ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΕΟΡΤΗ ΟΣΙΟΥ ΣΑΒΒΑ ΤΟΥ ΗΓΙΑΣΜΕΝΟΥ (2017)

 

5 ΔΕΚΕΜΒΡΙΟΥ  2017

+Το σίου καί Θεοφόρου Πατρός μν Σάββα το γιασμένου

Αποτέλεσμα εικόνας για αγιοσ σαββασ ο ηγιασμενοσ 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη κα  κφνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα…    

χος πλ.δ’

ὁ α’ χορὸς

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στχ, α’. ξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

Στχ, β’. Πάντα τὰ ἔθνη ἐκύκλωςάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στχ, γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.  

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορός

Ἀπολυτίκιον τοῦ Ὁσίου  Ἦχος πλ. δ’

Ταῖς τῶν δακρύων σου ῥοαῖς, τῆς ἐρήμου τὸ ἄγονον ἐγεώργησας, καὶ τοῖς ἐκ βάθους στεναγμοῖς, εἰς ἑκατὸν τοὺς πόνους ἐκαρποφόρησας, καὶ γέγονας φωστήρ, τῇ οἰκουμένῃ λάμπων τοῖς θαύμασιν Σάββα Πατὴρ ἡμῶν ὅσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ὁ β’ χορὸς

Δόξα Πατρί…

Ταῖς τῶν δακρύων σου ῥοαῖς…

ὁ α’ χορὸς

Κα νν… Θεοτοκίον

δι’ ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ· ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου· δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον· δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.

Συναπτ μικρ κα  κφνησις

  τι σν τ κρτος…

Μετ τν α’ Στιχολογαν

ὁ α’ χορός

Kθισμα Ἦχος α’

Τν τφον σου Σωτρ

Τὸν βίον εὐσεβῶς, ἐπὶ τῆς γῆς ἐκτελέσας, δοχεῖον καθαρόν, σὺ τοῦ Πνεύματος ὤφθης, φωτίζων τοὺς ἐν πίστει σοι, προσιόντας Μακάριε· ὅθεν αἴτησαι, τὸν σόν Δεσπότην φωτίσαι, τὰς ψυχὰς ἡμῶν, τῶν ἀνυμνούντων σε Σάββα, θεόφρον Πατὴρ ἡμῶν.

ὁ β’ χορὸς

Δόξα Πατρί… Καὶ νῦν… Θεοτοκίον ὅμοιον

Μητέρα σε Θεοῦ, ἐπιστάμεθα πάντες, παρθένον ἀληθῶς, καὶ μετὰ τόκον φανεῖσαν, οἱ πόθῳ καταφεύγοντες, πρὸς τὴν σὴν ἀγαθότητα· σὲ γὰρ ἔχομεν, ἁμαρτωλοὶ προστασίαν, σὲ κεκτήμεθα, ἐν πειρασμοῖς σωτηρίαν, τὴν μόνην Πανάμωμον.

 Μετὰ τὴν β’ Στιχολογίαν

ὁ α’ χορός

Κθισμα ἦχος πλ.δ’

Τν Σοφαν κα Λγον

Τὸν Σταυρὸν τοῦ Κυρίου ἄρας Σοφέ, καὶ αὐτῷ μέχρι τέλους ἀκολουθῶν, τὸν νοῦν οὐχ ὑπέστρεψας, ἐν τῷ κόσμῳ θεόσοφε, ἐγκρατείᾳ καὶ πόνοις, τὰ πάθη ἐνέκρωσας, καὶ ναὸν ἡτοίμασας, σαυτὸν τῷ Κυρίῳ σου· ὅθεν χαρισμάτων, ἀμοιβὴν ἐκομίσω, ἰᾶσθαι νοσήματα, καὶ διώκειν τὰ πνεύματα, θεοφόρε μακάριε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

 ὁ β’ χορὸς

Δόξα Πατρί… Καὶ νῦν… Θεοτοκίον ὅμοιον

Τὴν Σοφίαν καὶ Λόγον ἐν σῇ γαστρί, συλλαβοῦσα ἀφράστως Μήτηρ Θεοῦ, τῷ    κόσμῳ ἐκύησας, τὸν τὸν κόσμον κατέχοντα, καὶ ἐν ἀγκάλαις ἔσχες, τὸν πάντας συνέχοντα, τὸν τροφοδότην πάντων, καὶ Πλάστην τῆς κτίσεως· ὅθεν δυσωπῶ σε, Παναγία Παρθένε, ῥυσθῆναι πταισμάτων μου, ὅταν μέλλω παρίστασθαι, πρὸ προσώπου τοῦ Κτίστου μου. Δέσποινα Παρθένε Ἁγνή, τὴν σὴν βοήθειαν τότε μοι δώρησαι· καὶ γὰρ δύνασαι, ὅσα θέλεις Πανάμωμε.

Μετὰ τὸν Πολυέλεον

ὁ α’ χορὸς

Κθισμα   χος πλ.δ’ 

Τν Σοφαν κα Λγον

Τὰ ἐπίγεια πάντα καταλιπών, καὶ ἐν κόσμῳ ὑπάρχων σωματικῶς, τῷ πνεύματι γέγονας, τῶν Ἀγγέλων συμμέτοχος· τὰ γὰρ παρόντα πάθη νεκρώσας τοῦ σώματος, τῆς Τριάδος ἐδείχθης θεράπων Μακάριε. Ὅθεν καὶ νοσούντων, θεραπεύεις τὰ πάθη, καὶ λόγῳ τὰ πνεύματα, ἀπελαύνεις τῇ χάριτι, θεοφόρε Πατὴρ ἡμῶν. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

 ὁ β’ χορὸς

Δόξα Πατρί… Καὶ νῦν… Θεοτοκίον ὅμοιον

Τὴν οὐράνιον Πύλην καὶ Κιβωτόν, τὸ πανάγιον Ὄρος, τὴν φωταυγῆ, Νεφέλην ὑμνήσωμεν, τὴν οὐράνιον Κλίμακα, τὸν λογικὸν Παράδεισον, τῆς Εὔας τὴν λύτρωσιν, τῆς οἰκουμένης πάσης, τὸ μέγα Κειμήλιον· ὅτι σωτηρία, ἐν αὐτῇ διεπράχθη, τοῦ κόσμου καὶ ἄφεσις, τῶν πολλῶν ἐγκλημάτων· διὰ τοῦτο βοῶμεν αὐτῇ. Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς   προσκυνοῦσιν ἐν πίστει, τὸν ἄχραντον τόκον σου.

Τὸ α’ Ἀντίφωνον τοῦ δ’ Ἤχου.    

ὁ α’ χορός

κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

ὁ β’ χορός

κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

ὁ α’ χορός

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

ὁ β’ χορός

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

ὁ α’ χορός

Δξα Πατρί…

γίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.

ὁ β’ χορός

Κα νν…

γίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

Προκείμενον – Ἦχος δ’

ὁ α’ χορὸς

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.

ὁ β’ χορός

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.

ὁ α’ χορὸς

Στχ. Τὶ ἀνταποδώσωμεν τῷ Κυρίῳ.

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.

Τάξις Εὐαγγελίου τοῦ Ὄρθρου

ὁ α΄ χορὸς

Ἦχος β’

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ β’ χορὸς

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ α΄ χορὸς

.

ὁ Ἱερεύς: κ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα ( Λουκ. Ϛ´ 17-24)

Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν·   καὶ οἱ ὀχλούμενοι ὑπὸ πνευμάτων ἀκαθάρτων· καὶ ἐθεραπεύοντο.  Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς Μαθητὰς αὐτοῦ ἔλεγε· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολς ν τ οραν.

Δόξα Σοι Κύριε, δόξα Σοι.

Ν’ ψαλμὸς (χύμα) 

ὁ α΄ χορὸς

Δξα Πατρί… Ἦχος β’

Ταῖς τοῦ σοῦ Ὁσίου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ β΄ χορὸς

Κα νν…

Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ α’ χορὸς

πλ.β’ 

Στίχ. λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

σιε Πάτερ, εἰς πᾶσαν τὴν γῆν  ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων σου, δι’ ὧν  ἐν τοῖς οὐρανοῖς εὗρες μισθὸν τῶν καμάτων σου. Τῶν δαιμόνων ὤλεσας τὰς φάλαγγας, τῶν Ἀγγέλων ἔφθασας τὰ τάγματα, ὧν  τὸν βίον ἀμέμπτως ἐζήλωσας. Παῤῥησίαν ἔχων πρὸς Χριστὸν τὸν Θεόν, εἰρήνην αἴτησαι τας ψυχας μν.

Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…

ΚΑΝΟΝΕΣ  

τῆς Θεοτόκου
ᾠδὴ α’  Ἦχος πλ. δ’

ὁ α’ χορὸς

γρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν αἰγυπτίαν μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα΄ Τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.

ὁ β’ χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Πολλοῖς συνεχόμενος πειρασμοῖς, πρὸς σὲ καταφεύγω, σωτηρίαν ἐπιζητῶν, Ὢ Μῆτερ τοῦ Λόγου καὶ Παρθένε, τῶν δυσχερῶν καὶ δεινῶν με διάσωσον.

ὁ α’ χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Παθῶν με ταράττουσι προσβολαί, πολλῆς ἀθυμίας, ἐμπιπλῶσαί μου τὴν ψυχήν, εἰρήνευσον, Κόρη, τῇ γαλήνῃ, τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου, Πανάμωμε.

ὁ β’ χορὸς 

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σωτῆρα τεκοῦσάν σε καὶ Θεόν, δυσωπῶ, Παρθένε, λυτρωθῆναί με τῶν δεινῶν, σοὶ γὰρ νῦν προσφεύγων ἀνατείνω, καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν.  

ὁ α’ χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.  

Νοσοῦντα τὸ σῶμα καὶ τὴν ψυχήν, ἐπισκοπῆς θείας, καὶ προνοίας τῆς παρὰ σοῦ, ἀξίωσον, μόνη Θεομῆτορ, ὡς ἀγαθὴ ἀγαθοῦ τε λοχεύτρια.

ὁ β’ χορὸς  

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

ν θλίψει με ὄντα καὶ συμφορᾷ, ἐπισκοπῆς θείας, καὶ προνοίας μόνη Ἁγνή, ἀξίωσον ὅπως σε δοξάζω, τὴν θεοδόξαστον καὶ ὑπεράμωμον.

κα το γου, ο κροστιχς.

Τὸν Πανάριστον ἐν Ἀσκηταῖς Σάβαν ἔξοχα μέλπω. Θεοφάνους

ᾠδὴ α. Ἦχος πλ.δ’ 

ὁ α’ χορὸς

Στχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

ρματηλτην Φαρα

Τῇ φωταυγείᾳ τοῦ Ἁγίου Πνεύματος, Σάββα καταύγασον, τοὺς εὐσεβεῖς πόθῳ, ὕμνοις εὐφημοῦντάς σε, τῶν Ἀσκητῶν τὸ καύχημα, Μοναζόντων τὸ κλέος, τὸν τῆς ἐρήμου κοσμήτορα, τὸν τῆς παρθενίας Διδάσκαλον.

ὁ β’ χορὸς  

Στχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Τῇ φωταυγείᾳ τοῦ Ἁγίου Πνεύματος…

ὁ α’ χορὸς

Στχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

λον τὸν πόθον πρὸς Θεὸν ἀνέτεινας, ἀπὸ νεότητος, καὶ πρὸς αὐτὸν ἔχων, πᾶσάν σου τὴν ἔφεσιν, τὰ τῆς σαρκὸς κινήματα, καὶ παθῶν τὰς ἐφόδους, δι’ ἐγκρατείας ἐνέκρωσας, Σάββα θεοφόρε πανεύφημε.

ὁ β’ χορὸς  

Στχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Νενικηκὼς τὸν τῷ καρπῷ κρυπτόμενον, ὄφιν ἐπάτησας, καὶ τοὺς αὐτοῦ βρόχους, κούφως ὑπερβέβηκας, θεοσεβείας πτέρυξιν, ἀνιπτάμενος Πάτερ· ζωὴν δὲ χαίρων ἐτρύγησας, ἀπὸ τοῦ φυτοῦ τοῦ τῆς γνώσεως.

ὁ α’ χορὸς

Δξα Πατρί…

Περιλαμπόμενος φωτὶ τῆς χάριτος, τὸ πῦρ εἰσέδραμες, ὥσπερ οἱ τρεῖς παῖδες, μείνας ἀκατάφλεκτος, σὲ τοῦ Θεοῦ φυλάξαντος, καὶ μηνύσαντος πᾶσι, τὴν ἐσομένην σοι ὕστερον, Πάτερ προκοπὴν καὶ λαμπρότητα.

ὁ β’ χορὸς  

Κα νν…Θεοτοκον

κατασχέτοις καθ’ ἡμῶν ὁ θάνατος, ὁρμαῖς ἐκέχρητο· ἀλλὰ τῷ σῷ τόκῳ προσεγγίσας ὤλετο, καὶ προσβαλὼν κατήργηται, Θεοτόκε Παρθένε· ζωὴν γὰρ ὄντως ἀΐδιον, σεσωματωμένην γεγέννηκας.

δ γ’

τῆς Θεοτόκου

 ὁ α’ χορὸς

Ερμς

Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σὺ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε.

ὁ β’ χορὸς

Οὐρανίας ἁψῖδος,… 

ὁ α’ χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Προστασίαν καὶ σκέπην, ζωῆς ἐμῆς τίθημι, Σέ, Θεογεννῆτορ, Παρθένε, σὺ με κυβέρνησον, πρὸς τὸν λιμένα σου, τῶν ἀγαθῶν ἡ αἰτία, τῶν πιστῶν τὸ στήριγμα, μόνη πανύμνητε.  

ὁ β’ χορὸς 

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

κετεύω, Παρθένε, τὸν ψυχικὸν τάραχον, καὶ τῆς ἀθυμίας τὴν ζάλην, διασκεδάσαι μου, σὺ γάρ, Θεόνυμφε, τὸν ἀρχηγὸν τῆς γαλήνης, τὸν Χριστὸν ἐκύησας, μόνη πανάχραντε.

ὁ α’ χορὸς 

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Εὐεργέτην τεκοῦσα, τὸν τῶν καλῶν αἴτιον, τῆς εὐεργεσίας τὸν πλοῦτον, πᾶσιν ἀνάβλυσον, πάντα γὰρ δύνασαι, ὡς δυνατὸν ἐν ἰσχύϊ, τὸν Χριστὸν κυήσασα, Θεομακάριστε.

ὁ β’ χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Χαλεπαῖς ἀῤῥωστίαις, καὶ νοσεροῖς πάθεσιν, ἐξεταζομένῳ, Παρθένε, σύ μοι βοήθησον, τῶν ἰαμάτων γάρ, ἀνελλιπῆ σε γινώσκω, θησαυρόν, Πανάμωμε, τὸν ἀδαπάνητον.

Τοῦ γου

δ γ’

ὁ α’ χορὸς

Στχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

στερεσας κατ’ ρχς

Νοῦν ἡγεμόνα τῶν παθῶν, Πανόλβιε καταστήσας, βραβευτὴς δικαιοσύνης ἐδείχθης· τῷ γὰρ κρείττονι σαφῶς, τὸ χεῖρον καθυπέταξας· ὅθεν ὡς φοίνιξ Πάτερ, ἐν τοῖς ἐρήμοις ἐξήνθησας.

ὁ β’ χορὸς  

Στχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Νοῦν ἡγεμόνα τῶν παθῶν…

ὁ α’ χορὸς

Στχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἀκολουθῆσαι διαγνούς, τοῖς ἴχνεσι τοῦ Δεσπότου, μετανάστης τῆς πατρίδος ἐγένου, καὶ τὴν ἔρημον οἰκῶν, τὸ τρόπαιον ἀνέστησας, κατὰ τῶν ἀντιπάλων, θείᾳ δυνάμει ῥωννύμενος.

ὁ β’ χορὸς  

Στχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ῥωμαλεότητι φρενῶν, Παμμάκαρ ὠχυρωμένος, τὰς ποικίλας τοῦ ἐχθροῦ μεθοδείας, ἐθριάμβευσας σοφέ, καὶ πᾶσιν ἐφανέρωσας, καὶ τὴν ὀφρὺν ἐκείνου τὴν ἐπηρμένην κατέβαλες.

ὁ α’ χορὸς

Δξα Πατρί…

Ἱλαρωτάτῃ σε ψυχῇ, καὶ προσηνεῖ διαθέσει, ἀρεταῖς κατακοσμούμενον βλέπων, ὁ λαμπρότατος φωστήρ, Εὐθύμιος ἐδέξατο, φωτιστικῶς θεσπίζων, τὴν σὴν Παμμάκαρ φαιδρότητα.

ὁ β’ χορὸς

Κα νν…Θεοτοκον

Σωτηριώδους δι’ ἡμᾶς, τοῦ Λόγου οἰκονομίας, φωτεινὴ σὺ Μητροπάρθενε πύλη, ἐγνωρίσθης ἀληθῶς· σὺ γὰρ ἡμῖν εἰσήγαγες, τὴν νοητὴν ἀκτῖνα, τς περθου Θετητος.

Συναπτ μικρ κα ἡ Ἐκφνησις

 Ὅτι σ ε Θες μν,…

ὁ β’ χορός

Κθισμα χος πλ. δ’

Τν Σοφαν κα Λγον

Τοὺς θορύβους τοῦ βίου καταλιπών, τὸν σταυρόν σου ἐπ’ ὤμων ἀναλαβών, ὅλον ἀνατέθεικας, σεαυτὸν τῷ Κυρίῳ σου, καὶ σαρκὸς δὲ ἔξω, καὶ κόσμου γενόμενος, τοῦ Ἁγίου ἐγένου, συνόμιλος Πνεύματος· ὅθεν καὶ πρὸς ζῆλον, τοὺς λαοὺς διεγείρων, τὰς πόλεις ἐκένωσας, καὶ ἐρήμους ἐπόλισας, θεοφόρε Πατὴρ ἡμῶν. Πρέσβευε Χριστῷ τῷ    Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

ὁ α’ χορὸς 

Δξα Πατρί…Κα νν…Θεοτοκον

Τὴν ψυχήν μου Παρθένε τὴν ταπεινήν, ἀπὸ βρέφους μολύνας ὁ μιαρός, καὶ λόγοις καὶ πράξεσιν, ἐμαυτὸν κατερρύπωσα, καὶ οὐκ ἔχω τὶ πράξω, ἢ ποῦ καταφεύξομαι, ἀλλ’ οὐδ’ ἄλλην ἐλπίδα, πλήν σου Κόρη ἐπίσταμαι. Φεῦ μοι ὁ ἀχρεῖος! διὰ τοῦτο ἱκέτης, πρὸς σὲ τὴν Πανάχραντον, νῦν  προστρέχω καὶ δέομαι, ὁμολογῶν σοι τό, Ἥμαρτον. Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι· εἰς σὲ γὰρ πάσας Παρθένε, τὰς ἐλπίδας ἀνέθηκα.

 τῆς Θεοτόκου
δ δ’. Ἦχος πλ. δ’

Εἰσακήκοα, Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν θεότητα.

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τῶν παθῶν μου τὸν τάραχον, ἡ τὸν κυβερνήτην τεκοῦσα Κύριον, καὶ τὸν κλύδωνα κατεύνασον, τῶν ἐμῶν πταισμάτων, Θεονύμφευτε. 

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Εὐσπλαγχνίας τὴν ἄβυσσον, ἐπικαλουμένῳ τῆς σῆς παράσχου μοι, ἡ τὸν εὔσπλαγχνον κυήσασα, καὶ Σωτῆρα πάντων, τῶν ὑμνούντων σε.  

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

πολαύοντες, Πάναγνε, τῶν σῶν δωρημάτων εὐχαριστήριον, ἀναμέλπομεν ἐφύμνιον, οἱ γινώσκοντές σε Θεομήτορα.

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Οἱ ἐλπίδα καὶ στήριγμα, καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον, κεκτημένοι σε, Πανύμνητε, δυσχερείας πάσης, ἐκλυτρούμεθα. 

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. 

πὶ κλίνης ὀδύνης μου, καὶ τῆς ἀῤῥωστίας κατακειμένῳ μοι, ὡς φιλάγαθος βοήθησον, Θεότοκε μόνη ἀειπάρθενε.

δ δ’

 Τοῦ γου

Στχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Σ μου σχς Κριε

Τὴν τῆς ψυχῆς, ἀνακαθαίρων κατάστασιν, καὶ πλατύνων, θείοις θεωρήμασι, χωρητικήν, ταύτην ἀληθῶς, θείων χαρισμάτων, εἰργάσω θεομακάριστε, ἁφῇ δὲ τῶν χειρῶν σου, ἀσθενοῦντας ἰάσω, μιμητὴς τοῦ Δεσπότου γενόμενος.

Στχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

κατὰ σοῦ, Πάτερ δεινῶς θρασυνόμενος, κατεπόθη, ὡς Δαθὰν ὁ δείλαιος, ὡς Ἀβειρὼν ἐξαφανισθείς· σὲ γὰρ ἀοράτως, ἡ θεία χάρις ἐφύλαττε, πολλῶν προνοουμένη διὰ σοῦ σωζομένων, καὶ τοῖς σοῖς ἑπομένων διδάγμασι.

Στχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Νόμῳ Θεοῦ, παιδαγωγήσας θεσπέσιε, τὰς αἰσθήσεις, πρὸς τὴν κατανόησιν, τῶν ἀσωμάτων καὶ νοητῶν, σοῦ ἐπιτηδείαν, κατέστησας τὴν διάνοιαν, προβαίνων ἀνενδότως, ἀπὸ δόξης εἰς δόξαν, ἐκ δυνάμεως Πάτερ εἰς δύναμιν.

Δξα Πατρί…

Εὐεργετεῖν, τοὺς ὁμοφύλους προθέμενος, ἐν ἐρήμῳ, πόλεις ᾠκοδόμησας, θεοπρεπεῖς καὶ ψυχωφελεῖς καὶ ἐν γῇ διψώσῃ, πηγὰς ὑδάτων ἐξήγαγες, καὶ ὄμβρους οὐρανόθεν, παραδόξως θεόφρον, ἐν ἀνύδροις χωρίοις κατήγαγες.

Κα νν…Θεοτοκον

Νεοθαλής, ἀθανασίας Παράδεισος, καὶ ὡραῖος, ὄντως ἀναδέδειξαι, ξύλον ζωῆς, ἐν σοὶ φυτευθέν, θεαρχικωτάτως, κυοφοροῦσα καὶ τίκτουσα, τὸ πᾶσιν ἀποστάζον, ζωηφόρους ἐλπίδας, τοῖς πιστῶς Θεοτόκον φρονοῦσί σε.

τῆς Θεοτόκου

δ ε’

Φώτισον ἡμᾶς, τοῖς προστάγμασί σου, Κύριε, καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ, τὴν σὴν εἰρήνην, παράσχου ἡμῖν, φιλάνθρωπε.

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

μπλησον, Ἁγνή, εὐφροσύνης τὴν καρδίαν μου, τὴν σὴν ἀκήρατον διδοῦσα χαράν, τῆς εὐφροσύνης, ἡ γεννήσασα τὸν αἴτιον. 

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Λύτρωσαι ἡμᾶς, ἐκ κινδύνων, Θεοτόκε Ἁγνή, ἡ αἰωνίαν τεκοῦσα λύτρωσιν, καὶ τὴν εἰρήνην, τὴν πάντα νοῦν ὑπερέχουσαν.

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Λῦσον τὴν ἀχλύν, τῶν πταισμάτων μου, Θεόνυμφε, τῷ φωτισμῷ τῆς σῆς λαμπρότητος, ἡ φῶς τεκοῦσα, τὸ θεῖον καὶ προαιώνιον.

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

ασαι Ἁγνή, τῶν παθῶν μου τὴν ἀσθένειαν, ἐπισκοπῆς σου ἀξιώσασα, καὶ τὴν ὑγιείαν, τῇ πρεσβείᾳ σου παράσχου μοι.  

Τοῦ γου

δ ε’   

Στχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἵνα τί με πσω

κλινεῖ διανοίᾳ, πρὸς τὸν σὸν ποθούμενον ἀνατεινόμενος, παρ’ αὐτοῦ τὴν χάριν, τῶν μεγίστων θαυμάτων τὴν ἄφθονον, ἐκομίσω Πάτερ, καὶ τοὺς πιστῶς προσερχομένους, συμπαθῶς ἐθεράπευσας Ὅσιε.  

Στχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Σαρκικῶν βαρημάτων, ὄγκον ἀποθέμενος, σκεῦος θεότευκτον, ἐκλογῆς ἐγένου, τοῦ ἁγίου θεσπέσιε Πνεύματος, ἀποχῇ βρωμάτων, καὶ προσευχῇ καὶ καρτερίᾳ, καὶ ταπεινοφροσύνῃ κοσμούμενος.

Στχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Κῆρυξ θείων δογμάτων, μεγαλοφωνότατος κεχειροτόνησαι, τῶν Συνόδων Πάτερ, τῶν Ἁγίων συνήγορος γέγονας, Βασιλεῖς σοφίζων, οἷς ἐμφανῶς χάριτι θείᾳ, τειχιζόμενος ὤφθης μακάριε.

Δξα Πατρί…

Ἡ θεόθεν δοθεῖσα, χάρις σοι Θεόπνευστε διαβεβόηται, διεδόθη πᾶσιν, εἰς τὰ τῆς οἰκουμένης ἀκρότατα, ἐναργεῖς ποιοῦσα, θεοπρεπῶς τὰς ἀποδείξεις, τῶν θαυμάτων τὴν θείαν ἐνεργειαν.

Κα νν…Θεοτοκον

Τῶν πιστῶν ἡ προστάτις, τεῖχος ἀκατάλυτον, τῶν εὐφημούντων σε, ἡ παντὶ τῷ    γένει, τῶν ἀνθρώπων φανεῖσα σωτήριος, ὡς Θεὸν τεκοῦσα, σωματικῶς ἐπιφανέντα, τήν ψυχήν μου διάσωσον Πάναγνε.

 τῆς Θεοτόκου
δ ς’

Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾅδη προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς΄ Ἐκ φθορᾶς, ὁ Θεὸς με ἀνάγαγε.

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Θανάτου καὶ τῆς φθορᾶς ὡς ἔσωσεν, ἑαυτὸν ἐκδεδωκὼς τῷ θανάτῳ, τὴν τῇ φθορᾷ καὶ θανάτῳ μου φύσιν, κατασχεθεῖσαν, Παρθένε, δυσώπησον, τὸν Κύριόν σου καὶ Υἱόν, τῆς ἐχθρῶν κακουργίας με ῥύσασθαι. 

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Προστάτιν σε τῆς ζωῆς ἐπίσταμαι, καὶ φρουρὰν ἀσφαλεστάτην, Παρθένε, τῶν πειρασμῶν διαλύουσαν ὄχλον, καὶ ἐπηρείας δαιμόνων ἐλαύνουσαν, καὶ δέομαι διαπαντός, ἐκ φθορᾶς τῶν παθῶν μου ῥυσθῆναί με.

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

ς τεῖχος καταφυγῆς κεκτήμεθα, καὶ ψυχῶν σε παντελῆ σωτηρίαν, καὶ πλατυσμὸν ἐν ταῖς θλίψεσι, Κόρη, καὶ τῷ φωτί σου ἀεὶ ἀγαλλόμεθα. Ὢ Δέσποινα, καὶ νῦν ἡμᾶς, τῶν παθῶν καὶ κινδύνων διάσωσον.

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.  

ν κλίνῃ νῦν ἀσθενῶν κατάκειμαι, καὶ οὐκ ἔστιν ἴασις τῇ σαρκί μου, ἀλλ’ ἡ Θεὸν καὶ Σωτῆρα τοῦ κόσμου, καὶ τὸν λυτῆρα τῶν νόσων κυήσασα, σοῦ δέομαι τῆς ἀγαθῆς, ἐκ φθορᾶς νοσημάτων ἀνάστησον.  

δ ς’

Τοῦ γου

Στχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. 

λσθητ μοι Σωτρ

γάπην πρὸς τὸν Θεόν, καὶ τὸν πλησίον κτησάμενος, τοῦ Νόμου καὶ Προφητῶν, πληροῖς τὸ κεφάλαιον· τὴν γὰρ ὑπερέχουσαν, πασῶν ἀσυγκρίτως, ἀρετὴν Πάτερ κατώρθωσας.

Στχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

σάγγελον ἐπὶ γῆς, σὺ πολιτείαν διήνυσας, ἰσάγγελον δὲ τιμήν, Χριστὸς σοι δεδώρηται, Ἁγίων τὰ τάγματα, συνοδοιποροῦντα, τῇ ψυχῇ σου παρασχόμενος.

Δξα Πατρί…

Σοφίας γόνος ὀφθείς, ἀρχὴν σοφίας ἐπόθησας, τὸν φόβον τὸν τοῦ Θεοῦ, ᾧ καὶ στοιχειούμενος, πρὸς τὴν τελειότητα, τὴν ἐνδεχομένην, τοῖς ἀνθρώποις Πάτερ ἔφθασας.

Κα νν…Θεοτοκον

Σωτῆρα καὶ Λυτρωτήν, Θεὸν τῶν ὅλων καὶ Κύριον, τεκοῦσα διὰ σαρκός, ἡμῖν ὁμιλήσαντα, διάσωσον Πάναγνε, τοὺς προσκαλουμένους, κ κινδνων σε τν Δσποιναν.

Συναπτ μικρ κα  κφνησις

Σ γρ ε Βασιλες…

Κοντάκιον  Ἦχος πλ. δ’

Τῇ ὑπερμάχῳ

ς ἀπὸ βρέφους τῷ Θεῷ θυσία ἄμωμος, προσενεχθεὶς δι’ ἀρετῆς, Σάββα μακάριε, τῷ    σὲ πρὶν γεννηθῆναι ἐπισταμένῳ, ἐχρημάτισας Ὁσίων ἐγκαλλώπισμα, πολιστὴς τε τῆς ἐρήμου ἀξιέπαινος, διὸ κράζω σοι· Χαροις Πτερ οδιμε.

Ὁ Οἶκος

Σοφίας ὑπάρχων βλάστημα, Σάββα Ὅσιε, παιδιόθεν ἐπόθησας Σοφίαν τὴν ἐνυπόστατον· ἣ συνοικήσασά σοι, ἀπὸ γῆς σε ἐχώρισε, καὶ πρὸς ὕψος ἀνήγαγεν, ἐξ ἀΰλων ἀνθέων πλέξασα στέφανον, καὶ τῇ σῇ ἐπιθεῖσα ἡγιασμένῃ κάρᾳ θεόφρον· ᾧπερ κεκοσμημένος, ἐξιλέωσαι τὸ Θεῖον, τοῦ δοθῆναί μοι σοφίαν λόγου ἐπαξίως, ὅπως ἀνυμνήσω τὴν ἁγίαν σου κοίμησιν, ἣν ἐδόξασε Χριστὸς ὁ Θεὸς ἡμῶν· διὸ καὶ ἡμεῖς κράζομέν σοι· Χαροις Πτερ οδιμε.

Συναξριον

Τ Ε’ το ατο μηνς, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Σάββα τοῦ Ἡγιασμένου.

Στίχοι

  • Ψυχὴν ὄπισθεν τοῦ Θεοῦ κολλῶν πάλαι,

  • Ἔμπροσθεν αὐτοῦ νῦν παρίσταται Σάββας.

  • Θεσπεσίοιο πόλου πέμπτῃ Σάββας ἐντὸς ἐσήχθη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἁγίου μάρτυρος Ἀναστασίου.

Στίχοι

  • Ἀναστάσιον τιμῶ ὡς σεβόμενον,

  • Τὴν ἀνάστασιν τοῦ Χριστοῦ καὶ Θεοῦ μου.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Διογένης, λιθοβοληθείς, τελειοῦται.

Στίχοι

  • Χαίρων ὑπ’ ἀνδρῶν ἐνδιδύσκεται πλάνων,

  • Χιτῶνα Μάρτυς λάϊνον Διογένης.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς, Ἀβέρκιος ξίφει τελειοῦται.

Στίχοι

  • Ἔπαθλον Ἀβέρκιε σοὶ τομῆς μέγα.

  • Οὐ γὰρ κότινος, οὐρανὸς δὲ τὸ στέφος.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Nόννος ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι

  • Φυγόντα Nόννον ἀντικειμένου πέδην,

  • Πεδοῦσι νεκρὸν κείμενον ταῖς κειρίαις.

Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Νεκταρίου τοῦ ἐν τῷ κελλίῳ τοῦ Ἰάγαρι, κειμένῳ κατὰ τὰς Καρεὰς τοῦ Ἄθω, ἀσκήσαντος ἐν ἔτει 1470 (χιλιοστῷ τετρακοσιοστῷ καὶ ἑβδομηκοστῷ).

Ὅσιος Φιλόθεος ὁ Καρεώτης, ὁ χρηματίσας πνευματικὸς Πατὴρ τοῦ ἀνωτέρω Νεκταρίου, ὁ καὶ προορατικοῦ χαρίσματος ἠξιωμένος, ἐν εἰρήνῃ τελειοῦται.

Οἱ Ἅγιοι Ὅσιοι Μάρτυρες, οἱ ἐν τοῖς κελλίοις τοῦ Ἄθω κατοικοῦντες, οἱ τοὺς Λατινόφρονας ἐλέγξαντες, τὸν Βασιλέα, φημί, Μιχαὴλ καὶ τὸν Πατριάρχην Βέκκον, ὁ μὲν πρῶτος ἀγχόνῃ, οἱ δὲ λοιποὶ ξίφει τελειοῦνται.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. μν.

ΚΑΤΑΒΑΣΙΑΙ

ὁ α’ χορός

ᾠδ α’  χος α’

Χριστὸς γεννᾶται, δοξάσατε΄ Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε. Χριστὸς ἐπὶ γῆς, ὑψώθητε. ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται.

ὁ β΄ χορὸς

δ γ’

Τῷ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀῤῥεύστως Υἱῷ, καὶ ἐπ’ ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν΄ Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν,…

ὁ α’ χορός

γιος εἶ Κύριε.

ὁ β΄ χορὸς

δ δ’

άβδος ἐκ τῆς ῥίζης Ἱεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας, ἐξ ὄρους ὁ αἰνετός, κατασκίου δασέος, ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄϋλος καὶ Θεός΄ Δόξα τῇ δυνάμει σου, Κύριε.

ὁ α’ χορός

δ ε’

Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης Βουλῆς σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον, ἀπέστειλας ἡμῖν΄ ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτός ὀρθρίζοντες, δοξολογοῦμέν σε, φιλάνθρωπε.  

ὁ β΄ χορὸς

δ ς’

Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο΄ τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον, ἧς γάρ, οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν, κατέσχεν ἀπήμαντον.

ὁ α’ χορός  

δ ζ’

Οἱ Παῖδες εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθησαν, ἀλλ’ ἐν μέσῳ τῆς φλογός, ἐστῶτες ἔψαλλον΄ Ὁ τῶν Πατέρων, Θεὸς εὐλογητὸς εἶ.

ὁ β΄ χορὸς

δ η’

Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, και προσκυνοῦμεν τὸν Κύριον.

Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον, οὐ γὰρ οὓς ἐδέξατο φλέγει Νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν΄ διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν΄ Εὐλογείτω ἡ Κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, ες πντας τος αἰῶνας.

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ΤΙΜΙΩΤΕΡΑ (Ἦχος α’)

ὁ α’ χορός

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ. τι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. τι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. ποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. ντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…  

Καταβασία

ὁ α’ χορός

ᾠδὴ θ’.

Μεγάλυνον ψυχή μου, τὴν Τιμιωτέραν, καὶ ἐνδοξοτέραν, τῶν ἄνω στρατευμάτων.

Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον! Οὐρανὸν τὸ Σπήλαιον, θρόνον Χερουβικόν, τὴν Παρθένον, τὴν φάτνην χωρίον, ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός, ν νυμνοντες μεγαλνομεν.  

 

Συναπτ μικρ κα ἡ Ἐκφνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

ὁ α’ χορός

χος γ’

ξαποστειλριον τοῦ γου

ν Πνεματι τ ερ

Τὴν ἔρημον ἐπόλισας, τρόποις ἐν φιλοσόφοις, Πατέρων τὸ ἀγλάϊσμα, Σάββα Πάτερ θεόφρον, καὶ ταύτην ἀπετέλεσας, νοητὸν Παράδεισον, κομῶσαν ἄνθεσι θείοις, μονοτρόπων τῷ πλήθει, τῶν ἀξίως τελούντων, τὴν σὴν σεβάσμιον μνήμην.

ὁ β’ χορός

τερον, Φς ναλλοωτoν Λγε

ἔρημος εὐφραινέσθω, καὶ ἐξανθείτω ὡς κρίνον, ὅτι ἐπλήθυνας ταύτης, τὰ τέκνα Σάββα θεόφρον, ἡ χώρα τοῦ Ἰορδάνου, ἀγαλλιάσθω νῦν   χαρμοσύνως, ἐπὶ τῇ θείᾳ σου μνήμῃ.

ὁ α’ χορός

Θεοτοκον

Χρυσοπλοκώτατε Πύργε, καὶ δωδεκάτειχε Πόλις, ἡλιοστάλακτε θρόνε, Καθέδρα τοῦ Βασιλέως, ἀκατανόητον θαῦμα !..

ὁ β’ χορός

πς γαλουχες τν Δεσπτην.

ΑΙΝΟΙ

Ἦχος α’

ὁ α’ χορός

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν·  αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

χος α’  Τν ορανων ταγμτων

ὑπερόπτης τῶν κάτω, καὶ παρεπίδημος, ὁ ἐραστὴς τῶν ἄνω, καὶ ἐρημοπολίτης, Σάββας ὁ θεόφρων, πάντας ἡμᾶς, ἑορτάσαι προτρέπεται, τῆς πρὸς Θεὸν ἐκδημίας αὐτοῦ πιστῶς, τὴν ἡμέραν τὴν σεβάσμιον.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

ὑπερόπτης τῶν κάτω…

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

ξω σαρκὸς καὶ τοῦ κόσμου, ταῖς ἀρεταῖς γεγονώς, καὶ δι’ αὐτῶν δοξάσας, ἐπὶ γῆς διὰ βίου, τὸν Κύριον τῆς δόξης, Πάτερ σοφέ, κατ’ ἀξίαν δεδόξασαι, καὶ ἰαμάτων ἐδείχθης θεία πηγή, παρ’ αὐτοῦ Σάββα θεόληπτε.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Μέτριος ἄκακος πρᾶος, ἁπλοῦς, ἡσύχιος, ὡς χρηματίσας Πάτερ, ὑπὲρ ἄνθρωπον ὄντως, καὶ ἄϋλος ἐν ὕλῃ, οἶκος Θεοῦ, καθωράθης πανάξιος, τὰς ἐξ αὐτοῦ προϊούσας σοι δωρεάς, συμπαθῶς διαπορθμεύων ἡμῖν.

ὁ α’ χορός

Δόξα Πατρί… Ἦχος πλ. β’

σιε Πάτερ, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων σου, δι’ ὧν ἐν τοῖς οὐρανοῖς, εὗρες μισθὸν τῶν καμάτων σου. Τῶν δαιμόνων ὤλεσας τὰς φάλαγγας, τῶν Ἀγγέλων ἔφθασας τὰ τάγματα, ὧν τὸν βίον ἀμέμπτως ἐζήλωσας. Παῤῥησίαν ἔχων πρὸς Κύριον, εἰρήνην αἴτησαι ταῖς ψυχαῖς ἡμῶν. 

ὁ β’ χορός

Καὶ νῦν…χος ὁ αὐτὸς

Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τοῦ Ὁσίου, καὶ πάντων τῶν Ἁγίων, λεηθναι τς ψυχς μν.

Δοξολογία Μεγάλη

εἰς ἦχον πλ.β’ ( Ἀργή ἢ σύντομος )

ὁ α’ χορός

  • Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

ὁ β’ χορός

  • μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

ὁ α’ χορός

  • Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.

ὁ β’ χορός

  • Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

ὁ α’ χορός

  • Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

  • τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

ὁ α’ χορός

  • Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ὁ β’ χορός

  • Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

ὁ β’ χορός

  • Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέηςόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

ὁ α’ χορός

  • Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

ὁ β’ χορός

  • τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

ὁ α’ χορός

  • Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουςί σε.

              Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ β’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

Ἅγιος ὁ Θεός,
ὁ β’ χορός

Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός

γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

καὶ εὐθύς

ὁ β’ χορός

 τὸ Ἀπολυτίκιον τῆς Ὁσίου  Ἦχος πλ. δ’

Ταῖς τῶν δακρύων σου ῥοαῖς, τῆς ἐρήμου τὸ ἄγονον ἐγεώργησας, καὶ τοῖς ἐκ βάθους στεναγμοῖς, εἰς ἑκατὸν τοὺς πόνους ἐκαρποφόρησας, καὶ γέγονας φωστήρ, τῇ οἰκουμένῃ λάμπων τοῖς θαύμασιν Σάββα Πατὴρ ἡμῶν ὅσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Εἰ δὲ μὴ τὰ παρόντα

 ΑΝΤΙΦΩΝΑ

Ἀντίφωνον Α’

Ἦχος β´.

Στίχ.´Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.

Στίχ. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Στίχ.  Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Δόξα ΠατρὶΚαὶ νῦν.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Ἀντίφωνον Β

Στίχ. . Αἴνει, ἡ ψυχή μου τὸν Κύριον, αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός, ψάλλοντάς σοι Ἀλληλούϊα.

Στίχ. . Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός,…

Στίχ.  .  Βασιλεύσει  Κύριος  εἰς τὸν  αἰῶνα,  ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.

Σῶσον, ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός, ψάλλοντάς σοι Ἀλληλούϊα.

Δόξα Πατρί… Καὶ νῦν

μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

Ἀντίφωνον Γ

Μικρὰ Εἴσοδος.

 

Εἰσοδικὸν

Ἦχος β

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἐν Ἁγίοις θαυμαστός,…

ψάλλοντάς σοι, λληλούϊα.

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Ἀπολυτίκιον τοῦ Ὁσίου  Ἦχος πλ. δ’

Ταῖς τῶν δακρύων σου ῥοαῖς, τῆς ἐρήμου τὸ ἄγονον ἐγεώργησας, καὶ τοῖς ἐκ βάθους στεναγμοῖς, εἰς ἑκατὸν τοὺς πόνους ἐκαρποφόρησας, καὶ γέγονας φωστήρ, τῇ οἰκουμένῃ λάμπων τοῖς θαύμασιν Σάββα Πατὴρ ἡμῶν ὅσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Τοῦ Ναοῦ

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Κοντκιον Προερτιον χος γ’

Παρθένος σήμερον, τὸν προαιώνιον Λόγον, ἐν Σπηλαίῳ ἔρχεται, ἀποτεκεῖν ἀποῤῥήτως. Χόρευε ἡ οἰκουμένη ἀκουτισθεῖσα, δόξασον μετὰ Ἀγγέλων καὶ τῶν Ποιμένων, βουληθέντα ἐποφθῆναι, Παιδον νον, τν πρ αἰώνων Θεν.

Τρισάγιον.

Ἀπόστολος

 (Γαλ. ε´ 22-26, ς’1-2)

Προκείμενον ἦχος βαρύς

Καυχήσονται ὅσιοι ἐν δόξῃ.

Στίχ. σατε τῷ Κυρίῳ ᾆσμα καινόν.

Πρς Γαλτας πιστολς Παύλου τὸ Ἀνάγνωσμα .

δελφοί, ὁ καρπὸς τοῦ πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, πρᾳότης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστι νόμος. Οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασιν καὶ ταῖς ἐπιθυμίαις. Εἰ ζῶμεν Πνεύματι, πνεύματι καὶ στοιχῶμεν. Μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες. ᾽Αδελφοί, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πρᾳότητος, σκοπῶν σεαυτόν, μὴ καὶ σὺ πειρασθῇς. ᾽Αλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσατε τν νμον το Χριστο.

 Ἀλληλούϊα (γ’)

Εὐαγγέλιον

 (Ματθ. ια´ 27-30)

Ἐκ τοῦ κατὰ Ματθαῖον.

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου΄ καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν εἰμὴ ὁ Πατήρ΄ οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰμὴ ὁ Υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ᾽ ὑμᾶς καὶ μάθετε ἀπ᾽ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ΄ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστὸς, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.

Δόξα σοι, Κύριε, δόξα σοι. 

Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου

Εἰς τό᾽Εξαιρέτως

 ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σ μεγαλνομεν.

 

Κοινωνικόν

Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα.  

ἦχος β’

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.

 

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).

                                                             

πόλυσις  «…Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν…»

https://agioskosmasoaitolos.wordpress.com

5 ΔΕΚ17 ΕΟΡΤΗ ΟΣΙΟΥ ΣΑΒΒΑ ΤΟΥ ΗΓΙΑΣΜΕΝΟΥ

 

 

 

 

 

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Google

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s