
«Ἀδελφοί, ὡς τέκνα φωτὸς περιπατεῖτε· — ὁ γὰρ καρπὸς τοῦ Πνεύματος ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ· — δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ Κυρίῳ. καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε· τὰ γὰρ κρυφῆ γινόμενα ὑπ᾿ αὐτῶν αἰσχρόν ἐστι καὶ λέγειν· τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται· πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστι. διὸ λέγει· ἔγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός. Βλέπετε οὖν πῶς ἀκριβῶς περιπατεῖτε, μὴ ὡς ἄσοφοι, ἀλλ᾿ ὡς σοφοί, ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσι. διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ Κυρίου. καὶ μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν Πνεύματι, λαλοῦντες ἑαυτοῖς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ψάλλοντες ἐν τῇ καρδίᾳ ὑμῶν τῷ Κυρίῳ.»
Συνέχεια ανάγνωσης Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς 3 Δεκεμβρίου 2017, κς΄ ἐπιστολῶν (Ἐφεσ. ε΄ 8-19) →
Ομιλία Γερμανού του Β, Πατριάρχου Κωνσταντινουπόλεως, εις την Δεκάτην Τετάρτην Κυριακήν κατά Λουκάν.
Ο Θεός είναι ο ήλιος της Δικαιοσύνης, όπως έχει γραφή, ο οποίος φωτίζει τα πάντα με τις ακτίνες της Αυτού αγαθότητος. Η δε ψυχή κάθε ανθρώπου, αναλόγως με την διάθεσί του, γίνεται ή κηρός, ως φιλόθεος, ή πηλός, ως φιλόϋλος. Όπως λοιπόν ο πηλός εκ φύσεως με τον ήλιο ξηραίνεται, έτσι και κάθε ψυχή φιλόϋλος και φιλόκοσμος, ενώ νουθετείται από τον Θεόν, σκληρύνεται, όπως ο πηλός, διότι αντιστρέφει τους λόγους του, και οδηγείται μόνη της προς την απώλειαν. Η φιλόθεος όμως ψυχή απαλύνεται ως κηρός και δεχόμενη μέσα της τους τύπους και τους χαρακτήρες των θείων εννοιών, γίνεται κατοικητήριον του Θεού εν Πνεύματι.
Συνέχεια ανάγνωσης Κυριακή ΙΔ΄ Λουκά: Λόγος εις την θεραπείαν του τυφλού της Ιεριχούς (Γερμανού Β. Πατριάρχου Κωνσταντινουπόλεως) →
Τῷ καιρῷ ἐκείνῳ, ἐγένετο ἐν τῷ ἐγγίζειν τὸν ᾿Ιησοῦν εἰς ῾Ιεριχὼ τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτῶν· ἀκούσας δὲ ὄχλου διαπορευομένου ἐπυνθάνετο τί εἴη ταῦτα. ἀπήγγειλαν δὲ αὐτῷ ὅτι ᾿Ιησοῦς ὁ Ναζωραῖος παρέρχεται. καὶ ἐβόησε λέγων· ᾿Ιησοῦ υἱὲ Δαυΐδ, ἐλέησόν με. καὶ οἱ προάγοντες ἐπετίμων αὐτῷ ἵνα σιωπήσῃ· αὐτὸς δὲ πολλῷ μᾶλλον ἔκραζεν· υἱὲ Δαυΐδ, ἐλέησόν με. σταθεὶς δὲ ὁ ᾿Ιησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν. ἐγγίσαντος δὲ αὐτοῦ ἐπηρώτησεν αὐτὸν λέγων· τί σοι θέλεις ποιήσω; ὁ δὲ εἶπε· Κύριε, ἵνα ἀναβλέψω. καὶ ὁ ᾿Ιησοῦς εἶπεν αὐτῷ· ἀνάβλεψον· ἡ πίστις σου σέσωκέ σε. καὶ παραχρῆμα ἀνέβλεψε, καὶ ἠκολούθει αὐτῷ δοξάζων τὸν Θεόν· καὶ πᾶς ὁ λαὸς ἰδὼν ἔδωκεν αἶνον τῷ Θεῷ.
Συνέχεια ανάγνωσης Εὐαγγελικό Ἀνάγνωσμα Κυριακῆς 3 Δεκεμβρίου 2017, ΙΔ΄ Λουκᾶ (Λκ. ιη΄ 35-43) →
Τώρα σας συμβουλεύω να κάμετε από κομβολόγι μικροί και μεγάλοι και να το κρατήτε με το αριστερό χέρι, και με το δεξιό να κάμνετε τον σταυρόν σας και να λέγετε: Κύριε Ιησού Χριστέ, Υιέ και Λόγε του Θεού του ζώντος, διά της Θεοτόκου και πάντων των Αγίων ελέησόν με τον αμαρτωλόν και ανάξιον δούλον σου.