ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΕΟΡΤΗ ΟΣΙΟΥ ΓΕΩΡΓΙΟΥ ΤΟΥ ΚΑΡΣΛΙΔΗ (2017)

4 ΝΟΕΜΒΡΙΟΥ 2017

+Μνήμη τοῦ Ὁσίου  Γεωργίου τοῦ Καρσλίδη

Αποτέλεσμα εικόνας για ΟΣΙΟΣ ΓΕΩΡΓΙΟΣ ΚΑΡΣΛΙΔΗΣ 

+Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν, Ἰωαννικίου τοῦ Μεγάλου

+Μνήμη τῶν ἁγίων Ἱερομαρτύρων, Νικάνδρου, Ἐπισκόπου Μύρων, καὶ Ἑρμαίου Πρεσβυτέρου.

 

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη κα  κφνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα…

χος πλ.δ’

ὁ α’ χορὸς

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στχ, α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

Στχ, β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στχ, γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

 Ἀπολυτίκιον. Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.

ναλήψεως Μάνδρας σεπτῆς δομήτορα, χαροποιοῦ πένθους μύστην καρδιακῆς προσευχῆς, ταπεινώσεως καὶ νήψεως τὸ ἔσοπτρον, ὕμνοις Γεώργιον πιστοί, ὥσπερ ὁμολογητῶν τιμήσωμεν νέον εὖχος, βοῶντες· φρούρει θεόθεν σημειοφόρε τοὺς ἱκέτας σου

          ὁ β’ χορός

Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.

Tὴν ἐπίγειον δόξαν, πάτερ, κατέλειπες καταυγασθεὶς τῇ ἐλλάμψει τῆς ἐπινοίας Θεοῦ, ὅθεν ἔφανας ἐν γῇ ὡς ἄστρον ἄδυτον· θείας φωνῆς γὰρ ὡς Μωσῆς μυστικῶς ἀξιωθείς, ἰσάγγελος ἀνεδείχθης καὶ δωρημάτων ταμεῖον, Ἰωαννίκιε μακάριε.

ὁ α’ χορὸς

Δόξα Πατρί… Ἦχος γ’. Θείας πίστεως.

Γνῶσιν ἔνθεον, καρποφόρησαν, ὡς ὁμότροπος, τῶν Ἀποστόλων, ἐν ἱερεύσι πιστὸς ἐχρημάτισας καὶ μαρτυρίου τοὶς σκάμμασι Νίκανδρε, συγκοινωνὸν τὸν Ἑρμαῖον ἐκέκτησο, μεθ’ οὐ πρέσβευε, Κυρίω τῷ σὲ δοξάσαντι, δωρήσασθαι ἠμιν τὸ μέγα ἔλεος.

ὁ β’ χορός

Κα νν… Θεοτοκον  ατς

Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε• ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ  καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

 

Συναπτ μικρ κα  κφνησις

  τι σν τ κρτος… 

ΚΑΘΙΣΜΑΤΑ

Μετὰ τὴν α´ Στιχολογίαν.

ὁ α’ χορός

Κάθισμα. Ἦχος α´. Χορὸς ἀγγελικός

Ὁσίων ἀσκητῶν, ἐγκαλλώπισμα νέον, Γεώργιε σεπτέ, Πόντου βλάστημα θεῖον, καὶ Δράμας διάκοσμε, ὁ δομήσας περίδοξον, Μάνδραν μόχθοις σου, τῇ τοῦ Χριστοῦ Ἀναλήψει, διασκέδασον, ἡμῶν ἀχλὺν ἁμαρτίας, εὐχαῖς σου Γεώργιε.

ὁ β’ χορός

Δόξα.. ..Καὶ νῦν…. Θεοτοκίον.

Ἀγγέλων χαρμονή, καὶ ἀγλάισμα θεῖον, πιστῶν καταφυγή, καὶ θερμὴ προστασία, ἁγνὴ ἀειπάρθενε, Θεοτόκε πανύμνητε, ἐπιβράβευσον ἡμῖν χαρὰν οὐρανίαν, τοῖς ἐν θλίψεσι, κατακειμένοις

Μετ τν β’ Στιχολογαν 

Κθισμα 

ὁ α’ χορός

Στιχολογίαν Κάθισμα. Ἦχος δ´. Ταχὺ προκατάλαβε.

Θαυμάτων ἀκένωτος πηγὴ καὶ φρέαρ πολλῶν, ἰάσεων ἄφθονος ἐδείχθη ἄρτι σεπτέ, ἡ θήκη λειψάνων σου, ἣν προσκυνοῦντες πόθῳ, ἀρυόμεθα ὕδωρ, σῶν θεϊκῶν χαρίτων, ἀρωγῆς καὶ εὐνοίας, τῆς θείας σου πρὸς πάντας ἡμᾶς, μάκαρ Γεώργιε.

ὁ β’ χορός

Δόξα.. Καὶ νῦν…. Θεοτοκίον.

Χριστὸν ἡ κυήσασα τὸν τοῦ Ὑψίστου Υἱόν, ἁγνὴ ἀειπάρθενε ταῖς μητρικαῖς σου λιταῖς ἡμῖν ἐπιβράβευε, πᾶσιν ἰσχὺν καὶ σθένος, τοῖς ἐν ὕμνοις τιμῶσι, σὲ ὡς Θεοῦ μητέρα, καὶ προστάτιν καὶ ρῦστιν, ἡμῶν ἐκ συμφορῶν ἀλγεινῶν, καὶ περιστάσεων.

Μετ τν Πολυλεον

ὁ α’ χορὸς

Κάθισμα. Ἦχος γ´. Τὴν ὡραιότητα.

Πόντος σεμνύνεται, σεπτοῖς σπαργάνοις σου, καὶ Ἀναλήψεως, Μονὴ λειψάνοις σου, τοῖς πανιέροις ἀσκητὰ Γεώργιε θεοφόρε, ἣν χερσὶ τιμίοις σου, ἄρτι πάτερ ἐδόμησας, Δράμας ὁμηγύρεως, ποδηγὲ πρὸς τελείωσιν, πιστῶν ἐν κατανύξει βοώντων· Χαῖρε Ὁσίων νέων εὖχος.

ὁ β’ χορός

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Τὴν σκοτισθεῖσάν μου, ψυχὴν καταύγασον, φωτὶ τῆς χάριτος, τοῦ θείου Τόκου σου, ἁγνὴ Παρθένε Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον, τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος, ἐν τῇ ὥρᾳ τῆς κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ σοι· Χαίρε ἡ Κεχαριτωμένη.

 

Τ α’ ντφωνον το δ’ χου.

ὁ α’ χορός

  • κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

ὁ β’ χορός

  • κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου

ὁ α’ χορός

  • Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

ὁ β’ χορός

  • Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι

ὁ α’ χορός

Δξα Πατρὶ…

γίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.

ὁ β’ χορός

Κα νν…

γίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

Προκείμενον  Ἦχος δ’

ὁ α’ χορός

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.

ὁ β’ χορὸς

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.

ὁ α΄ χορὸς

Στίχος: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.

Τάξις Εὐαγγελίου τοῦ Ὂρθρου 

ὁ α΄ χορὸς

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ β’ χορὸς

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ α΄ χορὸς

Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.

Εὐαγγέλιον

Ἐκ τοῦ κατὰ Ματθαῖον

ια΄ 27 – 30

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.

Δό­ξα σοι, Κύ­ρι­ε, δό­ξα σοι.

καὶ εὐθὺς ὁ Ν’ ψαλμὸς (χύμα)

ὁ α΄ χορὸς

Δξα Πατρί… Ἦχος β’

Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ β΄ χορὸς

Κα νν…

Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ α’ χορὸς

Ἦχος πλ. β’ 

Στίχ. λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Κα τ διμελον

Τὸν ἀναλωθέντα τῇ ἀπλανεῖ λαοῦ ποδηγεσίᾳ καὶ συμπαθείᾳ καὶ ἀγάπῃ πρὸς πάντα πλησίον, Γεώργιον, τὸν νεόφωτον τῆς Δράμας φωστῆρα οἱ πιστοὶ ἐγκωμιάσωμεν τρανῶς βοῶντες· Χριστοῦ φίλε γνήσιε, ὁμολογητῶν πίστεως ὁ λαβὼν τὸ διάδημα, ὡς παῤῥησίαν ἔχων πρὸς Κύριον, μὴ παύσῃ αὐτοῦ δεόμενος ὑπὲρ τῶν τιμώντων τὰ σεπτὰ ἀσκητικά σου παλαίσματα.

ΚΑΝΟΝΕΣ

Ὁ Κανὼν τῆς Θεοτόκου
ᾠδὴ α’  Ἦχος πλ. δ’

ὁ α’ χορὸς

γρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν αἰγυπτίαν μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα, Τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ἄσωμεν.

ὁ β’ χορὸς

γρὰν διοδεύσας ὡσεὶ ξηράν,…

ὁ α’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Πολλοῖς συνεχόμενος πειρασμοῖς, πρὸς σὲ καταφεύγω, σωτηρίαν ἐπιζητῶν, Ὢ Μῆτερ τοῦ Λόγου καὶ Παρθένε, τῶν δυσχερῶν καὶ δεινῶν με διάσωσον.

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Παθῶν με ταράττουσι προσβολαί, πολλῆς ἀθυμίας, ἐμπιπλῶσαί μου τὴν ψυχήν, εἰρήνευσον, Κόρη, τῇ γαλήνῃ, τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου, Πανάμωμε.

ὁ α’ χορὸς 

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σωτῆρα τεκοῦσάν σε καὶ Θεόν, δυσωπῶ, Παρθένε, λυτρωθῆναί με τῶν δεινῶν, σοὶ γὰρ νῦν προσφεύγων ἀνατείνω, καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν.  

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Νοσοῦντα τὸ σῶμα καὶ τὴν ψυχήν, ἐπισκοπῆς θείας, καὶ προνοίας τῆς παρὰ σοῦ, ἀξίωσον, μόνη Θεομῆτορ, ὡς ἀγαθὴ ἀγαθοῦ τε λοχεύτρια.

ᾨδὴ α´. Ἦχος δ´. Ἀνοίξω τὸ στόμα μου.

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν

Γεώργιον Ὅσιον τὸν ἀσκητὴν τὸν θειότατον, ἀσκήσει τὸν λάμψαντα ἐν τοῖς ἐσχάτοις καιροῖς, καὶ δομήσαντα, ἐν Ταξιάρχαις Δράμας, Μονὴν ἀνυμνήσωμεν, τῆς Ἀναλήψεως.

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

κβλάστημα τίμιον τοῦ Πόντου ἀνευφημήσωμεν, πολύφορον ἄσταχυν φέρον πολλῶν ἀρετῶν, ὁσιώτατον, Γεώργιον τοὐπίκλην, Καρσλίδην ὡς πίστεως, ἄνθος ἡδύπνευστον.

 ὁ α’ χορὸς

Δξα Πατρί…

ς λύχνον νεόφωτον Θεοῦ σοφίας καὶ νήψεως, Γεώργιον μέλψωμεν τὸν ταχινὸν Δραμινῶν, ἀντιλήπτορα, καὶ φύλακα καὶ ῥύστην, ἐκ πάσης στενώσεως, καὶ περιστάσεως.

ὁ β’ χορὸς

Κα νν… Θεοτοκίον

εόντων ὑπέρτερον τὸν σὸν ἱκέτην ἀνάδειξον, ἁγνὴ ἀειπάρθενε καὶ ζηλωτὴν ἀληθῆ, ἀφθαρτότητος, Κυρία Θεοτόκε, ἡ καθοδηγοῦσά με, βίον πρὸς κρείττονα.

 

δ γ’

 ὁ α’ χορὸς

Ερμς

Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σὺ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε.

ὁ β’ χορὸς

Οὐρανίας ἁψῖδος,… 

ὁ α’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Προστασίαν καὶ σκέπην, ζωῆς ἐμῆς τίθημι, Σέ, Θεογεννῆτορ, Παρθένε, σὺ με κυβέρνησον, πρὸς τὸν λιμένα σου, τῶν ἀγαθῶν ἡ αἰτία, τῶν πιστῶν τὸ στήριγμα, μόνη πανύμνητε.  

ὁ β’ χορὸς 

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

κετεύω, Παρθένε, τὸν ψυχικὸν τάραχον, καὶ τῆς ἀθυμίας τὴν ζάλην, διασκεδάσαι μου, σὺ γάρ, Θεόνυμφε, τὸν ἀρχηγὸν τῆς γαλήνης, τὸν Χριστὸν ἐκύησας, μόνη πανάχραντε.

ὁ α’ χορὸς 

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Εὐεργέτην τεκοῦσα, τὸν τῶν καλῶν αἴτιον, τῆς εὐεργεσίας τὸν πλοῦτον, πᾶσιν ἀνάβλυσον, πάντα γὰρ δύνασαι, ὡς δυνατὸν ἐν Ἰσχύϊ, τὸν Χριστὸν κυήσασα, Θεομακάριστε.

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Χαλεπαῖς ἀῤῥωστίαις, καὶ νοσεροῖς πάθεσιν, ἐξεταζομένῳ, Παρθένε, σὺ μοι βοήθησον, τῶν ἰαμάτων γάρ, ἀνελλιπῆ σε γινώσκω, θησαυρόν, Πανάμωμε, τὸν ἀδαπάνητον.

ᾠδὴ γ’ – Τοὺς σοὺς ὑμνολόγους.

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Γεώργιε πάνσεπτε δομῆτορ Μονῆς Ἀναλήψεως ἐχθρόν, πυκτεύων προσευχόμενος σκληραγωγὼν τὴν σάρκα σου, καὶ ἀσιτῶν προσείλκυσας πλουσίως χάριν τοῦ Πνεύματος.

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἰσχύσας τὸν πλάνον θριαμβεῦσαι Γεώργιε νήψει καὶ εὐχῇ, ἐκ χρόνων σου νεότητος Κυρίῳ εὐηρέστησας, τῷ σὲ θαυμάτων δείξαντι παντοίων βρῦσιν πολύῤῥυτον.

ὁ α’ χορὸς

Δξα Πατρί…

Ὁ Πόντος καυχᾶται σοῖς σπαργάνοις καὶ Δράμα σῇ θείᾳ ἀρωγῇ, θεοειδὲς Γεώργιε ὁσίων νέον κόσμημα, καὶ ἀσκητῶν ἀγλάισμα περιφανὲς καὶ περίλαμπρον.

ὁ β’ χορὸς

Κα νν… Θεοτοκίον

Ναὲ ἀχειρότευκτε Ὑψίστου τοῦ Λόγου Παρθένε ἀγαθή, ναοὺς ἡμᾶς ἀνάδειξον ἀγάπης καὶ συνέσεως, τοὺς σπεύδοντας ἀείποτε τῇ ἀῤῥαγεῖ προστασίᾳ σου.

 Συναπτ μικρ κα  κφνησις

 Ὅτι σ ε Θες μν,…

βχορός

Κάθισμα. Ἦχος γ´. Θείας πίστεως.

Εὐηρέστησας, τῇ σῇ ἀσκήσει, τῷ Παντάνακτι, Θεῷ τρισμάκαρ, καὶ κατηύφρανας χοροὺς τῶν τιμώντων σε, τῇ θεαυγεῖ ἀσκητὰ πολιτείᾳ σου, καὶ θαυμασίων σου πλήθει Γεώργιε· πάτερ Ὅσιε τοὐπίκλην Καρσλίδη, πρέσβευε Χριστῷ ὑπὲρ τῶν ὕμνοις μελῳδούντων σε.

αχορός

Δόξα…  Καὶ νῦν. Θεοτοκίον.

Εὐσυμπάθητε, Θεογεννῆτορ, καταφύγιον, ἐμπεριστάτων, καὶ ἐν θλίψεσι δειναῖς παραμύθιον, στενόντων τῶν ἀνυμνούντων σε πάντοτε, ἴσθι προστάτις ἀκέστωρ καὶ πρόμαχος, καὶ κατεύθυνε τοὺς δούλους σου πρὸς μετάνοιαν, καὶ κτῆσιν ἀρετῆς καὶ ὁλοκλήρωσιν.

 

δ δ’

Εἰσακήκοα, Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν θεότητα.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τῶν παθῶν μου τὸν τάραχον, ἡ τὸν κυβερνήτην τεκοῦσα Κύριον, καὶ τὸν κλύδωνα κατεύνασον, τῶν ἐμῶν πταισμάτων, Θεονύμφευτε. 

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Εὐσπλαγχνίας τὴν ἄβυσσον, ἐπικαλουμένῳ τῆς σῆς παράσχου μοι, ἡ τὸν εὔσπλαγχνον κυήσασα, καὶ Σωτῆρα πάντων, τῶν ὑμνούντων σε.  

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

πολαύοντες, Πάναγνε, τῶν σῶν δωρημάτων εὐχαριστήριον, ἀναμέλπομεν ἐφύμνιον, οἱ γινώσκοντές σε Θεομήτορα.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Οἱ ἐλπίδα καὶ στήριγμα, καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον, κεκτημένοι σε, Πανύμνητε, δυσχερείας πάσης, ἐκλυτρούμεθα. 

δ δ’ Ὁ καθήμενος ἐν δόξῃ.

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Νέον ἄστρον εὐσεβείας, θεοφόρε Γεώργιε, τὸ ἐξανατεῖλαν, ἐκ τοῦ Πόντου καὶ ἀμαρύγμασι, τῶν σῶν ἀγώνων φαιδρύνας Δράμαν ἔλυσας, την σκοτόμαιναν τῶν ταπεινῶς προστρεχόντων σοι.

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

λεημοσύνης κέρας, καὶ ἀγάπης Γεώργιε, λαμπηδὼν ἰθύντωρ, ἀπλανὴς πιστῶν πρὸς μετάνοιαν, καὶ σωτηρίαν ἐπώφθης· ὅθεν χαίροντες, ἑορτάζομεν τὴν ἀεισέβαστον μνήμην σου.

 Δξα Πατρί…

χορὸς εὐσεβοφρόνων, Δραμινῶν καταφεύγει σοι, ἐν τοῦ βίου ζάλαις, ἀσκητὰ Καρσλίδη Γεώργιε, καὶ μεγαλῦνον ἀγῶνας τοὺς πανσέπτους σου, ἀπεκδέχεται τὴν ταχινὴν προστασίαν σου.

Κα νν…Θεοτοκίον

Φέγγει θείων πρεσβειῶν σου, ἀγαθὴ Μητροπάρθενε, Κεχαριτωμένη πρὸς τὸν Φωτοπάροχον Τόκον σου, διασκεδάζεις τὴν ζόφωσιν τῶν θλίψεων, τῶν τιμώντων σε ὡς Θεοτόκον ἀείποτε.

.

.δ ε’

Φώτισον ἡμᾶς, τοῖς προστάγμασί σου, Κύριε, καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ, τὴν σὴν εἰρήνην, παράσχου ἡμῖν, φιλάνθρωπε.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

μπλησον, Ἁγνή, εὐφροσύνης τὴν καρδίαν μου, τὴν σὴν ἀκήρατον διδοῦσα χαράν, τῆς εὐφροσύνης, ἡ γεννήσασα τὸν αἴτιον. 

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Λύτρωσαι ἡμᾶς, ἐκ κινδύνων, Θεοτόκε Ἁγνή, ἡ αἰωνίαν τεκοῦσα λύτρωσιν, καὶ τὴν εἰρήνην, τὴν πάντα νοῦν ὑπερέχουσαν.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Λῦσον τὴν ἀχλύν, τῶν πταισμάτων μου, Θεόνυμφε, τῷ φωτισμῷ τῆς σῆς λαμπρότητος, ἡ φῶς τεκοῦσα, τὸ θεῖον καὶ προαιώνιον.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

ασαι Ἁγνή, τῶν παθῶν μου τὴν ἀσθένειαν, ἐπισκοπῆς σου ἀξιώσασα, καὶ τὴν ὑγιείαν, τῇ πρεσβείᾳ σου παράσχου μοι.  

ᾨδὴ ε´. Ἐξέστη τὰ σύμπαντα.

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἀσκήσας Γεώργιε ὡς ἄσαρκος τὴν κλίμακα, ἀρετῶν ἀνῆλθες τοῖς Ἀγγέλοις, ἀεὶ συγχαίρειν ἐν οὐρανίαις μοναῖς, Μονὴν Ἀναλήψεως ἐν γῇ, ὅτε ἐγκατέλιπες, ἣν ἐδόμησας μόχθοις σου.

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Νεκρώσας τὴν σάρκα σου Γεώργιε ἰσάγγελε,καὶ αὐτῆς ἐπιθυμίας πάσας, σὸν πνεῦμα πόνοις ἀσκητικῆς ἀγωγῆς, ἐζώωσας νῦν ἐν οὐρανοῖς, τὸ ἀγαλλιάσεως, ἀπολαῦον ἀτέρμονος.

Δξα Πατρί…

Ἡγίασεν Ὕψιστος τὸ σκῆνός σου Γεώργιε, ὅπερ σοῖς κατέτηξας ἀτρύτοις, πόνοις ἐν Δράμᾳ ἀρτίως ἐγκρατευτά, Ποντίων ἐκβλάστημα σεπτόν, ἄνθη εὐωδέστατα, τὸ βλαστῆσαν θεώσεως.

Κα νν… Θεοτοκίον

Δυνάμωσον δούλους σου ἀεί σε μακαρίζοντας, Κεχαριτωμένη Θεοτόκε, πατῆσαι πλάνου τοῦ ἀρχεκάκου Σατάν, παγίδας καὶ πᾶν αὐτοῦ ταχύ, ἐπηρμένον φρύαγμα, ὑπερύμνητε Δέσποινα.

δ ς’

Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾅδη προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς΄ Ἐκ φθορᾶς, ὁ Θεὸς με ἀνάγαγε.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Θανάτου καὶ τῆς φθορᾶς ὡς ἔσωσεν, ἑαυτὸν ἐκδεδωκὼς τῷ θανάτῳ, τὴν τῇ φθορᾷ καὶ θανάτῳ μου φύσιν, κατασχεθεῖσαν, Παρθένε, δυσώπησον, τὸν Κύριόν σου καὶ Υἱόν, τῆς ἐχθρῶν κακουργίας με ῥύσασθαι. 

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Προστάτιν σε τῆς ζωῆς ἐπίσταμαι, καὶ φρουρὰν ἀσφαλεστάτην, Παρθένε, τῶν πειρασμῶν διαλύουσαν ὄχλον, καὶ ἐπηρείας δαιμόνων ἐλαύνουσαν, καὶ δέομαι διαπαντός, ἐκ φθορᾶς τῶν παθῶν μου ῥυσθῆναί με.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

ς τεῖχος καταφυγῆς κεκτήμεθα, καὶ ψυχῶν σε παντελῆ σωτηρίαν, καὶ πλατυσμὸν ἐν ταῖς θλίψεσι, Κόρη, καὶ τῷ φωτί σου ἀεὶ ἀγαλλόμεθα. Ὢ Δέσποινα, καὶ νῦν ἡμᾶς, τῶν παθῶν καὶ κινδύνων διάσωσον.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

ν κλίνῃ νῦν ἀσθενῶν κατάκειμαι, καὶ οὐκ ἔστιν ἴασις τῇ σαρκί μου, ἀλλ’ ἡ Θεὸν καὶ Σωτῆρα τοῦ κόσμου, καὶ τὸν λυτῆρα τῶν νόσων κυήσασα, σοῦ δέομαι τῆς ἀγαθῆς, ἐκ φθορᾶς νοσημάτων ἀνάστησον.

ᾨδὴ στ´. Τὴν θείαν ταύτην καὶ πάντιμον.

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

οαῖς ἱδρώτων ἀπαύστων σου καὶ ῥείθροις ἀειῤῥύτοις δακρύων σου τῆς Ἀναλήψεως, Μονὴν ἐπίανας Ὅσιε Γεώργιε χερσί σου, ἥνπερ ἐδόμησας.

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

λεῖπτα θεῖε πρὸς θέωσιν χοροῦ μοναζουσῶν τοῦ Σεμνείου σου καὶ ὁμηγύρεως, τῶν Δραμινῶν προστρεχόντων σοι, Γεώργιε χαρίτων ἐπώφθης τέμενος.

Δξα Πατρί…

Μακάρων πάντων ὁμόσκηνος ὑπάρχεις ἐν Ἐδὲμ τοῖς σκηνώμασι, μάκαρ Γεώργιε, οὗ θαυμασίων ἀνέδειξε χειμάῤῥουν τὸ σὸν σκῆνος, Χριστὸς δοξάζων σε.

Κα νν… Θεοτοκίον

γνὴ Παρθένε ἀνέρχεσθαι βαθμίδας ἀρετῶν καταξίωσον τοὺς μακαρίζοντας, σὲ μελῳδίαις εὐσχήμοσιν, ὑπερευλογημένη Θεογεννήτρια

Συναπτ μικρ κα  κφνησις

Σ γρ ε Βασιλες…  

Κοντάκιον. Ἦχος πλ. δ´. Τῇ Ὑπερμάχῳ.

Τὸν γεωργὸν τῆς ἀρετῆς τὸν ἀκατάβλητον, ψυχὰς ἀρότρῳ εὐσεβείας γεωργήσαντα, καὶ ἀγάπης μελωδήσωμεν εὐσχημόνως, ἐν τοῖς χρόνοις τοῖς ἐσχάτοις καὶ δομήσαντα, Ἀναλήψεως Μονὴν ἐν Δράμᾳ κράζοντες, ὕμνοις πρέπουσι· Χαῖροις, μάκαρ Γεώργιε.

Ὁ Οἶκος.

γγελος σάρκα φέρων, καὶ τὸν νοῦν περιφέρων, εἰς δώματα Γεώργιε πόλου, ἀνεδείχθης καὶ πάντων ῥευστῶν, ὑπερόπτης μάκαρ ἀσκητῶν ἔκτυπον· διό σε μακαρίζοντες, κραυγάζομεν ἐν εὐλαβείᾳ·

Χαῖρε, ἡ βάσις τῆς σωφροσύνης·

χαῖρε, ἡ λάμψις ἀγαθωσύνης.

Χαῖρε, εὐσεβῶν Δραμινῶν ἀγαλλίαμα·

χαῖρε, ἀσκητῶν θεοφόρων ὑπόδειγμα.

Χαῖρε, Πόντου εὐθαλέστατος καὶ περίδοξος βλαστός·

χαῖρε, κόσμου ὁ ἀνύστακτος καὶ φανότατος πυρσός.

Χαῖρε, θεῖος δομῆτορ ἀναλήψεως Μάνδρας·

χαῖρε, πάνυ ἀκέστωρ καὶ προστάτης τῆς Δράμας.

Χαῖρε, λαμπτὴρ ζωῆς ἐλεήμονος·

χαῖρε, ἀστὴρ ἡμῶν ἀγαπήσεως.

Χαῖρε, τὴν πίστιν ὁ ὁμολογήσας·

χαῖρε, τὴν χάριν τοῦ Θεοῦ ὁ ἑλκύσας·

Χαῖρε, μάκαρ Γεώργιε.

Σ υ ν α ξ ά ρ ι ο ν

Τῇ Δ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ὁσίου Γεωργίου Καρσλίδη, τοῦ ὁμολογητοῦ

  • Χριστοῦ ἔδειξας σὴν ψυχὴν γεώργιον,

  • ἀγάπη πιαινόμενον, Γεώργιε.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰωαννικίου τοῦ Μεγάλου τοῦ ἐν Ὀλύμπῳ.

  • Τὸν Ἰωαννίκιον ἐκ γῆς λαμβάνει

  • Ὁ τῷ λόγῳ γῆν τοῦ Θεοῦ πήξας Λόγος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἰερομαρτύρων· Νικάνδρου ἐπισκόπου Μύρων καὶ Ἑρμαίου τοῦ πρεσβυτέρου.

  • Χριστὸν ποθοῦντας ζῶντας Μάρτυρας δύω,

  • Καὶ ζῶντας ἐνθάπτουσι πικρῶς τῷ τάφῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἄγιος Μάρτυς Πορφύριος ὁ ἀπὸ μίμων, ξίφει τελειοῦται.

  • Ὁ Πορφύριος εὐστόλιστος ἐκ ξίφους,

  • Λαμπρὰν στολισθεὶς πορφύραν ἐξ αἱμάτων.

Τῇ αὐτῇ ἡμέρᾳ, Διήγησις εἰς τὸν θρῆνον τοῦ Προφήτου Ἱερεμίου περὶ τῆς Ἱερουσαλήμ, καὶ εἰς τὴν ἅλωσιν ταύτης, καὶ περὶ τῆς ἐκστάσεως Ἀβιμέλεχ

  • Mάτην τί θρηνεῖς τὴν ὑβρίστριαν πόλιν,

  • ὦ των Προφητών πενθικώτατος πέλων;

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἀγίου Ἰωάννου τοῦ Βατάτζη, τοῦ ἐλεήμονος βασιλέως

  • Kάτω βασιλεὺς ὢν τὸ πρὶν στεφηφόρε,

  • ἄνω βασιλεὺς νῦν ἐδείχθης, ὦ κλέους!

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μερκουρίου τοῦ νηστευτοῦ τοῦ Ῥώσου.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. μν.

ΚΑΤΑΒΑΣΙΑΙ

ὁ α’ χορός

Ἦχος δ. ᾨδὴ α 

νοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.

ὁ β’ χορός

ᾨδὴ γ’

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθορος πηγή, θίασον συγκροτήσαντας πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ σου…

ὁ α’ χορός

στεφάνων δόξης ἀξίωσον.

ὁ β’ χορός

ᾨδὴ δ’

Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε. Δόξα τῇ δυνάμει σου Κύριε.

ὁ α’ χορός

ᾨδὴ ε’ 

ξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου, σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα.

ὁ β’ χορός

ᾨδὴ ς’

Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.

ὁ α’ χορός

ᾨδὴ ζ’

Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον, Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

ὁ β’ χορός

ᾨδὴ η’

Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον.

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ΤΙΜΙΩΤΕΡΑ (Ἦχος δ’)

ὁ α’ χορός

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…

Καταβασία

 ὁ α’ χορός

ᾠδὴ θ’.

πας γηγενής, σκιρτάτῳ τῷ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων, φύσις γεραίρουσα, τὰ ἱερὰ θαυμάσια, τῆς Θεομήτορος, καὶ βοάτω. Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνή, ειπρθενε.

Συναπτ μικρκα  κφνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

ξαποστειλρια

ὁ α’ χορὸς

Γυναῖκες ἀκουτίσθητε.

Μονῆς τῆς Ἀναλήψεως, θεόσδοτον δομήτορα, καὶ Δράμας κόσμημα νέον, καὶ ἀρωγὸν καὶ προστάτην, Γεώργιον τὸν Ὅσιον, ἐκλάμψαντα ὡς ἥλιον, τῆς ἀρετῆς ὑπέρφωτον, ἐν τοῖς ἐσχάτοις τοῖς χρόνοις, ἐγκωμιάσωμεν πόθῳ.

ὁ β’ χορός

Θεοτοκον

Ἡ κατιδοῦσα Τόκου σου, τὴν ἔνδοξον Ἀνάληψιν, πρὸς οὐρανίους ἐπάλξεις, ἐξ ὧν ἀφράστως κατῆλθε· δι᾿ ἄκραν ἀγαθότητα, καὶ ἐν γαστρί σου ᾤκησεν, Αυτὸς Θεογεννήτρια, ὑπὸ τὴν σὴν προστασίαν, ἡμᾶς ἀνάλαβε πάντας..

ΑΙΝΟΙ

 ὁ α’ χορός

Ἦχος πλ. δ΄

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν·  αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ α’ χορός

Στίχ.  Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Ὢ τοῦ παραδόξου θαύματος!

Πάτερ θαυμαστὲ Γεώργιε περικλεὲς ἀσκητά, Πόντου Ἀργυρουπόλεως, τῆς ἐνδόξου βλάστημα,  καὶ νεόφυτον λείριον, τῆς εὐσεβείας καὶ διακρίσεως, τῇ εὐωδίᾳ τῆς σῆς ἀσκήσεως, καὶ τῶν θαυμάτων σου, καθηδύνεις ἅπαντας τοὺς εὐλαβῶς, ἐκτελοῦντας μνήμην σου τὴν ἀεισέβαστον.

ὁ β’ χορός

Στίχ.  Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Πάτερ ἱερὲ Γεώργιε ἀπὸ παιδὸς τὸν Χριστόν, ἀγαπήσας σὴν ἔφεσιν, τῆς ψυχῆς κατηύθυνας, πρὸς Αὐτὸν ὁσιώτατε, καὶ ὑπακούων τῷ προεστῶτί σου, παρὰ Κυρίου βραβεῖον εἴληφας, αἰωνιότητος, ταπεινὲ ἁπλούστατε καὶ παμφαές, ἀσκητὰ ὁμόζηλε ἀΰλων τάξεων.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

Πάτερ ἀρετῆς Γεώργιε χριστομιμήτου πυρσέ, ἀπαθείας καὶ νήψεως, μυροβόλον κύμινον, καὶ ὡραῖον ὀσφράδιον, χρηστοηθείας καὶ ταπεινώσεως, τῶν σῶν καμάτων ὡς ἀντιμίσθιον, εἴληφας Ὅσιε, χάριν τῶν ἰάσεων παρὰ Θεοῦ, σὲ τοῦ θαυμαστώσαντος πλουσίως πάντιμε.

  β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Πάτερ Δραμινῶν Γεώργιε ἀκέστορ καὶ ἀρωγέ, τῆς Μονῆς Ἀναλήψεως, κτίτορ ἐνθεώτατε, καὶ τῆς χάριτος σκήνωμα, σορὸν λειψάνων τῶν πανιέρων σου, ἐν κατανύξει κατασπαζόμενοι, νόσων λυτρούμεθα, καὶ χαρᾶς πληρούμεθα οἱ ἐν δεινοῖς, καὶ τοῦ βίου θλίψεσι κατατρυχόμενοι.

ὁ α’ χορός

Δξα  Πατρί… Ἦχος πλ. α´.

Δεῦτε, φιλοσίων ἡ ὁμήγυρις, τὸν ἐν ὁμολογηταῖς Ὅσιον καὶ διδάσκαλον τῆς εὐσεβείας πνευματέμφορον, Γεώργιον, τὸν τῆς Ἀναλήψεως μάνδρας κτίτορα, ψυχῆς ἐν ἀγαλλιάσει εὐφημήσωμεν κράζοντες· ὁ κακουχίας καὶ στενώσεις ἐν ταπεινώσει ὑπομείνας καὶ ὠς λαμπὰς παμφαεστάτη φωτίσας ἐν χρόνοις δυσχειμέροις Ὁρθοδόξων τὰ συστήματα, φώτισόν μου τὴν διάνοιαν τοῦ μελετᾶν τὸν νόμον Κυρίου καὶ ὁμολογεῖν καθ᾿ ἑκάστην τὸ τοῦ Κυρίου ὄνομα, τοῦ παρέχοντος ἡμῖν εὐχαῖς σου τὸ μέγα ἔλεος.

  β’ χορός

Κα νν… Θεοτοκον

Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.

Δοξολογία Μεγάλη

εἰς ἦχονπλ. α’ ( Ἀργή ἢ σύντομος )

ὁ α’ χορός

  • Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

ὁ β’ χορός

  • μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

ὁ α’ χορός

  • Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.

ὁ β’ χορός

  • Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

ὁ α’ χορός

  • Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

  • τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

ὁ α’ χορός

  • Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ὁ β’ χορός

  • Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

ὁ β’ χορός

  • Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

ὁ α’ χορός

  • Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

ὁ β’ χορός

  • τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

ὁ α’ χορός

  • Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

              Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ β’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

Ἅγιος ὁ Θεός,
ὁ β’ χορός

Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός

γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

καὶ εὐθύς

 ὁ β’ χορός

Ἀπολυτίκιον. Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.

ναλήψεως Μάνδρας σεπτῆς δομήτορα, χαροποιοῦ πένθους μύστην καρδιακῆς προσευχῆς, ταπεινώσεως καὶ νήψεως τὸ ἔσοπτρον, ὕμνοις Γεώργιον πιστοί, ὥσπερ ὁμολογητῶν τιμήσωμεν νέον εὖχος, βοῶντες· φρούρει θεόθεν σημειοφόρε τοὺς ἱκέτας σου

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Ἀντίφωνον Α’

Ἦχος β´.

Στίχ. . Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.

Στίχ. . Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Στίχ. . Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Στίχ. . Εὐ­λο­γεῖ­τε τὸν Κύ­ρι­ον, πάν­τα τὰ ἔρ­γα αὐ­τοῦ, ἐν παν­τὶ τό­πῳ τῆς δε­σπο­τεί­ας αὐ­τοῦ.

Ταῖς πρε­σβεί­αις τῆς Θε­ο­τό­κου…

 

Δόξα ΠατρίΚαὶ νῦν

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Ἀντίφωνον Β

Ἦχος αὐτὸς.

Στίχ.. Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός, ψάλλοντάς σοι, Ἀλληλούϊα.

Στίχ.  Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός,…

Στίχ.. Τὸν ποι­ή­σαν­τα τὸν οὐ­ρα­νὸν καὶ τὴν γῆν, τὴν θά­λασ­σαν καὶ πάν­τα τὰ ἐν αὐ­τοῖς.

Σῶ­σον ἡ­μᾶς, Υἱ­ὲ Θε­οῦ,  ὁ ἐν ἁ­γί­οις θαυ­μα­στός…

Στίχ.  .  Βασιλεύσει  Κύριος  εἰς τὸν  αἰῶνα,  ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός,… 

Δόξα ΠατρὶΚαὶ νῦν…..

μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

Ἀντίφωνον Γ

Στίχος: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.

Ἀπολυτίκιον. Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.

ναλήψεως Μάνδρας σεπτῆς δομήτορα, χαροποιοῦ πένθους μύστην καρδιακῆς προσευχῆς, ταπεινώσεως καὶ νήψεως τὸ ἔσοπτρον, ὕμνοις Γεώργιον πιστοί, ὥσπερ ὁμολογητῶν τιμήσωμεν νέον εὖχος, βοῶντες· φρούρει θεόθεν σημειοφόρε τοὺς ἱκέτας σου

Στίχος: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

ναλήψεως Μάνδρας σεπτῆς δομήτορα,….

Εἰσοδικὸν

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)   

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἐν Ἁγίοις θαυμαστὸς…..
ψάλλοντάς σοι, λληλούϊα.

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Ἕτερον. Ἦχος α´. Τῆς ἐρήμου πολίτης.

Θείας χάριτος ῥεῖθρον θεοφόρον Γεώργιον, καὶ κρουνὸν θαυμάτων παντοίων εὐφημήσωμεν κράζοντες· δομῆτορ Ἀναλήψεως Μονῆς, καὶ Δράμας ἀντιλήπτορ καὶ φρουρέ, μὴ ἐλλίπῃς ἱκετεύων, τὸν μεγαλύναντά σε πάτερ Ὅσιε· Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ ἁγιάσαντι, δόξα τῷ νεαυγῶν σε ἀσκητῶν πυξίον δείξαντι.

Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.

Tὴν ἐπίγειον δόξαν, πάτερ, κατέλειπες καταυγασθεὶς τῇ ἐλλάμψει τῆς ἐπινοίας Θεοῦ, ὅθεν ἔφανας ἐν γῇ ὡς ἄστρον ἄδυτον· θείας φωνῆς γὰρ ὡς Μωσῆς μυστικῶς ἀξιωθείς, ἰσάγγελος ἀνεδείχθης καὶ δωρημάτων ταμεῖον, Ἰωαννίκιε μακάριε.

Ἦχος γ’. Θείας πίστεως.

Γνῶσιν ἔνθεον, καρποφόρησαν, ὡς ὁμότροπος, τῶν Ἀποστόλων, ἐν ἱερεύσι πιστὸς ἐχρημάτισας καὶ μαρτυρίου τοὶς σκάμμασι Νίκανδρε, συγκοινωνὸν τὸν Ἑρμαῖον ἐκέκτησο, μεθ’ οὐ πρέσβευε, Κυρίω τῷ σὲ δοξάσαντι, δωρήσασθαι ἠμιν τὸ μέγα ἔλεος.

Τοῦ Ναοῦ

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Κοντκιον χος β’

Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε, μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι. Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τν τιμντων σε.

Τρισάγιον.

Ἀπόστολος  ( Α´ Κορ. ιβ´ 27 – ιγ´ 7).

Προκείμενον  Ἦχος βαρὺς

Καυχήσονται ὅσιοι ἐν δόξῃ

Στίχ. σατε τῷ Κυρίῳ ᾆσμα καινόν.

 

Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα 5:22-26; 6:1-2

δελφοί, ὁ καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, πραότης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστι νόμος. Οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. Εἰ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶμεν. Μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες. ᾽Αδελφοί, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πραότητος· σκοπῶν σεαυτόν, μὴ καὶ σὺ πειρασθῇς. ᾽Αλλήλων τὰ βάρη βαστάζετε, κα οτως ναπληρσατε τν νμον το Χριστο.

λληλούϊα ( γ’)

Εὐαγγέλιον

Ἐκ τοῦ κατὰ Λουκᾶν

στ΄ 17 – 23

Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο· καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγε· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου. χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.

Δόξα σοι Κύριε, δόξα σοι. 

Καὶ καθεξῆς Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου

Ες τ, ξαιρτως

ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σ μεγαλνομεν.

Κοινωνικὸν

Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα.

ἦχος β

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.

 

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).

πόλυσις  «…Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν…»

https://agioskosmasoaitolos.wordpress.com

4 ΝΟΕ17 ΕΟΡΤΗ ΟΣΙΟΥ ΓΕΩΡΓΙΟΥ ΚΑΡΣΛΙΔΗ

 

 

                                                                 

 

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Google

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s