ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΜΕΓΑΛΗ ΕΟΡΤΗ ΤΩΝ ΕΙΣΟΔΙΩΝ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΔΕΣΠΟΙΝΗΣ ΗΜΩΝ ΘΕΟΤΟΚΟΥ (2017)

21  ΝΟΕΜΒΡΙΟΥ 2017

+Η ΕΝ Τ ΝΑ ΕΙΣΟΔΟΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΔΕΣΠΟΙΝΗΣ ΗΜΩΝ ΘΕΟΤΟΚΟΥ.

Αποτέλεσμα εικόνας για ΤΑ ΕΙΣΟΔΙΑ ΤΗΣ ΘΕΟΤΟΚΟΥ

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη κα ἡ Ἐκφνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα…

χος δ’

ὁ α’ χορὸς

Ἀμήν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στχ, α’. ξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

Στχ, β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στχ, γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορός

Ἀπολυτίκιον  Ἦχος δ’

Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις. Ἐν ναῷ τοῦ Θεοῦ τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς πᾶσι προκαταγγέλλεται. Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν΄ Χαῖρε τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις.

ὁ β’ χορὸς

Σήμερον τῆς εὐδοκίας…

ὁ α’ χορός

Σήμερον τῆς εὐδοκίας….. 

Συναπτ μικρ κα  κφνησις

  τι σν τ κρτος…

Μετ τν α’ Στιχολογαν

Κθισμα

ὁ α’ χορὸς

χος α’ – Τν τφον σου Σωτρ

Δικαίων ὁ καρπός, Ἰωακεὶμ καὶ τῆς Ἄννης, προσφέρεται Θεῷ, ἱερῷ  ἐν ἁγίῳ, σαρκὶ νηπιάζουσα, ἡ τροφὸς τῆς ζωῆς ἡμῶν΄ ἣν ηὐλόγησεν, ὁ ἱερὸς Ζαχαρίας. Ταύτην ἅπαντες, ὡς τοῦ Κυρίου Μητέρα, πιστῶς μακαρίσωμεν.

ὁ β’ χορὸς

Δόξα Πατρί… Καὶ νῦν…

Δικαίων ὁ καρπός,…

Μετ τν β’ Στιχολογαν

ὁ α’ χορὸς

Κθισμα
χος δ’ –  Κατεπλάγη Ἰωσὴφ

Πρὸ συλλήψεως Ἁγνή, καθηγιάσθης τῷ Θεῷ, καὶ τεχθεῖσα ἐπὶ γῆς, δῶρον προσήχθης νῦν αὐτῷ, ἀποπληροῦσα πατρῴαν ἐπαγγελίαν. Τῷ θείῳ δὲ ναῷ, ὡς θεῖος ὄντως ναός, ἐκ βρέφους καθαρῶς, μετὰ λαμπάδων φαιδρῶν, ἀποδοθεῖσα ὤφθης δοχεῖον, τοῦ ἀπροσίτου καὶ θείου Φωτός. Μεγάλη ὄντως, ἡ πρόοδος σου, μόνη Θεόνυμφε καὶ ἀειπάρθενε.

ὁ β’ χορὸς

Δόξα Πατρὶ… Καὶ νῦν…

Πρὸ συλλήψεως Ἁγνή,…

Μετ τν Πολυλεον 

Κθισμα

ὁ α’ χορὸς

χος πλ.δ’ – Τ προσταχθν μυστικς

γαλλιάσθω ὁ Δαυΐδ ὁ ὑμνογράφος, καὶ χορευέτω Ἰωακεὶμ σὺν τῇ Ἄννῃ, ὅτι γόνος ἅγιος ἐξ αὐτῶν προῆλθε, Μαρία ἡ φωτοφόρος θεία λαμπάς΄ καὶ χαίρει εἰσερχομένη ἐν τῷ ναῷ΄ ἣν καὶ βλέπων ηὐλόγησεν, ὁ Βαραχίου υἱός, καὶ χαίρων ἀνεκραύγαζε, Χαῖρε θαῦμα παγκόσμιον.

ὁ β’ χορὸς

Δόξα Πατρὶ… Καὶ νῦν…

γαλλιάσθω ὁ Δαυΐδ…

Τὸ α’ Ἀντίφωνον τοῦ δ’ Ἤχου.    

ὁ α’ χορός

  • κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

ὁ β’ χορός

  • κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

ὁ α’ χορός

  • Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

ὁ β’ χορός

  • Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

ὁ α’ χορός

Δξα Πατρὶ…

γίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.

ὁ β’ χορός

Κα νν…

γίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

Προκείμενον  Ἦχος δ’

ὁ α’ χορὸς

κουσον θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.

ὁ β’ χορός

κουσον θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.

 ὁ α’ χορὸς

Στχ. ξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν.

κουσον θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει Βασιλες το κλλους σου.

Τάξις Εὐαγγελίου τοῦ Ὄρθρου

ὁ α΄ χορὸς

Ἦχος β’

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ β’ χορὸς

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ α΄ χορὸς

Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.

Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα

ν ταῖς ἡμέραις ἐκείναις ἀναστᾶσα  Μαριὰμ, ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα · καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τήν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς · καὶ ἐπλήσθη Πνεύματος  Ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ, καὶ εἶπεν · Εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρὸς με; ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησεν ἐν ἀγαλλιάσει τὸ βρέφος ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι  ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ · Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμα μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρι μου. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ · ἰδοὺ γάρ, ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ  Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς, κα πστρεψεν ες τν οκον ατς.

Δόξα Σοι Κύριε, δόξα Σοι.

Ν’ ψαλμὸς (χύμα) 

ὁ α΄ χορὸς

Δξα Πατρί… Ἦχος β’

Σήμερον ὁ ναὸς ὁ ἔμψυχος, τοῦ μεγάλου Βασιλέως, ἐν ναῷ εἰσέρχεται, αὐτῷ ἑτοιμασθῆναι, εἰς θείαν κατοίκησιν. Λαοὶ ἀγαλλιᾶσθε.

ὁ β΄ χορὸς

Καὶ νῦν…

Σήμερον ὁ ναὸς ὁ ἔμψυχος, τοῦ μεγάλου Βασιλέως, ἐν ναῷ εἰσέρχεται, αὐτῷ ἑτοιμασθῆναι, εἰς θείαν κατοίκησιν. Λαοὶ ἀγαλλιᾶσθε.

ὁ α’ χορὸς

Ἦχος δ’ 

Στίχ. λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Σήμερον ὁ θεοχώρητος ναός, ἡ Θεοτόκος ἐν Ναῷ Κυρίου προσάγεται, καὶ Ζαχαρίας ταύτην ὑποδέχεται. Σήμερον τὰ τῶν Ἁγίων Ἅγια ἀγάλλονται, καὶ ὁ χορὸς τῶν Ἀγγέλων, μυστικῶς πανηγυρίζει΄ μεθ’ ὧν καὶ ἡμεῖς ἑορτάζοντες σήμερον, σὺν τῷ Γαβριὴλ ἐκβοήσωμεν΄ Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, χων τ μέγα λεος.

Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…

Εἴθ’ οὕτως οἱ δύο Καννες τς ορτς.

Κανν πρτος.

Ποίημα τοῦ Κυρίου Γεωργίου.

δ α’

 ὁ α’ χορὸς

χος δ’ – Ερμς

νοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὴν Εἴσοδον.

ὁ β’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σοφίας πανάχραντε, σὲ θησαυρὸν ἐπιστάμενoι, καὶ χάριτος βρύουσαν, πηγὴν ἀέναον, τὰς τῆς γνώσεως, αἰτοῦμέν σε ῥανίδας, ἐπόμβρησον Δέσποινα, τοῦ ἀνυμνεῖν σε ἀεί.

ὁ α’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

πέρτερος Πάναγνε, τῶν οὐρανῶν χρηματίσασα, ναὸς καὶ παλάτιον, ἐν τῷ Ναῷ τοῦ Θεοῦ, ἀνατίθεσαι, αὐτῷ ἑτοιμασθῆναι, εἰς θείαν κατοίκησιν, τῆς παρουσίας αὐτοῦ.

ὁ β’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τὸ φῶς ἀνατείλασα, ἡ Θεοτόκος τῆς χάριτος, πάντας κατελάμπρυνε, καὶ συνηγάγετο τὴν ὑπέρλαμπρον, αὐτῆς κατακοσμῆσαι, πανήγυριν ᾄσμασι΄ δεῦτε συνδράμωμεν.

Κανν δετερος

Ποίημα τοῦ Κυρίου Βασιλείου

δ α’   χος α’

ὁ α’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

δν πινκιον

Συνδράμωμεν σήμερον, τῇ Θεοτόκῳ, τιμῶντες ἐν ᾄσμασι, καὶ πανηγυρίσωμεν, πνευματικὴν ἑορτήν, ἐν τῷ ναῷ γὰρ τῷ Θεῷ, δῶρον προσφέρεται.

ὁ β’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

δαῖς ἀνυμνήσωμεν, τῆς Θεοτόκου, τὴν ἔνδοξον πρόοδον΄ τῷ ναῷ γὰρ σήμερον, ὡς καὶ Ναὸς τοῦ Θεοῦ, προσφέρεται προφητικῶς, δῶρον πολύτιμον.

ὁ α’ χορός

Δξα Πατρί…

Τριὰς ὁμοούσιε, Πάτερ καὶ Λόγε, καὶ Πνεῦμα τὸ Ἅγιον, σὲ πιστῶς δοξάζομεν, ὡς Ποιητὴν τοῦ παντός, καὶ σοὶ βοῶμεν εὐσεβῶς, σῶσον ἡμᾶς ὁ Θεός.

ὁ β’ χορός

Κα νν…

Βαφῆς ἐξ αἱμάτων σου, τὴν ἁλουργίδα, φορέσας Πανάχραντε, προελθὼν ἀνέπλασεν, ὁ Βασιλεὺς καὶ Θεός, τὸ γένος ἅπαν τῶν βροτῶν, τῇ εὐσπλαγχνίᾳ αὐτοῦ.

δ γ’

ὁ α’ χορός

Ερμς

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικὸν στερέωσον, κἂν τῇ σεπτῇ Εἰσόδῳ σου, στεφάνων δόξης ἀξίωσον.

ὁ β’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Νυμφοστόλoς σήμερον ἐδείχθη, τερπνὸς τῆς Παρθένου ὁ ναός, καὶ θάλαμος δεχόμενος, τὴν ἔμψυχον παστάδα Θεοῦ, τὴν καθαρὰν καὶ ἄμωμον, καὶ λαμπροτέραν πάσης κτίσεως.

ὁ α’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Δαυΐδ προεξάρχων τῆς χορείας, σκιρτᾷ καὶ χορεύει σὺν ἡμῖν, καὶ Βασιλίδα κράζει σε, πεποικιλμένην Ἄχραντε, παρισταμένην πάναγνε, ἐν τῷ ναῷ τῷ Βασιλεῖ καὶ Θεῷ.

ὁ β’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

ξ ἧς ἡ παράβασις προῆλθεν, ἡ πάλαι τῷ γένει τῶν βροτῶν, ἐκ ταύτης ἡ ἀνόρθωσις, καὶ ἀφθαρσία ἤνθησεν, ἡ Θεοτόκος σήμερον, προσαγομένη ἐν τῷ οἴκῳ Θεοῦ. 

Κανν δετερος

ὁ α’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Στερεωθτω καρδα μου

Πανηγυρίσωμεν φιλέορτοι, καὶ συνευφρανθῶμεν τῷ πνεύματι, ἐν τῇ ἁγίᾳ Ἑορτῇ, εὐωχούμενοι σήμερον, θυγατρὸς τοῦ Βασιλέως, καὶ Μητρὸς τοῦ Θεοῦ ἡμῶν.

ὁ β’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

ωακεὶμ εὐφραίνου σήμερον, καὶ ἀγάλλου Ἄννα τῷ πνεύματι, τὴν γεννηθεῖσαν ἐξ ὑμῶν, τῷ Κυρίῳ προσάγοντες, τριετίζουσαν ὡς δάμαλιν, σεμνὴν τὴν Πανάμωμον.

ὁ α’ χορός

Δξα Πατρί…

Φῶς ὁ Πατήρ, φῶς ὁ Υἱὸς αὐτοῦ, καὶ τὸ Πνεῦμα φῶς τὸ Παράκλητον, ὡς γὰρ Ἡλίου ἐξ ἑνός, ἡ Τριὰς ἀπαστράπτουσα, θεϊκῶς λαμπαδουχεῖ, καὶ συντηρεῖ τὰς ψυχάς ἡμῶν.  

ὁ β’ χορός

Κα νν…

Σὲ οἱ προφῆται προεκήρυξαν, κιβωτὸν Σεμνὴ ἁγιάσματος, θυμιατήριον χρυσοῦν, καὶ λυχνίαν καὶ τράπεζαν, καὶ ἡμεῖς ὡς θεοχώρητον, σκηνν νυμνομν σε.

 Συναπτ μικρ κα  κφνησις

 Ὅτι σ ε Θες μν,… 

ὁ β΄ χορὸς

Κθισμα  χος δ’ – Κατεπλγη ωσφ

ναβόησον Δαυΐδ, τὶς ἡ παροῦσα Ἑορτή, ἣν ἀνύμνησας ποτέ, ἐν τῷ βιβλίῳ τῶν Ψαλμῶν, ὡς θυγατέρα θεόπαιδα καὶ Παρθένον; Ἀπενεχθήσονται, εἰπών, τῷ Βασιλεῖ μυστικῶς, παρθένοι ὄπισθεν αὐτῆς, καὶ αἱ πλησίον αὐτῆς, καὶ θαυμαστὴν ἐργάζου καὶ παγκόσμιον, τὴν ἑορτὴν τοῖς κραυγάζουσιν. Ἡ Θεοτόκος, ἡμῖν ἐπέστη, τῆς σωτηρίας ἡ πρόξενος.

ὁ α΄ χορὸς

Δξα Πατρί… Κα νν…

ναβόησον Δαυΐδ,…

δ δ’

Ερμς

Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης Ἀββακούμ, κατανοῶν ἐκραύγαζε, Δόξα τῇ δυνάμει σου Κύριε.

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Πύλην ἀδιόδευτον ὁ τοῦ Θεοῦ, οἶκος εἰσδεχόμενος σήμερον, ἔπαυσε Νόμου, τὴν λατρείαν καὶ σκιάν΄ Ὡς ἀληθῶς ἐπέφανε, κράζων τοῖς ἐν γῇ, ἡ ἀλήθεια.

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

ρος τὸ κατάσκιον, ὃ προορῶν, πάλαι Ἀββακοὺμ προεκήρυξεν, ἔνδον χωρῆσαν, τῶν ἀδύτων τοῦ ναοῦ, τὰς ἀρετὰς ἐξήνθησε, καὶ κατακαλύπτει τὰ πέρατα.

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

δωμεν παράδοξα πᾶσα ἡ γῆ, ξένα καὶ ἐξαίσια πράγματα, πῶς ἡ Παρθένος, δι’ Ἀγγέλου τὴν τροφήν, εἰσδεχομένη σύμβολα, τῆς οἰκονομίας κομίζεται.

Κανν δετερος

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

ν πνεματι προβλπων

Προφῆτα Ἡσαΐα, προφήτευσον ἡμῖν, ἡ Παρθένος τὶς ἐστιν, ἡ ἔχουσα γαστρὶ; Ἡ ἐξ Ἰούδα τῆς ῥίζης ἀναφυεῖσα, καὶ γεννηθεῖσα ἐκ Δαυΐδ τοῦ Βασιλέως, σπέρματος ἁγίου καρπὸς εὐκλεής.

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

ξάρξατε παρθένοι, καὶ ᾄσατε ᾠδάς, ταῖς χερσὶ κατέχουσαι, λαμπάδας τῆς Ἁγνῆς, καὶ Θεοτόκου τὴν πρόοδον εὐφημοῦσαι, νῦν ἀπιούσης ἐν ναῷ τῷ τοῦ Κυρίου, ἅμα σὺν ἡμῖν ἑορτάζουσαι.

Δξα Πατρί…

Τριάδα τοῖς προσώποις, Μονάδα τῇ μορφῇ, εὐσεβῶς δοξάζομεν, Θεὸν ἀληθινόν, ὃν ἀνυμνοῦσιν Ἀγγέλων καὶ Ἀρχαγγέλων, ταξιαρχίαι ὡς τῆς κτίσεως Δεσπότην, ἅπαντες πιστῶς προσκυνοῦντες ἀεί.

Κα νν…

κέτευε ἀπαύστως πανάχραντε Ἁγνή, ὃν σαρκὶ ἐκύησας, Υἱόν σου καὶ Θεόν, ἐκ πολυτρόπων παγίδων τοῦ διαβόλου, καὶ ἐκ παντοίων πειρασμῶν ἐπερχομένων, πάντας λυτρωθῆναι τοὺς δούλους σου.  

δ ε’

Ερμς

ξέστη τὰ σύμπαντα, ἐν τῇ σεπτῇ Εἰσόδῳ σου, σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔνδον εἰσῆλθες ἐν τῷ Ναῷ τοῦ Θεοῦ, ὣς περ καθαρώτατος ναός, πᾶσι τοῖς ὑμνοῦσί σε, τὴν εἰρήνην βραβεύουσα.  

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

γίασμα ἔνδοξον, καὶ ἱερὸν ἀνάθημα, σήμερον ἡ πάναγνος Παρθένος, ἀνατεθεῖσα ἐν τῷ ναῷ τοῦ Θεοῦ, τῷ παμβασιλεῖ ἡμῶν Θεῷ, μόνῳ εἰς ἐνοίκησιν, συντηρεῖται ὡς οἶδεν αὐτός.

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τὸ κάλλος Πανάχραντε, τὸ τῆς ψυχῆς σου βλέπων ποτέ, πίστει Ζαχαρίας ἀνεβόα΄ Σὺ εἶ τὸ λύτρον΄ σὺ εἶ ἡ πάντων χαρά΄ σὺ εἶ ἡ ἀνάκλησις ἡμῶν, δι’ ἧς ὁ ἀχώρητος, χωρητὸς μοι ὀφθήσεται.

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

τῶν ὑπὲρ ἔννοιαν, θαυμάτων σου Πανάχραντε! ξένη σου ἡ γέννησις ὑπάρχει, ξένος ὁ τρόπος ὁ τῆς αὐξήσεως, ξένα καὶ παράδοξα τὰ σά, πάντα Θεονύμφευτε, καὶ βροτοῖς ἀνερμήνευτα.

Κανν δετερος

Τ φαεινν μν ξαντειλον

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Λαμπροφορήσωμεν οἱ Ὀρθόδοξοι, πάντες συντρέχοντες, καὶ δοξάζοντες, τὴν Θεομήτορα, ὅτι Κυρίῳ, σήμερον προσφέρεται, ὡς θῦμα εὐπρόσδεκτον.

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

γαλλιάσθωσαν οἱ Προπάτορες, σήμερον Δέσποινα, καὶ εὐφραινέσθω ἡ τεκοῦσά σε, σὺν τῷ πατρί σου΄ ὅτι ὁ καρπὸς αὐτῶν, Κυρίῳ προσάγεται.

Δξα Πατρί…

Τὴν ὑπεράρχιον καὶ ἀΐδιον, μίαν θεότητα, δοξολογοῦντες προσκυνήσωμεν, τρισὶ προσώποις, φύσει ἀδιαίρετον, καὶ δόξῃ ἰσότιμον.

Κα νν…

Λιμένα εὔδιον καὶ ἀπόρθητον, τεῖχος κεκτήμεθα, τὴν πρεσβείαν σου ἐν περιστάσεσι, Θεοκυῆτορ, πάντοτε λυτρούμενοι, κινδύνων καὶ θλίψεων.

δ ς’

Ερμς

Tὴν θείαν, ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

πάντα φέρων τῷ ῥήματι, εὐχῆς τῆς τῶν Δικαίων ἐπήκουσε, διὸ στειρώσεως, λύσας τὴν νόσον ὡς εὔσπλαγχνος, τὴν τῆς χαρᾶς αἰτίαν τούτοις δεδώρηται.

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Γνωρίσαι θέλων ὁ Κύριος, τοῖς ἔθνεσιν αὐτοῦ τὸ σωτήριον, τὴν ἀπειρόγαμον, νῦν ἐξ ἀνθρώπων παρέλαβε, καταλλαγῆς σημεῖον καὶ ἀναπλάσεως.

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

ς οἶκος οὖσα τῆς χάριτος, ἐν ᾧ οἱ θησαυροὶ ἐναπόκεινται, τῆς ἀποῤῥήτου Θεοῦ, οἰκονομίας Πανάχραντε, ἐν τῷ ναῷ μετέσχες τῆς ἀκηράτου τρυφῆς.

Κανν δετερος

Τν Προφτην ωνν

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

ορτάσωμεν πιστοί, ἑορτὴν πνευματικήν, τὴν Μητέρα τοῦ Θεοῦ, ἀνυμνοῦντες εὐσεβῶς, ὑπάρχει γάρ, ἁγιωτέρα τῶν οὐρανίων Νοῶν.

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

ν ᾠδαῖς πνευματικαῖς, εὐφημήσωμεν πιστοί, τὴν Μητέρα τοῦ Φωτός, ὅτι σήμερον ἡμῖν, ἐπέφανε, προερχομένη ἐν τῷ ναῷ τοῦ Θεοῦ.

Δόξα Πατρί…

Πατὴρ καὶ ὁ Υἱός, καὶ τὸ Πνεῦμα τὸ εὐθές, τρισυπόστατε Μονάς, καὶ ἀχώριστε Τριάς, ἐλέησον τοὺς προσκυνοῦντας, τὸ θεῖον κράτος σου.

Κα νν…

ν γαστρί σου χωρητός, ὁ ἀχώρητος παντί, Θεομῆτορ γεγονώς, προελήλυθεν ἐκ σοῦ, πανάχραντε, διπλοῦς τῇ φύσει, Θες κα νθρωπος.

Συναπτ μικρ κα  κφνησις

Σ γρ ε Βασιλες…

Κοντκιον  χος δ’

ψωθες ν τ Σταυρ

καθαρώτατος ναὸς τοῦ Σωτῆρος, ἡ πολυτίμητος παστὰς καὶ Παρθένος, τὸ ἱερὸν θησαύρισμα τῆς δόξης τοῦ Θεοῦ, σήμερον εἰσάγεται, ἐν τῷ οἴκῳ Κυρίου, τὴν χάριν συνεισάγουσα, τὴν ἐν Πνεύματι θείῳ, ἣν ἀνυμνοῦσιν Ἄγγελοι Θεοῦ. Ατη πρχει σκην πουρνιος.

Οκος

Τῶν ἀποῤῥήτων τοῦ Θεοῦ καὶ θείων μυστηρίων, ὁρῶν ἐν τῇ Παρθένῳ, τὴν χάριν δηλουμένην, καὶ πληρουμένην ἐμφανῶς, χαίρω, καὶ τὸν τρόπον ἐννοεῖν ἀμηχανῶ τόν ξένον καὶ ἀπόῤῥητον΄ πῶς ἐκλελεγμένη ἡ ἄχραντος, μόνη ἀνεδείχθη ὑπὲρ ἅπασαν τὴν κτίσιν, τὴν ὁρατὴν καὶ τὴν νοουμένην. Διό, ἀνευφημεῖν βουλόμενος ταύτην, καταπλήττομαι σφοδρῶς νοῦν τε καὶ λόγον΄ ὅμως δὲ τολμῶν, κηρύττω καὶ μεγαλύνω΄ Ατη πρχει σκην πουρνιος.

Σ υ ν α ξ ά ρ ι ο ν

ΤΚΑ’ τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς ἐν τῷ Ναῷ Εἰσόδου τῆς Θεομήτορος.

Στίχοι

  • Ἔνδον τρέφει σε Γαβριὴλ ναοῦ, Κόρη,

  • Ἤξει δὲ μικρὸν καὶ τὸ Χαῖρέ σοι λέξων.

  • Βῆ ἱερὸν Μαρίη τέμενος παρὰ εἰκάδι πρώτῃ.

Ταῖς τῆς Θεοτόκου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. μν.

ΚΑΤΑΒΑΣΙΑΙ

ὁ α’ χορός

ᾠδ α’  χος α’

Χριστὸς γεννᾶται, δοξάσατε΄ Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε. Χριστὸς ἐπὶ γῆς, ὑψώθητε. ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται.

ὁ β΄ χορὸς

δ γ’

Τῷ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀῤῥεύστως Υἱῷ, καὶ ἐπ’ ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν΄ Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν,…

ὁ α’ χορός

γιος εἶ Κύριε.

ὁ β΄ χορὸς

δ δ’

άβδος ἐκ τῆς ῥίζης Ἱεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας, ἐξ ὄρους ὁ αἰνετός, κατασκίου δασέος, ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄϋλος καὶ Θεός΄ Δόξα τῇ δυνάμει σου, Κύριε.

ὁ α’ χορός

δ ε’

Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης Βουλῆς σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον, ἀπέστειλας ἡμῖν΄ ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτός ὀρθρίζοντες, δοξολογοῦμέν σε, φιλάνθρωπε.  

ὁ β΄ χορὸς

δ ς’

Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο΄ τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον, ἧς γάρ, οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν, κατέσχεν ἀπήμαντον.

ὁ α’ χορός  

δ ζ’

Οἱ Παῖδες εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθησαν, ἀλλ’ ἐν μέσῳ τῆς φλογός, ἐστῶτες ἔψαλλον΄ Ὁ τῶν Πατέρων, Θεὸς εὐλογητὸς εἶ.

ὁ β΄ χορὸς

δ η’

Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον

Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον, οὐ γὰρ οὓς ἐδέξατο φλέγει Νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν΄ διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν΄ Εὐλογείτω ἡ Κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, ες πντας τος αἰῶνας.

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

 

Τιμιωτρα ο στιχολογεται

 δ θ’

 ὁ α’ χορὸς

Στίχ. ῎Αγγελοι τήν Εἴσοδον τῆς Παρθένου ὁρῶντες ἐξεπλήττοντο, πῶς ἡ Παρθένος εἰσῆλθεν εἰς τά ῞Αγια τῶν ῾Αγίων.

Ερμς

ς ἐμψύχῳ Θεοῦ κιβωτῷ, ψαυέτω μηδαμῶς χεὶρ ἀμυήτων΄ χείλη δὲ πιστῶν, τῇ Θεοτόκῳ ἀσιγήτως, φωνὴν τοῦ Ἀγγέλου ἀναμέλποντα, ἐν ἀγαλλιάσει βοάτω΄ Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.

ὁ β΄ χορὸς

Στίχ. ῎Αγγελοι τήν Εἴσοδον τῆς Πανάγνου ὁρῶντες ἐξεπλήττοντο, πῶς μετά δόξης εἰσῆλθεν εἰς τά ῞Αγια τῶν ῾Αγίων.

ς ὑπέρλαμπρον Θεοτόκε ἁγνή, ψυχῆς τὸ καθαρὸν ἔχουσα κάλλος, χάριτος Θεοῦ δ’ ἐμπιπλαμένη οὐρανόθεν, φωτὶ ἀϊδίῳ καταυγάζεις ἀεί, τοὺς ἐν εὐφροσύνῃ βοῶντας΄ Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.

 ὁ α’ χορὸς

Στίχ. γγελοι καὶ ἄνθρωποι τῆς Παρθένου, τὴν Εἴσοδον τιμήσωμεν, ὅτι ἐν δόξῃ εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων.

Παραδόξως προδιετύπου Ἁγνή, ὁ Νόμος σε σκηνὴν καὶ θείαν στάμνον, ξένην κιβωτόν, καὶ καταπέτασμα καὶ ῥάβδον, ναὸν ἀκατάλυτον, καὶ πύλην Θεοῦ΄ Ὅθεν ἐκδιδάσκει σοι κράζειν΄ Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.

ὁ β΄ χορὸς

Στίχ. γγελοι σκιρτήσατε σὺν Ἁγίοις, Παρθένοι συγχορεύσατε΄ ἡ γὰρ Θεόπαις εἰσῆλθεν, εἰς τὰ  Ἅγια τῶν Ἁγίων.

Θεοδόχον προθεωρῶν Σολομῶν, ᾐνοίξατο σε πύλην Βασιλέως, ζῶσάν τε πηγὴν ἐσφραγισμένην, ἐξ ἧς τὸ ἀθόλωτον ἡμῖν προῆλθεν, ὕδωρ τοῖς ἐν πίστει βοῶσιν΄ Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.

Κανὼν δετερος

Μεγαλυνριον

ὁ α’ χορὸς

Στίχ. Μεγάλυνον ψυχή μου, τὴν προσενεχθεῖσαν, ἐν τῷ ναῷ Κυρίου, καὶ εὐλογηθεῖσαν, χερσὶ τῶν ἱερέων.

Τν φωτοφρον Νεφλην

κ τῶν Δικαίων προῆλθεν, Ἰωακεὶμ καὶ τῆς Ἄννης, ἐπαγγελίας ὁ καρπός, ἡ θεόπαις Μαρία, καὶ ὡς θυμίαμα δεκτόν, σαρκὶ νηπιάζουσα προσφέρεται, ἱερῷ ἐν ἁγίῳ, ὡς ἁγία, εἰς τὰ ἅγια οἰκεῖν. 

ὁ β’ χορὸς

Στίχ. Μεγάλυνον ψυχή μου, τὴν προσενεχθεῖσαν, ἐν τῷ ναῷ Κυρίου, καὶ εὐλογηθεῖσαν, χερσὶ τῶν Ἱερέων.

Τὴν νηπιάζουσαν φύσει, καὶ ὑπὲρ φύσιν Μητέρα ἀναδειχθεῖσαν τοῦ Θεοῦ, εὐφημήσωμεν ὕμνοις, ἐν τῷ Ναῷ τῷ νομικῷ, Κυρίῳ γὰρ σήμερον προσφέρεται, εἰς ὀσμήν εὐωδίας, τῶν Δικαίων, ὡς καρπὸς πνευματικός.

ὁ α’ χορὸς

Δξα Πατρί…

Στίχ. Μεγάλυνον, ψυχή μου, τῆς Τρισυποστάτου, καὶ ἀδιαιρέτου Θεότητος τὸ κράτος.

Τὴν Τρισυπόστατον φύσιν, καὶ ἀδιαίρετον δόξαν, τὴν ἐν θεότητι μιᾷ, ὑμνουμένην ἀπαύστως, ἐν οὐρανῷ καὶ ἐπὶ γῆς, Τριάδα ἀχώριστον δοξάσωμεν, σὺν Υἱῷ τὸν Πατέρα, καὶ τὸ Πνεῦμα προσκυνοῦντες εὐσεβῶς.

ὁ β’ χορὸς

Κα νν…

Στίχ. Μεγάλυνον, ψυχή μου, τὴν τιμιωτέραν, καὶ ἐνδοξοτέραν τῶν ἄνω στρατευμάτων.

πὸ τὴν σὴν εὐσπλαγχνίαν, τοὺς καταφεύγοντας πίστει, καὶ προσκυνoῦντας εὐσεβῶς, τὸν Υἱόν σου Παρθένε, Θεογεννῆτορ ὡς Θεόν, τοῦ κόσμου καὶ Κύριον ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, καὶ παντοίων πειρασμῶν.

ὁ α’ χορὸς

Καταβασία

δ θ’  χος α’

Στίχ. Μεγάλυνον, ψυχή μου, τὴν τιμιωτέραν, καὶ ἐνδοξοτέραν τῶν ἄνω στρατευμάτων.   

Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον! οὐρανὸν τὸ Σπήλαιον, θρόνον Χερουβικόν, τὴν Παρθένον, τὴν φάτνην χωρίον, ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός, ν νυμνοντες μεγαλνομεν.

Συναπτ μικρκα  κφνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

ξαποστειλριον

ὁ α’ χορὸς

Γυνακες κουτσθητε

ν πάλαι προκατήγγειλε, τῶν Προφητῶν ὁ σύλλογος, στάμνον καὶ ῥάβδον καὶ πλάκα, καὶ ἀλατόμητον ὄρος, Μαρίαν τὴν Θεόπαιδα, πιστῶς ἀνευφημήσωμεν, σήμερον γὰρ εἰσάγεται, εἰς τὰ Ἅγια τῶν Ἁγίων, ἀνατραφῆναι Κυρίῳ.

ὁ β’ χορὸς

ν πάλαι προκατήγγειλε,…

ὁ α’ χορὸς

ν πάλαι προκατήγγειλε, τῶν Προφητῶν ὁ σύλλογος, στάμνον καὶ ῥάβδον καὶ πλάκα, καὶ ἀλατόμητον ὄρος, Μαρίαν τὴν Θεόπαιδα, πιστῶς ἀνευφημήσωμεν, σήμερον γὰρ εἰσάγεται, εἰς τὰ Ἅγια τῶν Ἁγίων,…

ὁ β’ χορὸς

νατραφναι Κυρ.   

ΑΙΝΟΙ

Ἦχος α

ὁ α’ χορός

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν·  αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. 

Τῶν οὐρανίων ταγμάτων

Λαμπαδηφόροι παρθένοι, τὴν Ἀειπάρθενον, φαιδρῶς ὁδοποιοῦσαι, προφητεύουσιν ὄντως, ἐν Πνεύματι τὸ μέλλον΄ ναὸς γὰρ Θεοῦ, ἡ Θεοτόκος ὑπάρχουσα, πρὸς τὸν ναόν μετὰ δόξης Παρθενικῆς, νηπιόθεν ἐμβιβάζεται.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

παγγελίας ἁγίας, καὶ ὁ καρπὸς εὐκλεής, ἡ Θεοτόκος ὄντως, ἀνεδείχθη τῷ κόσμῳ, ὡς πάντων ὑπερτέρα, ἡ εὐσεβῶς, προσαγομένη ἐν οἴκῳ Θεοῦ, τὴν προσευχὴν τῶν τεκόντων ἀποπληροῖ, συντηρουμένη θείῳ Πνεύματι.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

πουρανίῳ τραφεῖσα, Παρθένε ἄρτῳ πιστῶς, ἐν τῷ Nαῷ Κυρίου, ἀπεκύησας κόσμῳ, ζωῆς ἄρτον τὸν Λόγον, οὗ ὡς ναός, ἐκλεκτὸς καὶ πανάμωμος, προεμνηστεύθης τῷ Πνεύματι μυστικῶς, νυμφευθεῖσα τῷ Θεῷ καὶ Πατρί.  

  βχορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. 

ξανοιγέσθω ἡ πύλη, τοῦ θεοδόχου Ναοῦ΄ τὸν γὰρ ναὸν τοῦ πάντων, Βασιλέως καὶ θρόνον, σήμερον ἐν δόξῃ, ἔνδον λαβών, Ἰωακεὶμ ἀνατίθεται, ἀφιερώσας Κυρίῳ τήν ἐξ αὐτοῦ, ἐκλεχθεῖσαν ὡς Μητέρα αὐτοῦ.

ὁ α’ χορός

Δξα ΠατρίΚα ννχος βΛοντος Μαΐστορος

Σήμερον τῷ Ναῷ προσάγεται, ἡ Πανάμωμος Παρθένος, εἰς κατοικητήριον τοῦ παντάνακτος Θεοῦ, καὶ πάσης τῆς ζωῆς ἡμῶν τροφοῦ. Σήμερον τὸ καθαρώτατον ἁγίασμα, ὡς τριετίζουσα δάμαλις, εἰς τὰ Ἅγια τῶν Ἁγίων εἰσάγεται. Tαύτῃ ἐκβοήσωμεν, ὡς ὁ Ἄγγελος΄ Χαῖρε μόνη…

ὁ β’ χορός

….ν γυναιξὶν εὐλογημένη.

Δοξολογία Μεγάλη

εἰς ἦχον β’ ( Ἀργή ἢ σύντομος )

ὁ α’ χορός

  • Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

ὁ β’ χορός

  • μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

ὁ α’ χορός

  • Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.

ὁ β’ χορός

  • Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

ὁ α’ χορός

  • Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

  • τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

ὁ α’ χορός

  • Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ὁ β’ χορός

  • Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

ὁ β’ χορός

  • Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

ὁ α’ χορός

  • Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

ὁ β’ χορός

  • τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

ὁ α’ χορός

  • Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

              Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ β’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

Ἅγιος ὁ Θεός,
ὁ β’ χορός

Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός

γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

καὶ εὐθύς

ὁ β’ χορός

τὸ ἀπολυτίκιον τῆς Ἑορτῆς

Ἦχος δ’

Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις. Ἐν ναῷ τοῦ Θεοῦ τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς πᾶσι προκαταγγέλλεται. Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν΄ Χαῖρε τῆς οἰκονομίας το Κτστου κπλρωσις. 

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

ΑΝΤΙΦΩΝΑ

Αντίφωνον α´
῏Ηχος β´.
Στίχ. .
Μέγας Κύριος καί αἰνετός σφόδρα, ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὅρει ἁγίῳ αὐτοῦ.

         Tαῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

Στίχ. . Δεδοξασμένα ἐλαλήθη περί σοῦ ἡ πόλις τοῦ Θεοῦ.
         Tαῖς πρεσβείαις τῆς Θεοτόκου…

Στίχ.῾Ο Θεός ἐν ταῖς βάρεσιν αὐτῆς γινώσκεται, ὅταν ἀντιλαμβάνηται αὐτῆς.
         Tαῖς πρεσβείαις τῆς Θεοτόκου…

Στίχ. Καθάπερ ἠκούσαμεν, οὕτω καί εἴδομεν ἐν πόλει Κυρίου τῶν δυνάμεων, ἐν πόλει τοῦ Θεοῦ ἡμῶν.
         Tαῖς πρεσβείαις τῆς Θεοτόκου…

Δόξα Πατρί…Καί νῦν…

         Tαῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

᾽Αντίφωνον β´.
῏Ηχος ὁ αὐτός.

Στίχ. . Τοῦ ποταμοῦ τά ὁρμήματα εὐφραίνουσι τήν πόλιν τοῦ Θεοῦ..  ἠγίασε τό σκήνωμα αὐτοῦ ὁ ῞Υψιστος..
         Σῶσον ἡμᾶς, Υἱέ Θεοῦ, ὁ ἐν ῾Αγίοις θαυμαστός ψάλλοντάς Σοι· ᾽Αλληλούϊα.
Στίχ. ῾   ξομολόγησις καί ὡραιότης ἐνώπιον αὐτοῦ. ἀγιωσύνη καί μεγαλοπρέπεια ἐν τῷ ἁγιάσματι αὐτοῦ.
         Σῶσον ἡμᾶς, Υἱέ Θεοῦ, ὁ ἐν ῾Αγίοις…
Στίχ.. Αὕτη ἡ πύλη Κυρίου, δίκαιοι εἰσελεύσονται ἐν αὐτῇ.
         Σῶσον ἡμᾶς, Υἱέ Θεοῦ, ὁ ἐν ῾Αγίοις…
Στίχ. ῞Αγιος ὁ ναός σου, θαυμαστός ἐν δικαιοσύνῃ.
         Σῶσον ἡμᾶς, Υἱέ Θεοῦ, ὁ ἐν ῾Αγίοις…

Δόξα ΠατρὶΚαὶ νῦν

μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.  

᾽Αντίφωνον γ´.
ἦχος δ´.
Στίχ. . Πᾶσα ἡ δόξα τῆς θυγατρός τοῦ βασιλέως ἔσωθεν, ἐν κροσσωτοῖς χρυσοῖς περιβεβλημένη, πεποικιλμένη.

Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις. Ἐν ναῷ τοῦ Θεοῦ τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς πᾶσι προκαταγγέλλεται. Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν΄ Χαῖρε τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις. 

Στίχ. Απενεχθήσονται τῷ βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς, αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι.

Σήμερον τῆς εὐδοκίας Θεοῦ τό προοίμιον…

Στίχ.. ᾽Απενεχθήσονται  ἐν εὐφροσύνη  καί ἀγαλλιάσει, ἀχθήσονται εἰς ναόν βασιλέως.
Σήμερον τῆς εὐδοκίας Θεοῦ τό προοίμιον…

Μικρὰ Εἴσοδος.

Εἰσοδικὸν

Ἦχος β

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἐν Ἁγίοις θαυμαστός,…

ψάλλοντάς σοι, Ἀλληλούϊα.

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Ἦχος δ’

Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις. Ἐν ναῷ τοῦ Θεοῦ τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς πᾶσι προκαταγγέλλεται. Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν΄ Χαῖρε τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις. 

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων, μόνον ὅταν τελεῖται συλλείτουργον)

Κοντκιον χος δ’

ψωθες ν τ Σταυρ

καθαρώτατος ναὸς τοῦ Σωτῆρος, ἡ πολυτίμητος παστὰς καὶ Παρθένος, τὸ Ἱερὸν θησαύρισμα τῆς δόξης τοῦ Θεοῦ, σήμερον εἰσάγεται, ἐν τῷ οἴκῳ Κυρίου, τὴν χάριν συνεισάγουσα, τὴν ἐν Πνεύματι θείῳ, ἣν ἀνυμνοῦσιν Ἄγγελοι Θεοῦ΄ Ατη πρχει σκην πουρνιος.  

Τρισάγιον.

᾽Απόστολος τῆς Θεοτόκου (῾Εβρ.Θ’ 1-7)

Προκείμενον ἦχος γ’.  

Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Στίχ. τι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ.

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα

δελφοί, εἶχεν ἡ πρώτη σκηνὴ δικαιώματα λατρείας τό τε ἅγιον κοσμικόν. Σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥτις λέγεται Ἅγια. Μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη Ἅγια ῾Αγίων, χρυσοῦν ἔχουσα θυμιατήριον καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ, ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα καὶ ἡ ῥάβδος ᾽Ααρὼν ἡ βλαστήσασα καὶ αἱ πλάκες τῆς διαθήκης, ὑπεράνω δὲ αὐτῆς Χερουβεὶμ δόξης κατασκιάζοντα τὸ ἱλαστήριον· περὶ ὧν οὐκ ἔστιν νῦν λέγειν κατὰ μέρος. Τούτων δὲ οὕτως κατεσκευασμένων, εἰς μὲν τὴν πρώτην σκηνὴν διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες, εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεύς, οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ κα τν το λαο γνοημτων.

λληλούϊα (γ’) Ἦχος πλ. β΄

κουσον, θύγατερ, καὶ ἴδε.

Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

  Τὸ Εὐαγγέλιον

 (Λουκ. ι´ 38-42, ια´ 27-28).

Ἐκ τοῦ κατὰ Λουκᾶν.

Τῷ καιρῷ ἐκείνῳ, εἰσῆλθεν ὁ Ἰησοῦς εἰς κώμην τινὰ γυνὴ δέ τις, ὀνόματι Μάρθα, ὑπεδέξατο αὐτὸν εἰς τὸν οἶκον αὐτῆς. Καὶ τῇδε ἦν ἀδελφή, καλουμένη Μαρία, ἣ καὶ παρακαθήσασα παρά τοὺς πόδας τοῦ Ἰησοῦ, ἤκουε τῶν λόγων αὐτοῦ· ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν ἐπιστᾶσα δὲ εἶπε· Κύριε, οὐ μέλει σοι, ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπε διακονεῖν; εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται. Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτῇ· Μάρθα, Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλὰ ἑνὸς δὲ ἐστι χρεία· Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ’ αὐτῆς. Ἐγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα, ἐπάρασά τις γυνὴ φωνὴν ἐκ τοῦ ὄχλου, εἶπεν αὐτῷ· Μακαρία ἡ κοιλία ἡ βαστάσασά σε καὶ μαστοί, οὓς ἐθήλασας. Αὐτὸς δὲ εἶπε· Μενοῦν γε, μακάριοι οἱ ἀκούοντες τὸν λόγον του Θεοῦ καὶ φυλάσσοντες αὐτόν.

Δόξα σοι, Κύριε, δόξα σοι.   

Καὶ καθεξῆς Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου

Ες τ, ξαιρτως

ἦχος δ’

Στίχ. ῎Αγγελοι τήν Εἴσοδον τῆς Παρθένου ὁρῶντες ἐξεπλήττοντο, πῶς ἡ Παρθένος εἰσῆλθεν εἰς τά ῞Αγια τῶν ῾Αγίων.

Ερμς

ς ἐμψύχῳ Θεοῦ κιβωτῷ, ψαυέτω μηδαμῶς χεὶρ ἀμυήτων΄ χείλη δὲ πιστῶν, τῇ Θεοτόκῳ ἀσιγήτως, φωνὴν τοῦ Ἀγγέλου ἀναμέλποντα, ἐν ἀγαλλιάσει βοάτω΄ Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθνε γν.   

Κοινωνικν

ἦχος δ’

Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. λληλούϊα.

ἦχος β’

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

 

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.

 

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (γ΄).

πόλυσις   

«…Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν…»

https://agioskosmasoaitolos.wordpress.com

21 ΝΟΕ17 ΜΕΓΑΛΗ ΕΟΡΤΗ ΤΩΝ ΕΙΣΟΔΙΩΝ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ

 

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Google

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s