ΕΣΠΕΡΙΝΟΣ ΑΠΟΔΟΣΙΣ ΕΟΡΤΗΣ ΤΗΣ ΥΠΑΠΑΝΤΗΣ ΚΑΙ ΕΟΡΤΗΣ ΑΓΙΟΥ ΧΑΡΑΛΑΜΠΟΥΣ ΤΟΥ ΘΑΥΜΑΤΟΥΡΓΟΥ (2018)

9 ΦΕΒΡΟΥΑΡΙΟΥ 2018

+AΠΟΔΟΣΙΣ ΕΟΡΤΗΣ ΤΗΣ ΥΠΑΠΑΝΤΗΣ

+Μνμη το γου ερομρτυρος Χαραλμπους το Θαυματουργο.

ΤΗ ΠΕΜΠΤΗ ΕΣΠΕΡΑΣ (08/02/2018)

Ὁ Ἱερες: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ναγνστης: μήν.

  • Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.

  • Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

  • Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Ψαλμς ργ’ (103)

  • Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.

  • Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.

  • Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασιν τὰ ὑπερῷα αὐτοῦ.

  • Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων.

  • Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.

  • Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

  • Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα.

  • Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν.

  • Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τόπον, ὃν ἐθεμελίωσας αὐτά.

  • Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν.

  • Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνάμεσον τῶν ὀρέων διελεύσονται ὕδατα.      

  • Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν.

  • Ἐπ’ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν.

  • Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.

  • Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων.

  • Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου.

  • Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.

  • Χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας.

  • Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν.

  • Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγῳοῖς.

  • Ἐποίησε σελήνην εἰς καιρούς ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ.

  • Ἔθου σκότος, καὶ ἐγένετο νύξ ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ.

  • Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς.

  • Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται.

  • Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας.

  • Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου.

  • Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων.

  • Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ.

  • Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον δόντος σου αὐτοῖς συλλέξουσιν.

  • Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται.

  • Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.

  • Ἐξαποστελεῖς τὸ πνεῦμα σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.

  • Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ.

  • Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται.

  • ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.

  • Ἠδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ.

  • Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

Κα πλιν

  • Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ ἔθου σκότος, καὶ ἐγένετο νύξ.

  • Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε πάντα ἐν σοφίᾳ ἐποίησας.

Δξα ΠατρίΚα νν

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ’).

ἐλπὶς ἡμῶν, Κύριε, δξα σοι.

  • ν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν…

  • Στιχολογομεν τν αΣτσιν το Μακριος νρ.

ὁ α’ χορός

Ἦχος α’  Ψαλμς ρμ’ (140)

  • Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.

     ὁ β’ χορός

  • Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.

ὁ α’ χορός

Στχ. α’. ὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.

Γερμανοῦ Πατριάρχου

Λέγε Συμεών, τίνα φέρων ἐν ἀγκάλαις, ἐν τῷ ναῷ ἀγάλλῃ; τίνι κράζεις καὶ βοᾷς; Νῦν ἠλευθέρωμαι· εἶδον γὰρ τὸν Σωτῆρά μου· Οὗτός ἐστιν, ὁ ἐκ Παρθένου τεχθείς, οὗτός ἐστιν ὁ ἐκ Θεοῦ Θεὸς Λόγος, ὁ σαρκωθεὶς δι’ ἡμᾶς, καὶ σώσας τὸν ἄνθρωπον· Αὐτὸν προσκυνήσωμεν.

ὁ β’ χορός

Στχ. β’. νεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

Δέχου Συμεών, ὃν ὑπὸ τὸν γνόφον, Μωσῆς νομοθετοῦντα, προεώρα ἐν Σινᾷ, βρέφος γενόμενον, νόμῳ ὑποταττόμενον. Οὗτός ἐστιν, ὁ διὰ νόμου λαλήσας οὗτός ἐστιν, ὁ ἐν Προφήταις ῥηθείς, ὁ σαρκωθεὶς δι’ ἡμᾶς, καὶ σώσας τὸν ἄνθρωπον· Αὐτὸν προσκυνήσωμεν.

ὁ α’ χορός

Στχ. γ’. πὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.

Δεῦτε καὶ ἡμεῖς, ᾄσμασιν ἐνθέοις, Χριστῷ συναντηθῶμεν, καὶ δεξώμεθα αὐτόν, οὗ τὸ σωτήριον ὁ Συμεὼν ἑώρακεν. Οὗτός ἐστιν, ὃν ὁ Δαυῒδ καταγγέλλει οὗτός ἐστιν, ὁ ἐν Προφήταις λαλήσας, ὁ σαρκωθεὶς δι’ ἡμᾶς, καὶ νόμῳ φθεγγόμενος· Αὐτὸν προσκυνήσωμεν.

ΠΡΟΣΟΜΟΙΑ ΤΟΥ ΑΓΙΟΥ

ὁ β’ χορός

Ἦχος πλ. β΄’ 

Στχ. δ’. τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ’ αὐτῷ, λύτρωσις, καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Ὅλην ἀποθέμενοι

λος ἐκ νεότητος, ἀνατεθεὶς τῷ Δεσπότῃ, τοῦτον ἐπεπόθησας, καὶ αὐτοῦ τοῖς  ἴχνεσιν ἠκολούθησας·  καθαρθεὶς πάσης δέ, τῶν παθῶν κηλῖδος, θείαν χάριν κατεπλούτησας, τελεῖν ἰάματα, καὶ θαυματουργεῖν τὰ παράδοξα, καὶ Μάρτυς ἐχρημάτισας, πάσαις προσβολαῖς τῶν κολάσεων, ἀκλόνητος μείνας, δυνάμει τοῦ τυθέντος ἐν Σταυρῷ, ὃν ἐκτενῶς καθικέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν

ὁ α’ χορός

Στχ. ε’. Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί.

λοις προσηλούμενος, σοῦ τὸ μακάριον σῶμα, τὸ καρτερικώτατον, ἀθλητὰ Χαράλαμπες, καὶ ἀήττητον, τὴν ψυχὴν ἄτρεπτον, καὶ τὸν νοῦν ἄσυλον, διετήρεις συντριβόμενος·  θεῖος γὰρ ἔρως σε, ἔνδοθεν πλουσίως ἀνέφλεγε, καὶ φέρειν τῶν κολάσεων, ἅπασαν ἰδέαν ἠρέθιζε, Μάρτυς ἀθλοφόρε, Χριστοῦ, τῶν παθηματων κοινωνέ, ὃν παρρησίᾳ ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν. 

ὁ β’ χορός

Στχ. Ϛ ‘. τι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

Χαρὰν τὴν ὑπέρλαμπρον, καὶ τὴν ὑπέρτιμον δόξαν, ἀθλήσας κεκλήρωσαι, καὶ τὴν αἰωνίζουσαν ἀγαλλίασιν, Ἱερεῦ Ὅσιε, ἀθλητὰ τίμιε, Στρατιῶτα γενναιότατε, ὁ τὰ στρατεύματα, καὶ τὰς παρατάξεις τοῦ δράκοντος, αἱμάτων σου τοῖς  ῥεύμασιν, ἄρδην κατακλύσας τῇ  χάριτι, καὶ θείᾳ ἐντεύξει, νεκροὺς ἐξαναστήσας ἀληθῶς, καὶ παρρησίᾳ δεόμενος, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

ὁ α’ χορός

Δξα Πατρί… Ἦχος δ’

θυσας τῷ Θεῷ θυσίαν αἰνέσεως Ἱερουργῶν τῷ Δεσπότῃ καὶ Κτίστῃ σου, ὡς ἱερεὺς ἐννομώτατος, οὗ καὶ τοῦ πάθους γέγονας μιμητής, θεόφρον Χαράλαμπες· σεαυτὸν γὰρ θυσίαν εὐπρόσδεκτον προσήγαγες, τῷ διὰ σὲ θυσίαν ἑαυτόν, τῷ Θεῷ καὶ Πατρὶ προσαγαγόντι. Διὸ συναγάλλῃ αὐτῷ εἰς οὐρανίους σκηνώσεις, ἐν Ἐκκλησίᾳ τῶν πρωτοτόκων ᾧ καὶ πρεσβεύεις ἀδιαλείπτως, ἵνα ῥυσθῶμεν ὀργῆς καὶ θλίψεως, οἱ τιμῶντές σου τὴν πανέορτον μνήμην, καὶ πόθῳ ζέοντι προσκυνοῦντες τὴν σὴν Κάραν, τὴν ἄπειρα θαύματα βρύουσαν, καὶ λοιμώδη νόσον ἐκ ποδῶν ποιουμένην, σωτηρίαν τε καὶ ἴασιν ἡμῖν βραβεύουσαν.

ὁ β’ χορός

          Κα νν…      χος πλ.β’ Ἰωάννου Μοναχοῦ

νοιγέσθω ἡ πύλη τοῦ οὐρανοῦ σήμερον· ὁ γὰρ ἄναρχος Λόγος τοῦ Πατρός, ἀρχὴν λαβὼν χρονικήν, μὴ ἐκστὰς τῆς αὐτοῦ Θεότητος, ὑπὸ Παρθένου ὡς βρέφος τεσσαρακονθήμερον, Μητρὸς ἑκὼν προσφέρεται, ἐν ναῷ τῷ νομικῷ καὶ τοῦτον ἀγκάλαις εἰσδέχεται ὁ Πρέσβυς. Ἀπόλυσον κράζων, ὁ δοῦλος τῷ Δεσπότῃ· οἱ γὰρ ὀφθαλμοί μου εἶδον τὸ σωτήριόν σου, ὁ ἐλθὼν εἰς τὸν κόσμον, σῶσαι γένος ἀνθρώπων, Κύριε, δόξα σοι.

 Εσοδος.

Σοφα ρθοί !

χος β’

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.

σπρας Προκεμενον

Τ Πμπτῃ σπρας 

ὁ α’ χορός

βοήθειά μου παρὰ Κυρίου, τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.

ὁ β’ χορός

βοήθειά μου παρὰ Κυρίου, τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.

ὁ α’ χορός

Στχ. ρα τους ὀφθαλμούς μου εἰς τὰ ὄρη, ὅθεν ἤξει ἡ βοήθειά μου.

βοήθειά μου παρὰ Κυρίου, τοῦ ποιήσαντος τν ορανν κα τν γν.

κα τ ναγνσματα.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα

(Κεφ. 43, 9, 14)

Τάδε λέγει Κύριος·  Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τὶς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς τὶς ἀκουστὰ ποιήσει; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην ἵνα γνῶτε καὶ πιστεύσητέ μοι, καὶ συνῆτε, ὅτι ἐγὼ εἰμι·  ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μέτ’ ἐμὲ οὐκ ἔσται. Ἐγὼ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα·  ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος·  ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός. Ὅτι ἀπ’ ἀρχῆς ἐγὼ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος·  ποιήσω, καὶ τὶς ἀποστρέψει αὐτό; οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ ἅγιος Ἰσραήλ.

Σοφας Σολομντος τ νγνωσμα

(Κεφ. 3, 1-9)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἑλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται. Ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφας Σολομντος τ νγνωσμα

(Κεφ. 5, 15-23 & 6, 1-3)

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν, συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως, ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε, μάθετε, δικασταί, περάτων γῆς, ἐνωτίσασθε, οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις Ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, κα δυναστεα παρ ψστου. 

 

ὁ διάκονος:

  • Εἴπωμεν πάντες ἐξ ὅλης της ψυχῆς…….

Ὁ Προεστὼς ἢ ὁ ναγνστης

Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισον μὲ τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. μήν.

 ὁ διάκονος:

  • Πληρώσωμεν τὴν ἑσπερινὴν …..

Ἀπόστιχα

Στιχηρὰ ἰδιόμελα

ὁ α’ χορός

Ἦχος βαρύς  Κοσμᾶ Μοναχοῦ

Κατακόσμησον τὸν νυμφῶνά σου Σιών, καὶ ὑπόδεξαι τὸν Βασιλέα Χριστόν, ἄσπασαι τὴν Μαριάμ, τὴν ἐπουράνιον πύλην· αὕτη γὰρ θρόνος Χερουβικὸς ἀνεδείχθη, αὕτη βαστάζει τὸν Βασιλέα τῆς δόξης, νεφέλη φωτὸς ὑπάρχει ἡ Παρθένος, φέρουσα ἐν σαρκὶ Υἱὸν πρὸ Ἑωσφόρου, ὃν λαβὼν Συμεὼν ἐν ἀγκάλαις αὐτοῦ ἐκήρυξε λαοῖς, Δεσπότην αὐτὸν εἶναι, ζωῆς καὶ τοῦ θανάτου, καὶ Σωτῆρα τοῦ κόσμου.

ὁ β’ χορός

Στχ. Νῦν ἀπολύεις τὸν δοῦλόν σου Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ Κύριε, ὅτι εἶδον οἱ ὀφθαλμοί μου, τὸ σωτήριόν σου.

Τὸν ἐκλάμψαντα πρὸ αἰώνων ἐκ Μητρός, ἐπ’ ἐσχάτων δὲ ἐκ μήτρας Παρθενικῆς, φέρουσα ἐν τῷ ναῷ, ἡ ἀπειρόγαμος Μήτηρ, τὸν ἐν Σιναίῳ νομοθετήσαντα ὄρει, τῇ  διατάξει τῇ  νομικῇ πειθαρχοῦντα, προσῆγεν Ἱερεῖ, πρεσβύτῃ καὶ δικαίῳ, Χριστὸν τὸν Κύριον, ἰδεῖν χρηματισθέντι, ὃν δεξάμενος Συμεὼν ἐν ταῖς ἀγκάλαις αὐτοῦ, ἠγαλλιάσατο βοῶν· Θεὸς ὑπάρχει οὗτος, Πατρὶ συναΐδιος, καὶ Λυτρωτὴς τῶν ψυχῶν ἡμῶν.

ὁ α’ χορός

Στχ. Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.

Τὸν ὀχούμενον ἐν ἅρμασι Χερουβίμ, καὶ ὑμνούμενον ἐν ᾄσματι Σεραφίμ, φέρουσα ἐν ἀγκάλαις ἡ Θεοτόκος Μαρία, ἀπειρογάμως ἐξ αὐτῆς σαρκωθέντα, τὸν Νομοδότην νόμου, πληροῦντα νόμου τάξιν, ἐδίδου χερσὶ πρεσβύτου Ἱερέως· ζωὴν δὲ φέρων, ζωῆς ᾐτεῖτο λύσιν, λέγων· Δέσποτα, νῦν ἀπόλυσόν με, μηνῦσαι τῷ Ἀδάμ, ὡς εἶδον ἄτρεπτον βρέφος, Θεὸν προαιώνιον, καὶ Σωτῆρα τοῦ κόσμου.

ὁ β’ χορός

Δξα Πατρί… Ἦχος δ’

Τὸν νοερὸν ἀδάμαντα, τῆς ὑπομονῆς ἀδελφοί, τὸν γενναιότατον ἀθλητήν, τὸν δυσὶ στέμμασι κατεστεμμένον, Ἱερωσύνης καὶ ἀθλήσεως, παρὰ τῆς δεξιᾶς τοῦ παντάνακτος Θεοῦ, Χαραλάμπη, τὸν ἐν Μάρτυσι μέγιστον εὐφημήσωμεν·  Οὗτος γὰρ τὸν ἀλάστορα καταπαλαίσας, τρόπαιον μέγα κατὰ πλάνης ἀνεστήσατο. Καὶ νῦν ἐν οὐρανοῖς τόν Θεὸν ἐξαιτεῖται, ἄφεσιν ἁμαρτιῶν ἡμῖν παρασχεῖν, καὶ παντοίων νόσων ἀπαλλαγήν, τοῖς  θερμῶς προστρέχουσιν αὐτῷ, καὶ τὴν ἁγίαν αὐτοῦ Κάραν εὐλαβῶς ἀσπαζομένοις, καὶ τὴν ἐτήσιον αὐτοῦ μνήμην μετὰ πόθου τελοῦσι, καὶ αἰτουμένοις δι’ αὐτοῦ τὸν Θεὸν ἱλασμόν, καὶ τὸ μέγα ἔλεος.

ὁ α’ χορός

Κα νν… Ἦχος πλ.δ’ Ἀνδρέου Κρήτης

τοῖς  Χερουβὶμ ἐποχούμενος, καὶ ὑμνούμενος ὑπὸ τῶν Σεραφίμ, σήμερον τῷ θείῳ Ἱερῷ κατὰ νόμον προσφερόμενος, πρεσβυτικαῖς ἐνθρονίζεται ἀγκάλαις, καὶ ὑπὸ Ἰωσὴφ εἰσδέχεται δῶρα θεοπρεπῶς, ὡς ζεῦγος τρυγόνων τὴν ἀμίαντον Ἐκκλησίαν, καὶ τῶν ἐθνῶν τὸν νεόλεκτον λαόν, περιστερῶν δὲ δύο νεοσσούς, ὡς ἀρχηγὸς Παλαιᾶς τε καὶ Καινῆς. Τοῦ πρὸς αὐτὸν χρησμοῦ δὲ Συμεών, τὸ πέρας δεξάμενος, εὐλογῶν τὴν Παρθένον, Θεοτόκον Μαρίαν, τὰ τοῦ πάθους σύμβολα τοῦ ἐξ αὐτῆς προηγόρευσε, καὶ παρ’ αὐτοῦ ἐξαιτεῖται τὴν ἀπόλυσιν βοῶν· Νῦν ἀπολύεις με Δέσποτα, καθὼς προεπηγγείλω μοι, ὅτι εἶδόν σε τὸ προαιώνιον φῶς, καὶ Σωτῆρα Κύριον τοῦ Χριστωνύμου λαοῦ.

 

ὁ προεστὼς: Νῦν ἀπολύεις …..Τρισάγιον..

ὁ α’ χορὸς

Ἀπολυτίκιον  Ἦχος α’

Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβύτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν, χαριζόμενον ἡμῖν καὶ τὴν Ἀνάστασιν.

ὁ β’ χορὸς

Δξα Πατρί…πολυτκιον  χος δ’Ταχὺ προκατάλαβε

ς στῦλος ἀκλόνητος, τῆς Ἐκκλησίας Χριστοῦ, καὶ λύχνος ἀείφωτος τῆς οἰκουμένης σοφέ, ἐδείχθης Χαράλαμπες, ἔλαμψας ἐν τῷ κόσμῳ, διὰ τοῦ μαρτυρίου, ἔλυσας τῶν εἰδώλων, τὴν σκοτόμαιναν μάκαρ, διὸ ἐν παῤῥησίᾳ Χριστῷ, πρέσβευε σωθῆναι ἡμᾶς.

ὁ α’ χορὸς

          Κα νν…      Ἀπολυτίκιον  Ἦχος α’

Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβύτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν, χαριζόμενον ἡμῖν καὶ τὴν Ἀνάστασιν.

Ἀπόλυσις

« ἐν ἀγκάλαις τοῦ δικαίου Συμεὼν βασταχθῆναι καταδεξάμενος διὰ τὴν  ἡμῶν σωτηρίαν Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν…»

https://agioskosmasoaitolos.wordpress.com

8 ΦΕΒ18 ΕΣΠΕΡΙΝΟΣ ΑΠΟΔΟΣΙΣ ΕΟΡΤΗΣ ΥΠΑΠΑΝΤΗΣ ΚΑΙ ΕΟΡΤΗ ΑΓΙΟΥ ΧΑΡΑΛΑΜΠΟΥΣ

 

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s