ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΚΥΡΙΑΚΗ Ι΄ΛΟΥΚΑ (2017)

 10 ΔΕΚΕΜΒΡΙΟΥ 2017

+ΚΥΡΙΑΚΗ Ι’ ΛΟΥΚΑ

Μνήμη τῶν Ἁγίων Μαρτύρων, Μηνᾶ τοῦ Καλλικελάδου, Ἑρμογένους, καὶ Εὐγράφου.

ωθινν Ε’ – χος β’

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη κα ἡ Ἐκφνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα…

χος β’

ὁ α’ χορὸς

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στχ. α’. ξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

Στχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στχ. γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ΑΠΟΛΥΤΙΚΙΑ

ὁ α’ χορός

Ἀπολυτίκιον. Ἦχος β.

τε κατῆλθες πρὸς τὸν θάνατον, ἡ ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾅδην ἐνέκρωσας τῇ ἀστραπῇ τῆς θεότητος, ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον, Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι.

ὁ β’ χορός

Δόξα Πατρὶ…. Ἦχος πλ. δ’ Τὸ προσταχθὲν

Δι᾿ ἐγκρατείας, τῶν παθῶν τὰς πυριφλέκτους, ἀπονεκρώσαντες ὁρμὰς καὶ τὰς κινήσεις, τοῦ Χριστοῦ οἱ Μάρτυρες, ἔλαβον τὴν χάριν, τὰς νόσους ἀποδιώκειν τῶν ἀσθενῶν, καὶ ζῶντες καὶ μετὰ τέλος θαυματουργεῖν, ὄντως θαῦμα παράδοξον! ὅτι ὀστέα γυμνά, ἐκβλύζουσιν ἰάματα. Δόξα τῷ μόνῳ Θεῷ ἡμῶν.

ὁ α’ χορός

Καὶ νῦν… θεοτοκίον

δι’ ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ Ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου, δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.

Συναπτ μικρ κα  κφνησις

  τι σν τ κρτος… 

ΚΑΘΙΣΜΑΤΑ   

Μετὰ τὴν α´ Στιχολογίαν.

ὁ α’ χορός

Ἦχος β

εὐσχήμων Ἰωσήφ, ἀπὸ τοῦ ξύλου καθελών, τὸ ἄχραντόν σου Σῶμα, σινδόνι καθαρᾷ, εἰλήσας καὶ ἀρώμασιν, ἐν μνήματι καινῷ, κηδεύσας ἀπέθετο, ἀλλὰ τριήμερος ἀνέστης Κύριε, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

ὁ β’ χορός

Δόξα Πατρί…

Ταῖς μυροφόροις Γυναιξί, παρὰ τὸ μνῆμα ἐπιστάς, ὁ Ἄγγελος ἐβόα. Τὰ μύρα τοῖς θνητοῖς ὑπάρχει ἁρμόδια, Χριστὸς δὲ διαφθορᾶς ἐδείχθη ἀλλότριος, ἀλλὰ κραυγάσατε. Ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

ὁ α’ χορός

Καὶ νῦν…Θεοτοκίον

Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τὰ σὰ Θεοτόκε μυστήρια, τῇ ἁγνείᾳ ἐσφραγισμένη, καὶ παρθενίᾳ φυλαττομένη, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν, αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ὁ β’ χορός

Μετὰ τὴν βΣτιχολογίαν, ἕτερα

Τὸν λίθον τοῦ μνήματος, σφραγισθῆναι μὴ κωλύσας, τὴν πέτραν τῆς πίστεως, ἀναστὰς παρέσχες πᾶσι, Κύριε δόξα σοι.

ὁ α’ χορός

Δόξα Πατρὶ…

Τῶν Μαθητῶν σου ὁ χορός, σὺν μυροφόροις Γυναιξίν, ἀγάλλεται συμφώνως, κοινὴν γὰρ ἑορτὴν σὺν αὐτοῖς ἑορτάζομεν, εἰς δόξαν καὶ τιμὴν τῆς σῆς Ἀναστάσεως, καὶ δι’ αὐτῶν, φιλάνθρωπε Κύριε, τῷ λαῷ σου παράσχου τὸ μέγα ἔλεος.

ὁ β’ χορός

Καὶ νῦν… Σταυροθεοτοκίον

περευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε, διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾅδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν, διὸ ἀνυμνοῦντες βοῶμεν. Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας δόξα σοι.

Τὰ ἀναστάσιμα εὐλογητάρια.

ὁ α’ χορός

χος πλ. α

Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾅδου πάντας ἐλευθερώσαντα.

ὁ β’ χορός

Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὢ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις, Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε, ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.

ὁ α’ χορός

Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι, ἀλλ’ ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε΄ θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.

ὁ β’ χορός

Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῶτερ ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου. Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.

ὁ α’ χορός

Δξα Πατρὶ… Τριαδικν

Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.

ὁ β’ χορός

Κα νν… Θεοτοκον

Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.

ὁ α’ χορός

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.

ὁ β’ χορός

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.

ὁ α’ χορός

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δξα σοι Θες. 

Συναπτ μικρ κα  κφνησις

 Ὅτι ηλγητα σου…

Ἡ Ὑπακοὴ  Ἦχος β

Μετὰ τὸ Πάθος πορευθεῖσαι ἐν τῷ μνήματι πρὸς τὸ μυρίσαι τὸ σῶμά σου αἱ γυναῖκες Χριστὲ ὁ Θεός, εἶδον Ἀγγέλους ἐν τῷ τάφῳ καὶ ἐξέστησαν, φωνῆς γὰρ ἤκουον ἐξ αὐτῶν, ὅτι ἀνέστη ὁ Κύριος, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

ΑΝΑΒΑΘΜΟΙ

Ἀντίφωνον Α

ὁ α’ χορός

ν τῷ οὐρανῷ τὰ ὄμματα, ἐκπέμπω μου τῆς καρδίας, πρὸς σὲ Σωτήρ, σῶσόν με σῇ ἐπιλάμψει.

ὁ β’ χορός

λέησον ἡμᾶς τοὺς πταίοντάς σοι πολλὰ καθ’ ἑκάστην ὥραν, ὢ Χριστέ μου, καὶ δὸς πρὸ τέλους τρόπους, τοῦ μετανοεῖν σοι.

ὁ α’ χορός

Δόξα Πατρί… Καὶ νῦν…

γίῳ Πνεύματι, τὸ βασιλεύειν πέλει, τὸ ἁγιάζειν, τὸ κινεῖν τὴν κτίσιν, Θεὸς γὰρ ἐστιν, ὁμοούσιος Πατρὶ καὶ Λόγῳ.

Ἀντίφωνον Β

ὁ β’ χορός

Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, τὶς ἱκανὸς σῶος φυλαχθῆναι, ἐκ τοῦ ἐχθροῦ ἅμα, καὶ ἀνθρωποκτόνου;

ὁ α’ χορός

Τοῖς ὁδοῦσιν αὐτῶν, μὴ παραδῷς Σῶτερ τὸν σὸν δοῦλον, λέοντος τρόπον κατ’ ἐμοῦ κινοῦνται, καὶ γὰρ οἱ ἐχθροί μου.

ὁ β’ χορός

Δόξα Πατρί… Καὶ νῦν…

γίῳ Πνεύματι, ζωαρχία καὶ γέρας, πάντα γὰρ τὰ κτιστά, ὡς Θεὸς ὢν δυναμοῖ, συντηρεῖ ἐν Πατρὶ δι’ Υἱοῦ δέ.

Ἀντίφωνον Γ

ὁ α’ χορός

Οἱ πεποιθότες ἐπὶ Κύριον, ἐοίκασιν ὄρει τῷ ἁγίῳ, οἳ οὐδαμῶς σαλεύονται, προσβολαῖς τοῦ Βελίαρ.

ὁ β’ χορός

ν ἀνομίαις χεῖρας αὐτῶν μὴ ἐκτεινάτωσαν οἱ θείως ζῶντες, οὐ γὰρ ἐᾷ Χριστός, τῇ ῥάβδῳ τὸν κλῆρον αὐτοῦ.

ὁ α’ χορός

Δόξα Πατρί… Καὶ νῦν…

γίῳ Πνεύματι, προσπηγάζει πᾶσα σοφία, ἔνθεν χάρις Ἀποστόλοις, καὶ τοῖς ἄθλοις καταστέφονται Μάρτυρες,…

ὁ β’ χορός

καὶ Προφῆται ὁρῶσι. 

Προκείμενον

ὁ α’ χορός

ξεγέρθητι, Κύριε ὁ Θεός μου, ἐν προστάγματι ᾧ ἐνετείλω, καὶ συναγωγὴ λαῶν κυκλώσει σε.

ὁ β’ χορός

ξεγέρθητι, Κύριε ὁ Θεός μου, ἐν προστάγματι ᾧ ἐνετείλω, καὶ συναγωγὴ λαῶν κυκλώσει σε.

ὁ α’ χορός

Στίχ. Κύριε, ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα.

ξεγέρθητι, Κύριε ὁ Θεός μου, ἐν προστάγματι ᾧ ἐνετείλω,…

ὁ β’ χορός

καὶ συναγωγὴ λαῶν κυκλώσει σε.

Ἡ Τάξις τοῦ Ἑωθινοῦ Εὐαγγελίου

ὁ α΄ χορὸς

Ἦχος β’.

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ β’ χορὸς

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ α΄ χορὸς

Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.

ΕΩΘΙΝΟΝ Ε’ (Λουκ. 24,12-35 )

Τῷ καιρῷ ἐκείνῳ, ὁ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον, καὶ παρακύψας βλέπει τὰ ὀθόνια κείμενα μόνα΄ καὶ ἀπῆλθε, πρὸς ἑαυτὸν θαυμάζων τὸ γεγονός. Καὶ ἰδοὺ δύο ἐξ αὐτῶν ἦσαν πορευόμενοι ἐν αὐτῇ τῇ ἡμέρᾳ εἰς κώμην ἀπέχουσαν σταδίους ἑξήκοντα ἀπὸ Ἱερουσαλήμ, ᾗ ὄνομα Ἐμμαούς΄ καὶ αὐτοὶ ὡμίλουν πρὸς ἀλλήλους περὶ πάντων τῶν συμβεβηκότων τούτων. Καὶ ἐγένετο ἐν τῷ ὁμιλεῖν αὐτοὺς καὶ συζητεῖν, καί αὐτὸς ὁ Ἰησοῦς ἐγγίσας συνεπορεύετο αὐτοῖς΄ οἱ δὲ ὀφθαλμοὶ αὐτῶν ἐκρατοῦντο τοῦ μὴ ἐπιγνῶναι αὐτόν. Εἶπε δὲ πρὸς αὐτούς΄ Τίνες οἱ λόγοι οὗτοι οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους περιπατοῦντες, καὶ ἐστὲ σκυθρωποὶ; Ἀποκριθείς δὲ ὁ εἷς, ᾧ ὄνομα Κλεόπας, εἶπε πρὸς αὐτόν ΄ Σὺ μόνος παροικεῖς ἐν Ἱερουσαλήμ, καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις; καὶ εἶπεν αὐτοῖς, Ποῖα; Οἱ δὲ εἶπον αὐτῷ, Τὰ περὶ Ἰησοῦ τοῦ Ναζωραίου, ὃς ἐγένετο ἀνὴρ προφήτης δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ ἐναντίον τοῦ Θεοῦ καὶ παντὸς τοῦ λαοῦ΄ ὅπως τε παρέδωκαν αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντες ἡμῶν εἰς κρῖμα θανάτου, καὶ ἐσταύρωσαν αὐτόν΄ ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτὸς ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν Ἰσραήλ. Ἀλλὰ γε οὖν σὺν πᾶσι τούτοις τρίτην ταύτην ἡμέραν ἄγει σήμερον, ἀφ’ οὗ ταῦτα ἐγένετο. ἀλλὰ καὶ γυναῖκές τινες ἐξ ἡμῶν ἐξέστησαν ἡμᾶς, γενόμεναι ὂρθριαι ἐπὶ τὸ μνημεῖον, καὶ μὴ εὑροῦσαι τὸ σῶμα αὐτοῦ, ἦλθον λέγουσαι καὶ ὀπτασίαν ἀγγέλων ἑωρακέναι, οἳ λέγουσιν αὐτὸν ζῆν. Καὶ ἀπῆλθόν τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνημεῖον, καὶ εὗρον οὕτω καθὼς καὶ αἱ γυναῖκες εἶπον΄ αὐτὸν δὲ οὐκ εἶδον. Καὶ αὐτὸς εἶπε πρὸς αὐτούς΄ Ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ τοῦ πιστεύειν ἐπὶ πᾶσιν οἷς ἐλάλησαν οἱ Προφῆται. Οὐχὶ ταῦτα ἔδει παθεῖν τὸν Χριστὸν καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ; Καὶ ἀρξάμενος ἀπὸ Μωσέως καὶ ἀπὸ πάντων τῶν προφητῶν, διηρμήνευεν αὐτοῖς ἐν πάσαις ταῖς Γραφαῖς τὰ περὶ ἑαυτοῦ. Καὶ ἤγγισαν εἰς τὴν κώμην οὗ ἐπορεύοντο, καὶ αὐτὸς προσεποιεῖτο ποῤῥωτέρω πορεύεσθαι. Καὶ παρεβιάσαντο αὐτόν , λέγοντες΄ Μεῖνον μεθ’ ἡμῶν, ὅτι πρὸς ἑσπέραν ἐστὶ καὶ κέκλικεν ἡ ἡμέρα. Καὶ εἰσῆλθε τοῦ μεῖναι σὺν αὐτοῖς. Καὶ ἐγένετο ἐν τῷ κατακλιθῆναι αὐτὸν μετ’ αὐτῶν, λαβὼν τὸν ἄρτον εὐλόγησε, καὶ κλάσας ἐπεδίδου αὐτοῖς. Αὐτῶν δὲ διηνοίχθησαν οἱ ὀφθαλμοί, καὶ ἐπέγνωσαν αὐτόν΄ καὶ αὐτὸς ἄφαντος ἐγένετο ἀπ’ αὐτῶν. Καὶ εἶπον πρὸς ἀλλήλους΄ Οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ἐν ἡμῖν, ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ, καὶ ὡς διήνοιγεν ἡμῖν τὰς Γραφάς; Καὶ ἀναστάντες αὐτῇ τῇ ὥρᾳ, ὑπέστρεψαν εἰς Ἱερουσαλήμ, καὶ εὗρον συνηθροισμένους τοὺς ἕνδεκα καὶ τοὺς σὺν αὐτοῖς, λέγοντας, ὅτι ἠγέρθη ὁ Κύριος ὄντως, καὶ ὤφθη Σίμωνι. Καὶ αὐτοὶ ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ, καὶ ὡς ἐγνώσθη αὐτοῖς ν τ κλσει το ρτου.

Δόξα σοι, Κύριε, δόξα σοι.

Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης:

νάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν, ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι’ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.

Καὶ εὐθὺς ὁ Ν Ψαλμὸς εἰς ἦχον β

  • λέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

  • πὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.

  • τι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντὸς.

  • Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.

  • δοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.

  • δοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.

  • αντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.

  • κουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.

  • πόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.

  • Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.

  • Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ.

  • πόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.

  • Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν.

  • ῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.

  • Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.

  • τι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.

  • Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον΄ καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.

  • γάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.

  • Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα.

  • Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους, καὶ ἐλέησόν με ὁ Θεός.

ὁ α’ χορὸς

Δόξα Πατρὶ… Ἦχος β’

Ταῖς τῶν Ἀποστόλων, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ β’ χορὸς

Καὶ νῦν…

Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.  

ὁ α’ χορὸς

Στίχ. λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Πεντηκοστάριον. Ἦχος ὁ αὐτὸς

ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου, καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν, τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.

Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…

ΚΑΝΟΝΕΣ

ὁ Ἀναστάσιμος εἰς δ´

ὁ α’ χορός

Ὠδὴ α’.  Ἦχος β’. Ὁ Εἱρμὸς

ν βυθῷ κατέστρωσε ποτέ, τὴν Φαραωνίτιδα, πανστρατιάν, ἡ ὑπέροπλος δύναμις, σαρκωθεὶς ὁ Λόγος δέ, τὴν παμμόχθηρον ἁμαρτίαν ἐξήλειψεν, ὁ δεδοξασμένος Κύριος, ἐνδόξως γὰρ δεδόξασται.

ὁ β’ χορός

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

τοῦ κόσμου ἄρχων ἀγαθέ, ᾧ ἀπεγραψάμεθα, τῇ ἐντολῇ τῇ σῇ μὴ πειθαρχήσαντες, τῷ Σταυρῷ σου κέκριται, προσβαλὼν γάρ σοι ὡς θνητῷ, περιπέπτωκε τῷ τῆς ἐξουσίας κράτει σου, καὶ ἀσθενὴς διήλεγκται.

ὁ α’ χορός

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Λυτρωτὴς τοῦ γένους τῶν βροτῶν, καὶ τῆς ἀκηράτου ζωῆς ἀρχηγός, εἰς τὸν κόσμον ἐλήλυθας, τῇ γὰρ Ἀναστάσει σου, διεσπάραξας τοῦ θανάτου τὰ σπάργανα, ἣν δοξολογοῦμεν ἅπαντες, ἐνδόξως γὰρ δεδόξασται.

ὁ β’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

περτέρα πέφηνας Ἁγνή, πάσης ἀοράτου τε, καὶ ὁρατῆς ἀειπάρθενε κτίσεως, τὸν γὰρ κτίστην τέτοκας, ὡς ηὐδόκησε σαρκωθῆναι ἐν μήτρᾳ σου, ᾧ  σὺν παῤῥησίᾳ πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ὁ Κανὼν τῶν Ἁγίων Μαρτύρων, οὗ ἡ Ἀκροστιχίς.

Στερροὺς ἀνυμνῶ Μάρτυρας στεφηφόρους.

Ἰωσήφ.

ᾨδὴ α’

Ἦχος α’  Ὁ Εἱρμὸς «Χριστὸς γεννᾶται,».

ὁ α’ χορός

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν

Στεφάνοις δόξης κοσμούμενοι, καὶ θρόνῳ του Θεοῦ παριστάμενοι, καὶ θείου φωτὸς πληρούμενοι, πόθῳ τὴν φωτοφόρον, μνήμην ὑμῶν, τοὺς ἐπιτελοῦντας, ἀμαυρώσεως παθῶν, Μάρτυρες ῥύσασθε.

ὁ β’ χορός

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν

Τὴν θείαν στέργοντες εὔκλειαν, Θεοῦ τῆς καλλονῆς ἐφιέμενοι, τοῦ βίου τερπνὰ ἀπώσασθε, πᾶσάν τε δυναστείαν, περιφανῆ, καὶ διὰ θανάτου, ἀτελεύτητον ζωήν, Μάρτυρες εὕρατε.

 ὁ α’ χορός

Δόξα Πατρί…

Ἐνθέῳ ζήλῳ πυρούμενοι, τὸ πῦρ τῆς ἀθεΐας κατέσβεσαν, καὶ λύχνοι τὸ φῶς πυρσεύοντες, πᾶσι τῆς εὐσεβείας περιφανῶς, ὤφθησαν ἐν πίστει, Ἑρμογένης καὶ Μηνᾶς, οἱ μεγαλόφρονες.

 ὁ β’ χορός

Καὶ νῦν… Θεοτοκίον

Ῥυσθῆναι Κόρη πανάμωμε, παθῶν ἐπικρατείας τοὺς δούλους σου, τὸν σὸν ἐκτενῶς ἱκέτευε, Κύριον καὶ Δεσπότην, ὃν ἐκ τῶν σῶν, πάναγνε αἱμάτων, ἐσωμάτωσας ἡμῖν, προσομιλήσαντ

ᾠδὴ γ’ 

ὁ α’ χορός

Ἦχος β. Ὁ Εἱρμὸς

ξήνθησεν ἡ ἔρημος, ὡσεὶ κρίνον Κύριε, ἡ τῶν ἐθνῶν στειρεύουσα, Ἐκκλησίᾳ τῇ παρουσίᾳ σου, ἐν ᾗ ἐστερεώθη ἡ καρδία μου.

 ὁ β’ χορός

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

κτίσις ἐν τῷ πάθει σου, ἠλλοιοῦτο βλέπουσα, ἐν εὐτελεῖ προσχήματι, ὑπ’ ἀνόμων, μυκτηριζόμενον, τὸν ἑδράσαντα πάντα θείῳ νεύματι.

 ὁ α’ χορός

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

κ χοὸς κατ’ εἰκόνα με, τῇ χειρί σου ἔπλασας, καὶ συντριβέντα πάλιν δέ, εἰς χοῦν θανάτου δι’ ἁμαρτίαν Χριστέ, συγκαταβὰς εἰς ᾅδην συνανέστησας.

 ὁ β’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Τὰ τάγματα ἐξέστησαν, τῶν Ἀγγέλων Πάναγνε, καὶ τῶν ἀνθρώπων ἔφριξαν, αἱ καρδίαι ἐπὶ τῷ τόκῳ σου, διὸ σε Θεοτόκε, πίστει σέβομεν.

ᾨδὴ γ’, τῶν Μαρτύρων

Ἦχος α’ Ὁ Εἱρμὸς «Τῷ πρὸ τῶν αἰώνων,».

 ὁ α’ χορός

Στχ. γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν

Αἴγλῃ οὐρανίῳ, λαμπρυνθέντες οἱ ἅγιοι Μάρτυρες, σκότος διέλυσαν εἰδώλων, τῆς ἀπάτης καὶ φέγγος, ἡμῖν ἰάσεων ἤστραψαν, τοῖς μελῳδοῦσι τῷ πάντων Θεῷ. Ἅγιος εἶ Κύριε.

           ὁ β’ χορός

Στχ. γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν

Νέκρωσιν τοῦ ζῶντος, ἀνιχνεύων Δεσπότου Μηνᾶ θαυμαστέ, ἐκπελματοῦσαι καὶ τὴν κάραν, τοῦ τυράννου συντρίβεις, ἐχθροῦ ἐρείδων τοὺς πόδας σου, εἰς ἀσφαλῆ μαρτυρίου ὁδόν, μάρτυς ἀνδρικώτατα.

 ὁ α’ χορός

Δόξα Πατρί…

μνει τὸν Σωτῆρα, Ἑρμογένης τὰς χεῖρας τεμνόμενος, ἱερωσύνης φαιδροτέραν, τὴν στολὴν τῶν αἱμάτων βαφαῖς, σαφῶς ἐργαζόμενος, καὶ μιμητὴς τοῦ παθόντος σαρκί, χάριτι δεικνύμενος.

 ὁ β’ χορός

Καὶ νῦν… Θεοτοκίον

Μόνην γυναιξὶ σε, τὴν ὡραίαν τῷ κάλλει εὑράμενος, σωματοφόρος ἐκ γαστρός σου, προελήλυθε Κόρη, Χριστός, θείαις ὡραιότησι, καταφαιδρύνας τὸ γένος ἡμῶν· ὅθεν σε γεραίρομεν.

Συναπτ μικρ κα  κφνησις

τι σ ε Θες μν,…

 ὁ α’ χορός

Κάθισμα Ἦχος πλ. δ’ Τὴν Σοφίαν καὶ Λόγον

Παρωσάμενοι δόξαν τὴν κοσμικήν, ἐπτερώθησαν δόξῃ τῇ θεϊκῇ, Μηνᾶς Ἑρμογένης τε, καὶ ὁ ἔνδοξος Εὔγραφος, καὶ προθύμῳ γνώμῃ, τὸν ὄγκον ὑπέμειναν, τῶν δεινῶν βασάνων, σαρκὸς μὴ φεισάμενοι· ὅθεν μετὰ τέλος, εἰς βυθοὺς θαλαττίους, ῥιφέντες ἰθύνθησαν, πρὸς λιμένα οὐράνιον, οἷς ἐν πίστει βοήσωμεν. Πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.

 ὁ β’ χορός

Δόξα… Ἦχος α’Τὸν τάφον σου Σωτὴρ

Μηνᾶς ὁ θαυμαστός, ὁ κλεινὸς Ἑρμογένης, ἡ πάνσεπτος δυάς, τῆς ἁγίας Τριάδος, πολύθεον φρύαγμα, ἀνδρικῶς κατεπάτησαν, καὶ τελέσαντες, τὸν ἱερώτατον δρόμον, νίκης ἔλαβον, ἐξ οὐρανοῦ τοὺς στεφάνους, δυνάμει τοῦ Πνεύματος.

 ὁ α’ χορός

Καὶ νῦν… Θεοτοκίον

Τὸν πάντων Ποιητήν, καὶ Θεόν σου καὶ Κτίστην, πανάμωμε Ἁγνή, διὰ Πνεύματος θείου, ἐν μήτρᾳ σου ἐχώρησας, καὶ φθορᾶς δίχα τέτοκας, ὃν δοξάζοντες, σὲ ἀνυμνοῦμεν Παρθένε, ὡς Παλάτιον, τοῦ Βασιλέως τῆς δόξης, καὶ κόσμου ἀντίλυτρον.

ᾠδὴ δ’

Ὁ Εἱρμὸς

λήλυθας ἐκ Παρθένου, οὐ πρέσβυς, οὐκ Ἄγγελος, ἀλλ’ αὐτὸς ὁ Κύριος, σεσαρκωμένος καὶ ἔσωσας, ὅλον με τὸν ἄνθρωπον, διὸ κραυγάζω σοι, Δόξα τῇ δυνάμει σου Κύριε.  

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Παρίστασο ὡς κριτός, ὁ Θεός μου τῷ βήματι, οὐ κραυγάζων Δέσποτα, κρίσιν ἐνάγων τοῖς ἔθνεσιν, ἣν διὰ τοῦ πάθους σου, τῇ οἰκουμένῃ εἰργάσω, σωτηρίαν Χριστέ.  

Στίχ. Δόξα τῇ Ἁγία Ἀναστάσει σου, Κύριε.

Τῷ πάθει σου τοῦ ἐχθροῦ, αἱ ῥομφαῖαι ἐξέλιπον, τῶν ὑπεναντίων δέ, ἐν τῇ εἰς ᾅδου καθόδῳ σου, πόλεις καθῃρέθησαν, καὶ τοῦ τυράννου τὸ θράσος καταβέβληται.

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Σὲ λιμένα σωτηρίας, καὶ τεῖχος ἀκράδαντον, Θεοτόκε Δέσποινα, πάντες πιστοὶ ἐπιστάμεθα, σὺ γὰρ ταῖς πρεσβείαις σου, ἐκ τῶν κινδύνων λυτροῦσαι τὰς ψυχὰς ἡμῶν.  

ᾨδὴ δ’, τῶν Μαρτύρων

Ἦχος α’ Ὁ Εἱρμὸς «Ῥάβδος ἐκ τῆς ῥίζης».

Στχ. γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Νόμους διαγγέλλων φωταυγεῖς, ἀνόμως σου τὰ ὄμματα, ἐκκεντηθεὶς Μηνᾶ ὑπήνεγκας, καρδίας τοὺς ὀφθαλμούς, πρὸς τὸ φῶς τὸ ἄδυτον, ἔχων ἐμμελῶς, ἀποσκοποῦντας, καὶ μέλπων χαρμονικῶς. Δόξα τῇ δυνάμει σου Κύριε.

Στχ. γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

φθη σου ἡ γλῶσσα τῷ πυρί, τοῦ Πνεύματος Σοφώτατε, ἐκτεθηγμένην τῷ τέμνεσθαι· ἐλάλεις γὰρ κελαδῶν, τοῦ Θεοῦ τὰ θαύματα, καὶ τοῦ δικαστοῦ τὴν ἀφροσύνην, μετάγων εἰς εὐσεβῆ δόξαν, ἐμφανῶς τοῦ ποιήσαντος.

Στχ. γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Μεγάλως τὸ πάθος καρτερῶν, τοὺς πόδας ἀποτέμνεται, ὁ Ἑρμογένης τὴν τοῦ ὄφεως, καταπατῶν κεφαλήν, καὶ ὁδὸν στελλόμενος, γνώμῃ ἀκλινεῖ τοῦ Μαρτυρίου, εἰσάγουσαν πρὸς ζωήν, τῆς ἐπουρανίου λαμπρότητος.

Δόξα Πατρί…

πληγον τηροῦντι τὴν ψυχήν, Χριστὸς σοι ἐπιφαίνεται, σοῦ τὰς πληγὰς Μηνᾶ ἰώμενος, ἀνδρείως τε καρτερεῖν, σὲ ἐγκελευόμενος· ὅπως διὰ σοῦ τὴν σωτηρίαν, ἐλέους ὁ θελητής, πάντων τῶν ἁγίων ἐργάσηται.

Καὶ νῦν… Θεοτοκίον

άβδος ἐκ τῆς ῥίζης, Ἱεσσαί, ἐβλάστησας ἀνθήσασα, τὸν φυτουργὸν πάσης τῆς κτίσεως, μαράναντα τὰ φυτά, τῆς ἀκάρπου γνώσεως· πίστιν δὲ ἡμῖν ἀληθεστάτην, φυτεύσαντα εὐσεβῶς, ἄχραντε Παρθένε πανύμνητε

ᾠδὴ ε’ 

Εἱρμὸς

Μεσίτης Θεοῦ, καὶ ἀνθρώπων γέγονας, Χριστὲ ὁ Θεός, διὰ σοῦ γὰρ Δέσποτα, τὴν πρὸς τὸν ἀρχίφωτον Πατέρα σου, ἐκ νυκτὸς ἀγνωσίας, προσαγωγὴν ἐσχήκαμεν.  

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

ς κέδρος Χριστέ, τῶν ἐχθρῶν τὸ φρύαγμα συνέτριψας, ἑκουσίως Δέσποτα, ἐν τῇ κυπαρίσσῳ ὡς ηὐδόκησας, καὶ τῇ πεύκῃ καὶ κέδρῳ σαρκὶ συνανυψούμενος.  

ὁ α’ χορός

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

ν λάκκῳ Χριστέ, κατωτάτῳ ἔθεντό σε, ἄπνουν νεκρόν, ἀλλ’ οἰκείῳ μώλωπι, ἐπιλελησμένους τραυματίας Σωτήρ, τοὺς ἐν τάφοις ὑπνοῦντας, σεαυτῷ συνεξανέστησας.

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Δυσώπει τὸν σόν, Υἱὸν καὶ Κύριον, Παρθένε ἁγνή, αἰχμαλώτοις λύτρωσιν, τοῖς ἐξ ἐναντίας περιστάσεως, ἐπὶ σοὶ πεποιθόσιν, εἰρηνικὴν δωρήσασθαι.

 

ᾨδὴ ε‘, τῶν Μαρτύρων

Ἦχος α Εἱρμὸς «Θεὸς ὢν εἰρήνης,».

Στχ. γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Τὶ μάτην ταράττῃ, ἐβόων ὁμοῦ, δικαστῇ παρανόμῳ οἱ Μάρτυρες, δύναμιν παρεχόμενος, παρίσταται ἡμῖν, μόνος ὁ ἐν ἰσχύϊ, ἀήττητος ὑπάρχων· ὑπὲρ οὗ τὰς αἰκίσεις, καθυπομένομεν στερρότατα.

Στχ. γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

πῆρξεν ἀθρόα, ἡ μεταβολή, Ἑρμογένους σαφῶς πρὸς τὸν Κύριον· λουτρῷ γὰρ ἐκκαθαίρεται, καὶ κρίσει θεϊκῇ, τῆς ἀρχιερωσύνης, τὸ φῶς ἀναλαμβάνει, διδαχαῖς καταυγάζων, τοὺς ἐν νυκτὶ δεινῶν ὑπάρχοντας.

Δόξα Πατρί..

ητόρων λιπόντες, ἀδόκιμον νοῦν, ἀγραμμάτων πλοκαῖς ἡλιεύθητε, σοφίσαντος τοῦ Πνεύματος, ὑμᾶς ὡς ἀληθῶς, Μάρτυρες καὶ πρὸς πᾶσαν, βασάνων καταιγίδα, δυνατούς ἐν ἰσχύϊ, ἐργαζομένου διὰ πίστεως.

Καὶ νῦν… Θεοτοκίον

γίων Ἀγγέλων, Παρθένε ἁγνή, ὑπερέχουσα ὤφθης κυήσασα, βουλῆς μεγάλης Ἄγγελον, Θεὸν Ἐμμανουήλ, βροτοὺς ἐπουρανίους, αὐτοῦ τῇ καταβάσει, ἐργασάμενον Κόρη, δι’ εὐσπλαγχνίαν ἀδιήγητον.

 

ᾠδὴ ς’

Εἱρμὸς

ν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον. Ἐκ φθορᾶς ὁ Θεός με ἀνάγαγε.   

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

ς κακοῦργος ὁ δίκαιος κέκριται, καὶ μετὰ ἀνόμων τῷ ξύλῳ προσήλωται, τοῖς ὑπευθύνοις ἄφεσιν, τῷ οἰκείῳ δωρούμενος αἵματι.  

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Δι’ ἑνὸς μὲν ἀνθρώπου τοῦ πρώτου Ἀδάμ, πάλαι εἰς τὸν κόσμον εἰσῆλθεν ὁ θάνατος, καὶ δι’ ἑνὸς Ἀνάστασις, τοῦ Υἱοῦ τοῦ Θεοῦ πεφανέρωται.

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

πειράνδρως Παρθένε ἐκύησας, καὶ διαιωνίζεις παρθένος ἐμφαίνουσα, τῆς ἀληθοῦς Θεότητος, τοῦ Υἱοῦ καὶ Θεοῦ σου τὰ σύμβολα.

ᾠδὴ ς’, τῶν Μαρτύρων

Ἦχος α Εἱρμὸς «Σπλάγχνων Ἰωνᾶν, ».

Στχ. γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Σῴζεις, Ἰωνᾶν, θηρὸς τὴν τριήμερον, τυποῦντα ταφὴν σοῦ Παντοδύναμε, τὰ δὲ σώματα, τῶν Μαρτύρων πελάγει ῥιπτόμενα, ἰθύνεις γαληνότατον, πρὸς ὅρμον τῆς ταφῆς, ἔνθα σοῦ τὸ θεῖον βούλημα, εἰς ἡμῶν τῶν πιστῶν περιποίησιν.

Στχ. γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Σώματα ὑμῶν, ἀήττητοι Μάρτυρες, βυθὸς ἀσινῆ τῇ χέρσῳ δέδωκε, προηγουμένων, οὐρανίων Ἀγγέλων μακάριοι, καὶ πᾶσι τὴν κατάθεσιν, δηλούντων τὴν ὑμῶν, οὔσαν ἰαμάτων ἔκβλυσιν, καὶ παθῶν ψυχικῶν ἀπολύτρωσιν.

Δόξα Πατρί…

Τάξεις νοεραί, ὑμῶν κατεπλάγησαν, τὴν ὑπομονήν, ὅπως τὸν ἄσαρκον, μετὰ σώματος, ἐτροπώσασθε δράκοντα Μάρτυρες, καὶ νίκης τοὺς στεφάνους ἀνεδήσασθε, θρόνῳ Θεοῦ παριστάμενοι, καὶ ταῖς θείαις αὐγαῖς πυρσευόμενοι.

Καὶ νῦν… Θεοτοκίον 

στη μέχρι σοῦ, Παρθένε ὁ θάνατος· ζωὴν γὰρ Χριστὸν ἐκυοφόρησας, τὸν δωρούμενον, καθαρῶς εἰς αὐτὸν τοὺς πιστεύοντας, τὴν ἀθάνατον καὶ θείαν ἀπολύτρωσιν, τοῦτον, Παναγία αἴτησαι, λυτρωθῆναι πταισμάτων τοὺς δούλους σου.

Συναπτ μικρ κα  

κφνησις

Σ γρ ε Βασιλες

Κοντάκιον

χος β. Τ νω ζητν

νέστης Σωτήρ, ἐκ τάφου Παντοδύναμε ᾅδης ἰδών, τὸ θαῦμα ἐξεπλήττετο, καὶ νεκροὶ ἀνίσταντο, καὶ ἡ κτίσις ἰδοῦσα συγχαίρει σοι, καὶ ὁ Ἀδάμ συναγάλλεται, κα κσμος Σωτρ μου νυμνε σε ε.

Οκος

Σὺ εἶ τὸ φῶς τῶν ἐσκοτισμένων, σὺ εἶ ἡ ἀνάστασις πάντων καὶ ἡ ζωὴ τῶν βροτῶν καὶ πάντας συνανέστησας, τοῦ θανάτου τὸ κράτος Σωτὴρ σκυλεύσας, καὶ τοῦ ᾅδου τὰς πύλας συντρίψας Λόγε, καὶ οἱ θνητοὶ κατιδόντες τὸ θαῦμα ἐθαύμαζον, καὶ πᾶσα κτίσις συγχαίρει ἐν τῇ σῇ Ἀναστάσει, Φιλάνθρωπε. Διὸ καὶ πάντες δοξάζομεν, καὶ ὑμνοῦμεν τὴν σὴν συγκατάβασιν, κα κσμος Σωτρ μου νυμνε σε ε.

Σ υ ν α ξ ά ρ ι ο ν

Τῇ Ι’ τοῦ αὐτοῦ μηνός, ἄθλησις τῶν Ἁγίων τοῦ Χριστοῦ Μαρτύρων, Μηνᾶ τοῦ καλλικελάδου, Ἑρμογένους, καὶ Εὐγράφου.

Στίχοι

  • Τμηθεὶς ὁ Μηνᾶς, κἂν κελαδεῖν οὐκ ἔχῃ,

  • Φιμοῖ κελαδοῦν δυσσεβείας τὸ στόμα.

  • Τὴν δυσσέβειαν ἐκπτύσας Ἑρμογένης,

  • Ὑπῆρξε Μάρτυς εὐσεβείας ἐκ ξίφους.

  • Τὰς ἐκ μαχαίρας, Εὔγραφε, τρώσεις φέρων,

  • Ὀξὺς Θεοῦ κάλαμος ὤφθης, εὖ γράφων.

  • Εὐκέλαδος δεκάτῃ Μηνᾶς ξίφει αὐχένα δῶκεν.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Γέμελλος, σταυρωθείς, τελειοῦται.

Στίχοι

  • Ὑπὲρ Θεοῦ Γέμελλος ἐσταυρωμένου,

  • Τὴν ἐν ξύλῳ σταύρωσιν ἀσμένως φέρει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θωμᾶ τοῦ Δεφουρκινοῦ.

Ἅγιος Ἱερομάρτυς Θεότεκνος, ξίφει τελειοῦται.

Ἅγιος μάρτυς Μαριανός, λιθοβοληθεὶς τελειοῦται.

Ἅγιος μάρτυς Εὐγένιος, ξύλοις τυπτόμενος, τελειοῦται.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.  

ΚΑΤΑΒΑΣΙΑΙ

ὁ α’ χορός

ᾠδ α’  χος α

Χριστὸς γεννᾶται, δοξάσατε΄ Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε. Χριστὸς ἐπὶ γῆς, ὑψώθητε. ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται.

ὁ β΄ χορὸς

δ γ

Τῷ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀῤῥεύστως Υἱῷ, καὶ ἐπ’ ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν΄ Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν,…

ὁ α’ χορός

γιος εἶ Κύριε.

ὁ β΄ χορὸς

δ δ

άβδος ἐκ τῆς ῥίζης Ἱεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας, ἐξ ὄρους ὁ αἰνετός, κατασκίου δαςέος, ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄϋλος καὶ Θεός΄ Δόξα τῇ δυνάμει σου, Κύριε.

ὁ α’ χορός

δ ε

Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης Βουλῆς σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον, ἀπέστειλας ἡμῖν΄ ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτός ὀρθρίζοντες, δοξολογοῦμέν σε, φιλάνθρωπε. 

ὁ β΄ χορὸς

δ ς

Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο΄ τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον, ἧς γάρ, οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν, κατέσχεν ἀπήμαντον.

ὁ α’ χορός 

δ ζ

Οἱ Παῖδες εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθησαν, ἀλλ’ ἐν μέσῳ τῆς φλογός, ἐστῶτες ἔψαλλον΄ Ὁ τῶν Πατέρων, Θεὸς εὐλογητὸς εἶ.

ὁ β΄ χορὸς

δ η’

Στχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον.

Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον, οὐ γὰρ οὓς ἐδέξατο φλέγει Νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν΄ διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν΄ Εὐλογείτω ἡ Κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, ες πντας τος αἰῶνας.

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ΤΙΜΙΩΤΕΡΑ (Ἦχος α’)

ὁ α’ χορός

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ. τι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. τι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. ποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. ντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…

Καταβασία

ὁ α’ χορός

ᾠδὴ θ’.

Μεγάλυνον ψυχή μου, τὴν Τιμιωτέραν, καὶ ἐνδοξοτέραν, τῶν ἄνω στρατευμάτων.

Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον! Οὐρανὸν τὸ Σπήλαιον, θρόνον Χερουβικόν, τὴν Παρθένον, τὴν φάτνην χωρίον, ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός, ν νυμνοντες μεγαλνομεν.  

Συναπτ μικρκα  κφνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ  

ὁ α’ χορός
Ἦχος β’.

γιος Κύριος ὁ Θεὸς ἡμῶν.

ὁ β’ χορός

γιος Κύριος ὁ Θεὸς ἡμῶν.

ὁ α’ χορός

ψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.

ὁ β’ χορός

τι ἅγιος ἐστι.

ὁ α’ χορός

ξαποστειλριον Ε

ζωὴ καὶ ὁδὸς Χριστός, ἐκ νεκρῶν τῷ Κλεόπᾳ καὶ τῷ Λουκᾷ συνώδευσεν, οἷς περ καὶ ἐπεγνώσθη, εἰς Ἐμμαοὺς κλῶν τὸν ἄρτον, ὧν ψυχαὶ καὶ καρδίαι, καιόμεναι ἐτύγχανον, ὅτε τούτοις ἐλάλει ἐν τῇ ὁδῷ, καὶ Γραφαῖς ἡρμήνευεν, ἃ ὑπέστη, μεθ’ ὧν , ἠγέρθη, κράξωμεν, ὤφθη τε καὶ τῷ Πέτρῳ.

ὁ β’ χορός

Ἦχος γ’ Ὁ οὐρανὸν τοῖς ἄστροις

Ῥητορικοῖς σου λόγοις, καὶ θείοις θαύμασι Μηνᾶ, συναθλητὴν ἐπεσπάσω, τὸν ἱερὸν Ἑρμογένην, μεθ’ οὗ σε σὺν τῷ Εὐγράφῳ, περιχαρῶς εὐφημοῦμεν.

ὁ α’ χορός

Ἦχος γ’ Ὁ οὐρανὸν τοῖς ἄστροις Θεοτοκίον

Θεοκυῆτορ Μαρία, τῶν γηγενῶν εὐκληρία, ἁμαρτωλῶν προστασία, Χριστιανῶν ἐλπὶς μόνη, κόσμου παντὸς σωτηρία, ῥῦσαι…

ὁ β’ χορός

…… πυρὸς ἀπειλῆς με.

ΑΙΝΟΙ

ὁ α’ χορός

Ἦχος β’.

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ α’ χορός

Στίχ. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.

Πᾶσα πνοή, καὶ πᾶσα κτίσις, σὲ δοξάζει Κύριε, ὅτι διὰ τοῦ Σταυροῦ τὸν θάνατον κατήργησας, ἵνα δείξῃς τοῖς λαοῖς, τὴν ἐκ νεκρῶν σου Ἀνάστασιν, ὡς μόνος φιλάνθρωπος.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.

Εἰπάτωσαν Ἰουδαῖοι, πῶς οἱ στρατιῶται ἀπώλεσαν τηροῦντες τὸν Βασιλέα; διατὶ γὰρ ὁ λίθος οὐκ ἐφύλαξε τὴν πέτραν τῆς ζωῆς; ἢ τὸν ταφέντα δότωσαν, ἢ ἀναστάντα προσκυνείτωσαν, λέγοντες σὺν ἡμῖν. Δόξα τῷ πλήθει τῶν οἰκτιρμῶν σου. Σωτὴρ ἡμῶν δόξα σοι.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Χαίρετε λαοί, καὶ ἀγαλλιᾶσθε, Ἄγγελος ἐκάθισεν εἰς τὸν λίθον τοῦ μνήματος, αὐτὸς ἡμᾶς εὐηγγελίσατο εἰπών, Χριστὸς ἀνέστη ἐκ νεκρῶν, ὁ Σωτὴρ τοῦ κόσμου, καὶ ἐπλήρωσε τὰ σύμπαντα εὐωδίας. Χαίρετε Λαοί, καὶ ἀγαλλιᾶσθε.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

γγελος μὲν τὸ Χαῖρε, πρὸ τῆς σῆς συλλήψεως Κύριε, τῇ Κεχαριτωμένῃ ἐκόμισεν, Ἄγγελος δὲ τὸν λίθον τοῦ ἐνδόξου σου μνήματος, ἐν τῇ σῇ Ἀναστάσει ἐκύλισεν, Ὁ μὲν ἀντὶ τῆς λύπης, εὐφροσύνης σύμβολα μηνύων, ὁ δὲ ἀντὶ θανάτου, Δεσπότην ζωοδότην κηρύττων ἡμῖν. Διὸ βοῶμέν σοι, Εὐεργέτα τῶν ἁπάντων, Κύριε δόξα σοι.

Στιχηρὰ τῶν Ἁγίων Μαρτύρων

ὁ α’ χορός

Ἦχος δ’

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

Ὡς γενναῖον ἐν Μάρτυσιν

ς ἀστέρες πολύφωτοι, νοητῶς ἀνατείλαντες, ἐν τῷ τῆς Ἐκκλησίας στερεώματι, πᾶσαν τὴν κτίσιν φωτίζετε, καλλίνικοι Μάρτυρες, τῶν ἀγώνων τῷ φωτί, καὶ θαυμάτων ταῖς λάμψεσιν· ὅθεν σήμερον, τὴν φωσφόρον τελοῦμεν γεγηθότες, καὶ ἁγίαν ὑμῶν μνήμην, στεφανηφόροι πανόλβιοι.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Ὡς ἀστέρες πολύφωτοι,….

ὁ α’ χορός

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ

Καλλικέλαδον ὄρνιν σε, πρὸς τὸ ἄλσος φωνήσαντα, τῶν ἀγώνων ἔνδοξε, καὶ πρὸς μίμησιν, τὸν Ἑρμογένην ἐκλύσαντα, Μηνᾶν καὶ τὸν Εὔγραφον, καὶ σὺν τούτοις τοῦ ἐχθροῦ, διαδράντα τὰ θήρατρα, τὰ πολύπλοκα, καὶ πετάσαντα θείας πρὸς ἐπαύλεις, καλιάς τε οὐρανίους, μεγαλοφώνως γεραίρομεν.

ὁ β’ χορός

Στίχ. ·Τοις αγίοις τοις εν τη γη αυτού εθαυμάστωσεν ο Κύριος

Καὶ χειρῶν παναοίδιμοι, καὶ ποδῶν στερισκόμενοι, κεφαλὰς τεμνόμενοι καὶ στρεβλούμενοι, καὶ πάσαις ἄλλαις κολάσεσι, καθυποβαλλόμενοι, οὐκ ἠρνήσασθε Χριστόν, οὐ ξοάνοις ἐθύσατε, ἀλλὰ χαίροντες, τῆς ζωῆς τῆς προσκαίρου, πρὸς ἐκείνην, τὴν αἰώνιον καὶ θείαν, μετεβιβάσθητε Μάρτυρες.

ὁ α’ χορός

Δόξα Πατρί… Ἦχος πλ. α’

τῶν σοφῶν σου κριμάτων Χριστέ! πῶς Πέτρῳ μὲν τοῖς ὀθονίοις μόνοις, ἔδωκας ἐννοῆσαί σου τὴν Ἀνάστασιν, Λουκᾷ δὲ καὶ Κλεόπᾳ, συμπορευόμενος ὡμίλεις, καὶ ὁμιλῶν, οὐκ εὐθέως σεαυτὸν ανεροῖς; Διὸ καὶ ὀνειδίζῃ, ὡς μόνος παροικῶν ἐν Ἱερουσαλήμ, καὶ μὴ μετέχων τῶν, ἐν τέλει βουλευμάτων αὐτῆς. Ἀλλ’ ὁ πάντα πρός τὸ τοῦ πλάσματος συμφέρον οἰκονομῶν, καὶ τὰς περὶ σοῦ προφητείας ἀνέπτυξας, καὶ ἐν τῷ εὐλογεῖν τὸν ἄρτον, ἐγνώσθης αὐτοῖς, ὧν καὶ πρὸ τούτου αἱ καρδίαι, πρὸς γνῶσίν σου ἀνεφλέγοντο, οἳ καὶ τοῖς Μαθηταῖς συνηθροισμένοις, ἤδη τρανῶς ἐκήρυττόν σου τὴν Ἀνάστασιν, δι’ ἧς ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Καὶ νῦν… ἦχος β’ (πάντοτε)

περευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε, διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν, διὸ ἀνυμνοῦντες βοῶμεν. Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.

Δοξολογία Μεγάλη

εἰς ἦχον β’ ( Ἀργή ἢ σύντομος )

ὁ α’ χορός

  • Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

ὁ β’ χορός

  • μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

ὁ α’ χορός

  • Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.

ὁ β’ χορός

  • Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

ὁ α’ χορός

  • Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

  • τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

ὁ α’ χορός

  • Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ὁ β’ χορός

  • Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

ὁ β’ χορός

  • Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

ὁ α’ χορός

  • Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

ὁ β’ χορός

  • τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

ὁ α’ χορός

  • Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

              Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ β’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

Ἅγιος ὁ Θεός,
ὁ β’ χορός

Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός

γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

καὶ εὐθύς τὸ παρόν Ἀναστάσιμον Τροπάριον

ὁ β’ χορός

Ἦχος β

Σήμερον σωτηρία τῷ κόσμῳ γέγονεν, ᾄσωμεν τῷ ἀναστάντι ἐκ τάφου καὶ ἀρχηγῷ τῆς ζωῆς ἡμῶν· καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον, τὸ νῖκος ἔδωκεν ἡμῖν, καὶ τὸ μέγα ἔλεος. 

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

ΑΝΤΙΦΩΝΑ ( τῶν Κυριακῶν)

Ἀντίφωνον Α’

Ἦχος β´.

Στίχ.Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.

Στίχ.Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Στίχ. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Στίχ. Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Δόξα Πατρί…Καὶ νῦν.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 Ἀντίφωνον Β’

Ἦχος β´.

Στίχ. Αἴνει, ἡ ψυχή μου τὸν Κύριον, αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι Ἀλληλούϊα.

Στίχ.  Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς…

Στίχ. Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς·

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς..

Στίχ.. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.

Σῶσον, ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς…

Δόξα Πατρὶ…Καὶ νῦν…

μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

Ἀντίφωνον Γ

Στίχ. α´. Αὕτη ἡ ἡμέρα Κυρίου, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Ἀπολυτίκιον. Ἦχος β.

τε κατῆλθες πρὸς τὸν θάνατον, ἡ ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾅδην ἐνέκρωσας τῇ ἀστραπῇ τῆς θεότητος, ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον, Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι.

Στίχ. β´. Αἰνεσάτωσαν αὐτὸν οἱ οὐρανοὶ καὶ ἡ γῆ.

τε κατῆλθες πρὸς τὸν θάνατον,…

Μικρὰ Εἴσοδος.
Εἰσοδικὸν

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἀναστάς ἐκ νεκρῶν…..
ψάλλοντάς σοι, Ἀλληλούϊα.

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)   

Ἀπολυτίκιον. Ἦχος β.

τε κατῆλθες πρὸς τὸν θάνατον, ἡ ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾅδην ἐνέκρωσας τῇ ἀστραπῇ τῆς θεότητος, ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον, Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι. 

Ἦχος πλ. δΤὸ προσταχθὲν

Δι᾿ ἐγκρατείας, τῶν παθῶν τὰς πυριφλέκτους, ἀπονεκρώσαντες ὁρμὰς καὶ τὰς κινήσεις, τοῦ Χριστοῦ οἱ Μάρτυρες, ἔλαβον τὴν χάριν, τὰς νόσους ἀποδιώκειν τῶν ἀσθενῶν, καὶ ζῶντες καὶ μετὰ τέλος θαυματουργεῖν, ὄντως θαῦμα παράδοξον! ὅτι ὀστέα γυμνά, ἐκβλύζουσιν ἰάματα. Δόξα τῷ μόνῳ Θεῷ ἡμῶν.

Τοῦ Ναοῦ

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον 

Κοντκιον Προερτιον χος γ

Παρθένος σήμερον, τὸν προαιώνιον Λόγον, ἐν Σπηλαίῳ ἔρχεται, ἀποτεκεῖν ἀποῤῥήτως, Χόρευε ἡ οἰκουμένη ἀκουτισθεῖσα, δόξασον μετὰ Ἀγγέλων καὶ τῶν Ποιμένων, βουληθέντα ἐποφθῆναι, Παιδίον νέον, τν πρ αἰώνων Θεν.

Τρισάγιον

Ἀπόστολος

Προκείμενον 

Προκείμενον. Ἦχος β΄

σχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος.

Στίχ. Παιδεύων ἐπαίδευσέ με ὁ Κύριος.

Πρὸς Ἐφεσίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα (6:10-17 )

δελφοί, ἐνδυναμοῦσθε ἐν Κυρίῳ καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ. Ἐνδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ πρὸς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου· ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. Διὰ τοῦτο ἀναλάβετε τὴν πανοπλίαν τοῦ Θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ καὶ ἅπαντα κατεργασάμενοι στῆναι. Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ, καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης, καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης, ἐν πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι· καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθε, καὶ τὴν μάχαιραν τοῦ Πνεύματος, στι ῥῆμα Θεο.

λληλούϊα. (γ΄) Ἦχος β΄

πακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως.

Στίχ. Κύριε, σῶσον τον Βασιλέα καὶ ἐπάκουσον ἡμῶν.

Εὐαγγέλιον

Ἐκ τοῦ κατὰ Λουκᾶν

ιγ΄ 10- 17

Τῷ καιρῷ ἐκείνῳ, ἦν διδάσκων ὁ Ἰησοῦς ἐν μιᾷ τῶν συναγωγῶν ἐν τοῖς σάββασι. 11καὶ ἰδοὺ γυνὴ ἦν πνεῦμα ἔχουσα ἀσθενείας ἔτη δέκα καὶ ὀκτώ, καὶ ἦν συγκύπτουσα καὶ μὴ δυναμένη ἀνακύψαι εἰς τὸ παντελές. ἰδὼν δὲ αὐτὴν ὁ Ἰησοῦς προσεφώνησε καὶ εἶπεν αὐτῇ· Γύναι, ἀπολέλυσαι τῆς ἀσθενείας σου· καὶ ἐπέθηκεν αὐτῇ τὰς χεῖρας· καὶ παραχρῆμα ἀνωρθώθη καὶ ἐδόξαζε τὸν Θεόν. ἀποκριθεὶς δὲ ὁ ἀρχισυνάγωγος, ἀγανακτῶν ὅτι τῷ σαββάτῳ ἐθεράπευσεν ὁ Ἰησοῦς, ἔλεγε τῷ ὄχλῳ· Ἓξ ἡμέραι εἰσὶν ἐν αἷς δεῖ ἐργάζεσθαι· ἐν ταύταις οὖν ἐρχόμενοι θεραπεύεσθε, καὶ μὴ τῇ ἡμέρᾳ τοῦ σαββάτου. ἀπεκρίθη οὖν αὐτῷ ὁ Κύριος καὶ εἶπεν· Ὑποκριτά· ἕκαστος ὑμῶν τῷ σαββάτῳ οὐ λύει τὸν βοῦν αὐτοῦ ἢ τὸν ὄνον ἀπὸ τῆς φάτνης καὶ ἀπαγαγὼν ποτίζει; ταύτην δὲ, θυγατέρα Ἀβραὰμ οὖσαν, ἣν ἔδησεν ὁ σατανᾶς ἰδοὺ δέκα καὶ ὀκτὼ ἔτη, οὐκ ἔδει λυθῆναι ἀπὸ τοῦ δεσμοῦ τούτου τῇ ἡμέρᾳ τοῦ σαββάτου; καὶ ταῦτα λέγοντος αὐτοῦ κατῃσχύνοντο πάντες οἱ ἀντικείμενοι αὐτῷ, καὶ πᾶς ὁ ὄχλος ἔχαιρεν ἐπὶ πᾶσι τοῖς ἐνδόξοις τοῖς γινομένοις ὑπ’ αὐτοῦ.

Δόξα σοι, Κύριε, δόξα σοι.

Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου

Εἰς τό᾽Εξαιρέτως

ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σ μεγαλνομεν.

Κοινωνικόν

Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. λληλούϊα.

ἦχος β’

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.

 

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).

                                                      

πόλυσις

«῾Ο ἀναστάς ἐκ νεκρῶν…»

https://agioskosmasoaitolos.wordpress.com

10 ΔΕΚ17 ΚΥΡΙΑΚΗ Ι΄ΛΟΥΚΑ

 

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Google

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s