεύσαντες κρουνοί, σοῦ τοῦ σώματος πᾶσαν, ἀσεβείας τὴν φλόγα, καὶ δεινὴν πυρκαϊάν, κατέσβεσαν, τῆς τρυφῆς, τὸν χειμάῤῥουν, σοὶ δὲ προεξένησαν.
ὁ β’ χορός
Στίχ.Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Ἁ γίων Ἅγιον Θεόν, τέτοκας Παναγία, ἁγιότητος οἶκος, δεδειγμένη καθαρός, καὶ Πύλη μόνος Χριστός, ἣν διῆλθε, σώζων τὸ ἀνθρώπινον.
Κανὼν δεύτερος
ὁ α’ χορός
Τοὺς σοὺς ὑμνολόγους
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Τ οὺς σοὺς ὑμνολόγους Θεοτόκε, πιστῶς συνελθόντας ἐν ναῷ τὴν Κάραν προσκυνῆσαί σου, τὴν θείαν καὶ σεβάσμιον, φρούρει καὶ πολεμήτορος.
ὁ β’ χορός
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ν εκρὸν νεανίαν ἀναστήσας, δαιμόνων ὀφθείς τε ἐλατήρ, πλήθη βροτῶν ἐξέστησας, καὶ τῷ Χριστῷ προσήγαγες, μαρτυρικῷ ἐν αἵματι, χειρῶν ἁρπάσας τοῦ δράκοντος.
ὁ α’ χορός
Δόξα Πατρί…
Δ εῦτε ἡ πληθὺς τῶν Χριστωνύμων, Κυρίου τὸν Μάρτυρα πιστῶς, αἰνέσωμεν καὶ στέψωμεν, αὐτοῦ τὴν Κάραν ᾄσμασι, πνευματικοῖς τὴν πάνσεπτον, πταισμάτων λύσιν ὡς εὕρωμεν.
ὁ β’ χορός
Κα ὶ ν ῦ ν… Θεοτοκίον
Υ ἱὸν τοῦ Θεοῦ τὸν Θεὸν Λόγον, τὸν κόσμῳ ἀχώρητον παντί, ἐν τῇ γαστρὶ χωρήσασα, ἀγκάλαις σου ἐβάστασας, Παρθενομῆτορ ἄχραντε, Χριστιανῶν καταφύγιον.
Συναπτ ὴ μικρ ά κα ὶ ἡ Ἐ κφ ώ νησις
Ὅ τι σ ὺ ε ἶ ὁ Θε ὸ ς ἡ μ ῶ ν,…
Κοντ ά κιον
Ἦ χος α’
Ὁ μήτραν παρθενικὴν ἁγιάσας τῷ τόκῳ σου, καὶ χεῖρας τοῦ Συμεὼν εὐλογήσας ὡς ἔπρεπε, προφθάσας καὶ νῦν ἔσωσας ἡμᾶς Χριστὲ ὁ Θεός. Ἀλλ’ εἰρήνευσον ἐν πολέμοις τὸ πολίτευμα, καὶ κραταίωσον Βασιλεῖς οὓς ἠγάπησας, ὁ μ ό νος φιλ ά νθρωπος.
Ὁ Ο ἶ κος
Τ ῇ Θεοτόκῳ προσδράμωμεν, οἱ βουλόμενοι κατιδεῖν τὸν Υἱὸν αὐτῆς, πρὸς Συμεὼν ἀπαγόμενον, ὅνπερ οὐρανόθεν οἱ Ἀσώματοι βλέποντες, ἐξεπλήττοντο λέγοντες, θαυμαστὰ θεωροῦμεν νυνὶ καὶ παράδοξα, ἀκατάληπτα, ἄφραστα, ὁ τὸν Ἀδὰμ δημιουργήσας βαστάζεται ὡς βρέφος, ὁ ἀχώρητος χωρεῖται ἐν ἀγκάλαις τοῦ Πρεσβύτου, ὁ ἐπὶ τῶν κόλπων ἀπεριγράπτως ὑπάρχων τοῦ Πατρὸς αὐτοῦ, ἑκὼν περιγράφεται σαρκί, οὐ θεότητι, ὁ μ ό νος φιλ ά νθρωπος.
ὁ α ’ χορός
Κάθισμα Ἦχος γ’ – Θείας πίστεως
Σ τῦλος ἄσειστος τῆς Ἐκκλησίας, λύχνος ἄσβεστος τῆς οἰκουμένης, Ἀθλοφόρε ἀνεδείχθης Χαράλαμπες, καὶ ἀναλάμψας ἡλίου φαιδρότερον, τὴν τῶν εἰδώλων ἐλαύνεις σκοτόμαιναν, Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
ὁ αβ’ χορός
Δόξα Πατρί… Ἦχος α’
Τὸν τάφον σου Σωτὴρ
Τ ὰ στίφη τῶν πιστῶν, εὐσεβῶς συνελθόντα, τὸν Μάρτυρα Χριστοῦ, Χαραλάμπη τὸν μέγαν, ἀξίως εὐφημήσωμεν, εὐσεβείας τὸν πρόμαχον, ἀδαμάντινον, καὶ δυσσεβῶν καθαιρέτην, τὸν κηρύξαντα, Θεὸν τοῦ σύμπαντος κόσμου, Χριστὸν τὸν θεάνθρωπον.
ὁ α΄ χορὸς
Κα ὶ ν ῦ ν… Ἦ χος δ’ Κατεπλ ά γη Ἰ ωσ ὴ φ
Ἐ ν τῷ ὄρει τῷ Σινᾷ, πάλαι κατεῖδε Μωϋσῆς, τὰ ὀπίσθια Θεοῦ, καὶ ἀμυδρῶς θείας φωνῆς, κατηξιώθη ἐν γνόφῳ τε καὶ θυέλλῃ, νῦν δὲ Συμεών, τὸν σαρκωθέντα Θεόν, ἀτρέπτως δι’ ἡμᾶς ἐνηγκαλίσατο, καὶ γεγηθὼς ἠπείγετο τῶν τῇδε, πρὸς τὴν ζωὴν τὴν αἰώνιον, διὸ ἐβόα. Νῦν ἀπολύεις, τὸν δοῦλόν σου Δέσποτα
ᾠδὴ δ’
Ὁ Ε ἱ ρμ ὸ ς
Ἐ κάλυψεν οὐρανούς, ἡ ἀρετή σου Χριστέ΄ τῆς κιβωτοῦ γὰρ προελθὼν τοῦ ἁγιάσματός σου, τῆς ἀφθόρου Μητρός, ἐν τῷ Ναῷ τῆς δόξης σου, ὤφθης ὡς βρέφος, ἀγκαλοφορούμενος, καὶ ἐπληρώθη τὰ πάντα τῆς σῆς αἰνέσεως.
Γ ηθόμενος Συμεών, τῶν ἀποῤῥήτων μύστα, ἡ Θεοτόκος ἐβόα, ὃν ὑφ’ ἁγίου πάλαι κεχρημάτισαι Πνεύματος, νηπιάσαντα Λόγον, Χριστὸν ἐναγκαλίζου, κράζων αὐτῷ. Ἐπλήσθη τὰ πάντα τῆς σῆς αἰνέσεως.
Ἣ ν ἤλπισας, Συμεὼν, ἡλικιώτην βρεφῶν, χαίρων ὑπόδεξαι Χριστόν, τοῦ Ἰσραὴλ τοῦ θείου τὴν παράκλησιν, τὸν Νόμου ποιητὴν καὶ Δεσπότην, πληροῦντα Νόμου τάξιν, κράζων αὐτῷ. Ἐπλήσθη τὰ πάντα τῆς σῆς αἰνέσεως.
Θ εώμενος Συμεὼν Λόγον τὸν ἄναρχον, μετὰ σαρκός, ὡς ἐν θρόνῳ Χερουβικῷ, Παρθένῳ ἐποχούμενον, τὸν αἴτιον τοῦ εἶναι τὰ πάντα, ὡς βρέφος, ἐκπλαγεὶς ἐβόα αὐτῷ. Ἐπλήσθη τὰ πάντα τῆς σῆς αἰνέσεως.
ᾠδὴ δ’
Χριστός μου δύναμις
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὡ ραῖος γέγονας, χρισθεὶς ἐν αἵματι, τῆς σεπτῆς μαρτυρίας καὶ καλλοναῖς, ταύτης κατηγλάϊσαι, Χαράλαμπες τῶν ἀθλητῶν, ἐγκαλλώπισμα καὶ στήριγμα.
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Δ αιμόνων ξόανα, τῇ σῇ συνέτριψας, Ἀθλοφόρε, ἀνδρείᾳ, ναὸν σαὐτόν, τοῦ Ἁγίου Πνεύματος, καὶ καρτερίας ἀψευδοῦς, στήλην δείξας καὶ ὑπόδειγμα.
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ε ἰς ὕψος αἴροντες, τὰς χεῖρας Ἔνδοξε, οἱ τοῦ σκότους προστάται σοῦ τὰς πλευράς, ἔξεον τοῖς ὄνυξι, τὴν δι’ αἰῶνος ἀληθῆ, προξενοῦντές σοι ἀπόλαυσιν.
Στίχ.Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Ἰ σχὺς καὶ ὕμνησις, Χριστὸς ὁ Κύριος, ὁ ἐκ σοῦ ἀνατείλας ὑπερβολῇ, Πάναγνε χρηστότητος, καὶ λυτρωσάμενος ἡμᾶς, τῆς ἀρχαίας παραβάσεως.
Κανὼν δεύτερος
Ὁ καθήμενος ἐν δόξῃ
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὁ καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου θεότητος, ἀνεδέξατό σε, ὥσπερ χρυσοπτέρυγα πέλειαν, εἰς οὐρανίους σκηνώσεις ἀνιπτάμενον, ὡς ἀήττητον, ἀγωνιστὴν καὶ περίδοξον.
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Λ αμπρυνόμενος τῷ φέγγει, τοῦ Θεοῦ Μάρτυς ἔνδοξε, πρὸ βημάτων ἔστης, τῶν παρανομούντων ἀδείμαντος, καὶ τὸν Χριστὸν ἐλευθέρως ἀνεκήρυξας, Θεὸν τέλειον, φύσιν βροτῶν ἐνδυσάμενον.
Δόξα Πατρί…
Μ έγας ὄντως ἀνεδείχθη, θησαυρὸς καὶ πολύολβος, ἡ τιμία Κάρα, σοῦ τοῦ ἀηττήτου Χαράλαμπες, πολυποικίλους τὰς νόσους, τὴν πανώλην τε, ἀπελαύνουσα, νόσον δυνάμει τοῦ Πνεύματος.
Κα ὶ ν ῦ ν… Θεοτοκίον
Τ ὴν πανάχραντον Μαρίαν, Θεοτόκον ὑμνήσωμεν, τὴν γεννησαμένην, τῆς δικαιοσύνης τὸν Ἥλιον, τὴν ἐπουράνιον πύλην τὴν εἰσάγουσαν, τοὺς δοξάζοντας, ταύτην Θεοῦ εἰς βασίλεια.
ᾠδὴ ε’
Ὁ Εἱρμὸς
Ὡ ς εἶδεν Ἡσαΐας συμβολικῶς, ἐν θρόνῳ ἐπῃρμένῳ Θεόν, ὑπ’ Ἀγγέλων δόξης δορυφορούμενον, Ὢ τάλας ἐβόα, ἐγώ! Πρὸ γὰρ εἶδον σωματούμενον Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.
Σ υνεὶς ὁ θεῖος πρέσβυς, τὴν προφανεῖσαν, πάλαι τῷ Προφήτῃ δόξαν, χερσὶ Λόγον βλέπων Μητρὸς κρατούμενον, ὢ χαίροις, ἐβόα Σεμνή, ὡς γὰρ θρόνος περιέχεις τόν Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.
Π ροκύψας ὁ πρεσβύτης, καὶ τῶν ἰχνῶν ἐνθέως ἐφαψάμενος, τῆς ἀπειρογάμου καὶ Θεομήτορος, πῦρ, ἔφη, βαστάζεις Ἁγνή, βρέφος φρίττω ἀγκαλίσασθαι Θεόν, φωτός ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.
Ῥ ύπτεται Ἡσαΐας, τοῦ Σεραφὶμ τὸν ἄνθρακα δεξάμενος, ὁ Πρέσβυς ἐβόα τῇ Θεομήτορι, σὺ ὥσπερ λαβίδι χερσὶ λαμπρύνεις με, ἐπιδοῦσα ὃν φέρεις, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.
ᾠδὴ ε’
Τῷ θείῳ φέγγει σου ἀγαθέ
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Τ ὸ θεῖον πάθος τοῦ δι’ ἡμᾶς, πάθη ὑπομείναντος στεῤῥῶς, Μάρτυς Χριστοῦ μιμησάμενος, φέρεις τὰς ἐν ὅλῳ σώματι ἔνδοξε, τῶν ἥλων προσηλώσεις καρτερικώτατα.
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Τ ὴν ἀλογίαν τῶν διωκτῶν, Λόγος ὁ συνάναρχος Πατρί, ἐπανορθούμενος Πάνσοφε, λόγον τοῖς ἀλόγοις σαφῶς ἐντίθησι, λυθῆναι τῶν δεσμῶν σὲ διαγορεύουσι.
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Τ οῖς ὀβελίσκοις περονηθείς, ἔτρωσας καρδίαν τοῦ δεινοῦ, τῶν γηγενῶν πολεμήτορος, λόγχῃ τῆς ἀνδρείας καὶ καρτερίας σου, θεόφρον Ἀθλοφόρε ἀξιοθαύμαστε.
Στίχ.Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Τ ῷ θείῳ φέγγει σου Ἀγαθή, τὴν ἐσκοτισμένην μου ψυχήν, ταῖς ἡδοναῖς, φωταγώγησον, καὶ πρὸς σωτηρίας τρίβον ὁδήγησον, ἡ μόνη τὸν σωτῆρα Χριστὸν κυήσασα.
Κανὼν δεύτερος
Ἐξέστη τὰ σύμπαντα
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἐ ξίστανται σύμπαντες, ἐπὶ τῇ θείᾳ δόξῃ σου, σοῦ γὰρ πανσεβάσμιος ἡ Κάρα, νόσους ἐλαύνει, διώκει δαίμονας, καὶ πᾶσι προστρέχουσι πιστοῖς, ἴασιν χαρίζεται, καὶ κακῶν ἀπολύτρωσιν.
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Σ ωμάτων νοσήματα, καὶ τῶν ψυχῶν Χαράλαμπες, παύονται τῆς θείας κεφαλῆς σου, προσκυνουμένης, καὶ τιμωμένης σεπτῶς. Χριστὸς γὰρ δεδώρηται ἡμῖν, ταύτην ἰατήριον, καὶ δεινῶν ἀμυντήριον.
Δόξα Πατρὶ…
Ἐ ξέστησαν δαίμονες, καὶ Ἕλληνες οἱ ἄθεοι, βλέποντες τὰς χεῖρας κεκομμένας, καὶ κρεμαμένας τοῦ σώματός σου δεινῶς, Δουκὸς τοῦ παντόλμου ὑβριστοῦ, σὺ δ’ ὡς χριστομίμητος, τοῦτον αὖθις ὑγίανας.
Κα ὶ ν ῦ ν… Θεοτοκίον
Ὁ Λόγος Πανάμωμε, Θεοῦ ὁ ἐνυπόστατος, ὥσπερ ὑετὸς ἐπὶ τὸν πόκον, ἐν τῇ γαστρί σου κατῆλθεν ἄχραντε, καὶ πᾶσαν τὴν φύσιν τῶν βροτῶν, ἔσωσε τῷ καύσωνι, ξηρανθεῖσαν τοῦ πτώματος.
ᾠδὴ ς’
ὁ Εἱρμ ὸ ς
Ἐ βόησέ σοι, ἰδὼν ὁ πρέσβυς, τοῖς ὀφθαλμοῖς τὸ σωτήριον, ὃ λαοῖς ἐπέστη. Ἐκ Θεοῦ Χριστὲ σὺ Θεός μου.
Σ ιὼν σὺ λίθος, ἐναπετέθης, τοῖς ἀπειθοῦσι προσκόμματος, καὶ σκανδάλου πέτρα, ἀῤῥαγὴς πιστῶν σωτηρία.
Β εβαίως φέρων, τοῦ τὸν χαρακτῆρα, πρὸ αἰώνων σε φύσαντος, τὴν βροτῶν δι’ οἶκτον, νῦν ἀσθένειαν περιέθου.
Υ ἱὸν Ὑψίστου, Υἱὸν Παρθένου, Θεὸν παιδίον γενόμενον, προσκυνήσαντά σε, ν ῦ ν ἀ π ό λυσον ἐ ν ε ἰ ρ ή ν ῃ .
ᾠδὴ ς’
Τοῦ βίου τὴν θάλασσαν
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Λ αμπτὴρ ἐχρημάτισας, τῷ τῶν ἄθλων σου φωτί, φωταγωγῶν τὰ πέρατα, ὁμολογῶν τὸ ὄνομα τοῦ Χριστοῦ, τυράννων ἐνώπιον, Ἀθλοφόρε Κυρίου ἀξιάγαστε.
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἐ νθέου πυρούμενος, ἀγαπήσεως πυρί, τῷ δροσισμῷ τῆς πίστεως, τῶν δυσσεβούντων ἔσβεσας τὴν πυράν, Χριστοῦ τὰ θαυμάσια, τοῖς ἀπίστοις δεικνύων Ἀξιάγαστε.
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ζ ωῆς ἐφιέμενος, ἀθανάτου τῆς σαρκός, Χαράλαμπες ἐνέκρωσας, τὰς ἐμπαθεῖς κινήσεις καὶ προσευχῇ, νεκροὺς ἐξανέστησας, ἀνυμνῶν τὸν ἐν πᾶσί σε δοξάσαντα.
Στίχ.Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Π αθῶν με κλονούμενον, ἐναντίαις προσβολαῖς Μῆτερ Θεοῦ στερέωσον, ὡς ἀπαθείας τέξασα τὴν πηγήν, πρὸς σὲ γὰρ κατέφυγον, τῶν ἀνθρώπων τὸ μέγα καταφύγιον.
Κανὼν β’
Τὴν θείαν ταύτην καὶ πάντιμον
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Τ ὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν τοῦ Παμμάκαρος, δεῦτε τὴν πάντιμον, κάραν αὐτοῦ ἀσπασώμεθα, καὶ τῶν δεινῶν τὴν λύτρωσιν κομισώμεθα.
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Π ηγὴν ἰάσεων ἔχοντες, τὴν κάραν τὴν σεπτήν σου Χαράλαμπες, θερμῶς προστρέχομεν, ταύτῃ προσκύνησιν νέμοντες, καὶ τὸν Θεὸν ὑμνοῦντες τὸν σὲ δοξάσαντα.
Δόξα Πατρί…
Μ εγίστην χάριν ἀπείληφας, θεόθεν ἀθλητὰ γενναιότατε, Μάρτυς Χαράλαμπες, κάραν τὴν σὴν γὰρ ὁ Κύριος, τῶν ἰαμάτων κρήνην σαφῶς εἰργάσατο.
Κα ὶ ν ῦ ν… Θεοτοκίον
Τ ὸ πῦρ ἐν σοὶ τῆς θεότητος, ἐσκήνωσεν ἁγνὴ θεονύμφευτε, καὶ οὐ κατέφλεξε, τὴν σὴν νηδὺν παμμακάριστε, ἐδρόσισε δὲ μᾶλλον καὶ κατεφώτισε.
Συναπτ ὴ μικρ ά κα ὶ ἡ Ἐ κφ ώ νησις
Σ ὺ γ ὰ ρ ε ἶ ὁ Βασιλε ύ ς…
Κοντάκιον Ἦχος δ’
Ἐπεφάνης σήμερον
Θ ησαυρὸν πολύτιμον ἡ Ἐκκλησία, τὴν σὴν κάραν κέκτηται, Ἱερομάρτυς Ἀθλητά, τροπαιοφόρε Χαράλαμπες, διὸ καὶ χαίρει τὸν Κτίστην δοξάζουσα.
Ὁ Οἶκος
Τ ὸν στεῤῥὸν ὁπλίτην, καὶ Χριστοῦ στρατιώτην καὶ μέγαν ἐν Μάρτυσι, Χαραλάμπη τὸν πανένδοξον, συνελθόντες εὐφημήσωμεν, ὑπὲρ Χριστοῦ γὰρ καὶ τῆς ἀληθείας λαμπρῶς ἠγωνίσατο, καὶ τὴν ὀρθόδοξον πίστιν τρανῶς ἀνεκήρυξε, τὴν πλάνην τῶν εἰδώλων κατήργησε, βασιλέα παρανομώτατον ἤλεγξε, καὶ τὴν κάραν ἐτμήθη, χαίρων καὶ ἀγαλλόμενος, διὸ καὶ τὸν στέφανον εἴληφε παρὰ τῆς δεξιᾶς τοῦ Ὑψίστου, καὶ συμπολίτης Ἀγγέλων ἐγένετο. Ὅθεν ἡ Ἐκκλησία τῶν Ὀρθοδόξων, τούτου τὴν πάντιμον κάραν κατασπαζομένη, καὶ εὐφημίαις καταστέφουσα, καὶ πολλῶν δεινῶν καὶ νόσων ἀπαλλαττομένη, χαίρει τὸν Κτίστην δοξάζουσα.
Σ υ ν α ξ ά ρ ι ο ν
Τ ῇ Θ ‘ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Νικηφόρου.
Στίχοι
Τὸν ἐκ παλαιοῦ κλητικὸν Νικηφόρον,
Τμηθέντα γνῶθι πρακτικὸν Νικηφόρον.
Φασγάνῳ ἀμφ’ ἐνάτῃ Νικηφόρε, δειροτομήθης.
Τ ῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Ῥωμανοῦ τοῦ Κίλικος.
Στίχοι
Λήθην βαθεῖαν εἶχε καὶ ζῶν τοῦ βίου,
Ῥωμανὸς οὗτος, ὃς μετέστη τοῦ βίου.
Τ ῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Μαρκέλλου Ἐπισκόπου Σικελίας, Φιλαγρίου Ἐπισκόπου Κύπρου, καὶ Παγκρατίου Ἐπισκόπου Ταυρομενίου.
Στίχοι
Λυθέντες ἄνδρες σαρκικῶν τρεῖς ἁμμάτων (δεσμῶν δηλ.),
Τῶν τῆς Ἐδὲμ μετέσχον ἐντρυφημάτων.
Τ ῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἱερομάρτυς Πέτρος ὁ Δαμασκηνὸς ξίφει τελειοῦται.
Στίχοι
Ὁ διελέγξας τοὺς παραπλῆγας Πέτρος,
Θνῄσκει μονοπλὴξ τῷ διὰ ξίφους τέλει.
Τ ῇ αὐτῇ ἡμέρᾳ, Μ νήμη τοῦ Ἁγίου ἱερομάρτυρος Χαραλάμπους.
Στίχοι
Κατηξιώθης, Χαράλαμπες, ἐκ ξίφους,
Καὶ λαμπρότητος καὶ χαρᾶς τῶν Μαρτύρων.
Τῇ δεκάτῃ Χαράλαμπες, ἐὸν ἐτμήθης ἀπὸ λαιμόν.
Τ αῖς αὐτῶν ἁγίαις πρεσβείαις,Χριστέ ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.
ΚΑΤΑΒΑΣΙΑΙ
ὁ α’ χορός
ᾠδὴ α’ Ἦ χος γ’
Χ έρσον ἀβυσσοτόκον πέδον ἥλιος, ἐπεπόλευσέ ποτε, ὡσεὶ τεῖχος γὰρ ἐπάγη, ἑκατέρωθεν ὕδωρ, λαῷ πεζοποντοποροῦντι, καὶ θεαρέστως μέλποντι. ᾌσωμεν τῷ Κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται.
ὁ β’ χορός
ᾠδὴ γ’
Τ ὸ στερέωμα, τῶν ἐπὶ σοὶ πεποιθότων, στερέωσον Κύριε τὴν Ἐκκλησίαν, ἣν ἐκτήσω,…
ὁ α’ χορός
…τ ῷ τιμίῳ σου αἵματι.
ὁ β’ χορός
ᾠδὴ δ’
Ἐ κάλυψεν οὐρανούς, ἡ ἀρετή σου Χριστέ, τῆς κιβωτοῦ γὰρ προελθών,τοῦ ἁγιάσματός σου, τῆς ἀφθόρου Μητρός, ἐν τῷ ναῷ τῆς δόξης σου, ὤφθης ὡς βρέφος, ἀγκαλοφορούμενος, καὶ ἐπληρώθη τὰ πάντα τῆς σῆς αἰνέσεως.
ὁ α’ χορός
ᾠδὴ ε’
Ὡ ς εἶδεν Ἡσαΐας συμβολικῶς, ἐν θρόνῳ ἐπῃρμένῳ Θεόν, ὑπ’ Ἀγγέλων δόξης δορυφορούμενον, ὢ τάλας! ἐβόα, ἐγώ, πρὸ γὰρ εἶδον σωματούμενον Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.
ὁ β’ χορός
ᾠδὴ Ϛ’
Ἐ βόησέ σοι, ἰδὼν ὁ Πρέσβυς, τοῖς ὀφθαλμοῖς τὸ σωτήριον, ὃ λαοῖς ἐπέστη. Ἐκ Θεοῦ Χριστὲ σὺ Θεός μου.
ὁ α’ χορός
ᾠδὴ ζ’
Σ ὲ τὸν ἐν πυρὶ δροσίσαντα, Παῖδας θεολογήσαντας, καὶ Παρθένῳ, ἀκηράτῳ, ἐνοικήσαντα, Θεὸν Λόγον ὑμνοῦμεν, εὐσεβῶς μελῳδοῦντες. Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
ὁ β’ χορός
ᾠδὴ η’
Στ ί χ. Α ἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον.
Ἀ στέκτῳ πυρὶ ἑνωθέντες, οἱ θεοσεβείας προεστῶτες Νεανίαι, τῇ φλογὶ δὲ μὴ λωβηθέντες, θεῖον ὕμνον ἔμελπον. Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τ ὸ ν Κ ύ ριον.
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…
ᾠδ ὴ θ’
ΜΕΓΑΛΥΝΑΡΙΑ
Ψαλλ ό μενα ἐ ν τ ῇ ᾠδ ῇ τα ύ τῃ
Ἦ χος γ’
ὁ α’ χορός
Ἀ κατάληπτόν ἐστι, τὸ τελούμενον ἐν σοί, καὶ Ἀγγέλοις καὶ βροτοῖς, Μητροπάρθενε ἁγνή.
ὁ β’ χορός
Ἀ γκαλίζεται χερσίν, ὁ Πρεσβύτης Συμεών, τὸν τοῦ νόμου Ποιητήν, καὶ Δεσπότην τοῦ παντός.
ὁ α’ χορός
Β ουληθεὶς ὁ Πλαστουργός, ἵνα σώσῃ τὸν Ἀδάμ, μήτραν ᾤκησε τὴν σήν, τῆς Παρθένου καὶ ἁγνῆς.
ὁ β’ χορός
Γ ένος ἅπαν τῶν βροτῶν, μακαρίζει σε Ἁγνή, καὶ δοξάζει σε πιστῶς, ὡς Μητέρα τοῦ Θεοῦ.
ὁ α’ χορός
Δ εῦτε, ἴδετε Χριστόν, τὸν Δεσπότην τοῦ παντός, ὃν βαστάζει Συμεών, σήμερον ἐν τῷ ναῷ.
ὁ β’ χορός
Ἐ πιβλέπεις πρὸς τὴν γῆν, καὶ ποιεῖς τρέμειν αὐτήν, καὶ πῶς γέρων κεκμηκώς, σὲ κατέχει ἐν χερσὶ;
ὁ α’ χορός
Ζ ήσας ἔτη Συμεών, ἕως εἶδε τὸν Χριστόν, καὶ ἐβόα πρὸς αὐτόν. Νῦν ἀπόλυσιν ζητῶ.
ὁ β’ χορός
Ἡ λαβὶς ἡ μυστική, ἡ τὸν ἄνθρακα Χριστόν, συλλαβοῦσα ἐν γαστρί, σὺ ὑπάρχεις Μαριάμ.
ὁ α’ χορός
Θ έλων ἐνηνθρώπησας, ὁ προάναρχος Θεός, καὶ ναῷ προσφέρεσαι, τεσσαρακονθήμερος.
ὁ β’ χορός
Κ ατελθόντ’ ἐξ οὐρανοῦ, τὸν Δεσπότην τοῦ παντός, ὑπεδέξατο αὐτόν, Συμεὼν ὁ Ἱερεύς.
ὁ α’ χορός
Λ άμπρυνόν μου τὴν ψυχήν, καὶ τὸ φῶς τὸ αἰσθητόν, ὅπως ἴδω καθαρῶς, καὶ κηρύξω σε Θεόν.
Ἐ ν νόμου, σκιᾷ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοί, πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον, ἅγιον Θεῷ, διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀπειράνδρῳ, μεγαλύνομεν.
ὁ β’ χορός
Μ ητροπάρθενε ἁγνή, τί προσφέρεις τῷ ναῷ, νέον βρέφος ἀποδούς, ἐν ἀγκάλαις Συμεών;
Ἐ ν νόμου, σκιᾷ καὶ γράμματι,…
ὁ α’ χορός
Ν ῦν ἀπόλυσιν ζητῶ, ἀπὸ σοῦ τοῦ Πλαστουργοῦ, ὅτι εἶδόν σε Χριστέ, τὸ σωτήριόν μου φῶς.
Τ οῖς πρὶν νεογνῶν τρυγόνων ζεῦγος, δυάς τε ἦν νεοσσῶν, ἀνθ’ ὧν ὁ θεῖος πρέσβυς, καὶ σώφρων Ἄννα προφῆτις, τῷ ἐκ Παρθένου τεχθέντι, καὶ οἳῳ γόνῳ Πατρός, ἐν τῷ ναῷ προσιόντι, λειτουργοῦντες ἐμεγάλυνον.
ὁ β’ χορός
Ὃ ν οἱ ἄνω λειτουργοί, τρόμῳ λιτανεύουσι, κάτω νῦν ὁ Συμεών, ἀγκαλίζεται χερσί.
Τ οῖς πρὶν νεογνῶν τρυγόνων ζεῦγος,…
ὁ α’ χορός
Ἡ τῇ φύσει μὲν Μονάς, τοῖς προσώποις δὲ Τριάς, φύλαττε τοὺς δούλους σου, τοὺς πιστεύοντας εἰς σέ.
Ἀ πέδωκάς μοι ἐβόα Συμεών, τοῦ σωτηρίου σου Χριστὲ ἀγαλλίασιν΄ ἀπόλαβέ σου τὸν λάτριν, τὸν τῇ σκιᾷ κεκμηκότα, νέον τῆς χάριτος, ἱεροκήρυκα μύστην, ἐν αἰνέσει μεγαλύνοντα.
ὁ β’ χορός
Θ εοτόκε ἡ ἐλπίς, πάντων τῶν Χριστιανῶν, σκέπε φρούρει φύλαττε, τοὺς ἐλπίζοντας εἰς σέ.
Ἱ εροπρεπῶς ἀνθωμολογεῖτο, Ἄννα ὑποφητεύουσα, ἡ σώφρων καὶ ὁσία, καὶ πρεσβυρὰ τῷ Δεσπότῃ, ἐν τῷ ναῷ διαῤῥήδην, τὴν Θεοτόκον δὲ ἀνακηρύττουσα, πᾶσι τοῖς παροῦσιν ἐμεγάλυνεν.
Κανών α’, ᾨδὴ θ’, τοῦ Ἁγίου Ἱερομάρτυρος
Ἦχος πλ. β’ Ὁ Εἱρμὸς «Θεὸν ἀνθρώποις»
ὁ α’ χορός
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ο ὐ πῦρ, οὐ ξίφος ἀλλ’ οὐδὲ θάνατος, οὐ διωγμός, οὐ θλῖψις, οὐ λιμός, οὐδὲ κίνδυνος, οὐ βασάνων παντοίων ἐπίνοια, ἴσχυσε τῆς ἀγάπης, ὄντως χωρίσαι σε, τοῦ πεποιηκότος, Ἀθλητὰ ἀξιοθαυμαστε.
ὁ β’ χορός
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ξ εσμοῖς ὀνύχων, τοὺς τῆς νεκρώσεως, ἀποβαλὼν χιτῶνας, ταῖς στολαῖς ταῖς ἐξ αἵματος, σεαυτὸν Ἀθλοφόρε ἐκόσμησας· ὅθεν σὺν παρρησίᾳ Μάρτυς ἀήττητε, πάντων τῷ Δεσπόταῃ, καὶ Θεῷ χαίρων παρίστασαι.
ὁ α’ χορός
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Χ αρᾶς καὶ θείας ὄντως λαμπρότητος, παρεκτικὴ ἡ μνήμη σου τῷ κόσμῳ ἀνέτειλε, τῶν παθῶν τὸν χειμῶνα διώκουσα, πάντας φωταγωγοῦσα, ἣν ἑορτάζοντες, σχοίημεν πταισμάτων, ἱλασμὸν ταῖς ἱκεσίαις σου.
ὁ β’ χορός
Στίχ.Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Π αθῶν κλυδώνιον συνταράσσει με, καὶ τῶν κκῶν βυθίζει τρικυμία Πανάμωμε, κυβερνήτην Χριστὸν ἡ κυήσασα, χεῖρά μοι βοηθείας ἔκτεινον σῶσόν με, μόνη προστασία, τῶν πιστῶς μακαριζόντων σε.
Κανών β’, ᾨδὴ θ’, τοῦ Ἱερομάρτυρος
Ἦχος δ’ Ἅπας γηγενής
ὁ α’ χορός
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἅ παντες πιστοί, τῇ κάρᾳ προσέλθωμεν τοῦ σεπτοῦ Μάρτυρος, πάντων· ὁ δεσπόζων γάρ, μεγίστην χάριν ταύτῃ παρέσχετο· ὅθεν ἐλαύνει δαίμονας, παύει νοσήματα, καὶ δωρεῖται, πᾶσι τοῖς προσψαύουσιν, εὐεξίαν καὶ ῥῶσιν καὶ ἔλεος.
ὁ β’ χορός
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Γ ῆ καὶ οὐρανός, ἐξίσταται σήμερον ἐπὶ τοῖς θαύμασι, τοῦ μεγαλομάρτυρος· δαιμόνων στίφη γὰρ ἐκδιώκονται, καὶ τοῖς νοσοῦσι δίδοται ῥῶσις τοῦ σώματος, καὶ λοιμώδης νόσος καταπαύεται, τῇ προσψαύσει τῆς κάρας σου Ἔνδοξε.
ὁ α’ χορός
Δ ό ξα Πατρὶ…
Σ τῶμεν εὐλαβῶς, ἐν οἴκῳ Θεοῦ ἡμῶν, καὶ προσκυνήσωμεν, κάραν τὴν σεβάσμιον, τὴν ὄντως θείαν καὶ ἀξιέπαινον, τὴν φοινιχθεῖσαν αἵματι τοῦ θείου Μάρτυρος, καὶ τελοῦσαν θαύματα παράδοξα, ὡς στεφθεῖσαν χειρὶ Παντοκράτορος.
ὁ β’ χορός
Κα ὶ ν ῦ ν… Θεοτοκίον
Ὕ μνους παρ’ ἡμῶν, προσδέχου Θεόνυμφε θεοχαρίτωτε, Μῆτερ τοῦ Θεοῦ ἡμῶν, καὶ τὴν σὴν χάριν ἀντιδεδώρησο, τοῖς εὐλαβῶς σε μέλπουσιν ἡμῖν τοῖς δούλοις σου, τὸν Χριστὸν δέ, ὃν ἀρρήτως τέτοκας, ἡμῖν ἵλεων Κόρη ἀπέργασαι.
Καταβασία
ὁ α’ χορός
ᾠδὴ θ’.
Θ εοτόκε ἡ ἐλπίς, πάντων τῶν Χριστιανῶν, σκέπε φρούρει φύλαττε, τοὺς ἐλπίζοντας εἰς σέ.
Ἐ ν νόμου, σκιᾷ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοί, πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον, ἅγιον Θεῷ, διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀπειράνδρῳ, μεγαλ ύ νομεν.
Συναπτ ὴ μικρ ά κα ὶ ἡ Ἐ κφ ώ νησις
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…
Ἐ ξαποστειλ ά ριον, α ὐ τ ό μελον
ὁ α’ χορός
Ἦχος γ’
Ἐ ν πνεύματι τῷ ἱερῷ παραστὰς ὁ Πρεσβύτης, ἀγκάλαις ὑπεδέξατο, τὸν τοῦ νόμου Δεσπότην, κραυγάζων. Νῦν τοῦ δεσμοῦ με, τῆς σαρκὸς ἀπόλυσον, ὡς εἴρηκας ἐν εἰρήνῃ, εἶδον γὰρ τοῖς ὀφθαλμοῖς, ἀποκάλυψιν ἐθνῶν, καὶ Ἰσραὴλ σωτηρίαν.
ὁ β’ χορός
Γυναῖκες ἀκουτίσθητε
Ἐ νθέως πυρσευόμενος, τῷ πόθῳ τοῦ Παντάνακτος, τὸν ὑπερήφανον ὄφιν, ἀνδρείως μάκαρ καθεῖλες, καὶ τύραννον ἀπάνθρωπον, Σεβῆρον τὸν παράφρονα, ἤλεγξας ὢ Χαράλαμπες, καὶ τὸν μισθὸν ἐκομίσω, παρὰ τοῦ πάντων Δεσπότου.
ὁ α’ χορός
Ἐ ν πνεύματι τῷ ἱερῷ παραστὰς ὁ Πρεσβύτης, ἀγκάλαις ὑπεδέξατο, τὸν τοῦ νόμου Δεσπότην, κραυγάζων. Νῦν τοῦ δεσμοῦ με, τῆς σαρκὸς ἀπόλυσον, ὡς εἴρηκας ἐν εἰρήνῃ, εἶδον γὰρ τοῖς ὀφθαλμοῖς, ἀποκάλυψιν ἐθνῶν,…
ὁ β’ χορός
…κα ὶ Ἰ σρα ὴ λ σωτηρ ί αν.
ΑΙΝΟΙ
Ἦχος δ’
ὁ α’ χορός
Π ᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ β’ χορός
Α ἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ α’ χορός
Στίχ. Τ οῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
Ἔ δωκας σημε ί ωσιν
Ν όμον τὸν ἐν γράμματι, ἀποπληρῶν ὁ φιλάνθρωπος, τῷ ναῷ νῦν προσάγεται, καὶ τοῦτον εἰσδέχεται, γηραιαῖς ἀγκάλαις, Συμεὼν ὁ πρέσβυς, Νῦν ἀπολύεις με βοῶν, πρὸς τὴν ἐκεῖθεν μακαριότητα, κατεῖδον γάρ σε σήμερον, σάρκα θνητὴν περικείμενον, τὸν ζωῆς κυριεύοντα, καὶ θανάτου δεσπόζοντα.
ὁ β’ χορός
Στίχ. Α ἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
Φῶς εἰς ἀποκάλυψιν, ἐθνῶν ἐπέφανας Κύριε, ἐπὶ κούφης καθήμενος, νεφέλης ὁ Ἥλιος, τῆς δικαιοσύνης, νόμου τὸ σκιῶδες, ἀποπληρῶν καὶ τὴν ἀρχήν, καθυποφαίνων τῆς νέας χάριτος, διό σε θεασάμενος, ὁ Συμεὼν ἀνεκραύγαζεν. Ἐκ φθορᾶς με ἀπόλυσον, ὅτι εἶδόν σε σήμερον
ὁ α’ χορός
Στ ί χ. Α ἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Κ όλπων τοῦ γεννήτορος, μὴ χωρισθεὶς τῇ θεότητι, σαρκωθεὶς ὡς εὐδόκησας, ἀγκάλαις κρατούμενος, τῆς Ἀειπαρθένου, χερσὶν ἐπεδόθης, τοῦ θεοδόχου Συμεών, ὁ τῇ χειρί σου κρατῶν τὰ σύμπαντα, διὸ΄ Νῦν ἀπολύεις με, περιχαρῶς ἀνεκραύγαζεν, ἐν εἰρήνῃ τὸν δοῦλόν σου, ὅτι εἶδόν σε Δέσποτα.
ΠΡΟΣΟΜΟΙΑ ΤΟΥ ΑΓΙΟΥ
ὁ β’ χορός
Ἦχος α’
Στ ί χ. Α ἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Τῶν οὐρανίων ταγμάτων
Ο ἱ τῆς Ἑλλάδος νῦν παῖδες δεῦτε συνδράμετε, καὶ τὴν τιμίαν κάραν, κατασπάσασθε πάντες, τοῦ θείου Χαραλάμπους, τὴν τὸν Χριστὸν ἐν σταδίῳ κηρύξασαν, καὶ ἀπελέγξασαν πλάνην τῶν δυσσεβῶν, καὶ τὸν Κτίστην μεγαλύνασαν.
ὁ α’ χορός
Στ ί χ. Α ἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Τ οῖς οὐρανίοις Ἀγγέλοις νῦν συνηρίθμησαι, καὶ παρεστὼς Τριάδι, τῇ ἁγίᾳ Τρισμάκαρ, αὐτὴν καθικετεύεις ὑπὲρ ἡμῶν, τῶν ἐν πίστει τιμώντων σου, τὴν πανσεβάσμιον κάραν, καὶ τῶν δεινῶν, αἰτουμένων ἀπολύτρωσιν.
ὁ β’ χορός
Στ ί χ. Α ἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Λ αμπροφανὴς καὶ πανένδοξος ἀνατέταλκεν, ἐν τῇ Ἑλλάδι πάσῃ, ἡ πανέορτος μνήμη, τοῦ θείου Χαραλάμπους, διό περ λαμπρῶς, ἑορτάζει κατέχουσα, τὴν πανσεβάσμιον κάραν, τὴν τὸν Χριστόν, ὡς θεάνθρωπον κηρύξασαν.
ὁ α’ χορός
Δ ό ξα Πατρί… Ἦχος πλ. α’
Ὥ σπερ ἀλάβαστρον πλῆρες, ἡ τιμία σου κάρα θεσπέσιε, προχέει οἷόν τι μύρον πολύτιμον, τὰ ἰάματα, τούς τε πιστοὺς εὐωδιάζει θαυμασίως, καὶ τοὺς μετὰ πίστεως αὐτῇ προσιόντας, τῶν δεινῶν πάντων ῥύεται, τὴν δυσώδη τε πλάνην, καὶ νόσους παντοίας, καὶ τὴν πανώλην λοιμικὴν καταπαύουσα, εὐρωστίαν δωρεῖται πᾶσι, καὶ εἰρήνην καὶ μέγα ἔλεος.
ὁ β’ χορός
Κα ὶ ν ῦ ν….. Ἦ χος πλ. β’ Γερμανο ῦ
Ὁ ἐν χερσὶ πρεσβυτικαῖς, τὴν σήμερον ἡμέραν, ὡς ἐφ’ ἅρματος Χερουβίμ, ἀνακλιθῆναι εὐδοκήσας, Χριστὲ ὁ Θεός, καὶ ἡμᾶς τοὺς ὑμνοῦντάς σε, τῆς τῶν παθῶν τυραννίδος, ἀνακαλούμενος ῥῦσαι, καὶ σῶσον. τὰς ψυχὰς ἡμῶν.
Δοξολογία Μεγάλη
εἰς ἦχον πλ.α’ ( Ἀργή ἢ σύντομος )
ὁ α’ χορός
Δ όξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
ὁ β’ χορός
Ὑ μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.
ὁ α’ χορός
Κ ύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα,
ὁ β’ χορός
Κ ύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
ὁ α’ χορός
Π ρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Ὅ τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
ὁ α’ χορός
Κ αθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
ὁ β’ χορός
Κ αταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
ὁ α’ χορός
Ε ὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
ὁ β’ χορός
Γ ένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
ὁ α’ χορός
Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ β’ χορός
Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ α’ χορός
Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ β’ χορός
Κ ύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
ὁ α’ χορός
Κ ύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
ὁ β’ χορός
Ὅ τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
ὁ α’ χορός
Π αράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
Ἅ γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Ἅ γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
Ἅ γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός
Κ αὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ὁ β’ χορός
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ
Ἅγιος ὁ Θεός,
ὁ β’ χορός
Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός
Ἅ γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
καὶ εὐθύς
ὁ β’ χορός
τὸ ἀπολυτίκιον τῆς Ἑορτῆς Ἦχος α’
Χ αῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε, ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβύτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν, χαριζόμενος ἡμῖν κα ὶ τ ὴ ν Ἀ ν ά στασιν.
ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
ΑΝΤΙΦΩΝΑ
Ἀ ντ ί φωνον Α’
Στ ί χ. Ἐ ξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν. λέγω ἐγώ τά ἔργα μου τῷ βασιλεῖ.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.
Στ ί χ. Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
Στ ί χ . Ὡ ραῖος κάλλει παρά τούς υἱούς τῶν ἀνθρώπων, ἐξεχύθη χάρις ἐν χείλεσί σου.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
Στ ί χ. Δ ιὰ τοῦτο εὐλόγησέ σε ὁ Θεὸς εἰς τὸν αἰῶνα.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
Δ ό ξα Πατρὶ…Κα ὶ ν ῦ ν…
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
Ἀ ντ ί φωνον Β’
Στ ί χ. Π ερίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου δυνατέ, τῇ ὡραιότητί σου καί τῷ κάλλει σου.
Σ ῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν ἀγκάλαις τοῦ δικαίου Συμεὼν βασταχθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα.
Στ ί χ. Κ αὶ ἔντειναι καὶ κατευοδοῦ καὶ βασίλευε. ἕνεκεν ἀληθείας καί πραότητος καί δικαιοσύνης.
Σ ῶσον ἡμᾶς Υἱὲ Θεοῦ…
Στ ί χ. Τ ὰ βέλη σου ἠκονημένα δυνατέ, λαοὶ ὑποκάτω σου πεσοῦνται. ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως.
Σ ῶσον ἡμᾶς Υἱὲ Θεοῦ.
Στ ί χ . Ὁ θρόνος σου, ὁ Θεός, εἰς τόν αἰῶνα τοῦ αἰῶνος, ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου.
Σ ῶσον ἡμᾶς Υἱὲ Θεοῦ…
Δόξα Πατρὶ … Καὶ νῦν …
Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.
Ἀ ντ ί φωνον Γ ‘
Στ ί χ . Ἄ κουσον θύγατερ καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου καί ἐπιλάθου τοῦ λαοῦ σου καί τοῦ οἴκου τοῦ πατρός σου.
Ἦχος α ‘
Χ αῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε, ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβύτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν, χαριζόμενος ἡμῖν καὶ τὴν Ἀνάστασιν.
Στ ί χ . Τ ὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Χ αῖρε κεχαριτωμένη…
Στ ί χ . Μ νησθήσομαι τοῦ ὀνόματός σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Χ αῖρε κεχαριτωμένη…
Μικρὰ Εἴσοδος .
Εἰσοδικὸν
Ἦχος β ‘
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Ἐ γνώρισε Κύριος τὸ σωτήριον αὐτοῦ ἐναντίον πάντων τῶν Ἐθνῶν. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν ἀγκάλαις τοῦ δικαίου Συμεὼν βασταχθείς,…
…ψ άλλοντάς σοι, Ἀλληλούϊα.
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Ἦχος α’
Χ αῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε, ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβύτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν, χαριζόμενος ἡμῖν καὶ τὴν Ἀνάστασιν.
Ἀπολυτίκιον Ἦχος δ’ Ταχὺ προκατάλαβε
Ὡ ς στῦλος ἀκλόνητος, τῆς Ἐκκλησίας Χριστοῦ, καὶ λύχνος ἀείφωτος τῆς οἰκουμένης σοφέ, ἐδείχθης Χαράλαμπες, ἔλαμψας ἐν τῷ κόσμῳ, διὰ τοῦ μαρτυρίου, ἔλυσας τῶν εἰδώλων, τὴν σκοτόμαιναν μάκαρ, διὸ ἐν παῤῥησίᾳ Χριστῷ, πρέσβευε σωθῆναι ἡμᾶς
Τοῦ Ναοῦ
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Κοντ ά κιον Ἦ χος α’
Ὁ μήτραν παρθενικὴν ἁγιάσας τῷ τόκῳ σου, καὶ χεῖρας τοῦ Συμεὼν εὐλογήσας ὡς ἔπρεπε, προφθάσας καὶ νῦν ἔσωσας ἡμᾶς Χριστὲ ὁ Θεός. Ἀλλ’ εἰρήνευσον ἐν πολέμοις τὸ πολίτευμα, καὶ κραταίωσον Βασιλεῖς οὓς ἠγάπησας, ὁ μ ό νος φιλ ά νθρωπος.
Τρισάγιον.
Ἀπόστολος
Ἀπόστολος (Β´ Τιμ. β´ 1-10).
Προκείμενον ἦχος γ’.
Μ εγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.
Στίχ. Ὅ τι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ.
Π ρὸς Τιμόθεον Β’ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.
Τ έκνον Τιμόθεε, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ ᾽Ιησοῦ, καὶ ἃ ἤκουσας παρ᾽ ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι. Συγκακοπάθησον ὡς καλὸς στρατιώτης Χριστοῦ ᾽Ιησοῦ. Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ· ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται ἐὰν μὴ νομίμως ἀθλήσῃ. Τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν. Νόει ὃ λέγω· δώσει γάρ σοι ὁ κύριος σύνεσιν ἐν πᾶσιν. Μνημόνευε ᾽Ιησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν, ἐκ σπέρματος Δαυίδ, κατὰ τὸ εὐαγγέλιόν μου· ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν ὡς κακοῦργος, ἀλλὰ ὁ λόγος τοῦ θεοῦ οὐ δέδεται. Διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσιν τῆς ἐν Χριστῷ ᾽Ιησοῦ μετ ὰ δ ό ξης α ἰ ων ί ου .
Ἀ λληλούϊα (γ’) Ἦχος δ ΄
Ν ῦν ἀπολύεις τὸν δοῦλον σου, Δέσποτα.
Στίχ . Φ ῶς εἰς αποκάλυψιν ἐθνῶν.
Εὐαγγέλιον
Ἐ κ το ῦ κατ ὰ Ἰ ωάννην . ( ᾽ Ιω . ιε ´ 17 – ις ´ 2).
Ε ἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ᾿ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. Μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν· οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν. Ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με. Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. Ὁ ἐμὲ μισῶν καὶ τὸν πατέρα μου μισεῖ. Εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδείς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ καὶ ἑωράκασι καὶ μεμισήκασι καὶ ἐμὲ καὶ τὸν πατέρα μου. Ἀλλ᾿ ἵνα πληρωθῇ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν, ὅτι ἐμίσησάν με δωρεάν. Ὅταν δὲ ἔλθῃ ὁ παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ·καὶ ὑμεῖς δὲ μαρτυρεῖτε, ὅτι ἀπ᾿ ἀρχῆς μετ᾿ ἐμοῦ ἐστε. Ταῦτα λελάληκα ὑμῖν ἵνα μὴ σκανδαλισθῆτε. Ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ᾿ ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφ έ ρειν τ ῷ Θε ῷ .
Δ όξα σοι, Κύριε, δόξα σοι.
Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου
Ε ἰ ς τ ό , Ἐ ξαιρ έ τως
ᾠδὴ θ’
ἦχος γ’
Θ εοτόκε ἡ ἐλπίς, πάντων τῶν Χριστιανῶν, σκέπε φρούρει φύλαττε, τοὺς ἐλπίζοντας εἰς σέ.
Ἐ ν νόμου, σκιᾷ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοί, πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον, ἅγιον Θεῷ, διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀ πειρ ά νδρῳ , μεγαλ ύ νομεν .
Κοινωνικ ὸ ν
Π οτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. Ἀλληλούϊα.
Καί
Ε ἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀ λληλούϊα.
ἦχος β’
Ε ἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.
Π ληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.
ἦχος β’
Ε ἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).
Ἀ πόλυσις
« … ὁ ἐν ἀγκάλαις τοῦ δικαίου Συμεὼν βασταχθῆναι καταδεξάμενος διὰ τὴν ἡμῶν σωτηρίαν Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν… »
Μου αρέσει αυτό: Μου αρέσει! Φόρτωση...
Πλοήγηση άρθρων
Τώρα σας συμβουλεύω να κάμετε από κομβολόγι μικροί και μεγάλοι και να το κρατήτε με το αριστερό χέρι, και με το δεξιό να κάμνετε τον σταυρόν σας και να λέγετε: Κύριε Ιησού Χριστέ, Υιέ και Λόγε του Θεού του ζώντος, διά της Θεοτόκου και πάντων των Αγίων ελέησόν με τον αμαρτωλόν και ανάξιον δούλον σου.