31 ΔΕΚΕΜΒΡΙΟΥ 2017
+ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΙΝ
(ΑΠΟΔΟΣΙΣ ΕΟΡΤΗΣ ΧΡΙΣΤΟΥΓΕΝΝΩΝ)
+Τῶν Ἁγίων καὶ Δικαίων Θεοπατόρων, Ἰωσὴφ τοῦ Μνήστορος τῆς Ἁγίας Παρθένου Δεσποίνης ἡμῶν Θεοτόκου, Ἰακώβου τοῦ Ἀδελφοῦ τοῦ Κυρίου, καὶ Δαυΐδ τοῦ Προφήτου καὶ Βασιλέως
Ἦχος πλ. α΄, ἑωθινὸν Η
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὸν Ἑξάψαλμον,…
Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις
Ὅτι πρέπει σοι πᾶσα δόξα…
Ἦχος πλ. α΄’
ὁ α’ χορὸς
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
ὁ β’ χορὸς
Στίχ, . Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ α’ χορὸς
Στίχ,’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ β’ χορὸς
Στίχ, . Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ α’ χορός
Ἀπολυτίκιον Ἦχος πλ. α’
Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν, ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.
ὁ β’ χορός
Δόξα Πατρί…Τῶν Θεοπατόρων Ἦχος β’
Εὐαγγελίζου Ἰωσήφ, τῷ Δαυῒδ τὰ θαύματα τῷ Θεοπάτορι· Παρθένον εἶδες κυοφορήσασαν, μετὰ Mάγων προσεκύνησας, μετὰ Ποιμένων ἐδοξολόγησας, δι’ Ἀγγέλου χρηματισθείς. Ἱκέτευε Χριστὸν τὸν Θεόν, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
.ὁ α’ χορὸς
Καὶ νῦν… Ἦχος δ
Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως· ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι σὸν τὸ κράτος…
ΚΑΘΙΣΜΑΤΑ
Μετὰ τὴν α´ Στιχολογίαν.
ὁ α’ χορός
Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον
Τὸν Σταυρὸν τοῦ Κυρίου ἐγκωμιάσωμεν, τὴν ταφὴν τὴν ἁγίαν ὕμνοις τιμήσωμεν, καὶ τὴν Ἀνάστασιν αὐτοῦ ὑπερδοξάσωμεν, ὅτι συνήγειρε νεκρούς, ἐκ τῶν μνημάτων ὡς Θεός, σκυλεύσας κράτος θανάτου, καὶ ἰσχὺν διαβόλου, καὶ τοῖς ἐν ᾅδῃ φῶς ἀνέτειλε.
ὁ β’ χορός
Δόξα Πατρὶ…
Κύριε, νεκρὸς προσηγορεύθης, ὁ νεκρώσας τὸν θάνατον, ἐν μνήματι ἐτέθης, ὁ κενώσας τὰ μνήματα, ἄνω στρατιῶται τὸν τάφον ἐφύλαττον, κάτω τοὺς ἀπ’ αἰῶνος νεκροὺς ἐξανέστησας, Παντοδύναμε καὶ ἀκατάληπτε, Κύριε δόξα σοι.
ὁ α’ χορὸς
Καὶ νῦν…Ἦχος δ’ – Κατεπλάγη Ἰωσὴφ
Δεῦτε ἴδωμεν πιστοί, ποῦ ἐγεννήθη ὁ Χριστός, ἀκολουθήσωμεν λοιπὸν ἔνθα ὁδεύει ὁ ἀστήρ, μετὰ τῶν Μάγων Ἀνατολῆς τῶν Βασιλέων. Ἄγγελοι ὑμνοῦσιν, ἀκαταπαύστως ἐκεῖ. Ποιμένες ἀγραυλοῦσιν, ᾠδὴν ἐπάξιον΄ Δόξα ἐν ὑψίστοις λέγοντες, τῷ σήμερον ἐν Σπηλαίῳ τεχθέντι, ἐκ τῆς Παρθένου, καὶ Θεοτόκου, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας
Μετὰ τὴν β´ Στιχολογίαν.
ὁ β’ χορός
Κύριε, μετὰ τὴν τριήμερόν σου Ἀνάστασιν, καὶ τὴν τῶν Ἀποστόλων προσκύνησιν, ὁ Πέτρος ἐβόα σοι. Γυναῖκες ἀπετόλμησαν, κἀγὼ ἐδειλίασα. Λῃστὴς ἐθεολόγησε, κἀγὼ ἠρνησάμην σε, ἄρα καλέσεις με τοῦ λοιποῦ μαθητήν, ἢ πάλιν δείξεις με ἁλιέα βυθοῦ; ἀλλὰ μετανοοῦντά με δέξαι, ὁ Θεὸς καὶ σῶσον με.
ὁ α’ χορός
Δόξα Πατρί…
Κύριε, ἐν μέσῳ σε προσήλωσαν, οἱ παράνομοι τῶν καταδίκων, καὶ λόγχῃ τὴν πλευράν σου ἐξεκέντησαν, ὢ Ἐλεῆμον, ταφὴν δὲ κατεδέξω, ὁ λύσας ᾅδου τὰς πύλας, καὶ ἀνέστης τριήμερος, ἔδραμον Γυναῖκες ἰδεῖν σε, καὶ ἀπήγγειλαν Ἀποστόλοις τὴν ἔγερσιν. Ὑπερυψούμενε Σωτήρ, ὃν ὑμνοῦσιν Ἄγγελοι, εὐλογημένε Κύριε δόξα σοι.
ὁ β’ χορός
Καὶ νῦν… Ἦχος δ’ – Κατεπλάγη Ἰωσὴφ
Τί θαυμάζεις Μαριάμ; τί ἐκθαμβεῖσαι τῷ ἐν σοί; Ὅτι ἄχρονον Υἱόν, χρόνῳ ἐγέννησα φησί, τοῦ τικτομένου τὴν σύλληψιν μὴ διδαχθεῖσα. Ἄνανδρος εἰμί, καὶ πῶς τέξω Υἱόν, ἄσπορον γονὴν τίς ἑώρακεν, ὅπου Θεὸς δὲ βούλεται, νικᾶται φύσεως τάξις, ὡς γέγραπται. Χριστὸς ἐτέχθη, ἐκ τῆς Παρθένου, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας
Τὰ ἀναστάσιμα εὐλογητάρια.
ὁ α’ χορός
Ἦχος πλ. α’
-
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾍδου πάντας ἐλευθερώσαντα.
ὁ β’ χορός
-
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὢ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις΄ Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε, ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.
ὁ α’ χορός
-
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Λίαν πρωΐ, Μυροφόροι ἒδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι, ἀλλ’ ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε, θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.
ὁ β’ χορός
-
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῷτερ ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου. Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.
ὁ α’ χορός
Δόξα Πατρί… Τριαδικὸν
Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.
ὁ β’ χορός
Καὶ νῦν… Θεοτοκίον
Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.
ὁ α’ χορός
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.
ὁ β’ χορός
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.
ὁ α’ χορός
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.
Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις
Ὅτι ηὐλόγηται…
Ἡ Ὑπακοὴ -Ἦχος πλ. α΄’
Ἀγγελικῇ ὁράσει τὸν νοῦν ἐκθαμβούμεναι, καὶ θεϊκῇ Ἐγέρσει τὴν ψυχὴν φωτιζόμεναι, αἱ Μυροφόροι τοῖς Ἀποστόλοις εὐηγγελίζοντο. Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι, τὴν Ἀνάστασιν τοῦ Κυρίου, συνεργοῦντος τοῖς θαύμασι, καὶ παρέχοντος ἡμῖν μέγα ἔλεος.
ΑΝΑΒΑΘΜΟΙ
ὁ α’ χορός
Ἀντίφωνον Α’
Ἐν τῷ θλίβεσθαί με Δαυϊτικῶς, ᾄδω σοι Σωτήρ μου. Ῥῦσαί μου τὴν ψυχὴν ἐκ γλώσσης δολίας.
ὁ β’ χορός
Τοῖς ἐρημικοῖς ζωὴ μακαρία ἐστί, θεϊκῷ ἔρωτι πτερουμένοις.
ὁ α’ χορός
Δόξα Πατρί… Καὶ νῦν…
Ἁγίῳ Πνεύματι, περικρατεῖται πάντα τὰ ὁρατά τε σὺν τοῖς ἀοράτοις, αὐτοκρατὲς γὰρ ὂν, τῆς Τριάδος ἕν ἐστιν ἀψεύστως.
ὁ β’ χορός
Ἀντίφωνον Β’
Εἰς τὰ ὄρη ψυχὴ ἀρθῶμεν, δεῦρο ἐκεῖσε, ὅθεν βοήθεια ἥκει.
ὁ α’ χορός
Δεξιά σου χεὶρ κἀμέ, Χριστὲ ἱπταμένη, σκαιωρίας πάσης περιφυλαξάτω.
ὁ β’ χορός
Δόξα Πατρί… Καὶ νῦν…
Ἁγίῳ Πνεύματι, θεολογοῦντες φῶμεν, Σὺ εἶ Θεός, ζωή, ἔρως, φῶς, νοῦς, σὺ χρηστότης, σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας.
ὁ α’ χορός
Ἀντίφωνον Γ’
Ἐπὶ τοῖς εἰρηκόσι μοι. Εἰς τὰς αὐλὰς προσβῶμεν Κυρίου, χαρᾶς πολλῆς πλησθεὶς εὐχὰς ἀναπέμπω.
ὁ β’ χορός
Ἐπὶ οἶκον Δαυΐδ, τὰ φοβερὰ τελεσιουργεῖται, πῦρ γὰρ ἐκεῖ φλέγον, ἅπαντα αἰσχρὸν νοῦν.
ὁ α’ χορός
Δόξα Πατρί… Καὶ νῦν…
Ἁγίῳ Πνεύματι, ζωαρχικὴ ἀξία, ἐξ οὗ πᾶν ζῷον ἐμψυχοῦται, ὡς ἐν Πατρί,…
ὁ β’ χορός
…ἅμα τε καὶ Λόγῳ.
Προκείμενον
ὁ α’ χορός
Ἀνάστηθι Κύριε ὁ Θεός μου, ὅτι σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας.
ὁ β’ χορός
Ἀνάστηθι Κύριε …..
ὁ α’ χορός
Στίχ. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου διηγήσομαι πάντα τὰ θαυμάσια σου.
Ἀνάστηθι Κύριε ὁ Θεός μου,…
ὁ β’ χορός
… ὅτι σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας.
Ἡ Τάξις τοῦ Ἑωθινοῦ Εὐαγγελίου
Ἦχος β’.
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. (δις)
Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.
ΕΩΘΙΝΟΝ Η’ ( Ἰωάν. 20,11-18)
Τῷ καιρῷ ἐκείνῳ, Μαρία εἱστήκει πρὸς τὸ μνημεῖον κλαίουσα ἔξω, ὡς οὖν ἔκλαιε, παρέκυψεν εἰς τὸ μνημεῖον, καὶ θεωρεῖ δύο ἀγγέλους ἐν λευκοῖς καθεζομένους, ἕνα πρὸς τῇ κεφαλῇ, καὶ ἕνα πρὸς τοῖς ποσίν, ὅπου ἔκειτο τὸ Σῶμα τοῦ Ἰησοῦ. Καὶ λέγουσιν αὐτῇ ἐκεῖνοι, Γύναι, τὶ κλαίεις; λέγει αὐτοῖς, Ὅτι ἦραν τὸν Κύριόν μου, καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν. Καὶ ταῦτα εἰποῦσα ἐστράφη εἰς τὰ ὀπίσω, καὶ θεωρεῖ τὸν Ἰησοῦν ἑστῶτα, καὶ οὐκ ᾔδει ὅτι Ἰησοῦς ἐστι. Λέγει αὐτῇ ὁ Ἰησοῦς, Γύναι, τί κλαίεις; τίνα ζητεῖς; ἐκείνη δοκοῦσα ὅτι ὁ κηπουρός ἐστι, λέγει αὐτῷ, Κύριε, εἰ σὺ ἐβάστασας αὐτόν, εἰπέ μοι ποῦ ἔθηκας αὐτὸν, κἀγὼ αὐτὸν ἀρῶ. Λέγει αὐτῇ ὁ Ἰησοῦς, Μαρία. Στραφεῖσα ἐκείνη λέγει αὐτῷ, Ῥαββουνί, ὃ λέγεται Διδάσκαλε, λέγει αὐτῇ ὁ Ἰησοῦς, Μή μου ἅπτου, οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα μου, πορεύου δὲ πρὸς τοὺς ἀδελφούς μου, καὶ εἰπὲ αὐτοῖς, Ἀναβαίνω πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν. Ἔρχεται Μαρία ἡ Μαγδαληνὴ ἀπαγγέλλουσα τοῖς μαθηταῖς ὅτι ἑώρακε τὸν Κύριον, καὶ ταῦτα εἶπεν αὐτῇ.
Δόξα σοι, Κύριε, δόξα σοι.
Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης:
Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν, ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι’ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.
Καὶ εὐθὺς ὁ Ν’ Ψαλμὸς εἰς ἦχον β’
-
Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
-
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
-
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντὸς.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
-
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
-
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
-
Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
-
Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
-
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
-
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
-
Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ.
-
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
-
Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν.
-
Ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
-
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
-
Ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
-
Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον΄ καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
-
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
-
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα.
-
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους, καὶ ἐλέησόν με ὁ Θεός.
ὁ α’ χορὸς
Δόξα Πατρὶ… Ἦχος β’
Ταῖς τῶν Ἀποστόλων, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
ὁ β’ χορὸς
Καὶ νῦν…
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
ὁ α’ χορὸς
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἦχος ὁ αὐτὸς
Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου, καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν, τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.
Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…
ΚΑΝΟΝΕΣ
ὁ Ἀναστάσιμος
ὁ α’ χορός
ᾠδὴ α’ Ἦχος πλ. α’. Ὁ Εἱρμὸς
Ἵππον καὶ ἀναβάτην, εἰς θάλασσαν Ἐρυθράν, ὁ συντρίβων πολέμους, ἐν ὑψηλῷ βραχίονι, Χριστὸς ἐξετίναξεν, Ἰσραὴλ δὲ ἔσωσεν, ἐπινίκιον ὕμνον ᾄδοντα.
ὁ β’ χορός
Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Σὲ ἡ ἀκανθηφόρος, Ἑβραίων συναγωγή, οὐ στοργὴν εὐεργέτα, πρὸς σὲ φυλάξασα, μητρικὴν Χριστὲ ἐστεφάνωσε, τὸν γενάρχην λύοντα, τῆς ἀκάνθης τὸ ἐπιτίμιον.
ὁ α’ χορός
Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ἤγειράς με πεσόντα, τῷ βόθρῳ ἐπικληθείς, ζωοδότα ἀπτώτως, καὶ τῆς ἐμῆς δυσώδους φθορᾶς, Χριστὲ ἀνασχόμενος, ἀπειράστως θείας οὐσίας, μύρῳ με εὐωδίασας.
ὁ β’ χορός
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Λέλυται ἡ κατάρα, ἡ λύπη πέπαυται, ἡ γὰρ εὐλογημένη, καὶ κεχαριτωμένη, πιστοῖς χαρὰν ἐξανέτειλεν, εὐλογίαν πᾶσιν ἀνθηφοροῦσα, Χριστὸν τοῖς πέρασι.
Ὁ Παρὼν τοῦ κυρίου Κοσμᾶ, φέρων ἀκροστιχίδα τήνδε.
Χριστὸς βροτωθεὶς ἦν ὅπερ Θεὸς μένῃ.
ᾠδὴ α’ Ἦχος α’
ὁ α’ χορός
Ὁ Εἱρμὸς
Χριστὸς γεννᾶται,.
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.
Ῥεύσαντα ἐκ παραβάσεως, Θεοῦ τὸν κατ’ εἰκόνα γενόμενον, ὅλον τῆς φθορᾶς ὑπάρξαντα, κρείττονος ἑπταικότα θείας ζωῆς, αὖθις ἀναπλάττει, ὁ σοφὸς Δημιουργός, ὅτι δεδόξασται.
ὁ β΄ χορὸς
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.
Ῥεύσαντα ἐκ παραβάσεως,…..
ὁ α’ χορός
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.
Ἰδὼν ὁ Κτίστης ὀλλύμενον, τὸν ἄνθρωπον χερσίν, ὃν ἐποίησε, κλίνας οὐρανοὺς κατέρχεται΄ τοῦτον δὲ ἐκ Παρθένου θείας ἁγνῆς, ὅλον οὐσιοῦται, ἀληθείᾳ σαρκωθείς, ὅτι δεδόξασται.
ὁ β΄ χορὸς
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.
Σοφία λόγος καὶ δύναμις, Υἱὸς ὢν τοῦ Πατρός, καὶ ἀπαύγασμα, Χριστὸς ὁ Θεός, δυνάμεις λαθών, ὅσας ὑπερκοσμίους, ὅσας ἐν γῇ, καὶ ἐνανθρωπήσας, ἀνεκτήσατο ἡμᾶς΄ ὅτι δεδόξασται
Κανὼν τοῦ Μνήστορος, οὗ ἡ Ἀκροστιχίς.
Χριστοῦ σε μέλπω δεξιὸν παραστάτην. Ἰωσήφ.
ᾠδὴ α’. Εἱρμὸς
Χριστὸς γεννᾶται
Ἦχος α´
ὁ α’ χορός
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Χριστοῦ θεράπον μακάριε, Χριστοῦ τοῦ σαρκωθέντος διάκονε, Χριστοῦ πατὴρ νομιζόμενος, τούτῳ σὺν παῤῥησίᾳ, παρεστηκώς, αἴτησαι εἰρήνην, καὶ δεινῶν ἀπαλλαγήν, τοῖς εὐφημοῦσί σε.
ὁ β΄ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ῥημάτων θείων ὑπήκοος, πραγμάτων παραδόξων διάκονος, Παρθένου Μνήστωρ θεόπαιδος, δίκαιος κατὰ πάντα καὶ ἀληθής, Ἰωσὴφ ἐδείχθης, καὶ δικαίων, ἐν σκηναῖς ἐπαναπέπαυσαι.
ὁ α’ χορός
Δόξα Πατρί…
Ἰδεῖν Xριστὸν κατηξίωσαι, μορφῇ τῇ καθ’ ἡμᾶς νηπιάσαντα, καὶ τούτου Πατὴρ ὠνόμασαι΄ μεγίστη σου ἡ δόξα, ὡς ἀληθῶς! μέγα ὑπὲρ πάντας, τὸ ἀξίωμα! διὸ ἀνευφημοῦμέν σε.
ὁ β’ χορὸς
Καὶ νῦν… Θεοτοκίον
Σαρκὶ Χριστὸν ἀπεκύησας, ἁγνὴ ἐν Βηθλεὲμ Ἀπειρόγαμε, σπαργάνοις αὐτὸν εἰλήσασα΄ οὗ τὴν ἐπιδημίαν καταπλαγείς, Ἰωσὴφ σὺν φόβῳ, μεγαλύνει προσκυνεῖ τὴν τούτου δύναμιν.
ᾠδὴ γ’. Ὁ Εἱρμὸς
ὁ α’ χορός
Ὁ πήξας ἐπ’ οὐδενὸς τὴν γῆν τῇ προστάξει σου, καὶ μετεωρίσας ἀσχέτως βρίθουσαν, ἐπὶ τὴν ἀσάλευτον Χριστέ, πέτραν τῶν ἐντολῶν σου, τὴν Ἐκκλησίαν σου στερέωσον, μόνε ἀγαθὲ καὶ φιλάνθρωπε.
ὁ β’ χορός
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Χολὴν μὲν οἱ ἐκ πέτρας τὸ μέλι θηλάσαντες, τῷ ἐν τῇ ἐρήμῳ τερατουργήσαντι, σοὶ προσενηνόχασι Χριστέ, ὄξος δ’ ἀντὶ τοῦ μάννα, εὐεργεσίαν σοι ἠμείψαντο, παῖδες Ἰσραὴλ οἱ ἀγνώμονες.
ὁ α’ χορός
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Οἱ πάλαι φωτοειδεῖ νεφέλῃ σκεπόμενοι, τὴν ζωὴν ἐν τάφῳ Χριστὲ κατέθεντο, ἀλλ’ αὐτεξουσίως ἀναστάς, πᾶσι πιστοῖς παρέσχες, τὴν μυστικῶς ἐπισκιάζουσαν, ἄνωθεν τοῦ Πνεύματος ἔλλαμψιν.
ὁ β’ χορός
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον.
Σὺ Μήτηρ Θεοῦ ἀσυνδυάστως γεγένησαι, τοῦ ἐξ ἀκηράτου Πατρὸς ἐκλάμψαντος, ἄνευθεν ὠδίνων μητρικῶν, ὅθεν σε Θεοτόκον, σεσαρκωμένον γὰρ ἐκύησας, Λόγον ὀρθοδόξως κηρύττομεν.
ᾠδὴ γ’
ὁ α’ χορός
Ὁ Εἱρμὸς
Τῷ πρὸ τῶν αἰώνων,
Ὁ τῆς ἐπιπνοίας, μετασχὼν τῆς ἀμείνω Ἀδὰμ χοϊκός, καὶ πρὸς φθορὰν κατολισθήοας, γυναικείᾳ ἀπάτῃ, Χριστὸν γυναικὸς βοᾷ ἐξορῶν΄ ὁ δι’ ἐμὲ κατ’ ἐμὲ γεγονώς, ἅγιος εἶ Κύριε
ὁ β΄ χορὸς
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.
Ὁ τῆς ἐπιπνοίας…..
ὁ α’ χορός
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.
Σύμμορφος πηλίνης, εὐτελοῦς διαρτίας Χριστὲ γεγονώς, καὶ μετοχῇ σαρκὸς τῆς χείρω, μεταδοὺς θείας φύτλης, βροτὸς πεφυκώς, καὶ μείνας Θεός, καὶ ἀνυψώσας τὸ κέρας ἡμῶν, Ἅγιος εἶ Κύριε.
ὁ β΄ χορὸς
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.
Βηθλεὲμ εὐφραίνου, Ἡγεμόνων Ἰούδα βασίλεια΄ τὸν Ἰσραὴλ γὰρ ὁ ποιμαίνων, Χερουβὶμ ὁ ἐπ’ ὤμων, ἐκ σοῦ προελθὼν Χριστὸς ἐμφανῶς, καὶ ἀνυψώσας τὸ κέρας ἡμῶν, πάντων ἐβασίλευσεν.
Τοῦ Μνήστορος
ᾠδὴ γ‘.
Ἦχος α´
ὁ α’ χορός
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Τῶν πρὸ τῶν αἰώνων
Τοῦ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς ἀποῤῥήτως ἐκλάμψαντος, καὶ ἐκ Παρθένου ἐπ’ ἐσχάτων, σαρκωθέντος ἀφράστως, Πατὴρ ὠνομάσθης ἔνδοξε, καὶ μυστηρίου φρικτοῦ θεωρός, Μάκαρ ἐχρημάτισας.
ὁ β΄ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὃν αἱ ἄνω τάξεις, ὡς Θεὸν ἀπερίγραπτον τρέμουσι, τοῦτον τεχθέντα ἐκ Παρθένου, Ἰωσὴφ ταῖς χερσί σου, κρατεῖς καθαγιαζόμενος, τῇ ἐπαφῇ τῇ φρικώδει σοφέ, ὅθεν σε γεραίρομεν.
ὁ α’ χορός
Δόξα Πατρί…
Ὕψος μυστηρίου, γενεαῖς μὴ γνωσθέντος ταῖς πρῴην Σοφέ, κατεπιστεύθης τῇ καρδίᾳ, καθαρὸς δεδειγμένος, δι’ οὗ ἅπαντες ἐσώθημεν, οἱ τὴν φωσφόρον καὶ θείαν πιστῶς, μνήμην σου δοξάζοντες.
ὁ β΄ χορὸς
Καὶ νῦν… Θεοτοκίον
Σάρκα εἰληφότα, ἐξ ἁγνῶν σου αἱμάτων Παρθένε Ἁγνή, καὶ ἐν σπηλαίῳ γεννηθέντα, καὶ ἐν φάτνῃ τεθέντα, ἰδὼν Ἰωσὴφ ὁ δίκαιος, τὸν καθ’ ἡμᾶς ὁραθέντα Θεόν, ὕμνοις ἐμεγάλυνε.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν,…
Κοντάκιον Ἦχος πλ. α’. Μιμητὴς ὑπάρχων
Πρὸς τὸν ᾅδην Σωτήρ μου συγκαταβέβηκας, καὶ τὰς πύλας συντρίψας ὡς παντοδύναμος, τοὺς θανόντας ὡς Κτίστης συνεξανέστησας, καὶ θανάτου τὸ κέντρον Χριστὲ συνέτριψας, καὶ Ἀδὰμ τῆς κατάρας ἐῤῥύσω Φιλάνθρωπε, διὸ πάντες σοι κράζομεν. Σῶσον ἡμᾶς Κύριε.
Ὁ Οἶκος
Ἀκούσασαι αἱ Γυναῖκες τοῦ Ἀγγέλου τὰ ῥήματα, ἀπεβάλοντο τὸν θρῆνον, προσχαρεῖς γενόμεναι, καὶ σύντρομοι τὴν Ἀνάστασιν ἔβλεπον, καὶ ἰδοὺ Χριστὸς προσήγγισεν αὐταῖς, λέγων τό, Χαίρετε, θαρσεῖτε, ἐγὼ τὸν κόσμον νενίκηκα, καὶ τοὺς δεσμίους ἐῤῥυσάμην, σπουδάσατε οὖν πρὸς τοὺς Μαθητάς, ἀπαγγέλλουσαι αὐτοῖς, ὅτι προάγω ὑμᾶς, ἐν τῇ πόλει Γαλιλαίᾳ τοῦ κηρῦξαι. Διὸ πάντες σοὶ κράζομεν. Σῶσον ἡμᾶς Κύριε.
ὁ β΄ χορὸς
Κάθισμα Ἦχος α‘
Χορὸς Ἀγγελικὸς
Πατρὸς ὡς ἀληθῶς, οὐρανίου θεράπων, ἐγένου Ἰωσήφ, καὶ Πατὴρ τοῦ ἀνάρχου, Υἱοῦ σὺ νενόμισαι, τοῦ σαρκὶ νηπιάσαντος, ὅθεν σήμερον, τὴν παναγίαν σου μνήμην, ἑορτάζομεν, ἐν εὐφροσύνῃ καρδίας, πιστῶς ἀνυμνοῦντές σε.
ὁ α΄ χορὸς
Δόξα Πατρὶ… Καὶ νῦν… Χορὸς Ἀγγελικὸς
Χορὸς τῶν Προφητῶν, ἑορτάζει ἐνθέως, τὸ θαῦμα τὸ ἐν σοί, γεγονὸς ὦ Παρθένε, Θεὸν σεσαρκωμένον γάρ, ἐπὶ γῆς ἀπεκύησας, Μάγοι πίστει δέ, σὺν Ἰωσὴφ ἐκβοῶσι. τῷ Δαυΐδ τὰ θαύματα τῷ Θεοπάτορι.
ᾠδὴ δ’. Ὁ Εἱρμὸς
Τὴν θείαν ἐννοήσας σου κένωσιν, προβλεπτικῶς ὁ Ἀββακούμ, Χριστὲ ἐν τρόμῳ ἐβόα σοι. Εἰς σωτηρίαν λαοῦ σου, τοῦ σῶσαι τοὺς χριστούς σου ἐλήλυθας.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Τῆς Μεῤῥᾶς τὰ πικρότατα νάματα, ὡς ἐν εἰκόνι προτυπῶν, τὸν ἄχραντόν σου Σταυρὸν ἀγαθέ, τῆς ἁμαρτίας νεκροῦντα, τὴν γεῦσιν διὰ ξύλου ἐγλύκανας.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Σταυρὸν κατὰ τοῦ ξύλου τῆς γνώσεως, κατὰ γλυκείας ἐδωδῆς, χολὴν Σωτήρ μου προσίεσαι, κατὰ φθορᾶς δὲ θανάτου, τὸ αἷμά σου τὸ θεῖον ἐξέχεας.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Ἐκτὸς μὲν συναφείας συνέλαβες, ἀδιαφθόρως ἐν γαστρί, καὶ πρὶν ὠδινῆσαι τέτοκας, καὶ μετὰ τόκον Παρθένος, Θεὸν σαρκὶ τεκοῦσα πεφύλαξαι.
ᾠδὴ δ’
Ὁ Εἱρμὸς
Ῥάβδος ἐκ τῆς ῥίζης
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.
Ὃν πάλαι προεῖπεν Ἰακώβ, ἐθνῶν ἀπεκδοχὴν Χριστέ, φυλῆς Ἰούδα ἐξανέτειλας, καὶ δύναμιν Δαμασκοῦ, Σαμαρείας σκῦλά τε, ἦλθες προνομεύσων πλάνην τρέπων, εἰς πίστιν θεοτερπῆ. Δόξα τῇ δυνάμει σου Κύριε.
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.
Τοῦ Μάντεως πάλαι Βαλαάμ, τῶν λόγων μυητὰς σοφούς, ἀστεροσκόπους χαρᾶς ἔπλησας, ἀστὴρ ἐκ τοῦ Ἰακώβ, ἀνατείλας Δέσποτα, Ἐθνῶν ἀπαρχὴν εἰσαγομένους΄ ἐδέξω δὲ προφανῶς, δῶρά σοι δεκτὰ προσκομίζοντας.
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.
Ὡς πόκῳ γαστρὶ Παρθενικῇ, κατέβης ὑετὸς Χριστέ, καὶ ὡς σταγόνες ἐν γῇ στάζουσαι΄ Αἰθίοπες καὶ Θαρσεῖς, καὶ Ἀράβων νῆσοί τε, Σαβᾶ Μήδων, πάσης γῆς κρατοῦντες, προσέπεσόν σοι Σωτήρ. Δόξα τῇ δυνάμει σου Κύριε.
Τοῦ Μνήστορος
Ἦχος α´
Ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἔχων λογισμὸν ταῖς θεϊκαῖς, ὑπείκοντα προστάξεσι, καὶ καθαρὸς ὅλος γενόμενος, τὴν μόνην ἐν γυναιξί, καθαρὰν καὶ ἄμωμον, μάκαρ Ἰωσὴφ σὺ ἐμνηστεύσω, τηρῶν Παρθένον ἁγνήν, πρὸς ὑποδοχὴν τοῦ Ποιήσαντος.
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Μόνῳ Γαβριὴλ ἐν οὐρανῷ, καὶ μόνῳ σοι ἀοίδιμε, μετὰ τὴν μόνην Ἀπειρόγαμον, τὸ μόνον ὑπερβολῇ, φοβερὸν μυστήριον, μάκαρ Ἰωσὴφ ἐνεπιστεύθη, τὸν μόνον φθοροποιόν, ἄρχοντα τοῦ σκότος τροπούμενον.
Δόξα Πατρί…
Ἔμψυχος ναὸς φωτοειδής, ὑπάρχων τοῦ Ποιήσαντος, ἐπιμελείᾳ θείων πράξεων, ἐκ τοῦ ἁγίου Ναοῦ, τὸν Ναὸν τὸν ἅγιον, σὺ παραλαβεῖν κατηξιώθης, τὴν μόνην ἐν γυναιξί, μάκαρ Ἰωσὴφ Ἀειπάρθενον.
Καὶ νῦν… Θεοτοκίον
Λύων τοῦ νοός σου προφανῶς, ἐπέστη ὁ ἀόρατος, ἀμφιβολίαν πᾶσαν, λέγων σοι΄ Μὴ φοβηθῇς Ἰωσήφ, Μαριὰμ τὴν Ἄχραντον, νῦν παραλαβεῖν, γαστρὶ γὰρ φέρει, τόν φέροντα τῇ αὐτοῦ, θεϊκῇ δυνάμει τὰ σύμπαντα.
ᾠδὴ ε’. Ὁ Εἱρμὸς
Ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, πρὸς σὲ ὀρθρίζω, καὶ σοὶ κραυγάζω, τὴν ψυχήν μου φώτισον τὴν ἐσκοτισμένην, Χριστὲ ὡς μόνος εὔσπλαγχνος.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ὁ τῆς δόξης Κύριος, ἐν ἀδοξίας μορφῇ, ἐπὶ τοῦ ξύλου ἠτιμωμένος, ἑκουσίως κρέμαται, τὴν θείαν μοι δόξαν, ἀφράστως προμηθούμενος.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Σύ με μετημφίασας, πρὸς ἀφθαρσίαν Χριστέ, φθορᾶς θανάτου ἀδιαφθόρως, τῇ σαρκὶ γευσάμενος, καὶ ἐξανατείλας τοῦ μνήματος τριήμερος.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον.
Σὺ δικαιοσύνην τε, καὶ ἀπολύτρωσιν ἡμῖν, τεκοῦσα Χριστὸν ἀσπόρως, ἐλευθέραν ἔδρασας ἀρᾶς, Θεοτόκε τὴν φύσιν τοῦ προπάτορος.
ᾠδὴ ε’
Ὁ Εἱρμὸς
Θεὸς ὢν εἰρήνης,
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.
Ἐν δούλοις τῷ Καίσαρος δόγματι, ἀπεγράφης πειθήσας, καὶ δούλους ἡμᾶς, ἐχθροῦ καὶ ἁμαρτίας, ἠλευθέρωσας Χριστέ, ὅλον τὸ καθ ἡμᾶς δὲ πτωχεύσας, καὶ χοϊκόν ἐξ αὐτῆς ἑνώσεως, καὶ κοινωνίας ἐθεούργησας.
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.
Ἰδοὺ ἡ Παρθένος, ὡς πάλαι φησίν, ἐν γαστρὶ συλλαβοῦσα ἐκύησε, Θεὸν ἐνανθρωπήσαντα, καὶ μένει Παρθένος΄ δι ἧς καταλλαγέντες Θεῷ οἱ ἁμαρτωλοί, Θεοτόκον κυρίως οὖσαν ἐν πίστει ἀνυμνήσωμεν.
Τοῦ Μνήστορος
Ἦχος α´Θεὸς ὢν εἰρήνης
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Πρᾳότητι λάμπων, σοφὲ Ἰωσήφ, ἐν τῇ γῇ τῶν πραέων ἐσκήνωσας, Χριστοῦ τοῦ πρᾴου ῥήματι, Πατὴρ ὀνομασθείς΄ ὃν ἐν ταῖς σαῖς ἀγκάλαις, κρατήσας ἡγιάσθης, καὶ ἰδὼν ἐδοξάσθης, σάρκα βροτείαν περικείμενον.
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὡς θείαν Nεφέλην, τὴν μόνην Ἁγνήν, ἐν τοῖς κόλποις τὸν Ἥλιον κρύπτουσαν, εἰς Αἴγυπτον μετήγαγες, ἐκ πόλεως Δαυΐδ, τὸ ταύτης λῦσαι σκότος, τῆς εἰδωλομανίας, Ἰωσὴφ μυστηρίου, ὑπὲρ κατάληψιν διάκονε.
Δόξα Πατρί..
Δίκαιος ὑπάρχων, δικαίαις ὁδοῖς, τοῦ δικαίου Δεσπότου πεπόρευσαι, τοῦ κρίναντος δικαίως σε, τοιούτῳ φοβερῷ, Παμμάκαρ μυστηρίῳ, πιστῶς καθυπουργῆσαι, τῆς ἀῤῥήτου λοχείας, δι’ ἧς βροτοὶ ἐδικαιώθημεν.
Καὶ νῦν… Θεοτοκίον
Εὑρέθη ὡς ἔφη, Προφήτης Δαυΐδ, ἐν γαστρὶ ἡ Παρθένος χωρήσασα, τὸν φύσει ἀπερίγραπτον, Θεὸν Ἐμμανουήλ΄ ὅπερ μὴ ἐννοήσας, ὁ θεῖος ἐδιδάχθη, Ἰωσὴφ ὑπ’ Ἀγγέλου, νυκτὶ καθεύδων ὁ ἀοίδιμος.
ᾠδὴ ς’. Ὁ Εἱρμὸς
Μαινομένην κλύδωνι, ψυχοφθόρῳ, Δέσποτα Χριστέ, τῶν παθῶν τὴν θάλασσαν κατεύνασον, καὶ ἐκ φθορᾶς, ἀνάγαγέ με ὡς εὔσπλαγχνος.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Εἰς φθορὰν κατώλισθεν, ὁ Γενάρχης, Δέσποτα Χριστέ, παρηκόου βρώσεως γευσάμενος, καὶ πρὸς ζωὴν ἀνῆκται διὰ τοῦ πάθους σου.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ἡ ζωὴ κατήντησας, πρὸς τὸν ᾍδην, Δέσποτα Χριστέ, καὶ φθορᾷ τῷ φθείραντι γενόμενος, διὰ φθορᾶς ἐπήγασας τὴν Ἀνάστασιν.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Ἡ Παρθένος ἔτεκε, καὶ τεκοῦσα, ἔμεινεν ἁγνή, ἐν χερσὶ τὸν φέροντα τὰ σύμπαντα, ὡς ἀληθῶς παρθένος Μήτηρ βαστάσασα.
ᾠδὴ ς’
Ὁ Εἱρμὸς
Σπλάγχνων Ἰωνᾶν
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.
Ἦλθε σαρκωθείς, Χριστὸς ὁ Θεὸς ἡμῶν, γαστρὸς ὃν Πατήρ, πρὸ Ἑωσφόρου γεννᾷ, τὰς ἡνίας δέ, ὁ κρατῶν τῶν ἀχράντων Δυνάμεων, ἐν φάτνῃ τῶν ἀλόγων ἀνακλίνεται, ῥάκει σπαργανοῦται, λύει δέ, πολυπλόκους σειρὰς παραπτώσεων.
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.
Νέον ἐξ Ἀδάμ, παιδίον φυράματος ἐτέχθη Υἱός, καὶ πιστοῖς δέδοται΄ τοῦ δὲ μέλλοντος, οὗτός ἐστιν αἰῶνος, Πατὴρ καὶ ἄρχων, καὶ καλεῖται τῆς μεγάλης βουλῆς Ἄγγελος, οὗτος ἰσχυρὸς Θεὸς ἐστι, καὶ κρατῶν ἐξουσίᾳ τῆς κτίσεως.
Τοῦ Μνήστορος
Ἦχος α´
Σπλάγχνων Ἰωνᾶν
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ξένῳ τοκετῷ, ἐκ Κόρης θεόπαιδος, τοῖς ξένοις ἡμῖν ἐπιδημήσαντα, τὸν ἀΐδιον τοῦ Πατρὸς Θεὸν λόγον, λαβὼν Ἰωσήφ, τὴν πρὸς Αἴγυπτον παμμάκαρ ξένην κάθοδον, χαίρων, σὺν αὐτῷ πεποίησαι, καθυπείκων τοῖς θείοις προστάγμασιν.
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἵστασο Θεῷ, σαρκὶ νηπιάσαντι, σοφὲ Ἰωσὴφ διακονούμενος, ὥσπερ Ἄγγελος, καὶ ἀμέσως πρός τούτου ηὐγάσθης σαφῶς, τὰς ἀκτῖνας τὰς ἀΰλους εἰσδεχόμενος, μάκαρ, καὶ φωτοειδέστατος, καὶ ψυχῇ καὶ καρδίᾳ δεικνύμενος.
Δόξα Πατρί…
Ὅλος ἐπαφῇ, τῇ θείᾳ πανεύφημε, καθαγιασθεὶς ψυχῇ καὶ σώματι, μεταβέβηκας, πρὸς ἀΰλους μονὰς ἁγιάζων νυνί, τοὺς τελοῦντάς σου τὴν μνήμην Δίκαιε, ὄντως, Ἰωσὴφ πανάγιε, παναγίας μνηστὴρ Θεομήτορος.
Καὶ νῦν… Θεοτοκίον
Νέον ἐπὶ γῆς, παιδίον ἑώρακας, Παρθένου Ἁγνῆς ἀποτικτόμενον, τὸν προτέλειον, καὶ πρὸ πάντων αἰώνων ἐκφύντα Πατρός΄ καὶ Ἀγγέλων ἀνυμνούντων τοῦτον ἤκουσας, ἔνδον τοῦ σπηλαίου κείμενον, Ἰωσὴφ ἐπὶ φάτνης πανεύφημε.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Σὺ γὰρ εἶ ὁ Βασιλεύς…
Κοντάκιον Ἦχος γ’
Ἡ Παρθένος σήμερον
Εὐφροσύνης σήμερον, Δαυΐδ πληροῦται ὁ θεῖος, Ἰωσήφ τε αἴνεσιν, σὺν Ἰακώβῳ προσφέρει στέφος γὰρ τῇ συγγενείᾳ Χριστοῦ λαβόντες, χαίρουσι, καὶ τὸν ἀφράστως ἐν γῇ τεχθέντα, ἀνυμνοῦσι καὶ βοῶσιν, Οἰκτίρμον σῷζε τοὺς σὲ γεραίροντας.
Ὁ Οἶκος
Ἀποῤῥήτῳ βουλῇ, τίκτεται σαρκὶ ὁ ἄσαρκος, περιγράφεται νῦν σώματι, ὁ ἀπερίγραπτος, καὶ σώζει ἀτρέπτως τὰς ἄμφω οὐσίας, ἀρχὴν λαμβάνει ὁ φύσει ἄναρχος, καὶ μόνος ὑπέρχρονος, ὁρᾶται βρέφος, ὁ ὑπερτέλειος, φέρεται χερσίν, ὁ φέρων τὰ σύμπαντα. Διὸ τοὺς τούτου συγγενείᾳ σεμνυνομένους, ὡς Θεὸς στέφει τῷ ἑαυτοῦ τοκετῷ, οὓς δοξάζοντες πίστει, ἀσιγήτως ἐκβοῶμεν, Οἰκτίρμον σῷζε τοὺς σὲ γεραίροντας
Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ ΛΑ’ τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Μελάνης τῆς Ῥωμαίας.
Στίχοι
-
Οὐχ ὑλική σε χεὶρ Μελάνη καὶ μέλαν,
-
Θεὸς δέ, κἂν τέθνηκας, ἐν ζῶσι γράφει.
-
Πρώτῃ ἐν τριακοστῇ ἀπῆρε βίοιο Μελάνη.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος καὶ Πρεσβυτέρου Ζωτικοῦ τοῦ Ὀρφανοτρόφου.
Στίχοι
-
Πώλων συρόντων, Ζωτικὸς σκιρτῶν τρέχει,
-
ᾧ βαλβὶς ἡ γῆ, τέρμα δὲ δρόμου πόλος.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Γελάσιος ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
-
Ὁ Γελάσιος, ἄχρι καὶ τέλους βίου,
-
Τὸν ἄξιον γέλωτος ἦν γελῶν βίον.
Τῇ αὐτῇ ἡμέρᾳ, αἱ Ἅγιαι δέκα Παρθένοι, αἱ ἐν Νικομηδείᾳ τοὺς ὀφθαλμοὺς διατρηθεῖσαι καὶ τὰς πλευρὰς ξεσθεῖσαι, τελειοῦνται.
Στίχοι
-
Διπλοῦν τὸν ἆθλον, τρῆσιν εἶτα καὶ ξέσιν,
-
Χοροῦ γινώσκω διπλοπενταπαρθένου.
Τῇ αὐτῇ ἡμέρᾳ, Ἡ ἁγία Μάρτυς Ὀλυμπιοδώρα πυρὶ τελειοῦται.
Στίχοι
-
Ἀγῶνι πρὸς πῦρ τῆς Ὀλυμπιοδώρας,
-
Ὕμνος τὸ δῶρον, οὐκ Ὀλυμπίων πίτυς.
Τῇ αὐτῇ ἡμέρᾳ, Ὁ Ἅγιος Γάϊος ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
-
Πολλοὺς ἀνέτλη Γάϊος θεῖος πόνους,
-
Καὶ νῦν τὰ λαμπρὰ τῶν πόνων ἔχει γέρα.
Οἱ Ἅγιοι Μάρτυρες Βούσιρις, Γαυδέντιος καὶ Νέμη ξίφει τελειοῦνται.
Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ μετὰ τὴν Χριστοῦ Γέννησιν, μνήμη τῶν Ἁγίων καὶ Δικαίων Θεοπατόρων, Ἰωσὴφ τοῦ Μνήστορος τῆς Ἁγίας Παρθένου Δεσποίνης ἡμῶν Θεοτόκου, Ἰακώβου τοῦ Ἀδελφοῦ τοῦ Κυρίου, καὶ Δαυΐδ τοῦ Προφήτου καὶ Βασιλέως.
Στίχοι
-
Τιμῶ Ἰωσὴφ Μνήστορα τῆς Παρθένου,
-
Ὡς ἐκλεγέντα φύλακα ταύτης μόνον.
-
Σὺ τέκτονος παῖς, ἀλλ’ ἀδελφὸς Κυρίου,
-
Τοῦ πάντα τεκτήναντος ἐν λόγῳ μάκαρ.
-
Ἐγὼ τὶ φήσω; μαρτυροῦντος Κυρίου,