ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΕΟΡΤΗ ΤΗΣ ΠΕΡΙΤΟΜΗΣ ΤΟΥ ΧΡΙΣΤΟΥ ΚΑΙ ΜΕΓΑΛΟΥ ΒΑΣΙΛΕΙΟΥ (2018)

1 ΙΑΝΟΥΑΡΙΟΥ 2018

† Η ΚΑΤΑ ΣΑΡΚΑ ΠΕΡΙΤΟΜΗ ΤΟΥ ΚΥ­ΡΙ­ΟΥ Η­ΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ.

Αποτέλεσμα εικόνας για ΠΕΡΙΤΟΜΗ ΤΟΥ ΧΡΙΣΤΟΥ

+Βασιλεου ρχιεπι­σκ­που Και­σα­ρεας Καππαδοκας το μεγλου (379).

Αποτέλεσμα εικόνας για ΜΕΓΑΣ ΒΑΣΙΛΕΙΟΣ

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις

τι πρέπει σοι πᾶσα δόξα…

Ἦχος α’

ὁ α’ χορὸς

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στίχ, . Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ α’ χορὸς

Στίχ,’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στίχ, . Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ α’ χορὸς

. Ἀπολυτίκιον τοῦ Ἁγίου Ἦχος α’

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος σου, ὡς δεξαμένην τὸν λόγον σου, δι’ οὗ θεοπρεπῶς ἐδογμάτισας, τὴν φύσιν τῶν ὄντων ἐτράνωσας, τὰ τῶν ἀνθρώπων ἤθη κατεκόσμησας, Βασίλειον Ἱεράτευμα, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

ὁ β’ χορὸς

Δόξα Πατρί… Ἀπολυτίκιον τοῦ Ἁγίου Ἦχος α’

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ……

 ὁ α’ χορὸς

Καὶ νῦν…Ἦχος ὁ αὐτός

Μορφὴν ἀναλλοιώτως ἀνθρωπίνην προσέλαβες, Θεὸς ὢν κατ’ οὐσίαν, πολυεύσπλαγχνε Κύριε· καὶ Νόμον ἐκπληρῶν, περιτομήν, θελήσει καταδέχῃ σαρκικήν, ὅπως παύσῃς τὰ σκιώδη, καὶ περιέλῃς τὸ κάλυμμα τῶν παθῶν ἡμῶν. Δόξα τῇ ἀγαθότητι τῇ σῇ, δόξᾳ τῇ εὐσπλαγχνίᾳ σου, δόξα τῇ ἀνεκφράστῳ Λόγε συγκαταβάσει σου.

.Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

  Ὅτι σὸν τὸ κράτος

ΚΑΘΙΣΜΑΤΑ  

Μετὰ τὴν α´ Στιχολογίαν

ὁ α’ χορός

Ἦχος πλ. α’ Τὸν συνάναρχον Λόγον

ς βασίλειον κόσμον τῆς Ἐκκλησίας Χριστοῦ, τὸν Βασίλειον πάντες ἀνευφημήσωμεν, τῶν δογμάτων θησαυρὸν τὸν ἀνέκλειπτον· διὰ τούτων γὰρ αὐτός, ἐξεπαίδευσεν ἡμᾶς, Τριάδα σέβειν ἁγίαν, ἡνωμένην μὲν τῇ οὐσίᾳ, διαιρετὴν δὲ ταῖς ὑποστάσεσι.

.

ὁ β’ χορός

Δόξα… Ἦχος α’ Τὸν τάφον σου Σωτὴρ

Βασίλειε σοφέ, παρεστὼς τῇ Τριάδι, ἱκέτευε λαβεῖν, ἐν ἡμέρᾳ τῆς δίκης, ἡμᾶς τοὺς ὑμνοῦντας σε, καὶ τιμῶντας τὴν μνήμην σου, χάριν ἔλεος, καὶ ἱλασμὸν τῶν πταισμάτων, ὅπως στόματι, δοξάζωμεν καὶ καρδίᾳ, τὸν μόνον φιλάνθρωπον.

ὁ α’ χορὸς

Καὶ νῦν… τῆς Ἑορτῆς, ὅμοιον

πάντων Ποιητής, καὶ Δεσπότης τοῦ κόσμου, ὁ ὢν σὺν τῷ Πατρί, καὶ τῷ Πνεύματι ἄνω, ὡς βρέφος περιτέμνεται, ἐπὶ γῆς ὀκταήμερος. Ὄντως θεῖά τε, καὶ θαυμαστὰ σου τὰ ἔργα! σὺ γὰρ Δεσπότα, ὑπὲρ ἡμῶν περιτέμνῃ, ὡς ὤν Νόμου πλήρωμα.

Μετὰ τὴν β’ Στιχολογίαν, ἕτερα

ὁ α’ χορός

. Κάθισμα Ἦχος πλ. δ’ Τὴν Σοφίαν καὶ Λόγον

Τῆς ἀρρήτου σοφίας θεοπρεπῶς, ἑξαντλήσας τὸν πλοῦτον τὸν μυστικόν, πᾶσιν ἐθησαύρισας, ὀρθοδοξίας τὰ νάματα, τῶν μὲν πιστῶν τάς καρδίας, ἐνθέως εὐφραίνοντα, τῶν δὲ ἀπίστων τὰ δόγματα, ἀξίως βυθίζοντα. Ὅθεν δι’ ἀμφοτέρων, εὐσεβείας ἱδρῶσιν, ἐδείχθης ἀήττητος, τῆς Τριάδος ὑπέρμαχος, Ἱεράρχα Βασίλειε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου

ὁ β’ χορός

Δόξα ΠατρίΚάθισμα Ἦχος πλ. δ’ Τὴν Σοφίαν καὶ Λόγον

Τῆς ἀρρήτου σοφίας …..

ὁ α’ χορός

Καὶ νῦν… τῆς Ἑορτῆς Ἦχος δ’

ς ὑπάρχων ἄβυσσος, φιλανθρωπίας, ἐνεδύσω Δεσπότα, μορφὴν τοῦ δούλου, καὶ σαρκί, περιετμήθης δωρούμενος, ἀνθρώποις πᾶσι, τὸ μέγα σου ἔλεος.

Μετὰ τὸν Πολυέλεον, τοῦ Ἁγίου.

ὁ β’ χορός

Ἦχος πλ. δ’ Τὴν Σοφίαν καὶ Λόγον

Τῇ δυνάμει τῶν λόγων τῶν θεϊκῶν, καθελὼν τάς αἱρέσεις τάς ζοφεράς, πάντα τὰ φρυάγματα, τοῦ Ἀρείου ἐβύθισας· τοῖς γὰρ βροτοῖς τὸ Πνεῦμα, Θεὸν ἀνεκήρυξας, καὶ τῶν χειρῶν ἐκτάσει, ἐχθροὺς ἐθανάτωσας, πᾶσαν ἐκδιώξας, Σαβελλίου λατρείαν, καὶ πάντα φρονήματα, Νεστορίου κατήργησας. Ἱεράρχα Βασίλειε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

ὁ α’ χορός

Δόξα… ὅμοιον

τῶν λόγων σου χάρις τῶν θεϊκῶν, καὶ δογμάτων τὸ ὕψος τὸ μυστικόν, θείας ἡμῖν γέγονεν, ἀναβάσεως κλῖμαξ· πνευματικὴν γὰρ Πάτερ, κτησάμενος σάλπιγγα, ἐν αὐτῇ ἐκήρυξας, τὰ θεῖα διδάγματα. Ὅθεν καὶ εἰς τόπον, κατεσκήνωσας χλόης, μισθοὺς τῶν ἀγώνων σου, κομισάμενος Ὅσιε. Ἱεράρχα Βασίλειε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

ὁ β’ χορός

Καὶ νῦν… Θεοτοκίον, ὅμοιον

τῶν ὅλων Δεσπότης καὶ Ποιητής, ἐξ ἀχράντου σου μήτρας σάρκα λαβών, προστάτιν σε ἔδειξε, τῶν ἀνθρώπων Πανάμωμε· διὰ τοῦτο πάντες, πρὸς σε καταφεύγομεν, ἱλασμὸν πταισμάτων, αἰτούμενοι Δέσποινα, καὶ αἰωνιζούσης, λυτρωθῆναι βασάνου, καὶ πάσης κακώσεως, τοῦ δεινοῦ κοσμοκράτορος· διὰ τοῦτο βοῶμέν σοι. Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν πίστει, τὸν πανάγιον τόκον σου.

Τὸ α’ Ἀντίφωνον τοῦ δ’ Ἤχου.    

ὁ α’ χορός

κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

ὁ β’ χορός

κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

ὁ α’ χορός

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

ὁ β’ χορός

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

ὁ α’ χορός

Δξα Πατρί…

γίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.

ὁ β’ χορός

Κα νν…

γίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

Προκείμενον  Ἦχος δ’

ὁ α’ χορός\

Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

ὁ β’ χορός

Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

ὁ α’ χορός

Στίχ. Ἀκούσατε ταῦτα, πάντα τὰ Ἔθνη, ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τῇ οἰκουμένῃ.

Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

Ἡ Τάξις τοῦ  Εὐαγγελίου

ὁ α΄ χορὸς

Ἦχος β’.

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ β’ χορὸς

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ α΄ χορὸς

Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.

(Ἰω. ι´ 1-9)

Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους΄ Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὅτι ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής·  ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστι τῶν προβάτων. Τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει΄ καὶ τὰ ἴδια πρόβατα καλεῖ κατ’ ὄνομα καὶ ἐξάγει αὐτά. Καὶ ὅταν τὰ ἴδια πρόβατα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται΄ καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασι τὴν φωνὴν αὐτοῦ. Ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ’ αὐτοῦ΄ ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν. Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ ἐλάλει αὐτοῖς.  Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων.  Πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ, κλέπται εἰσὶ καὶ λῃσταί· ἀλλ’ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα.  Ἐγώ εἰμι ἡ θύρα· δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει.

Δόξα σοι, Κύριε, δόξα σοι.

Καὶ εὐθὺς ὁ Ν’ Ψαλμὸς (χύμα)

ὁ α’ χορὸς

Δόξα Πατρὶ… Ἦχος β’

Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ β’ χορὸς

Καὶ νῦν

Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.  

ὁ α’ χορὸς

Ἦχος πλ. β’

Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

ξεχύθη ἡ χάρις ἐν χείλεσί σου, Ὅσιε Πάτερ, καὶ γέγονας ποιμὴν τῆς του Χριστοῦ Ἐκκλησίας, διδάσκων τὰ λογικὰ πρόβατα, πιστεύειν εἰς Τριάδα ὁμοούσιον, ἐν μιᾷ Θεότητι.

Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…

ΚΑΝΟΝΕΣ

Ὁ Κανὼν τῆς Ἑορτῆς.

Ποίημα Στεφάνου. ᾨδὴ α’ Ἦχος β’

Ὁ Εἱρμὸς  

ὁ α’ χορὸς

Δεῦτε λαοί, ᾄσωμεν ᾆσμα Χριστῷ τῷ Θεῷ, τῷ διελόντι θάλασσαν, καὶ ὁδηγήσαντι, τὸν λαὸν ὃν ἀνῆκε, δουλείας Αἰγυπτίων, ὅτι δεδόξασται.

ὁ β’ χορὸς

Δεῦτε λαοί,…

ὁ α’ χορὸς

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

Ὀγδόας, φέρουσα τύπον τοῦ μέλλοντος, τῇ σῇ Χριστὲ λαμπρύνεται, καὶ ἁγιάζεται, ἑκουσίῳ πτωχείᾳ· ἐν ταύτῃ γὰρ νομίμως, περιετμήθης σαρκί.

ὁ β’ χορὸς

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

Περιτομήν, δέχεται τῇ ὀγδοάδι Χριστός, τῆς ἑαυτοῦ γεννήσεως· καὶ ταύτης σήμερον, τὴν σκιὰν καταστέλλει, τὸ φῶς ἑξανατέλλων, τῆς νέας χάριτος.

Τοῦ ἁγίου, ὁ αὐτὸς

Ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ

ὁ α’ χορὸς

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Σοῦ τὴν φωνήν, ἔδει παρεῖναι Βασίλειε, τοῖς ἐγχειρεῖν ἐθέλουσι, τοῖς ἐγκωμίοις σου, ἀλλὰ Πάτερ συγγνώμων, γενόμενος τὴν χάριν, νέμοις ἀφθόνως ἡμῖν.

ὁ β’ χορὸς

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Τὰ τῆς ψυχῆς, πάθη χρησίμως Βασίλειε, ἅμα δὲ καὶ τοῦ σώματος, ἐν τῷ τοῦ Πνεύματος, περιέτεμες ξίφει· σαυτὸν δέ, τῷ Δεσπότῃ, θῦμα προσήνεγκας.

ὁ α΄ χορὸς

Δόξα Πατρί….

Σὺ γεγονώς, μύστης ἀρρήτων Βασίλειε, τό του Χριστοῦ βασίλειον, ἐμυσταγώγησας, Ἱεράτευμα Πάτερ, σαφῶς τὸ τῆς Τριάδος, φῶς ἀπαστράψας ἡμῖν.

ὁ β’ χορὸς

Καὶ νῦν ….. Θεοτοκίον

Τὶς ἐξειπεῖν, σοῦ κατ’ ἀξίαν δυνήσεται, τὴν ὑπὲρ λόγον σύλληψιν; Θεὸν γὰρ τέτοκας, ἐν σαρκὶ Παναγία, ἡμῖν ἐπιφανέντα Σωτῆρα πάντων ἡμῶν.

          ᾨδὴ γ’ Ὁ Εἱρμὸς 

ὁ α’ χορὸς

Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε, ὁ ξύλῳ νεκρώσας τὴν ἁμαρτίαν, καὶ τὸν φόβον σου ἐμφύτευσον, εἰς τάς καρδίας ἡμῶν τῶν ὑμνούντων σε

ὁ β’ χορὸς

Στερέωσον ἡμᾶς….

ὁ α’ χορὸς

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

λόγος σαρκωθεὶς ὁ ὑπερούσιος, εἰς λῆξιν τοῦ Νόμου περιετμήθη, ἀπαρχὰς δὲ θείας χάριτος, καὶ ζωῆς ἀκηράτου ἡμῖν δέδωκε.

ὁ β’ χορὸς

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

Τοῦ Νόμου πληρωτὴς ὡς οὐκ ἀντίθεος, ὑπάρχων Χριστὸς σεσαρκωμένος, ἀνεδείχθη καὶ ἠξίωσεν, ἑκών περιτμηθῆναι ὀκταήμερος.

Τοῦ Ἁγίου, ὁ αὐτὸς

ὁ α΄ χορὸς

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Παιδείας γεγονὼς ἁπάσης ἔμπλεως, οὐ μόνον τῆς κάτω καὶ πατουμένης πολλῷ μᾶλλον δὲ τῆς κρείττονος ἀνεδείχθης τῷ κόσμῳ φῶς Βασίλειε.

ὁ β’ χορὸς

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Τῷ φόβῳ τοῦ Κυρίου στοιχειούμενος· ἀρχὴ γὰρ σοφίας, οὗτος ὑπάρχει, τῇ φιλίᾳ τῆς ἀμείνονος, ἐπτερώθης σοφίας ὦ Βασίλειε.

ὁ α’ χορὸς

Δόξα Πατρί….

Συνέδραμε Χριστοῦ καὶ συνεξέλαμψεν, ἡ μνήμη σου Πάτερ τοῖς γενεθλίοις, ὧν τὸ ἄφραστον μυστήριον, ταῖς σαῖς διδασκαλίαις ἐφανέρωσας.

ὁ β΄ χορὸς

Καὶ νῦν…. Θεοτοκίον

σπόρως ἐν γαστρὶ Θεὸν συνέλαβες, καὶ τίκτεις ἀφράστως σεσαρκωμένον, εἰς ὃν βλέπειν οὐ τολμῶσιν Ἁγνή, οὐρανῶν αἱ Δυνάμεις Ἀειπάρθενε.

.Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν,…

ὁ α’ χορὸς

Κάθισμα Ἦχος πλ. δ’Τὴν Σοφίαν καὶ λόγον

ξανοίξας τὸ στόμα λόγῳ Θεοῦ, ἐξηρεύξω σοφίαν κήρυξ φωτός, καὶ φρόνημα ἔνθεον, τῇ οἰκουμένῃ κατέσπειρας· τῶν γὰρ Πατέρων ὄντως, κυρώσας τὰ δόγματα, κατὰ Παῦλον ὤφθης, τῆς πίστεως πρόμαχος· ὅθεν καὶ Ἀγγέλων, συμπολίτης ὑπάρχεις, καὶ τούτων συνόμιλος, ἀνεδείχθης μακάριε, Θεοφάντορ Βασίλειε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

ὁ β’ χορὸς

Δόξα… Ἦχος γ’Θείας πίστεως

Πᾶσαν ἤρδευσας τὴν οἰκουμένην, ὥσπερ ὕδασι ταῖς διδαχαῖς σου, τῆς εὐσεβείας ἐνσπείρας τὰ δόγματα· ἡ τῆς ζωῆς γὰρ πηγὴ ὁ Χριστὸς ἐν σοί, ἐπανεπαύσατο ὄντως Βασίλειε, ὃν ἱκέτευε, ὡς παρρησίαν κεκτημένος θεόπνευστε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

ὁ α’ χορὸς 

Καὶ νῦν… Ἦχος γ’ Ἡ Παρθένος σήμερον

τῶν ὅλων Κύριος, περιτομὴν ὑπομένει, καὶ βροτῶν τὰ πταίσματα, ὡς ἀγαθὸς περιτέμνει δίδωσι τὴν σωτηρίαν σήμερον κόσμῳ χαίρει δὲ ἐν τοῖς ὑψίστοις καὶ ὁ του Κτίστου, Ἱεράρχης καὶ φωσφόρος, ὁ θεῖος μύστης Χριστοῦ Βασίλειος.

                                                                         ᾨδὴ δ’ Ὁ Εἱρμὸς

Εἰσακήκοα Κύριε, τὴν ἀκοὴν τῆς σῆς οἰκονομίας, καὶ ἐδόξασά σε μόνε φιλάνθρωπε.

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

Περιτέμνεσθαι πέπαυται ἀφ᾽ οὗ Χριστὸς ἑκὼν περιετμήθη, τῶν Ἐθνῶν τὰ πλήθη, σῴζων τῇ χάριτι.

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

Τήν του μέλλοντος ἄληκτον, ἡ ὀγδόας ζωὴν ἐξεικονίζει, ἐν ᾗ ὁ Δεσπότης, περιετμήθη Χριστός.

Τοῦ Ἁγίου, ὁ αὐτὸς

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Καλλωπίζεται ὥσπερ, τῷ τόκῳ Χριστοῦ, ἡ Νύμφη Ἐκκλησία, οὕτω καὶ τῇ μνήμῃ σου Παμμακάριστε.

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Σεμνυνόμενος τέκνον, ὑπάρχειν Θεοῦ, θεότητα εἰς κτίσιν, εὐσεβῶς Βασίλειε οὐ κατήγαγες.

Δόξα Πατρί….

Τοῖς ἀντιθέοις πέλεκυς, ἐκκοπτικός, καὶ πῦρ καταναλίσκον, τὴν ἀπάτην ὤφθης Πάτερ Βασίλειε.

Καὶ νῦν….Θεοτοκίον

Δυσωποῦμέν σε Ἄχραντε, ἡ τὸν Θεὸν ἀσπόρως συλλαβοῦσα, τοῦ ἀεὶ πρεσβεύειν ὑπὲρ τῶν δούλων σου.

ᾨδή ε’ Ὁ Εἱρμὸς

του φωτὸς χορηγός, καὶ τῶν αἰώνων ποιητὴς Κύριος, ἐν τῷ φωτὶ τῶν σῶν προσταγμάτων, ὁδήγησον ἡμᾶς· ἐκτός σου γὰρ ἄλλον, Θεὸν οὐ γινώσκομεν.

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

Σὺ ἐκ Παρθένου Μητρός, ἀνερμηνεύτως προελθὼν Κύριος, καὶ τὴν βροτῶν μὴ ἀπαξιώσας, ἐνδύσασθαι μορφήν, ὡς βρέφος νομίμως, τὸν Νόμον ἐπλήρωσας.

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

Νυκτὶ ἐξωμοίωται, ὡς τὴν σκιὰν τὴν νομικὴν στέργουσα, τὸν Ἰσραὴλ ἡ γεννησαμένη, ἐξ ἧς ἀπαστράψαν, τὸ φῶς τό τοῦ κόσμου, Χριστὸς πεφανέρωται.

 Τοῦ Ἁγίου, ὁ αὐτὸς

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

γει διπλῆν ἀληθῶς, ἡ Ἐκκλησία ἑορτὴν σήμερον. Περιτομῆς, ὡς βρέφος Δεσπότου, ὀφθέντος ἐπὶ γῆς, καὶ μνήμης οἰκέτου, σοφοῦ καὶ τρισμάκαρος.

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Οὐ νομοθέτης Μωσῆς, οὐ πρὸ τοῦ Νόμου, Ἰωσὴφ γέγονε, τῆς κατὰ σὲ τροφῆς σιτομέτρης· τῆς θείας γὰρ σαρκός, αὐτὸς ἑστιάτωρ, ἐδείχθης Βασίλειε.

Δόξα Πατρί….

Τήν τοῦ παντὸς ἀμυδρῶς, ἱστορηθεῖσαν ἐν Σινᾷ Γένεσιν, τῷ Μωϋσεῖ, αὐτὸς ἑρμηνεύων, ἐκ θείων θησαυρῶν, ἀνέπτυξας πᾶσι, παμμάκαρ Βασίλειε.

Καὶ νῦν….Θεοτοκίον

Σοὶ τῇ τεκούσῃ Χριστόν, τόν τοῦ παντὸς δημιουργὸν κράζομεν· Χαῖρε ἁγνή· Χαῖρε ἡ τὸ φῶς, ἀνατείλασα ἡμῖν· Χαῖρε ἡ χωρήσασα, Θεὸν τὸν ἀχώρητον.

ᾨδὴ ς’ Ὁ Εἱρμὸς  

βυσσος ἁμαρτημάτων, ἐκύκλωσέ με ἐσχάτη, ἀλλ’ ὡς τὸν Προφήτην Ἰωνᾶν, ἀνάγαγε Κύριε, Κύριε, ἐκ φθορᾶς τὴν ζωήν μου

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

Εἴληφε τέλος ὁ Νόμος, ἀφ’ οὗ Χριστὸς νηπιάσας, καὶ πληρωτὴς τοῦ Νόμου δειχθείς, Περιτομὴν κατεδέξατο, καὶ ἔλυσε τήν του Νόμου κατάραν.

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

Σάββατα Περιτομή τε, τὸ φρύαγμα τῶν Ἑβραίων, τοῦ ἐπιφανέντος Χριστοῦ, τῷ νεύματι πέπαυται, καὶ ἔλαμψε τὸ τῆς χάριτος ἔαρ.

Τοῦ Ἁγίου, ὁ αὐτὸς

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

θρεψας, λιμῷ τακείσας, ψυχὰς πενήτων ἀφθόνως, καὶ τάς τῶν πεινώντων καρδίας, πάσης ἐνέπλησας, Βασίλειε θεϊκῆς εὐφροσύνης.

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

θρεψας ψυχὰς πεινώσας, τροφῇ τῇ ἐπουρανίῳ· ἄρτος γὰρ Ἀγγέλων ὑπάρχει, ὁ λόγος Βασίλειε· οὗ ἄριστος σιτοδότης ἐγένου.

Δόξα Πατρί….

σπευσας κόσμου ῥαγῆναι, καὶ Θεῷ συμβιοτεῦσαι· διὸ τοῖς ἀστάτοις, καὶ ῥευστοῖς, Πάτερ Βασίλειε, τὰ μένοντα ὡς σοφὸς κατεκτήσω.

Καὶ νῦν….Θεοτοκίον

Βάτος σε ἐν τῷ Σιναίῳ, ἀφλέκτως προσομιλοῦσα, τῷ πυρὶ προγράφει Μητέρα, τὴν ἀειπάρθενον, Ἀνύμφευτε Θεοτόκε Μαρία.

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

Σὺ γὰρ εἶ  Βασιλεύς…

Κοντάκιον Ἦχος δ’

πεφάνης σήμερον Ὤφθης βάσις ἄσειστος τῇ Ἐκκλησίᾳ, νέμων πᾶσιν ἄσυλον, τὴν κυριότητα βροτοῖς, ἐπισφραγίζων σοῖς δόγμασιν, Οὐρανοφάντορ Βασίλειε Ὅσιε.

Ὁ Οἶκος

Τῆς σωφροσύνης ὁ κρατήρ, τὸ στόμα τῆς σοφίας, καὶ βάσις τῶν δογμάτων, Βασίλειος ὁ μέγας, πᾶσιν ἀστράπτει νοερῶς. Δεῦτε οὖν, καὶ στῶμεν ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, θερμῶς ἐνατενίζοντες, τοῖς θαύμασι τοῖς τούτου τερπόμενοι, καὶ ὥσπερ λαμπηδόνι ἀστραφθέντες τῷ φωτὶ αὐτῶν, θαλφθῶμεν τῷ τοῦ βίου καθαρτικῷ πνεύματι, μιμούμενοι αὐτοῦ τὴν πίστιν, τὴν ζέσιν, τὴν ταπείνωσιν, δι’ ὧν οἶκος ἐδείχθη τοῦ ὄντως Θεοῦ· πρὸς ὃν βοῶντες ὑμνοῦμεν, οὐρανοφάντορ Βασίλειε Ὅσιε.

Σ υ ν α ξ ά ρ ι ο ν

ΤΑ’ τοῦ αὐτοῦ μηνὸς ἑορτάζομεν τὴν κατὰ σάρκα Περιτομὴν τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.

Στίχοι

  • Χριστοῦ περιτμηθέντος, ἐτμήθη Νόμος.

  • Καὶ τοῦ Νόμου τμηθέντος, εἰσήχθη Χάρις.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Βασιλείου, Ἀρχιεπισκόπου Καισαρείας Καππαδοκίας τοῦ Μεγάλου.

Στίχοι

  • Ζῇ Βασίλειος, καὶ θανὼν ἐν Κυρίῳ.

  • Ζῇ καὶ παρ᾽ ἡμῖν, ὡς λαλῶν ἐκ τῶν βίβλων,

  • Ἰανουαρίοιο θάνες, Βασίλειε, πρώτῃ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Θεόδοτος ξίφει τελειούται.

Στίχοι

  • Ὁ Θεόδοτος, Οὐκ ἀνέξομαι, λέγει,

  • Εἰ μὴ κεφαλὴν τοῦ Θεοῦ τμηθῶ χάριν.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Γρηγόριος, ὁ Πατὴρ τοῦ Ἁγίου Γρηγορίου τοῦ Θεολόγου, ἐν εἰρήνῃ τελειούται.

Στίχοι

  • Ἐγκωμιαστὴν οἴκοθεν πλουτεῖς, Πάτερ,

  • Τῆς σῆς τελευτῆς, σοῦ ἐκ μηροῦ γόνον.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστέ ὁ Θεὸς ἐλέησον ἡμᾶς.

ΚΑΤΑΒΑΣΙΑΙ

ὁ α’ χορός

ᾠδὴ α’ ἦχος β’

Βυθοῦ ἀνεκάλυψε πυθμένα καὶ διὰ ξηρᾶς οἰκείους ἕλκει, ἐν αὐτῷ κατακαλύψας ἀντιπάλους, ὁ κραταιός, ἐν πολέμοις Κύριος, ὅτι δεδόξασται.

ὁ β΄ χορὸς

Ἰαμβικὸς

Στίβει θαλάσσης, κυματούμενον σάλον,

Ἤπειρον αὖθις, Ἰσραὴλ δεδειγμένον,

Μέλας δὲ πόντος, τριστάτας Αἰγυπτίων,

Ἔκρυψεν ἄρδην, ὑδατόστρωτος τάφος,

Ῥώμῃ κραταιᾷ, δεξιᾶς τοῦ Δεσπότου.

ᾠδὴ γ’

ὁ α’ χορός

σχὺν ὁ διδοὺς τοῖς βασιλεῦσιν ἡμῶν Κύριος, καὶ κέρας χριστῶν αὐτοῦ ὑψῶν, Παρθένου ἀποτίκτεται, μολεῖ δὲ πρὸς τὸ Βάπτισμα, διὸ πιστοὶ βοήσωμεν, οὐκ ἔστιν Ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος πλήν σου Κύριε.

Ἰαμβικὸς

ὁ β’ χορός

σοι παλαιῶν ἐκλελύμεθα βρόχων,

Βορῶν λεόντων συντεθλασμένων μύλας,

Ἀγαλλιῶμεν, καὶ πλατύνωμεν στόμα,

Λόγῳ πλέκοντες ἐκ λόγων μελῳδίαν,

Ὢ τῶν πρὸς ἡμᾶς…

ὁ α’ χορός

δεται δωρημάτων.

ᾠδὴ δ’

ὁ β’ χορός

κήκοε Κύριε φωνῆς σου, ὃν εἶπας, Φωνὴ βοῶντος ἐν ἐρήμῳ, ὅτε ἐβρόντησας πολλῶν ἐπὶ ὑδάτων, τῷ σῷ μαρτυρούμενος Υἱῷ, ὅλος γεγονὼς τοῦ παρόντος, Πνεύματος δὲ ἐβόησε. Σὺ εἶ Χριστός, Θεοῦ Σοφία καὶ Δύναμις.

Ἰαμβικὸς

ὁ α’ χορός

Πυρσῷ καθαρθεὶς μυστικῆς θεωρίας,

Ὑμνῶν Προφήτης τὴν βροτῶν καινουργίαν,

Ῥήγνυσι γῆρυν, Πνεύματι κροτουμένην,

Σάρκωσιν ἐμφαίνουσαν ἀῤῥήτου Λόγου,

Ὢ τῶν δυναστῶν…

ὁ β’ χορός

τὰ κράτη συνετρίβη.

ᾠδὴ ε‘

ὁ α’ χορός

ησοῦς ὁ ζωῆς ἀρχηγός, λῦσαι τὸ κατάκριμα ἥκει, Ἀδὰμ τοῦ πρωτοπλάστου, καθαρσίων δέ, ὡς Θεὸς μὴ δεόμενος, τῷ πεσόντι καθαίρεται ἐν τῷ Ἰορδάνῃ, ἐν ᾧ τήν ἔχθραν κτείνας, ὑπερέχουσαν, πάντα νοῦν εἰρήνην χαρίζεται.

Ἰαμβικὸς

ὁ β’ χορός

χθροῦ ζοφώδους καὶ βεβορβορωμένου,

Ἰὸν καθάρσει Πνεύματος λελουμένοι,

Νέαν προσωρμίσθημεν ἀπλανῆ τρίβον,

Ἄγουσαν ἀπρόσιτον εἰς θυμηδίαν,

Μόνοις προσιτήν,…

ὁ α’ χορός

οἷς Θεὸς κατηλλάγη.

ᾠδὴ Ϛ’

ὁ β’ χορός

φωνὴ τοῦ λόγου, ὁ λύχνος τοῦ φωτός, ὁ ἑωσφόρος, ὁ τοῦ Ἡλίου Πρόδρομος, ἐν τῇ ἐρήμῳ, Μετανοεῖτε, πᾶσι βοᾷ τοῖς λαοῖς, καὶ προκαθαίρεσθε, ἰδοὺ γὰρ πάρεστι Χριστός, ἐκ φθορᾶς τὸν κόσμον λυτρούμενος.

Ἰαμβικὸς

ὁ α’ χορός

μερτὸν ἐξέφηνε σὺν πανολβίῳ,

Ἤχῳ Πατήρ, ὃν γαστρὸς ἐξηρεύξατο,

Ναί, φησίν, οὗτος, συμφυὴς γόνος πέλων,

Φώταυγος ἐξώρουσεν ἀνθρώπων γένους,

Λόγος τέ μου ζῶν,…

ὁ β’ χορός

καὶ βροτὸς προμηθείᾳ.

ᾠδὴ ζ’

ὁ α’ χορός

Νέους εὐσεβεῖς, καμίνῳ πυρὸς προσομιλήσαντας, διασυρίζον πνεῦμα δρόσου, ἀβλαβεῖς διεφύλαξε, καὶ θείου Ἀγγέλου συγκατάβασις, ὅθεν ἐν φλογὶ δροσιζόμενοι, εὐχαρίστως ἀνέμελπον. Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Ἰαμβικὸς

ὁ β’ χορός

Ἔφλεξε ῥείθρῳ τῶν δρακόντων τὰς κάρας,

Ὁ τῆς καμίνου τὴν μετάρσιον φλόγα,

Νέους φέρουσαν εὐσεβεῖς κατευνάσας,

Τὴν δυσκάθεκτον ἀχλὺν ἐξ ἁμαρτίας,

Ὅλην πλύνει δέ,…

ὁ α’ χορός

τῇ τοῦ Πνεύματος δρόσῳ.

ᾠδὴ η’

ὁ β’ χορός

Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον.

Μυστήριον παράδοξον, ἡ Βαβυλῶνος ἔδειξε κάμινος, πηγάσασα δρόσον, ὅτι ῥείθροις ἔμελλεν, ἄϋλον πῦρ εἰσδέχεσθαι ὁ Ἰορδάνης, καὶ στέγειν σαρκί, βαπτιζόμενον τὸν Κτίστην, ὃν εὐλογοῦσι Λαοί, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.

Ἰαμβικὸς

ὁ α’ χορός

λευθέρα μὲν ἡ κτίσις γνωρίζεται,

Υἱοὶ δὲ φωτός, οἱ πρὶν ἐσκοτισμένοι.

Μόνος στενάζει, τοῦ σκότους ὁ προστάτης.

Νῦν εὐλογείτω συντόνως τὸν αἴτιον,

Ἡ πρὶν τάλαινα τῶν Ἐθνῶν παγκληρία.

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

δ θ’

ΜΕΤΑ ΜΕΓΑΛΥΝΑΡΙΩΝ

ὁ α’ χορός

Ἦχος β’

    Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν καὶ ἐνδοξοτέραν, τῶν ἄνω στρατευμάτων. 

Ὁ Εἱρμὸς

τὸν πρὸ ἡλίου φωστῆρα, τὸν Θεὸν ἑξανατείλαντα, σωματικῶς ἡμῖν ἐπιδημήσαντα, ἐκ λαγόνων παρθενικῶν, ἀφράστως σωματώσασα, εὐλογημένη Πάναγνε, σὲ Θεοτόκε μεγαλύνομεν».

ὁ β’ χορός

Μεγάλυνον ψυχή μου, τὸν κατὰ τὸν Νόμον, σαρκὶ περιτμηθέντα.     

περβὰς τοὺς ὅρους Χριστός, τῆς ἀνθρωπίνης ὅλης, φύσεως, ὑπερφυῶς ἐκ Παρθένου ἀποτίκτεται, καὶ τὸ γράμμα τὸ νομικόν, καθὼς διακελεύεται, τὴν σάρκα περιτέμνεται, καὶ πληρωτὴς τοῦ Νόμου δείκνυται.                       

ὁ α’ χορός

Μεγάλυνον ψυχή μου, τὸν ἐν τῇ ὀγδόῃ, περιτομὴν λαβόντα.

περβὰς τοὺς ὅρους Χριστός, ……

ὁ β’ χορός

Σήμερον ὁ Δεσπότης, σαρκὶ περιετμήθη, καὶ Ἰησοῦς ἐκλήθη

Δεῦτε τοῦ Δεσπότου τὰ ἔνδοξα, Χριστοῦ ὀνομαστήρια, ἐν ἁγιότητι πανηγυρίσωμεν· Ἰησοῦς γὰρ θεοπρεπῶς, ἀνηγόρευται σήμερον, σὺν τούτοις καὶ τὴν μνήμην δέ, τοῦ Ἱεράρχου μεγαλύνωμεν.

Ἕτερα εἰς τὸν Κανόνα τοῦ Ἁγίου.

ὁ α’ χορός

    Μεγάλυνον ψυχή μου, τὸν ἐν Ἱεράρχαις, Βασίλειον τὸν Μέγαν.

Τὸ τῆς Ἐκκλησίας πανίερον, Χριστοῦ κατιδὼν σύστημα, ὑπὸ τῆς σῆς κοσμούμενον Ἱεραρχίας σοφέ, ὁ πανώλης ἐμβροντηθείς, καταπέπτωκε τύραννος· τὴν γὰρ ἐν σοὶ τοῦ Πνεύματος, αἴγλην οὐκ ἤνεγκε Βασίλειε.

ὁ β’ χορός

    Μεγάλυνον ψυχή μου, τὸν ἐκ Καισαρείας, Βασίλειον τὸν Μέγαν.

Τὸ τῆς Ἐκκλησίας πανίερον, Χριστοῦ……

ὁ α’ χορός

Δόξα Πατρί…

Μεγάλυνον ψυχή μου, τῆς τρισυποστάτου, καὶ ἀδιαιρέτου, θεότητος τὸ κράτος.

Τῆς τῶν Ἀποστόλων καθέδρας, τῆς χορείας τε τῶν Ἀθλοφόρων, Χριστοῦ Πατριαρχῶν σκηνῆς, καὶ τῶν Δικαίων τρυφῆς, τῆς χορείας τε τῶν Προφητῶν, ἠξιώθης Βασίλειε· τῆς Θεοτόκου μύστης γάρ, καὶ τῆς Τριάδος λάτρις γέγονας.

ὁ β’ χορός

Καὶ νῦν…

Μεγάλυνον ψυχή μου, τὴν λυτρωσαμένην, ἡμᾶς ἐκ τῆς κατάρας.

τὰ ὑπερῷα ἐν ὕδασι, στεγάζων μόνος Κύριος, ἀναχαιτίζων θάλασσαν, ἀβύσσους τε ὁ ξηραίνων, ἐκ σοῦ Ἁγνὴ τὴν σάρκα προσλαβόμενος, ἐκ Βηθλεὲμ ἐπείγεται, πρὸς Ἰορδάνην βαπτισθῆναι σαρκί.

Καταβασία

ὁ α’ χορὸς

Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, τῶν ἄνω στρατευμάτων.

πορεῖ πᾶσα γλῶσσα, εὐφημεῖν πρὸς ἀξίαν ἰλιγγιᾷ δὲ νοῦς καὶ ὑπερκόσμιος, ὑμνεῖν σε Θεοτόκε, ὅμως ἀγαθὴ ὑπάρχουσα, τὴν πίστιν δέχου, καὶ γὰρ τὸν πόθον οἶδας, τὸν ἔνθεον ἡμῶν, σὺ γὰρ Χριστιανῶν εἶ προστάτις, σὲ μεγαλύνομεν.

ὁ β’ χορὸς

Μεγάλυνον ψυχή μου, τὴν λυτρωσαμένην, ἡμᾶς ἐκ τῆς κατάρας.

Ἰαμβικὸς

τῶν ὑπὲρ νοῦν, τοῦ τόκου σου θαυμάτων!

Νύμφη πάναγνε, Μῆτερ εὐλογημένη,

Δι’ ἧς τυχόντες παντελοῦς σωτηρίας,

Ἐπάξιον κροτοῦμεν ὡς εὐεργέτῃ,

Δῶρον φέροντες ὕμνον εὐχαριστίας.

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

ὁ α’ χορός

Ἦχος γ’. Ἐν Πνεύματι τῷ Ἱερῷ

Φιλοσοφίας ἔρωτι, περιέτεμες Πάτερ, τὸ τῆς ψυχῆς σου κάλυμμα, καὶ τῷ κόσμῳ ἐδείχθης, ὡς ἥλιος τοῖς θαύμασι, καὶ πιστῶν κατηύγασας, τὰς διανοίας θέοφρον, τῆς Τριάδος ὁ λάτρις, ὦ Βασίλειε σοφέ, καὶ μύστης τῆς Θεοτόκου.

 ὁ β’ χορός

Τῆς Ἑορτῆς,

Τὴν σάρκα περιτέμνεται, ὁ τὸν Νόμον πληρώσας, ὡς βρέφος ὀκταήμερον, τῶν αἰώνων ὁ Κτίστης, καὶ σπάργανα εἱλίσσεται, ὡς βροτὸς καὶ γάλακτι ἐκτρέφεται ὁ τὰ πάντα, τῇ ἀπείρῳ ἰσχύϊ, ὡς Θεὸς διακρατῶν, καὶ τῇ ῥοπῇ διεξάγων.

ΑΙΝΟΙ

ὁ α’ χορός

Ἦχος πλ. α’.

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ α’ χορός

Στιχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Χαίροις ἀσκητικῶν

Φέρει Περιτομὴν ἐν σαρκί, ὁ ἐκ Πατρὸς ἄνευ τομῆς τε καὶ ῥεύσεως, ἀφράστως τεχθεὶς ὡς Λόγος, καὶ ὡς Θεὸς ἐκ Θεοῦ, ἐν ἀτρέπτῳ μένων τῇ Θεότητι· διὸ κατὰ Νόμον, ὁ ὑπὲρ Νόμον γενόμενος, κατάρας Νόμου, ἐκλυτροῦται τοὺς ἅπαντας, καὶ τὴν ἄνωθεν, εὐλογίαν δεδώρηται. Ὅθεν τὴν ὑπεράγαθον, αὐτοῦ συγκατάβασιν, ἀνευφημοῦντες ὑμνοῦμεν, καὶ εὐχαρίστως δοξάζομεν, αὐτὸν δυσωποῦντες, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος

ὁ β’ χορός

Στιχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

 Θέσει υἱὸς Θεοῦ γεγονώς, ἀναγεννήσει τῇ του θείου Βαπτίσματος, τὸν φύσει καὶ ἀληθείᾳ, καὶ πρὸ αἰώνων Υἱόν, τοῦ Θεοῦ καὶ Λόγον ὁμοούσιον, Πατρὶ καὶ συνάναρχον, ὡμολόγησας Ὅσιε, αἱρετικῶν δέ, τὰ ἀπύλωτα στόματα, τῇ λαμπρότητι, τῶν σῶν λόγων ἐνέφραξας. Ὅθεν καὶ τὰ Βασίλεια, τὰ ἄνω κατῴκησας, συμβασιλεύων τῷ μόνῳ, καὶ φυσικῶς βασιλεύοντι, Χριστῷ τῷ πλουσίως, διανέμοντι τῷ κόσμῳ, τὸ μέγα ἔλεος.

ὁ α’ χορός

Στιχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ,

νδον ἐπουρανίου Ναοῦ, ὡς Ἱεράρχης Ἱερὸς προσεχώρησας, τὴν πρᾶξιν καὶ θεωρίαν, τάς τῆς σοφίας ἀρχάς, ὡς στολὴν ἁγίαν περικείμενος, καὶ νῦν εἰς τὸ ἄνω, θυσιαστήριον Ὅσιε, ἱερατεύων, καὶ Θεῷ παριστάμενος, καὶ τὴν ἄϋλον, λειτουργίαν τελούμενος· μέμνησο συμπαθέστατε, παμμάκαρ Βασίλειε, τῶν ἐκτελούντων τὴν μνήμην, τὴν Ἱερὰν σου καὶ πάντιμον, Χριστὸν ἱκετεύων, τὸν παρέχοντα τῷ κόσμῳ, τὸ μέγα ἔλεος

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον..

λος ἱερωμένος Θεῶ, καὶ ὁλοτρόπως ἐκ παιδὸς ἀνακείμενος, σοφίας τῆς ὑπερσόφου, καταυγασθεὶς ταῖς αὐγαῖς, τὴν τῶν ὄντων γνῶσιν διετράνωσας, λαμπρῶς ἐξηγούμενος, καὶ σοφῶς διηγούμενος, τὴν ἐν τοῖς οὖσιν, εὐταξίαν ποιούμενος, ἐπιγνώσεως, θειοτέρας ὑπόθεσιν. Ὅθεν σε θεορρήμονα, καὶ θεῖον Διδάσκαλον, καὶ φωτοφόρον Φωστῆρα, τῆς Ἐκκλησίας κηρύττομεν, Χριστὸν ἀνυμνοῦντες, τὸν παρέχοντα τῷ κόσμῳ, τὸ μέγα ἔλεος.

ὁ α’ χορός

Δόξα… Ἦχος πλ. β’

ξεχύθη ἡ χάρις ἐν χείλεσί σου, Ὅσιε Πάτερ, καὶ γέγονας ποιμήν, τῆς του Χριστοῦ Ἐκκλησίας, διδάσκων τὰ λογικὰ πρόβατα, πιστεύειν εἰς Τριάδα ὁμοούσιον, ἐν μιᾷ Θεότητι.

ὁ β’ χορός

Καὶ νῦν… ΄Τῆς Ἑορτῆς  Ἦχος πλ. δ’

Συγκαταβαίνων ὁ Σωτήρ, τῷ γένει τῶν ἀνθρώπων, κατεδέξατο σπαργάνων περιβολήν• οὐκ ἐβδελύξατο σαρκὸς τὴν περιτομήν, ὁ ὀκταήμερος κατὰ τὴν Μητέρα, ὁ ἄναρχος κατὰ τὸν Πατέρα. Αὐτῷ πιστοὶ βοήσωμεν• Σὺ εἶ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς.

 Δοξολογία Μεγάλη

εἰς ἦχον πλ. β’ ( Ἀργή ἢ σύντομος )

· Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

· μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

· Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.

· Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

· Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

· τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

· Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

· Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

· Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

· Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

· Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. (γ΄)

.  · Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

· Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

· τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

· Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (γ΄)

Δόξα Πατρὶ ..Καὶ νῦν…. .

γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

 καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

γιος ὁ Θεός,…….

καὶ εὐθύς Ἀπολυτίκιον Ἦχος α’

 Μορφὴν ἀναλλοιώτως ἀνθρωπίνην προσέλαβες, Θεὸς ὢν κατ᾽ οὐσίαν, πολυεύσπλαγχνε Κύριε· καὶ Νόμον ἐκπληρῶν, περιτομήν, θελήσει καταδέχῃ σαρκικήν, ὅπως παύσῃς τὰ σκιώδη, καὶ περιέλῃς τὸ κάλυμμα τῶν παθῶν ἡμῶν. Δόξα τῇ ἀγαθότητι τῇ σῇ, δόξα τῇ εὐσπλαγχνίᾳ σου, δόξα τῇ ἀνεκφράστῳ Λόγε συγκαταβάσει σου.

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

ΑΝΤΙΦΩΝΑ

᾽Αντίφωνον α´

Στίχ. . λαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.

Στίχ.  παγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἔργα αὐτοῦ, διηγήσασθε πάντα τὰ θαυμάσια αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Στίχ.  Εἴπατε τῷ Θεῷ, Ὡς φοβερὰ τὰ ἔργα σου.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Στίχ. . Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν τῷ ὀνόματί σου

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Δόξα…Καὶ νῦν…

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 Ἀντίφωνον Β’

Στίχ.. Εὐφραινέσθωσαν οἱ οὐρανοὶ καὶ ἀγαλλιάσθω ἡ γῆ, σαλευθήτω ἡ θάλασσα καὶ τὸ πλήρωμα αὐτῆς·

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ σαρκὶ περιτμηθείς, ψάλλοντάς σοι. Ἀλληλούϊα.

Στίχ. σατε τῷ Κυρίῳ ᾆσμα καινόν, ᾄσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ·

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ σαρκὶ περιτμηθείς…

Στίχ.κ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ σαρκὶ περιτμηθείς…

Στίχ. Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ, καὶ ἐν τῇ γῇ, πάντα ὅσα ἠθέλησεν ἐποίησεν.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ σαρκὶ περιτμηθείς…

Δόξα Πατρὶ…Καὶ νῦν…

μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

Ἀντίφωνον Γ‘

Ἦχος α‘

ΣτίχΤὰ ἐλέη σου, Κύριε, εἰς τὸν αἰῶνα ᾄσομαι, ἀπαγγελῶ τὴν ἀλήθειάν σου ἐν τῷ στόματί μου.

Μορφὴν ἀναλλοιώτως ἀνθρωπίνην προσέλαβες, Θεὸς ὢν κατ᾽ οὐσίαν, πολυεύσπλαγχνε Κύριε· καὶ Νόμον ἐκπληρῶν, περιτομήν, θελήσει καταδέχῃ σαρκικήν, ὅπως παύσῃς τὰ σκιώδη, καὶ περιέλῃς τὸ κάλυμμα τῶν παθῶν ἡμῶν. Δόξα τῇ ἀγαθότητι τῇ σῇ, δόξα τῇ εὐσπλαγχνίᾳ σου, δόξα τῇ ἀνεκφράστῳ Λόγε συγκαταβάσει σου.

Στιχ. ξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, Κύριε, καὶ τὴν ἀλήθειάν σου ἐν ἐκκλησίᾳ ἁγίων.

Μορφὴν ἀναλλοιώτως ἀνθρωπίνην…

Στίχ. γάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν · διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.

Μορφὴν ἀναλλοιώτως ἀνθρωπίνην…

Μικρὰ Εἴσοδος.

Εἰσοδικὸν

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ σαρκὶ περιτμηθείς …ψάλλοντάς σοι, Ἀλληλούϊα.

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)   

Ἀπολυτίκιον Ἦχος α’

Μορφὴν ἀναλλοιώτως ἀνθρωπίνην προσέλαβες, Θεὸς ὢν κατ᾽ οὐσίαν, πολυεύσπλαγχνε Κύριε· καὶ Νόμον ἐκπληρῶν, περιτομήν, θελήσει καταδέχῃ σαρκικήν, ὅπως παύσῃς τὰ σκιώδη, καὶ περιέλῃς τὸ κάλυμμα τῶν παθῶν ἡμῶν. Δόξα τῇ ἀγαθότητι τῇ σῇ, δόξα τῇ εὐσπλαγχνίᾳ σου, δόξα τῇ ἀνεκφράστῳ Λόγε συγκαταβάσει σου.

Ἀπολυτίκιον τοῦ Ἁγίου Ἦχος α’

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος σου, ὡς δεξαμένην τὸν λόγον σου, δι’ οὗ θεοπρεπῶς ἐδογμάτισας, τὴν φύσιν τῶν ὄντων ἐτράνωσας, τὰ τῶν ἀνθρώπων ἤθη κατεκόσμησας, Βασίλειον Ἱεράτευμα, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Τοῦ Ναοῦ

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον) 

Κοντάκιον Ἦχος γ’ Ἡ Παρθένος σήμερον

τῶν ὅλων Κύριος, περιτομὴν ὑπομένει, καὶ βροτῶν τὰ πταίσματα, ὡς ἀγαθὸς περιτέμνει δίδωσι τὴν σωτηρίαν σήμερον κόσμῳ χαίρει δὲ ἐν τοῖς ὑψίστοις καὶ ὁ του Κτίστου, Ἱεράρχης καὶ φωσφόρος, ὁ θεῖος μύστης Χριστοῦ Βασίλειος.

Τρισάγιον.

᾽Απόστολος ΤΟΥ ΑΓΙΟΥ[1]

Προκείμενον Ἦχος α’

Τὸ στόμα μου λαλήσει σοφίαν καὶ καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

κούσατε ταῦτα πάντα τὰ ἔθνη.

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ ᾽Ανάγνωσμα 7:26-28, 8:1-2

δελφοί, τοιοῦτος ἡμῖν ἔπρεπεν ἀρχιερεύς, ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος, ὃς οὐκ ἔχει καθ᾿ ἡμέραν ἀνάγκην, ὥσπερ οἱ ἀρχιερεῖς, πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν, ἔπειτα τῶν τοῦ λαοῦ· τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ ἑαυτὸν ἀνενέγκας. Ὁ νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς ἔχοντας ἀσθένειαν, ὁ λόγος δὲ τῆς ὁρκωμοσίας τῆς μετὰ τὸν νόμον υἱὸν εἰς τὸν αἰῶνα τετελειωμένον. Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις, τοιοῦτον ἔχομεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς, τῶν ῾Αγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄνθρωπος.

Ἀλληλούϊα. (γ΄)Ἦχος β΄

Στόμα δικαίου μελετήσει σοφίαν

 Ὁ νόμος τοῦ Θεοῦ αὐτοῦ ἐν καρδίᾳ αὐτοῦ.

Εὐαγγέλιον

Ἐκ τοῦ κατὰ Λουκᾶν.

(β΄ 20 – 21, 40 – 52)

Τῷ καιρῷ ἐκείνῳ, ὑπέστρεψαν οἱ ποιμένες δοξάζοντες καὶ αἰνοῦντες τὸν Θεὸν ἐπὶ πᾶσιν οἷς ἤκουσαν καὶ εἶδον καθὼς ἐλαλήθη πρὸς αὐτούς. Καὶ ὅτε ἐπλήσθησαν ἡμέραι ὀκτὼ τοῦ περιτεμεῖν αὐτόν, καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ ᾽Ιησοῦς, τὸ κληθὲν ὑπὸ τοῦ ἀγγέλου πρὸ τοῦ συλληφθῆναι αὐτὸν ἐν τῇ κοιλίᾳ. Τὸ δὲ παιδίον ηὔξανε καὶ ἐκραταιοῦτο πληρούμενον σοφίᾳ, καὶ χάρις Θεοῦ ἦν ἐπ᾽ αὐτό. Καὶ ἐπορεύοντο οἱ γονεῖς αὐτοῦ κατ᾽ ἔτος εἰς ᾽Ιερουσαλὴμ τῇ ἑορτῇ τοῦ πάσχα. Καὶ ὅτε ἐγένετο ἐτῶν δώδεκα, ἀναβαινόντων αὐτῶν κατὰ τὸ ἔθος τῆς ἑορτῆς καὶ τελειωσάντων τὰς ἡμέρας, ἐν τῷ ὑποστρέφειν αὐτοὺς ὑπέμεινεν ᾽Ιησοῦς ὁ παῖς ἐν ᾽Ιερουσαλήμ, καὶ οὐκ ἔγνωσαν οἱ γονεῖς αὐτοῦ. Νομίσαντες δὲ αὐτὸν εἶναι ἐν τῇ συνοδίᾳ ἦλθον ἡμέρας ὁδὸν καὶ ἀνεζήτουν αὐτὸν ἐν τοῖς συγγενεῦσιν καὶ τοῖς γνωστοῖς,καὶ μὴ εὑρόντες ὑπέστρεψαν εἰς ᾽Ιερουσαλὴμ ἀναζητοῦντες αὐτόν. Καὶ ἐγένετο μετὰ ἡμέρας τρεῖς εὗρον αὐτὸν ἐν τῷ ἱερῷ καθεζόμενον ἐν μέσῳ τῶν διδασκάλων καὶ ἀκούοντα αὐτῶν καὶ ἐπερωτῶντα αὐτούς·ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες αὐτοῦ ἐπὶ τῇ συνέσει καὶ ταῖς ἀποκρίσεσιν αὐτοῦ. Καὶ ἰδόντες αὐτὸν ἐξεπλάγησαν, καὶ πρὸς αὐτὸν ἡ μήτηρ αὐτοῦ εἶπεν· Τέκνον, τί ἐποίησας ἡμῖν οὕτως; ἰδοὺ ὁ πατήρ σου κἀγὼ ὀδυνώμενοι ἐζητοῦμέν σε. Καὶ εἶπεν πρὸς αὐτούς· Τί ὅτι ἐζητεῖτέ με; οὐκ ᾔδειτε ὅτι ἐν τοῖς τοῦ πατρός μου δεῖ εἶναί με;καὶ αὐτοὶ οὐ ᾔ συνῆκαν τὸ ῥῆμα ὃ ἐλάλησεν αὐτοῖς. Καὶ κατέβη μετ᾽ αὐτῶν καὶ ἦλθεν εἰς Ναζαρέτ, καὶ ἦν ὑποτασσόμενος αὐτοῖς. Ἡ δὲ μήτηρ αὐτοῦ διετήρει πάντα τὰ ῥήματα ἐν τῇ καρδίᾳ αὐτῆς. Καὶ ᾽Ιησοῦς προέκοπτεν σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι παρὰ Θεῷ καὶ ἀνθρώποις.

Δόξα σοι, Κύριε, δόξα σοι.

Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Μεγάλου Βασιλείου

Εἰς τό, Ἐξαιρέτως

τὸ Μέγα Μεγαλυνάριον

πὶ σοὶ χαίρει, Κεχαριτωμένη, πᾶσα ἡ κτίσις, Ἀγγέλων τὸ σύστημα, καὶ ἀνθρώπων τὸ γένος· ἡγιασμένε ναέ, καὶ Παράδεισε λογικέ, παρθενικὸν καύχημα, ἐξ ἧς Θεός ἐσαρκώθη, καὶ παιδίον γέγονεν, ὁ πρὸ αἰώνων ὑπάρχων Θεὸς ἡμῶν. Τὴν γὰρ σὴν μήτραν, θρόνον ἐποίησε, καὶ τὴν σὴν γαστέρα, πλατυτέραν οὐρανῶν ἀπειργάσατο. Ἐπὶ σοὶ χαίρει Κεχαριτωμένη, πᾶσα ἡ κτίσις, δόξα σο.

Κοινωνικὸν

Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. λληλούϊα

᾽Αντί τοῦ· «Εἴδομεν τό φῶς…».

Ἀπολυτίκιον Ἦχος α’

Μορφὴν ἀναλλοιώτως ἀνθρωπίνην προσέλαβες, Θεὸς ὢν κατ᾽ οὐσίαν, πολυεύσπλαγχνε Κύριε· καὶ Νόμον ἐκπληρῶν, περιτομήν, θελήσει καταδέχῃ σαρκικήν, ὅπως παύσῃς τὰ σκιώδη, καὶ περιέλῃς τὸ κάλυμμα τῶν παθῶν ἡμῶν. Δόξα τῇ ἀγαθότητι τῇ σῇ, δόξα τῇ εὐσπλαγχνίᾳ σου, δόξα τῇ ἀνεκφράστῳ Λόγε συγκαταβάσει σου.

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, (γ΄)

 

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).        

Εἶτα ἡ Ἀπόλυσις.

«Ο ν τ γδόῃ μρ σαρκ περιτμηθναι κα­τα­δε­ξμενος δι τν μν σωτηραν Χριστς ληθινς Θες μν…».

ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ ΔΟΞΟΛΟΓΙΑΣ ΕΠΙ Τ ΕΝΑΡΞΕΙ ΤΟΥ ΝΕΟΥ ΕΤΟΥΣ

 

Διάκονος: «Εὐλόγησον, Δέσποτα…».

ερεύς: «Εὐλογητός ὁ Θεός…».

Χορός: Ἀμήν.

πολυτίκιον τς ορτς.

χος α΄. Το λίθου σφραγισθέντος.

Μορφὴν ἀναλλοιώτως ἀνθρωπίνην προσέλαβες, Θεὸς ὢν κατ’ οὐσίαν, πολυεύσπλαγχνε Κύριε. καὶ Νόμον ἐκπληρῶν, περιτομήν, θελήσει καταδέχῃ σαρκικήν, ὅπως παύσῃς τὰ σκιώδη, καὶ περιέλῃς τὸ κάλυμμα τῶν παθῶν ἡμῶν. Δόξα τῇ ἀγαθότητι τῇ σῇ, δόξᾳ τῇ εὐσπλαγχνίᾳ σου, δόξα τῇ ἀνεκφράστῳ Λόγε συγκαταβάσει σου.

Ετα τό πολυτίκιον το γίου Βασιλείου.

χος α΄.

Εἰς πᾶσαν τήν γῆν ἐξῆλθεν ὁ φθόγγος σου, ὡς δεξαμένην τόν λόγον σου· δι’ οὗ θεοπρεπῶς ἐδογμάτισας, τήν φύσιν τῶν ὄντων ἐτράνωσας, τά τῶν ἀνθρώπων ἤθη κατεκόσμησας. Βασίλειον ἱεράτευμα. Πάτερ ὅσιε, Χριστόν τόν Θεόν ἱκέτευε, δωρήσασθαι ἡμῖν τό μέγα ἔλεος.

Ετα τό Κοντάκιον τς νδίκτου.

χος δ΄. ψωθείς.

τῶν αἰώνων Ποιητής καί Δεσπότης, Θεέ τῶν ὅλων ὑπερούσιε ὄντως, τήν ἐνιαύσιον εὐλόγησον περίοδον, σῴζων τῷ ἐλέει σου τῷ ἀπείρῳ Οἰκτί­ρ­­­μον, πάντας τούς λατρεύοντάς σοι τῷ μόνῳ Δεσπότῃ καί ἐκβοῶντας φόβῳ· Λυτρωτά, εὔφορον πᾶσι τό ἔτος χορήγησον.

Ετα δέ στίχους τς Δοξολογίας·

«Δόξα σοι τῷ δείξαντι τό φῶς…».

Διάκονος: «Ἐλέησον ἡμᾶς ὁ Θεός…».

Χορός: «Κύριε, ἐλέησον…», τρίς (εἰς ἑκάστην δέησιν).

Διάκονος: «Ἔτι δεόμεθα, ὑπέρ τῶν εὐσεβῶν…».

«τι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν…».

«τι δεόμεθα ὑπέρ τοῦ εὐσεβοῦς ἡμῶν Ἔθνους καί πάσης Ἀρχῆς καί ἐξουσίας ἐν αὐτῷ, τοῦ κατά ξηράν, θάλασσαν καί ἀέρα φιλοχρίστου ἡμῶν Στρατοῦ καί ὑπέρ τοῦ Κύριον τόν Θεόν ἡμῶν ἐπιπλέον συνεργῆσαι καί κατευοδῶσαι αὐτούς ἐν πᾶσιν».

«τι δεόμεθα ὑπέρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καί καιρῶν εἰρηνικῶν καί ὑπέρ τοῦ εὐλογηθῆναι τόν νέον ἐνιαυτόν τῆς χρηστότητος τοῦ Κυρίου».

«τι δεόμεθα ὑπέρ τοῦ διαφυλαχθῆναι τήν ἁγίαν Ἐκκλησίαν…».

Χορός: «Κύριε, ἐλέησον» (μ΄ χῦμα, ὡς εἴθισται καί ἠπίως).

«τι δεόμεθα καί ὑπέρ τοῦ εἰσακοῦσαι Κύριον τόν Θεόν ἡμῶν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν καί ἐλεῆσαι ἡμᾶς».

Χορός: «Κύριε, ἐλέησον», τρίς.

Διάκονος: «Τοῦ Κυρίου δεηθῶμεν».

Χορός: «Κύριε, ἐλέησον», ἅπαξ.

ερεύς τήν Εχήν ταύτην:

Κύριε ὁ Θεός ἡμῶν, ὁ καιρούς καί χρόνους ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ θέμενος, ὁ ἄναρχος καί ἀτελεύτητος καί ἐπέκεινα παντός χρόνου νοούμενός τε καί ὑπάρχων, ὁ πάσης ἐκτός μεταβολῆς τε τῶν ὄντων καί ἀλλοιώσεως, ὁ τόν πάντα χρόνον τόν τε γεγονότα, τόν τε ὄντα καί τόν ἐσόμενον πληρῶν, ὁ ἐν τῇ ἀφάτῳ σου μακροθυμίᾳ καταξιώσας ἡμᾶς εἰς νέον ἐνιαυτόν εἰσελθεῖν· αὐτός, πανάγαθε Δέσποτα, τήν εἴσοδον ταύτην τῇ θείᾳ σου χάριτι εὐλόγησον· ὄμβρους εἰρηνικούς πρός καρποφορίαν τῇ γῇ δώρησαι· τούς ἀέρας ὑγιεινούς καί εὐκράτους ἀνθρώποις τε καί κτήνεσι κατασκεύασον· δός ἡμῖν ἐν εἰρήνῃ καί ὁμονοίᾳ βεβαίᾳ τόν κύκλον αὐτοῦ διελθεῖν, τῷ στεφάνῳ τῆς δόξης τῶν ἀρετῶν κοσμουμένους, τῷ φωτί τῶν ἐντολῶν σου εὐσχημόνως ὡς ἐν ἡμέρᾳ καλῶς ὁδεύοντας. Τήν ἁγίαν ἡμῶν Ἐκκλησίαν καλῶς διαφύλαξον· τό εὐσεβές ἡμῶν Ἔθνος τῇ δυνάμει σου κραταίωσον· τούς Ἄρχοντας ἡμῶν καί τόν Στρατόν τῇ κραταιᾷ σου χειρί στερέωσον καί κράτυνον. Τήν νεότητα παιδαγώγησον, τό γῆρας περικράτησον, τούς ἐσκορπισμένους ἐπισυνάγαγε, τούς πεπλανημένους ἐπανάγαγε καί σύναψον τῇ ἁγίᾳ σου Ἐκκλησίᾳ. Ἐλθέτω δή ἐφ’ ἡμᾶς ἡ βασιλεία σου, βασιλεία πάντων τῶν αἰώνων, βασιλεία χρηστότητος, δικαιοσύνης καί εἰρήνης καί ἀξίωσον ἡμᾶς ἐν ἑνί στόματι καί μιᾷ καρδίᾳ ὑμνεῖν σε καί δοξάζειν τόν ἐν Τριάδι ἄναρχον καί αἰώνιον Θεόν εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ετα πόλυσις.

«Ο ν τ γδόῃ μρ σαρκ περιτμηθναι κα­τα­δε­ξμενος δι τν μν σωτηραν Χριστς ληθινς Θες μν…».

https://agioskosmasoaitolos.wordpress.com

[1] Πρὸς Κολασσαεῖς Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα   (2:8-12)

δελφοί, βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης, κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου καὶ οὐ κατὰ Χριστόν· ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς Θεότητος σωματικῶς, καὶ ἐστὲ ἐν αὐτῷ πεπληρωμένοι, ὅς ἐστιν ἡ κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας, ἐν ᾧ καὶ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῶν ἁμαρτιῶν τῆς σαρκός, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ, συνταφέντες αὐτῷ ἐν τῷ βαπτίσματι, ἐν ᾧ καὶ συνηγέρθητε διὰ τῆς πίστεως τῆς ἐνεργείας τοῦ Θεοῦ τοῦ ἐγείραντος αὐτὸν ἐκ τῶν νεκρῶν.

1 ΙΑΝ18 ΕΟΡΤΗ ΤΗΣ ΠΕΡΙΤΟΜΗΣ ΤΟΥ ΧΡΙΣΤΟΥ ΚΑΙ ΜΕΓΑΛΟΥ ΒΑΣΙΛΕΙΟΥ

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Google

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s