ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΕΟΡΤΗ ΤΗΣ ΣΥΝΑΞΕΩΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ (2017)

26 ΔΕΚΕΜΒΡΙΟΥ 2017

+῾Η Σύναξις τς Υπεραγίας Θεοτόκου.

Αποτέλεσμα εικόνας για Η ΓΕΝΝΗΣΙΣ ΤΟΥ ΧΡΙΣΤΟΥ

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον…

Συναπτὴ μεγάλη κα  κφνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα… 

χος δ’

ὁ α’ χορὸς

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στχ, α’. ξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

Στχ, β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στχ, γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορός

πολυτκιον  χος δ’

γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως, ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι.

ὁ β’ χορός

γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν,…

ὁ α’ χορός

γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως, ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι.

Συναπτ μικρ κα  κφνησις

  τι σν τ κρτος…

Μετ τν α’ Στιχολογαν

Κθισμα
ὁ α’ χορὸς

χος δ’ – Κατεπλάγη Ἰωσὴφ

Δεῦτε ἴδωμεν πιστοί, ποῦ ἐγεννήθη ὁ Χριστός, ἀκολουθήσωμεν λοιπὸν ἔνθα ὁδεύει ὁ ἀστήρ, μετὰ τῶν Μάγων Ἀνατολῆς τῶν Βασιλέων. Ἄγγελοι ὑμνοῦσιν, ἀκαταπαύστως ἐκεῖ. Ποιμένες ἀγραυλοῦσιν, ᾠδὴν ἐπάξιον΄ Δόξα ἐν ὑψίστοις λέγοντες, τῷ σήμερον ἐν Σπηλαίῳ τεχθέντι, ἐκ τῆς Παρθένου, καὶ Θεοτόκου, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας.

ὁ β’ χορὸς

Δόξα Πατρὶ… Καὶ νῦν… Τ ατ

Δεῦτε ἴδωμεν πιστοί,…

Μετ τν β’ Στιχολογαν

Κθισμα

ὁ α’ χορὸς

 Κάθισμα ὅμοιον

Τί θαυμάζεις Μαριάμ; τί ἐκθαμβεῖσαι τῷ ἐν σοί; Ὅτι ἄχρονον Υἱόν, χρόνῳ ἐγέννησα φησί, τοῦ τικτομένου τὴν σύλληψιν μὴ διδαχθεῖσα. Ἄνανδρος εἰμί, καὶ πῶς τέξω Υἱόν, ἄσπορον γονὴν τὶς ἑώρακεν, ὅπου Θεὸς δὲ βούλεται, νικᾶται φύσεως τάξις, ὡς γέγραπται. Χριστὸς ἐτέχθη, ἐκ τῆς Παρθένου, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας.

ὁ β’ χορὸς

Δξα Πατρὶ… Κα νν… Τ ατ

Τί θαυμάζεις Μαριάμ;…

Ν’ ψαλμὸς χύμα 

ΚΑΝΟΝΕΣ

Ὁ Παρὼν τοῦ κυρίου Κοσμᾶ, φέρων ἀκροστιχίδα τήνδε.

Χριστὸς βροτωθεὶς ἦν ὅπερ Θεὸς μένῃ.

δ α’  χος α’

ὁ α’ χορός

Ερμς

Χριστὸς γεννᾶται, δοξάσατε΄ Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε. Χριστὸς ἐπὶ γῆς, ὑψώθητε. ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται. 

ὁ β΄ χορὸς

εύσαντα ἐκ παραβάσεως, Θεοῦ τὸν κατ’ εἰκόνα γενόμενον, ὅλον τῆς φθορᾶς ὑπάρξαντα, κρείττονος ἑπταικότα θείας ζωῆς, αὖθις ἀναπλάττει, ὁ σοφὸς Δημιουργός, ὅτι δεδόξασται.

ὁ α’ χορός

δὼν ὁ Κτίστης ὀλλύμενον, τὸν ἄνθρωπον χερσίν, ὃν ἐποίησε, κλίνας οὐρανοὺς κατέρχεται΄ τοῦτον δὲ ἐκ Παρθένου θείας ἁγνῆς, ὅλον οὐσιοῦται, ἀληθείᾳ σαρκωθείς, ὅτι δεδόξασται.

ὁ β΄ χορὸς

Σοφία λόγος καὶ δύναμις, Υἱὸς ὢν τοῦ Πατρός, καὶ ἀπαύγασμα, Χριστὸς ὁ Θεός, δυνάμεις λαθών, ὅσας ὑπερκοσμίους, ὅσας ἐν γῇ, καὶ ἐνανθρωπήσας, ἀνεκτήσατο ἡμᾶς΄ ὅτι δεδόξασται.

Ἕτερος Κανὼν Ἰαμβικός, Ἰωάννου Μοναχοῦ, φέρων ἀκροστιχίδα τήνδε διὰ στίχων Ἡρωελεγείων

Εὐεπίης μελέεσσιν ἐφύμνια ταῦτα λιγαίνει

Υἷα Θεοῦ μερόπων ἕνεκα τικτόμενον.

Ἐν χθονί, καὶ λύοντα πολύστονα πήματα κόσμου.

Ἀλλ’ Ἄνα, ῥητῆρας ῥύεο τῶνδε πόνων.

δ α’ Ἦχος ατς

ὁ α’ χορός

Ὁ Εἱρμὸς

σωσε λαόν, θαυματουργῶν Δεσπότης,

Ὑγρὸν θαλάσσης κῦμα χερσώσας πάλαι.

Ἑκὼν δὲ τεχθεὶς ἐκ Κόρης, τρίβον βατήν,

Πόλου τίθησιν ἡμῖν, ὃν κατ’ οὐσίαν,

Ἶσόν τε Πατρί, καὶ βροτοῖς δοξάζομεν.

ὁ β΄ χορὸς

σωσε λαόν…

ὁ α’ χορός

Δξα Πατρὶ…

νεγκε γαστὴρ ἡγιασμένη Λόγον,

Σαφῶς ἀφλέκτῳ ζωγραφουμένη βάτῳ,

Μιγέντα μορφῇ, τῇ βροτησίᾳ Θεόν,

Εὔας τάλαιναν, νηδὺν ἀρᾶς τῆς πάλαι,

Λύοντα πικρᾶς, ὃν βροτοὶ δοξάζομεν.

ὁ β΄ χορὸς

Κα νν…

δειξεν ἀστὴρ τὸν πρὸ ἡλίου Λόγον,

Ἐλθόντα παῦσαι τὴν ἁμαρτίαν Μάγοις,

Σαφῶς πενιχρὸν εἰς σπέος τὸν συμπαθῆ,

Σὲ σπαργάνοις ἑλικτόν΄ ὃν γεγηθότες,

Ἶδον τὸν αὐτόν, καὶ βροτὸν καὶ Κύριον.

ᾠδὴ γ’ 

ὁ α’ χορός

Ερμς

Τῷ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀῤῥεύστως Υἱῷ, καὶ ἐπ’ ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν΄ Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, Ἅγιος εἶ Κύριε. 

ὁ β΄ χορὸς

τῆς ἐπιπνοίας, μετασχὼν τῆς ἀμείνω Ἀδὰμ χοϊκός, καὶ πρὸς φθορὰν κατολισθήοας, γυναικείᾳ ἀπάτῃ, Χριστὸν γυναικὸς βοᾷ ἐξορῶν΄ ὁ δι’ ἐμὲ κατ’ ἐμὲ γεγονώς, ἅγιος εἶ Κύριε.

ὁ α’ χορός

Σύμμορφος πηλίνης, εὐτελοῦς διαρτίας Χριστὲ γεγονώς, καὶ μετοχῇ σαρκὸς τῆς χείρω, μεταδοὺς θείας φύτλης, βροτὸς πεφυκώς, καὶ μείνας Θεός, καὶ ἀνυψώσας τὸ κέρας ἡμῶν, Ἅγιος εἶ Κύριε.  

ὁ β΄ χορὸς

Βηθλεὲμ εὐφραίνου, Ἡγεμόνων Ἰούδα βασίλεια΄ τὸν Ἰσραὴλ γὰρ ὁ ποιμαίνων, Χερουβὶμ ὁ ἐπ’ ὤμων, ἐκ σοῦ προελθὼν Χριστὸς ἐμφανῶς, καὶ ἀνυψώσας τὸ κέρας ἡμῶν, πάντων ἐβασίλευσεν.

Ἰαμβικὸς

ὁ α’ χορός

Ὁ Ερμς

Νεῦσον πρὸς ὕμνους οἰκετῶν Εὐεργέτα,

Ἐχθροῦ ταπεινῶν τὴν ἐπῃρμένην ὀφρύν,

Φέρων τε Παντεπόπτα τῆς ἁμαρτίας,

Ὕπερθεν ἀκλόνητον, ἐστηριγμένους,

Μάκαρ, μελῳδοὺς τῇ βάσει τῆς πίστεως.

ὁ β΄ χορὸς

Νεῦσον πρὸς ὕμνους…

ὁ α’ χορός

Δξα Πατρὶ…

Νύμφης πανάγνου τὸν πανόλβιον τόκον

Ἰδεῖν ὑπὲρ νοῦν ἠξιωμένος χορός,

Ἄγραυλος ἐκλονεῖτο, τῷ ξένῳ τρόπῳ.

Τάξιν μελῳδοῦσάν τε τῶν Ἀσωμάτων,

Ἄνακτα Χριστόν, ἀσπόρως σαρκούμενον.

ὁ β΄ χορὸς

Κα νν…

ψους ἀνάσσων οὐρανῶν εὐσπλαγχνίᾳ,

Τελεῖ καθ’ ἡμᾶς ἐξ ἀνυμφεύτου Κόρης,

Ἄϋλος ὢν τὸ πρόσθεν, ἀλλ’ ἐπ’ ἐσχάτων

Λόγος παχυνθεὶς σαρκί, τὸν πεπτωκότα,

Ἵνα πρὸς αὐτὸν λκσῃ πρωτκτιστον. 

 Συναπτ μικρ κα  κφνησις

 Ὅτι σ ε Θες μν,… 

τ Κοντκιον  χος γ’

Παρθένος σήμερον, τὸν ὑπερούσιον τίκτει, καὶ ἡ γῆ τὸ Σπήλαιον, τῷ ἀπροσίτῳ προσάγει. Ἄγγελοι μετὰ Ποιμένων δοξολογοῦσι. Μάγοι δὲ μετὰ ἀστέρος ὁδοιποροῦσι. δι’ ἡμᾶς γὰρ ἐγεννήθη, Παιδίον νέον, πρ αἰώνων Θες.

ὁ α΄ χορὸς

Κάθισμα  Ἦχος πλ. δ’ Τὸ προσταχθὲν μυστικῶς

γαλλιάσθω οὐρανός, γῆ εὐφραινέσθω΄ ὅτι ἐτέχθη ἐπὶ γῆς, ὁ Ἀμνὸς τοῦ Θεοῦ, παρέχων τῷ κόσμῳ τὴν ἀπολύτρωσιν. Ὁ Λόγος ὁ ἐν τοῖς κόλποις ὢν τοῦ Πατρός, προῆλθεν ἐκ τῆς Παρθένου ἄνευ σπορᾶς΄ ὃν οἱ Μάγοι ἐξίσταντο, ὁρῶντες ἐν Βηθλεέμ, τικτόμενον ὡς νήπιον. ὃν δοξάζει τὰ σύμπαντα.

ᾠδὴ δ’

 ὁ β΄ χορὸς

Ερμς

άβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας, ἐξ ὄρους ὁ αἰνετός, κατασκίου δασέος, ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄϋλος καὶ Θεός΄ Δόξα τῇ δυνάμει σου, Κύριε.

ὁ α’ χορός

ν πάλαι προεῖπεν Ἰακώβ, ἐθνῶν ἀπεκδοχὴν Χριστέ, φυλῆς Ἰούδα ἐξανέτειλας, καὶ δύναμιν Δαμασκοῦ, Σαμαρείας σκῦλά τε, ἦλθες προνομεύσων πλάνην τρέπων, εἰς πίστιν θεοτερπῆ. Δόξα τῇ δυνάμει σου Κύριε.

ὁ β΄ χορὸς

Τοῦ μάντεως πάλαι Βαλαάμ, τῶν λόγων μυητὰς σοφούς, ἀστεροσκόπους χαρᾶς ἔπλησας, ἀστὴρ ἐκ τοῦ Ἰακώβ, ἀνατείλας Δέσποτα, Ἐθνῶν ἀπαρχὴν εἰσαγομένους΄ ἐδέξω δὲ προφανῶς, δῶρά σοι δεκτὰ προσκομίζοντας.

ὁ α’ χορός

ς πόκῳ γαστρὶ Παρθενικῇ, κατέβης ὑετὸς Χριστέ, καὶ ὡς σταγόνες ἐν γῇ στάζουσαι΄ Αἰθίοπες καὶ Θαρσεῖς, καὶ Ἀράβων νῆσοί τε, Σαβᾶ Μήδων, πάσης γῆς κρατοῦντες, προσέπεσόν σοι Σωτήρ. Δόξα τῇ δυνάμει σου Κύριε.

Ἰαμβικὸς 

ὁ β΄ χορὸς

Ερμς

Γένους βροτείου τὴν ἀνάπλασιν πάλαι,

ᾌδων Προφήτης Ἀββακούμ, προμηνύει,

Ἰδεῖν ἀφράστως ἀξιωθεὶς τὸν τύπον.

Νέον βρέφος γάρ, ἐξ ὄρους τῆς Παρθένου,

Ἐξῆλθε λαῶν, εἰς ἀνάπλασιν Λόγος.

ὁ α’ χορός

σος προῆλθες τοῖς βροτοῖς ἑκουσίως,

Ὕψιστε, σάρκα προσλαβὼν ἐκ Παρθένου,

Ἰὸν καθᾶραι τῆς δρακοντείας κάρας,

Ἄγων ἅπαντας πρὸς σέλας ζωηφόρον,

Θεὸς πεφυκώς, ἐκ πυλῶν ἀνηλίων.

ὁ β΄ χορὸς

Δξα Πατρί…

θνη τὰ πρόσθεν τῇ φθορᾷ βεβυσμένα.

Ὄλεθρον ἄρδην δυσμενοῦς πεφευγότα,

Ὑψοῦτε χεῖρας, σὺν κρότοις ἐφυμνίοις,

Μόνον σέβοντα Χριστόν, ὡς εὐεργέτην,

Ἐν τοῖς καθ ἡμᾶς συμπαθῶς ἀφιγμένον.  

ὁ α’ χορός

Κα νν…

ίζης φυεῖσα τοῦ Ἱεσσαὶ Παρθένε,

Ὄρους παρῆλθες, τῶν βροτῶν τῆς οὐσίας,

Πατρὸς τεκοῦσα τὸν πρὸ αἰώνων Λόγον.

Ὡς ηὐδόκησεν αὐτός, ἐσφραγισμένην,

Νηδὺν διελθεῖν…

ὁ β΄ χορὸς

τῇ κενώσει τῇ ξένῃ.

ᾠδὴ ε’

 ὁ α’ χορός

  Ερμς

Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης Βουλῆς σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον, ἀπέστειλας ἡμῖν΄ ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτός ὀρθρίζοντες, δοξολογοῦμέν σε, φιλάνθρωπε.  

ὁ β΄ χορὸς

Θεὸς ὢν εἰρήνης,…

ὁ α’ χορός

ν δούλοις τῷ Καίσαρος δόγματι, ἀπεγράφης πειθήσας, καὶ δούλους ἡμᾶς, ἐχθροῦ καὶ ἁμαρτίας, ἠλευθέρωσας Χριστέ, ὅλον τὸ καθ ἡμᾶς δὲ πτωχεύσας, καὶ χοϊκόν ἐξ αὐτῆς ἑνώσεως, καὶ κοινωνίας ἐθεούργησας.

ὁ β΄ χορὸς

δοὺ ἡ Παρθένος, ὡς πάλαι φησίν, ἐν γαστρὶ συλλαβοῦσα ἐκύησε, Θεὸν ἐνανθρωπήσαντα, καὶ μένει Παρθένος΄ δι ἧς καταλλαγέντες Θεῷ οἱ ἁμαρτωλοί, Θεοτόκον κυρίως οὖσαν ἐν πίστει ἀνυμνήσωμεν.

Ἰαμβικὸς

ὁ α’ χορός

Ὁ Ερμς

κ νυκτὸς ἔργων, ἐσκοτισμένης πλάνης

Ἱλασμὸν ἡμῖν Χριστὲ τοῖς ἐγρηγόρως,

Νῦν σοι τελοῦσιν ὕμνον, ὡς εὐεργέτῃ,

Ἔλθοις πορίζων εὐχερῆ τε τὴν τρίβον,

Καθ’ ἣν ἀνατρέχοντες, εὓροιμεν κλέος.

ὁ β΄ χορὸς

κ νυκτὸς ἔργων,…

ὁ α’ χορός

Δξα Πατρὶ…

πηνὲς ἔχθος, τὸ πρὸς αὐτὸν Δεσπότης,

Τεμὼν διαμπάξ, σαρκὸς ἐν παρουσίᾳ,

Ἵνα κρατοῦντος ὤλεσε ψυχοφθόρου,

Κόσμον συνάπτων, ταῖς ἀΰλοις οὐσίαις,

Τιθεὶς προσηνῆ, τὸν Τεκόντα τῇ κτίσει.

ὁ β΄ χορὸς

Κα νν…

λαὸς εἶδεν, ὁ πρὶν ἠμαυρωμένος,

Μεθ’ ἡμέραν φῶς, τῆς ἄνω φρυκτωρίας.

Ἔθνη Θεῷ δέ, κλῆρον Υἱὸς προσφέρει,

Νέμων ἐκεῖσε τὴν ἀπόῤῥητον χάριν,

Οὐ πλεῖον…

ὁ α’ χορός

ξήνθησεν ἡ ἁμαρτία.

ᾠδὴ ς’

 ὁ β΄ χορὸς

Ερμς

Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο΄ τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον, ἧς γάρ, οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν, κατέσχεν ἀπήμαντον.  

ὁ α’ χορός

Σπλάγχνων Ἰωνᾶν,…

ὁ β΄ χορὸς

λθε σαρκωθείς, Χριστὸς ὁ Θεὸς ἡμῶν, γαστρὸς ὃν Πατήρ, πρὸ Ἑωσφόρου γεννᾷ, τὰς ἡνίας δέ, ὁ κρατῶν τῶν ἀχράντων Δυνάμεων, ἐν φάτνῃ τῶν ἀλόγων ἀνακλίνεται, ῥάκει σπαργανοῦται, λύει δέ, πολυπλόκους σειρὰς παραπτώσεων.  

ὁ α’ χορός

Νέον ἐξ Ἀδάμ, παιδίον φυράματος ἐτέχθη Υἱός, καὶ πιστοῖς δέδοται΄ τοῦ δὲ μέλλοντος, οὗτός ἐστιν αἰῶνος, Πατὴρ καὶ ἄρχων, καὶ καλεῖται τῆς μεγάλης βουλῆς Ἄγγελος, οὗτος ἰσχυρὸς Θεὸς ἐστι, καὶ κρατῶν ἐξουσίᾳ τῆς κτίσεως.

αμβικς

ὁ β’ χορός

Ὁ Ερμς

Ναίων Ἰωνᾶς, ἐν μυχοῖς θαλαττίοις,

Ἐλθεῖν ἐδεῖτο, καὶ ζάλην ἀπαρκέσαι.

Νυγεὶς ἐγὼ δέ, τῷ τυραννοῦντος βέλει,

Χριστὲ προσαυδῶ, τὸν κακῶν ἀναιρέτην,

Θᾶττον μολεῖν σε τῆς ἐμῆς ῥᾳθυμίας.

ὁ α’ χορός

Ναίων Ἰωνᾶς,…

ὁ β΄ χορὸς

Δξα Πατρὶ…

ς ἦν ἐν ἀρχῇ, πρὸς Θεὸν Θεὸς Λόγος,

Νυνὶ κρατύνει, μὴ σθένουσαν τὴν πάλαι,

Ἰδὼν φυλάξαι, τὴν καθ ἡμᾶς οὐσίαν,

Καθεὶς ἑαυτὸν δευτέρᾳ κοινωνίᾳ

Αὖθις προφαίνων, τῶν παθῶν ἐλευθέραν.  

ὁ α’ χορός

Κα νν…

Ἷκται δι’ ἡμᾶς, Ἀβραὰμ ἐξ ὀσφύος,

Λυγρῶς πεσόντας, ἐν σκότει τῶν πταισμάτων,

Υἱοὺς ἐγεῖραι, τῶν κάτω νενευκότων,

Ὁ φῶς κατοικῶν, καὶ φάτνην παρ’ ἀξίαν.

Νῦν εὐδοκήσας, ες βροτν σωτηραν.

Συναπτ μικρ κα  κφνησις

Σ γρ ε Βασιλες…

Κοντάκιον  Ἦχος πλ. β’

πρὸ Ἑωσφόρου ἐκ Πατρὸς ἀμήτωρ γεννηθείς, ἐπὶ τῆς γῆς ἀπάτωρ ἐσαρκώθη σήμερον ἐκ σοῦ, ὅθεν Ἀστὴρ εὐαγγελίζεται Μάγοις, Ἄγγελοι δὲ μετὰ Ποιμένων ὑμνοῦσι, τὸν ἄχραντον Τόκον σου, ἡ Κεχαριτωμένη.

Ὁ Οἶκος

Τὸν ἀγεώργητον βότρυν βλαστήσασα, ἡ μυστικὴ ἄμπελος ὡς ἐπὶ κλάδων, ἀγκάλαις ἐβάσταζε, καὶ ἔλεγε. Σὺ εἶ καρπός μου, σὺ εἶ ἡ ζωή μου. Ἀφ’ οὗ ἔγνων, ὅτι καὶ ὃ ἤμην εἰμί, σύ μου Θεός, τὴν γὰρ σφραγῖδα τῆς Παρθενίας μου ὁρῶσα ἀκατάλυτον, κηρύττω σε ἄτρεπτον Λόγον, σάρκα γενόμενον, οὐκ οἶδα σποράν, οἶδά σε λύτην τῆς φθορᾶς, Ἁγνὴ γάρ εἰμι, σοῦ προελθόντος ἐξ ἐμοῦ, ὡς γὰρ εὗρες, ἔλιπες μήτραν ἐμήν. Διὰ τοῦτο συγχορεύει πᾶσα κτίσις βοῶσά μοι, Χαῖρε ἡ Κεχαριτωμένη.

Συναξριον

Τ ΚϚ’ τοῦ αὐτοῦ μηνός, ἡ Σύναξις τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου.

Στχοι

  • Λεχὼ ἄμωμον ἀνδρὸς μὴ γνοῦσαν λέχος,

  • Δώροις ἀμώμοις δεξιοῦμαι τοῖς λόγοις.

  • Mολπὴν ἁγνοτάτῃ λεχοῖ εἰκάδι ἕκτῃ ἀείδω.

Περὶ τῆς εἰς Αἴγυπτον φυγῆς τῆς Ὑπεραγίας Θεοτόκου.

Στχοι

  • Ἤκοντα πρὸς σέ, τὸν πάλαι πλήξαντά σε,

  • Αἴγυπτε φρῖττε, καὶ Θεὸν τοῦτον φρόνει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Εὐθυμίου, Ἐπισκόπου Σάρδεων τοῦ Ὁμολογητοῦ.

Στχοι

  • Χριστῷ παραστάς, Εὐθύμιε τρισμάκαρ,

  • Πλήρης ἀλήκτου τυγχάνεις εὐθυμίας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Κωνσταντίνου τοῦ ἐξ’ Ἰουδαίων.

Στχοι

  • Ὡς ἐξ ἀκανθῶν τῶν Ἰουδαίων ῥόδον,

  • Ὁ θεῖος ἀνθεῖ καὶ θανών, Κωνσταντῖνος.

Καὶ Μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν Εὐαρέστου.

Στχοι

  • Ἔσπευδεν Εὐάρεστος ἔργῳ καὶ λόγῳ,

  • Ἕως τελευτῆς εὐαρεστεῖν σοι Λόγε.

Μνήμη τοῦ ἁγίου νέου ἱερομάρτυρος Κωνσταντίου τοῦ Ῥώσσου, ἀθλήσαντος ἐν Κωνσταντινοπόλει κατὰ τὸ 1743 ἔτος.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. μν.

ΚΑΤΑΒΑΣΙΑΙ

ὁ α’ χορός

ᾠδ α’  χος α’

Ἰαμβικαὶ

σωσε λαόν, θαυματουργῶν Δεσπότης,

Ὑγρὸν θαλάσσης κῦμα χερσώσας πάλαι.

Ἑκὼν δὲ τεχθεὶς ἐκ Κόρης, τρίβον βατήν,

Πόλου τίθησιν ἡμῖν, ὃν κατ’ οὐσίαν,

Ἶσόν τε Πατρί, καὶ βροτοῖς δοξάζομεν.

 ὁ β΄ χορὸς

ᾠδ γ’

Νεῦσον πρὸς ὕμνους οἰκετῶν Εὐεργέτα,

Ἐχθροῦ ταπεινῶν τὴν ἐπῃρμένην ὀφρύν,

Φέρων τε Παντεπόπτα τῆς ἁμαρτίας,

Ὕπερθεν ἀκλόνητον, ἐστηριγμένους,

Μάκαρ, μελῳδοὺς…

ὁ α’ χορός

…τῇ βάσει τῆς πίστεως.

ὁ β΄ χορὸς

ᾠδ δ’

Γένους βροτείου τὴν ἀνάπλασιν πάλαι,

ᾌδων Προφήτης Ἀββακούμ, προμηνύει,

Ἰδεῖν ἀφράστως ἀξιωθεὶς τὸν τύπον.

Νέον βρέφος γάρ, ἐξ ὄρους τῆς Παρθένου,

Ἐξῆλθε λαῶν, εἰς ἀνάπλασιν Λόγος.

ὁ α΄ χορὸς

ᾠδ ε’

κ νυκτὸς ἔργων, ἐσκοτισμένης πλάνης

Ἱλασμὸν ἡμῖν Χριστὲ τοῖς ἐγρηγόρως,

Νῦν σοι τελοῦσιν ὕμνον, ὡς εὐεργέτῃ,

Ἔλθοις πορίζων εὐχερῆ τε τὴν τρίβον,

Καθ’ ἣν ἀνατρέχοντες, εὕροιμεν κλέος. 

ὁ β’ χορός

ᾠδ Ϛ’

Ναίων Ἰωνᾶς, ἐν μυχοῖς θαλαττίοις,

Ἐλθεῖν ἐδεῖτο, καὶ ζάλην ἀπαρκέσαι.

Νυγεὶς ἐγὼ δέ, τῷ τυραννοῦντος βέλει,

Χριστὲ προσαυδῶ, τὸν κακῶν ἀναιρέτην,

Θᾶττον μολεῖν σε τῆς ἐμῆς ῥαθυμίας.

ὁ α΄ χορὸς

ᾠδ ζ’

Τῷ παντάνακτος ἐξεφαύλισαν πόθῳ,

Ἄπλητα θυμαίνοντος ἠγκιστρωμένοι,

Παῖδες τυράννου δύσθεον γλωσσαλγίαν,

Οἷς εἴκαθε πῦρ ἄσπετον, τῷ Δεσπότῃ,

Λέγουσιν, Εἰς αἰῶνας εὐλογητὸς εἶ.

ὁ β΄ χορὸς 

δ η’

Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον

Μήτραν ἀφλέκτως εἰκονίζουσι Κόρης,

Οἱ τῆς παλαιᾶς πυρπολούμενοι νέοι,

Ὑπερφυῶς κύουσαν, ἐσφραγισμένην.

Ἄμφω δὲ δρῶσα, θαυματουργίᾳ μιᾷ,

Λαοὺς πρὸς ὕμνον ξανστησι χρις.

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

δ θ’

ΜΕΓΑΛΥΝΑΡΙΑ

Ψαλλόμενα ἐν τῇ ᾠδῇ ταύτῃ

 χος α’

ὁ α’ χορός 

Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, καὶ ἐνδοξοτέραν τῶν ἄνω στρατευμάτων.

Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον! οὐρανὸν τὸ Σπήλαιον, θρόνον Χερουβικόν, τὴν Παρθένον, τὴν φάτνην χωρίον, ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρnτος, Χριστὸς ὁ Θεός, ὅν ἀνυμνοῦντες μεγαλύνομεν.

ὁ β΄ χορὸς

Μεγάλυνον ψυχή μου, τὸν ἐκ τῆς Παρθένου, Θεὸν σαρκὶ τεχθέντα.

ξαίσιον δρόμον, ὁρῶντες οἱ Μάγοι, ἀσυνήθους νέου ἀστέρος ἀρτιφαοῦς, οὐρανίου ὑπερλάμποντος, Χριστὸν Βασιλέα ἐτεκμήραντο, ἐν γῇ γεννηθέντα Βηθλεέμ, εἰς σωτηρίαν ἡμῶν.

ὁ α’ χορός 

Μεγάλυνον ψυχή μου, τὸν ἐν τῷ Σπηλαίῳ, τεχθέντα Βασιλέα.

Νεηγενὲς Μάγων λεγόντων, παιδίον Ἄναξ, οὗ ἀστὴρ ἐφάνη, ποῦ ἐστίν, εἰς γὰρ ἐκείνου προσκύνησιν ἥκομεν, μανεὶς ὁ Ἡρῴδης ἐταράττετο, Χριστὸν ἀνελεῖν, ὁ θεομάχος φρυαττόμενος.

ὁ β΄ χορὸς

Μεγάλυνον ψυχή μου, τῶν ὑπὸ τῶν Μάγων, Θεὸν προσκυνηθέντα.

κρίβωσε χρόνον Ἡρῴδης ἀστέρος, οὗ ταῖς ἡγεσίαις οἱ Μάγοι ἐν Βηθλεέμ, προσκυνοῦσι Χριστῷ σὺν δώροις΄ ὑφ’ οὗ πρὸς Πατρίδα ὁδηγούμενοι, δεινὸν παιδοκτόνον, ἐγκατέλιπον παιζόμενον.

Ἕτερα ες τν αμβικν Καννα

ὁ α’ χορός 

Σήμερον ἡ Παρθένος, τίκτει τὸν Δεσπότην, ἔνδον ἐν τῷ Σπηλαίῳ.

Στέργειν μὲν ἡμᾶς, ὡς ἀκίνδυνον φόβῳ,

Ῥᾷον σιωπήν, τῷ πόθῳ δὲ Παρθένε,

Ὕμνους ὑφαίνειν, συντόνως τεθηγμένους,

Ἐργῶδές ἐστιν, ἀλλὰ καὶ Μήτηρ σθένος,

Ὅση πέφυκεν ἡ προαίρεσις δίδου.

ὁ β΄ χορὸς

Σήμερον ὁ Δεσπότης, τίκτεται ὡς βρέφος, ὑπὸ Μητρὸς Παρθένου.

Στέργειν μὲν ἡμᾶς,…

ὁ α’ χορός 

Δξα Πατρὶ…

Μεγάλυνον ψυχή μου, τῆς τρισυποστάτου, καὶ ἀδιαιρέτου, θεότητος τὸ κράτος.

Τύπους ἀφεγγεῖς καὶ σκιὰς παρηγμένας,

Ὦ Μῆτερ ἁγνή, τοῦ Λόγου δεδορκότες,

Νέου φανέντος, ἐκ πύλης κεκλεισμένης,

Δοξούμενοί τε, τῆς ἀληθείας φάος,

Ἐπαξίως σὴν εὐλογοῦμεν γαστέρα.

ὁ β΄ χορὸς

Κα νν…

Μεγάλυνον ψυχή μου, τὴν λυτρωσαμένην, ἡμᾶς ἐκ τῆς κατάρας.

Πόθου τετευχώς, καὶ Θεοῦ παρουσίας,

Ὁ χριστοτερπὴς λαὸς ἠξιωμένος,

Νῦν ποτνιᾶται τῆς παλιγγενεσίας.

Ὡς ζωοποιοῦ΄ τὴν χάριν δὲ Παρθένε,

Νέμοις ἄχραντε, προσκυνῆσαι τὸ κλέος.

Καταβασία

ὁ α’ χορός 

Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, καὶ ἐνδοξοτέραν τῶν ἄνω στρατευμάτων.

Στέργειν μὲν ἡμᾶς, ὡς ἀκίνδυνον φόβῳ,

Ῥᾷον σιωπήν, τῷ πόθῳ δὲ Παρθένε,

Ὕμνους ὑφαίνειν, συντόνως τεθηγμένους,

Ἐργῶδές ἐστιν, ἀλλὰ καὶ Μήτηρ σθένος,

Ὅση πέφυκεν προαρεσις δδου.

Συναπτ μικρκα  κφνησις

τι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

ξαποστειλριον

ὁ α’ χορός 

χος γ’  Ατμελον

πεσκέψατο ἡμᾶς, ἐξ ὕψους ὁ Σωτὴρ ἡμῶν, ἀνατολὴ ἀνατολῶν, καὶ οἱ ἐν σκότει καὶ σκιᾷ, εὕρομεν τὴν ἀλήθειαν, καὶ γὰρ ἐκ τῆς Παρθένου ἐτέχθη ὁ Κύριος.

ὁ β’ χορὸς

πεσκέψατο ἡμᾶς,…

ὁ α’ χορός 

πεσκέψατο ἡμᾶς, ἐξ ὕψους ὁ Σωτὴρ ἡμῶν, ἀνατολὴ ἀνατολῶν, καὶ οἱ ἐν σκότει καὶ σκιᾷ, εὕρομεν τὴν ἀλήθειαν, καὶ γὰρ ἐκ τῆς Παρθένου…

ὁ β’ χορὸς

τχθη Κριος.

ΑΙΝΟΙ

Ἦχος δ’

ὁ α’ χορός

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν·  αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. 

νδρου εροσολυμτου

Εὐφραίνεσθε Δίκαιοι, οὐρανοὶ ἀγαλλιᾶσθε, σκιρτήσατε τὰ ὄρη, Χριστοῦ γεννηθέντος, Παρθένος καθέζεται, τὰ Χερουβὶμ μιμουμένη, βαστάζουσα ἐν κόλποις, Θεόν Λόγον σαρκωθέντα. Ποιμένες τὸν τεχθέντα δοξάζουσι. Μάγοι τῷ Δεσπότῃ δῶρα προσφέρουσιν. Ἄγγελοι ἀνυμνοῦντες λέγουσιν, Ἀκατάληπτε Κύριε, δόξα σοι.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

ατς

Πατὴρ εὐδόκησεν, ὁ Λόγος σάρξ ἐγένετο, καὶ ἡ Παρθένος ἔτεκε, Θεὸν ἐνανθρωπήσαντα, Ἀστὴρ μηνύει. Μάγοι προσκυνοῦσι. Ποιμένες θαυμάζουσι, καὶ ἡ κτίσις ἀγάλλεται.

 ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.  

ατς

Θεοτόκε Παρθένε, ἡ τεκοῦσα τὸν Σωτήρα, ἀνέτρεψας τὴν πρώτην κατάραν τῆς Εὔας, ὅτι Μήτηρ γέγονας, τῆς εὐδοκίας τοῦ Πατρός, βαστάζουσα ἐν κόλποις, Θεὸν Λόγον σαρκωθέντα, οὐ φέρει τὸ μυστήριον ἔρευναν, πίστει μόνῃ τοῦτο πάντες δοξάζομεν, κράζοντες μετὰ σοῦ καὶ λέγοντες. Ἀνερμήνευτε Κύριε, δόξα σοι.

  β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.    

ατς

Δεῦτε ἀνυμνήσωμεν, τὴν Μητέρα τοῦ Σωτῆρος, τὴν μετὰ τόκον πάλιν ὀφθεῖσαν Παρθένον. Χαίροις Πόλις ἔμψυχε, τοῦ Βασιλέως καὶ Θεοῦ, ἐν ᾗ Χριστὸς οἰκήσας, σωτηρίαν εἰργάσατο. Μετὰ τοῦ Γαβριὴλ ἀνυμνοῦμέν σε, μετὰ τῶν Ποιμένων δοξάζομεν κράζοντες΄ Θεοτόκε πρέσβευε, τῷ ἐκ σοῦ σαρκωθέντι, σωθῆναι ἡμᾶς.

ὁ α’ χορός

Δξα Πατρὶ…χος πλ. β’ 

Σήμερον ἡ ἀόρατος φύσις, τοῖς βροτοῖς ἐκ Παρθένου συνάπτεται. Σήμερον ἡ ἄπειρος οὐσία, ἐν Βηθλεὲμ σπαργάνοις ἐνειλίσσεται. Σήμερον ὁ Θεὸς δι’ ἀστέρος Μάγους εἰς προσκύνησιν ἄγει, προμηνύοντας αὐτοῦ τὴν τριήμερον ταφήν, ὡς ἐν χρυσῷ καὶ σμύρνῃ καὶ λιβάνῳ, διὸ ψάλλομεν. Ὁ σαρκωθεὶς ἐκ Παρθένου, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.  

β’ χορός

Κα νν… Ἰωάννου Μοναχοῦ

ἦχος β’

Σήμερον ὁ Χριστός, ἐν Βηθλεὲμ γεννᾶται ἐκ Παρθένου. Σήμερον ὁ ἄναρχος ἄρχεται, καὶ ὁ Λόγος σαρκοῦται. Αἱ δυνάμεις τῶν οὐρανῶν ἀγάλλονται, καὶ ἡ γῆ σὺν τοῖς ἀνθρώποις εὐφραίνεται, οἱ Μάγοι τὰ δῶρα προσφέρουσιν, οἱ Ποιμένες τὸ θαῦμα κηρύττουσιν, ἡμεῖς δὲ ἀκαταπαύστως βοῶμεν΄…

Δοξολογία Μεγάλη

Εἰς χον β’ ( σύντομος ἢ ἀργή )

ὁ α’ χορός

Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.   

ὁ β’ χορός

  • μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

ὁ α’ χορός

  • Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.

ὁ β’ χορός

  • Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

ὁ α’ χορός

  • Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

  • τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

ὁ α’ χορός

  • Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ὁ β’ χορός

  • Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

ὁ β’ χορός

  • Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

ὁ α’ χορός

  • Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

ὁ β’ χορός

  • τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

ὁ α’ χορός

  • Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

              Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ β’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

Ἅγιος ὁ Θεός
ὁ β’ χορός

Ἅγιος Ἰσχυρός
ὁ α’ χορός

γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

καὶ εὐθύς

ὁ β’ χορός

τὸ ἀπολυτίκιον τῆς Ἑορτῆς

χος δ’

γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως, ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι.

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Τὰ παρόντα

ΑΝΤΙΦΩΝΑ

᾽Αντίφωνον α´

Ἦχος β´.

Στίχ. αξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου.
        Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

Στίχ.β ᾽Εν βουλῇ εὐθέων καί συναγωγῇ, μεγάλα τά ἔργα Κυρίου.
        Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

Στίχ.γΕξεζητημένα εἰς πάντας τά θελήματα αὐτοῦ.
        Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς

Στίχ.δ ᾽Εξομολόγησις καί μεγαλοπρέπεια τό ἔργον αὐτοῦ, καί ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τόν αἰῶνα τοῦ αἰῶνος.
        Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς

Δόξα ΠατρὶΚαί νῦν

ἀμφότεροι οἱ χοροὶ ὁμοῦ
        Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

Ἀντίφωνον Β

Ἦχος αὐτὸς.

Στίχ. αΜακάριος ἀνήρ, ὁ φοβούμενος τόν Κύριον· ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα.
        Σῶσον ἡμᾶς, Υἱέ Θεοῦ, ὁ ἐκ Παρθένου τεχθείς, ψάλλοντάς Σοι· ᾽Αλληλούϊα.

Στίχ. βΔυνατόν ἐν τῇ γῇ ἔσται τό σπέρμα αὐτοῦ.
        Σῶσον ἡμᾶς, Υἱέ Θεοῦ, ὁ ἐκ Παρθένου τεχθείς, ψάλλοντάς Σοι· ᾽Αλληλούϊα.

Στίχ. γΔόξα καί πλοῦτος ἐν τῷ οἴκῳ αὐτοῦ, καί ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τόν αἰῶνα τοῦ αἰῶνος.
        Σῶσον ἡμᾶς, Υἱέ Θεοῦ, ὁ ἐκ Παρθένου τεχθείς, ψάλλοντάς Σοι· ᾽Αλληλούϊα.

Στίχ. δ᾽Εξανέτειλεν ἐν σκότει φῶς τοῖς εὐθέσιν.
        Σῶσον ἡμᾶς, Υἱέ Θεοῦ, ὁ ἐκ Παρθένου τεχθείς, ψάλλοντάς Σοι· ᾽Αλληλούϊα.

Δόξα ΠατρίΚαὶ νῦν καὶ ἀεὶ

μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας΄ Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

Ἀντίφωνον Γ

Στίχ. αΕἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου, ἕως ἄν θῶ τούς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.

Ἀπολυτίκιον χος δ

γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως, ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι.

      
Στίχ. β῾Ράβδον δυνάμεως ἐξαποστελεῖ σοι Κύριος ἐκ Σιών.

῾Η Γέννησίς σου, Χριστέ ὁ Θεός ἡμῶν…


Στίχ. γΜετά σοῦ ἡ ἀρχή ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου, ἐν ταῖς λαμπρότησι τῶν ῾Αγίων σου.

῾Η Γέννησίς σου, Χριστέ ὁ Θεός ἡμῶν…

Εἴσοδος.

Εἰσοδικὸν

     ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ταν τελεῖται συλλείτουργον)

κ γαστρὸς πρὸ Ἑωσφόρου ἐγέννησά σε, ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται. Σὺ Ἱερεὺς εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδέκ.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐκ Παρθένου τεχθείς…

ψάλλοντάς σοι, Ἀλληλούϊα.

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)   
Ἀπολυτίκιον. Ἦχος δ’.

γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως, ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι.

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ταν τελεῖται συλλείτουργον)

τ Κοντκιον  χος γ’

Παρθένος σήμερον, τὸν ὑπερούσιον τίκτει, καὶ ἡ γῆ τὸ Σπήλαιον, τῷ ἀπροσίτῳ προσάγει. Ἄγγελοι μετὰ Ποιμένων δοξολογοῦσι. Μάγοι δὲ μετὰ ἀστέρος ὁδοιποροῦσι. δι’ ἡμᾶς γὰρ ἐγεννήθη, Παιδίον νέον, πρ αἰώνων Θες.

Ἀντὶ δὲ τοῦ Τρισαγίου

σοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε, λληλούϊα.

᾽Απόστολος

( Εβρ. Κεφ. Β’, 11-18 )

Προκείμενον ἦχος γ’

Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου.

Στχ.τι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ·

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα.

δελφοί, ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι, ἐξ ἑνὸς πάντες΄ δι’ ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν λέγων΄ Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε.Καὶ πάλιν΄ Ἐγὼ ἔσομαι πεποιθὼς ἐπ’ αὐτῷ΄ καὶ πάλιν, Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἃ μοι ἔδωκεν ὁ Θεός. Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκε σαρκὸς καὶ αἵματος, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν΄ ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον, καὶ ἀπαλλάξῃ τούτους, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῇν, ἔνοχοι ἦσαν δουλείας.Οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται. Ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι, ἵνα ἐλεήμων, γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν Θεόν, εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ.Ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθείς, δναται τος πειραζομνοις βοηθσαι.

λληλούϊα (γ’)

Εὐαγγέλιον

Ἐκ τοῦ κατὰ Ματθαῖον.

 (Κεφ. Β, 13-23)

ναχωρησάντων τῶν Μάγων, ἰδού, ἄγγελος Κυρίου φαίνεται κατ’ ὄναρ τῷ Ἰωσήφ, λέγων΄ Ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ φεῦγε εἰς Αἴγυπτον, καὶ ἴσθι ἐκεῖ ἕως ἂν εἴπω σοι΄ μέλλει γὰρ Ἡρώδης ζητεῖν τὸ παιδίον, τοῦ ἀπολέσαι αὐτό.Ὁ δὲ ἐγερθεὶς παρέλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ νυκτὸς καὶ ἀνεχώρησεν εἰς Αἴγυπτον. Καὶ ἦν ἐκεῖ ἕως τῆς τελευτῆς Ἡρώδου, ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου, λέγοντος, ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου. Τότε Ἡρώδης, ἰδὼν ὅτι ἐνεπαίχθη ὑπὸ τῶν μάγων, ἐθυμώθη λίαν, καὶ ἀποστείλας ἀνεῖλε πάντας τοὺς παῖδας τοὺς ἐν Βηθλεὲμ καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς, ἀπὸ διετοῦς καὶ κατωτέρω, κατὰ τὸν χρόνον ὃν ἠκρίβωσε παρὰ τῶν μάγων.Τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ἱερεμίου τοῦ προφήτου, λέγοντος΄ Φωνὴ ἐν Ῥαμᾷ ἠκούσθη, θρῆνος καὶ κλαυθμὸς καὶ ὀδυρμὸς πολύς, Ῥαχὴλ κλαίουσα τὰ τέκνα αὐτῆς, καὶ οὐκ ἤθελε παρακληθῆναι, ὅτι οὐκ εἰσίν.

Τελευτήσαντος δὲ τοῦ Ἡρώδου, ἰδοὺ ἄγγελος Κυρίου κατ’ ὄναρ φαίνεται τῷ Ἰωσὴφ ἐν Αἰγύπτῳ, λέγων΄ Ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ πορεύου εἰς γῆν Ἰσραήλ, τεθνήκασι γὰρ οἱ ζητοῦντες τὴν ψυχὴν τοῦ παιδίου.Ὁ δὲ ἐγερθεὶς παρέλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ ἦλθεν εἰς γῆν Ἰσραήλ. Ἀκούσας δὲ ὅτι Ἀρχέλαος βασιλεύει ἐπὶ τῆς Ἰουδαίας ἀντὶ Ἡρώδου τοῦ πατρὸς αὐτοῦ, ἐφοβήθη ἐκεῖ ἀπελθεῖν΄ χρηματισθεὶς δὲ κατ’ ὄναρ, ἀνεχώρησεν εἰς τὰ μέρη τῆς Γαλιλαίας΄ Καὶ ἐλθὼν κατῴκησεν εἰς πόλιν λεγομένην Ναζαρέτ, ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τῶν Προφητῶν΄ τι Ναζωραος κληθσεται.

Δόξα σοι, Κύριε, δόξα σοι.

Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου

Εἰς τό᾽Εξαιρέτως

 ὁ α’ χορός

Ἦχος α’

Στίχ. Μάγοι καὶ Ποιμένες, ἦλθον προσκυνῆσαι, Χριστὸν τὸν γεννηθέντα, ἐν Βηθλεὲμ τῇ πόλει.

Στέργειν μὲν ἡμᾶς, ὡς ἀκίνδυνον φόβῳ,

Ῥᾷον σιωπήν, τῷ πόθῳ δὲ Παρθένε,

Ὕμνους ὑφαίνειν, συντόνως τεθηγμένους,

Ἐργῶδές ἐστιν, ἀλλὰ καὶ Μήτηρ σθένος,

Ὅση πέφυκεν προαρεσις δδου.

Κοινωνικόν

ὁ β’ χορός

Ἦχος β’

Λύτρωσιν ἀπέστειλε Κύριος τῷ λαῷ αὐτοῦ. λληλούϊα.

᾽Αντί τοῦ· «Εἴδομεν τό φῶς».

ὁ α’ χορός

Ἀπολυτίκιον. Ἦχος δ’. 

γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως, ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι.

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.

ἦχος β

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).

πόλυσις

«…῾Ο ἐν σπηλαίῳ γεννηθείς καί ἐν φάτνῃ ἀνακλιθεὶς διά τήν ἡμῶν σωτηρίαν, Χριστός ἀληθινός Θεός ἡμῶν».

https://agioskosmasoaitolos.wordpress.com

 26 ΔΕΚ17 ΣΥΝΑΞΙΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Google

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s