«Ἀπόστολε, Χριστῷ τῷ Θεῷ ἠγαπημένε» ΑΠΟΛΥΤΙΚΙΟΝ ΕΟΡΤΗΣ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΘΕΟΛΟΓΟΥ ΗΧΟΣ Β΄ΓΕΩΡΓΙΟΣ ΚΑΚΟΥΛΙΔΗΣ

Ἀπολυτίκιον 
Ἦχος β’ 
Ἀπόστολε, Χριστῷ τῷ Θεῷ ἠγαπημένε, ἐπιτάχυνον, ῥῦσαι λαὸν ἀναπολόγητον· δέχεταί σε προσπίπτοντα, ὁ ἐπιπεσόντα τῷ στήθει καταδεξάμενος, ὃν ἱκέτευε θεολόγε, καὶ ἐπίμονον νέφος ἐθνῶν διασκεδάσαι, αἰτούμενος ἡμῖν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

«Τὸν υἱὸν τῆς βροντῆς» ΗΧΟΣ Β΄ ΔΟΞΑ…ΕΣΠΕΡΙΝΟΥ ΕΟΡΤΗΣ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΘΕΟΛΟΓΟΥ ΖΑΧ. ΚΟΝΤΟΦΡΥΔΗΣ / Θ. ΒΑΣΙΛΙΚΟΣ

Δοξαστικὸν 
Ἦχος β’ 
Γερμανοῦ
Οἱ δὲ Βυζαντίου 

Τὸν υἱὸν τῆς βροντῆς, τὸν θεμέλιον τῶν θείων λόγων, τὸν ἀρχηγὸν τῆς θεολογίας, καὶ κήρυκα πρώτιστον, τῆς ἀληθοῦς δογμάτων Θεοῦ σοφίας, τὸν ἠγαπημένον Ἰωάννην καὶ Παρθένον, μερόπων γένος κατὰ χρέος εὐφημήσωμεν· οὗτος γάρ, ἄληκτον ἔχων τὸ θεῖον ἐν ἑαυτῷ, τό, Ἐν ἀρχῇ μὲν ἔφησεν ὁ Λόγος· αὖθίς τε τὸ πρὸς τὸν Πατέρα ἀχώριστον, καὶ τὸ ἴσον μετὰ ταῦτα, τῆς τοῦ Πατρὸς οὐσίας, δεικνύων ἡμῖν δι’ αὐτοῦ, τὴν ὀρθοδοξίαν τῆς Ἁγίας Τριάδος, δημιουργόν τε ὄντα σὺν τῷ Πατρί, καὶ ζωὴν φέροντα, καὶ φῶς ἀληθινόν, τὸν αὐτὸν ἔδειξεν ἡμῖν. Ὢ θαύματος ἐκστατικοῦ καὶ πράγματος ἐκπληκτικοῦ! ὅτι πλήρης ὢν τῆς ἀγάπης, πλήρης γέγονε καὶ τῆς θεολογίας, δόξῃ καὶ τιμῇ καὶ πίστει, θέμεθλος ὑπάρχων, τῆς ἀκραιφνοῦς ἡμῶν πίστεως, δι’ ἧς τύχοιμεν τῶν αἰωνίων ἀγαθῶν, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως.

«Εὐαγγελιστὰ Ἰωάννη» ΔΟΞΑΣΤΙΚΟ ΤΩΝ ΑΙΝΩΝ ΕΟΡΤΗΣ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΘΕΟΛΟΓΟΥ ΗΧΟΣ ΠΛ. Δ΄ ΑΝΑΣΤΑΣΙΟΣ ΚΑΝΤΑΝΗΣ

Ἦχος πλ. δ’
Εὐαγγελιστὰ Ἰωάννη, Ἰσάγγελε Παρθένε, Θεολόγε θεοδίδακτε, ὀρθοδόξως τῷ κόσμῳ, τὴν ἄχραντον πλευράν, τὸ αἷμα καὶ τὸ ὕδωρ βλύζουσαν ἐκήρυξας, ἐν ᾧ τὴν αἰώνιον ζωήν, ποριζόμεθα ταῖς ψυχαῖς ἡμῶν.