Σχολιάστε

ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΕΟΡΤΗ ΑΓΙΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΚΥΠΡΙΑΝΟΥ ΚΑΙ ΑΓΙΑΣ ΙΟΥΣΤΙΝΗΣ ΤΗΣ ΠΑΡΘΕΝΟΥ (2017

2 ΟΚΤΩΒΡΙΟΥ  2017

+Μνμη το γου ερομρτυρος Κυπριανο, κα ουστνης τς Παρθνου.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις

τι πρέπει σοι πᾶσα δόξα…

Ἦχος πλ. β΄’

ὁ α’ χορὸς

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στίχ, . Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.

ΘεὸςΚύριος, καὶἐπέφανενἡμῖν…

ὁ α’ χορὸς

Στίχ,’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στίχ, . Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ α’ χορός

Ἦχος γ’. Θείας πίστεως.

Θείου Πνεύματος, τῇ χορηγίᾳ, φῶς προσέλαβες, Θεογνωσίας, Κυπριανὲ καταισχύνας τὸν δράκοντα· καὶ μαρτυρίου τὸν δρόμον διήνυσας, σὺν Ἰουστίνῃ ὁμοῦ τῇ Θεόφρονι· μεθ’ ἧς πρέσβευε, Τριάδι τῇ πανοικτίρμονι, δωρήσασθαι ἡμῖν τὸ Μέγα Ἔλεος.

ὁ β’ χορός 
Δόξα Πατρί… Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.

πιστρέψας ἐκ πλάνης πρὸς τὴν εὐσέβειαν, Κυπριανὲ Θεοφάντορ τῆς Ἐκκλησίας Χριστοῦ, Ἱεράρχης καὶ σοφὸς ποιμὴν γεγένησαι, καὶ ἀθλήσας ἀνδρικῶς, σὺν Ἰουστίνῃ τῇ σεμνῇ, καθείλετε τὴν ἀπάτην· μεθ’ ἧς Χριστὸν ἐκδυσώπει, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

ὁ α’ χορός
Καὶ νῦν…
Θεοτοκίον

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου..

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι σὸν τὸ κράτος… 
ΚΑΘΙΣΜΑΤΑ 
Μετὰ τὴν α´ Στιχολογίαν.
ὁ α’ χορός
Ἦχος α’. Τὸν Τάφον Σου Σωτήρ.

ς ἄστρον παμφαές, ἐκ νυκτὸς ἀγνωσίας, ἀνέλαμψας ἡμῖν, καταλείψας τὴν πλάνην, καὶ σκεῦος πολυτίμητον, ἐπιπνοίας τῆς ἄνωθεν, ἐχρημάτισας, Κυπριανὲ θεηγόρε· ὅθεν ἅπαντες, σὺν τῇ σεμνῇ Ἰουστίνῃ, τιμῶμεν σε Ἅγιε.

ὁ β’ χορός

Δόξα.Καὶ νῦν. Θεοτοκίον.

Τῷ πόθῳ Τοῦ ἐκ Σοῦ, προελθόντος ἀφράστως, τρωθεῖσα τὴν ψυχήν, ἡ σεμνὴ Ἰουστίνα, ὀπίσω Σου Πανάχραντε, ψαλμικῶς ἠκολούθησε, καὶ ἀθλήσασα, τοῦ οὐρανίου νυμφῶνος, κατηξίωται, σὺν ταῖς φρονίμοις παρθένοις, ὑμνοῦσα τὴν δόξαν Σου.

Μετὰ τὴν β´ Στιχολογίαν. 
ὁ α’ χορός

Ἦχος δ’. Ταχὺ προκατάλαβε.

Δεσμοῖς θείας πίστεως, Κυπριανὸς ὁ σοφός, συνδέδεται Χάριτι, τῇ Ἰουστίνῃ πιστῶς, ὡς ἔγνω τὸν Κύριον· ταύτην δὲ ἐν τῷ βίῳ, συνακόλουθον ἔχων, ἤσχυνεν ἐν τοῖς ἄθλοις, μετ’ αὐτῆς τὸν Βελίαρ· καὶ νῦν τῆς ἄνω δόξης, ὁμοῦ κατηξιώθησαν.

ὁ β’ χορός
Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Χριστὸν σωματώσασα, Τὸν ἐπὶ πάντων Θεόν, ἐθέωσας Ἄχραντε, τῶν γηγενῶν τὴν θνητήν, οὐσίαν Τῷ Τόκῳ Σου· ὅθεν καὶ Ἰουστίνα, ἡ Θεόληπτος κόρη, ἤθλησεν ἀνενδότως, τῇ Αὐτοῦ ἀγαπήσει. Καὶ νῦν Θεογεννῆτορ, τῆς δόξης Αὐτοῦ ἔτυχε.

Μετὰ τὸν Πολυέλεον

ὁ α’ χορός

Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.

Μαγικὴν τερατείαν λιπὼν μακάριε, Εὐαγγελίου τῷ λόγῳ τὸν νοῦν ὑπέταξας, καὶ ἐπλήσθης δωρεῶν τῶν ὑπὲρ ἔννοιαν, ὡς Ἀποστόλων μιμητής, καὶ σοφὸς ἱερουργός, Κυπριανὲ Θεοφάντορ· καὶ νῦν Χριστὸν ἐκδυσώπει, σὺν Ἰουστίνῃ ἡμᾶς σώζεσθαι.

ὁ β’ χορός

Δόξα…Καὶ νῦν. Θεοτοκίον.

Τὴν Ἁγνὴν Θεοτόκον καὶ Θεομήτορα, Ἰουστίνα ἡ Μάρτυς προστάτιν ἔχουσα, κατεπάλαισεν ἐχθροῦ τὰ μηχανήματα, καὶ προσενήνεκται Χριστῷ, ἐναθλήσασα στερρῶς, ὡς ἄμωμον ἱερεῖον, διὰ παντὸς δυσωποῦσα, ἡμῖν διδόναι Θεῖον Ἔλεος.

Τὸ α’ Ἀντίφωνον τοῦ δ’ Ἤχου.    

ὁ α’ χορός

  • κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

ὁ β’ χορός

  • κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

ὁ α’ χορός

  • Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

ὁ β’ χορός

  • Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

ὁ α’ χορός

Δξα Πατρί…

γίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.

ὁ β’ χορός

Κα νν…

γίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

Προκείμενον  Ἦχος δ’

ὁ α’ χορός

Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσονται.

ὁ β’ χορός

Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσονται.

ὁ α’ χορός

Στίχ. κούσατε ταῦτα πάντα τὰ ἔθνη, ἐνωτίσασθε πάντες οἱ λαοί.

Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσονται.

Ἡ Τάξις τοῦ Ἑωθινοῦ Εὐαγγελίου

ὁ α΄ χορὸς

Ἦχος β’.

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ β’ χορὸς

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ α΄ χορὸς

Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.

Ἐκ τοῦ κατὰ Ἰωάννην. (Ἰω. ι´ 9-16)

Εἶπεν ὁ Κύριος· Ἐγώ εἰμι ἡ θύρα· δι᾽ ἐμοῦ ἐάν τις εἰσέλθῃ σωθήσεται καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσιν καὶ περισσὸν ἔχωσιν. ᾽Εγώ εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων.Ὁ μισθωτὸς καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησιν τὰ πρόβατα καὶ φεύγει΄ καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δὲ μισθωτὸς φεύγει , ὅτι μισθωτός ἐστιν καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. ᾽Εγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν΄ καθὼς γινώσκει με ὁ Πατὴρ κἀγὼ γινώσκω τὸν Πατέρα· καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσιν΄ καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν.

Δόξα σοι, Κύριε, δόξα σοι.

Ν’ ψαλμὸς χύμα 

ὁ α’ χορὸς

Δόξα Πατρὶ… Ἦχος β’

Ταῖς  τῶν Σῶν Μαρτύρων, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ β’ χορὸς

Καὶ νῦν

Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.  

ὁ α’ χορὸς

Ἦχος πλ. β’

Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Τήν μαγικὴν ἀποβαλὼν ἀπάτην, τῆς θεϊκῆς εὐσπλαγχνίας, ἀνεδείχθης μυσταγωγός, Κυπριανὲ Πατὴρ ἡμῶν· καὶ ταῖς ἀρεταῖς λαμπρύνας τὴν ζωήν, περιφανὴς ἐν Ἱεράρχαις ὤφθης, καὶ ἐν ἀθλήσει ἀήττητος, τῆς εὐσεβείας ὁμολογήσας τὸ μυστήριον· καὶ δι’ ἀμφοτέρων Χριστὸν δοξάσας, τῆς αἰωνίου δόξης ἠξίωσαι, σὺν Ἰουστίνῃ τῇ μακαρίᾳ. Σὺν αὐτῇ οὖν πρέσβευε, ρύεσθαι ἡμᾶς, μαγικῶν τεχνασμάτων, καὶ συνοχῆς πονηρᾶς, καὶ πάσης δαιμονικῆς ἐπιθέσεως.

Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…

ΚΑΝΟΝΕΣ

Ὁ Κανὼν τῆς Θεοτόκου.

ᾠδὴ α’  Ἦχος πλ. δ’

ὁ α’ χορὸς

γρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν αἰγυπτίαν μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα, Τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.

ὁ β’ χορὸς

γρὰν διοδεύσας ὡσεὶ ξηράν,…

ὁ α’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Πολλοῖς συνεχόμενος πειρασμοῖς, πρὸς σὲ καταφεύγω, σωτηρίαν ἐπιζητῶν, Ὢ Μῆτερ τοῦ Λόγου καὶ Παρθένε, τῶν δυσχερῶν καὶ δεινῶν με διάσωσον.

ὁ β’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Παθῶν με ταράττουσι προσβολαί, πολλῆς ἀθυμίας, ἐμπιπλῶσαί μου τὴν ψυχήν, εἰρήνευσον, Κόρη, τῇ γαλήνῃ, τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου, Πανάμωμε.

ὁ α’ χορὸς 

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. 

Σωτῆρα τεκοῦσάν σε καὶ Θεόν, δυσωπῶ, Παρθένε, λυτρωθῆναί με τῶν δεινῶν, σοὶ γὰρ νῦν προσφεύγων ἀνατείνω, καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν.

ὁ β’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. 

Νοσοῦντα τὸ σῶμα καὶ τὴν ψυχήν, ἐπισκοπῆς θείας, καὶ προνοίας τῆς παρὰ σοῦ, ἀξίωσον, μόνη Θεομῆτορ, ὡς ἀγαθὴ ἀγαθοῦ τε λοχεύτρια.  

Ὁ Κανὼν τῶν Ἁγίων, οὗ ἡ Ἀκροστιχίς.
Μέλπω μάκαρ σου τὴν κυπρίζουσαν χάριν.
ᾨδὴ α’ 
Ἦχος δ’  Θαλάσσης τὸ ἐρυθραῖον 

ὁ α’ χορός

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν.

Μετὰ τῆς ὑπερκοσμίου τάξεως, νῦν αὐλιζόμενος, ὦ ἱερὰ καὶ θεία κεφαλή, οὐρανόθεν ἐπίβλεψον, καὶ τοὺς πιστῶς ὑμνοῦντας σε, ταῖς σαῖς πρεσβείαις περιφρούρησον.

          ὁ β’ χορός

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν.

ν ζόφῳ,τῆς ἀγνωσίας πρότερον, δεινῶς κρατούμενος, καὶ ψυχολέθροις πάθεσι σαρκός, ἀκρασίᾳ πυρούμενος, μεταβολὴν παράδοξον, εὗρες ἀθρόως Παμμακάριστε.

ὁ α’ χορὸς 
Δόξα Πατρί…

Λοιμῶν μέν, ἐπὶ καθέδραν πρότερον, Πάτερ ἐκάθισας, καὶ ἐν καθέδρᾳ πάλιν τὸν Χριστόν, πρεσβυτέρων ἐδόξασας, ἀλλοιωθεὶς σαφέστατα, τῇ τοῦ Ὑψίστου θείᾳ χάριτι.

ὁ β’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Παρθένος, μετὰ τὸν τόκον ἔμεινας· αὐτὸν γὰρ τέτοκας, τὸν Ποιητὴν τῶν ὅλων καὶ Θεόν, ἀσυνήθως καὶ ξένως ἡμῖν , ἐπιφανέντα σώματι, Θεογεννῆτορ Μητροπάρθενε.

Ὁ Κανὼν τῆς Θεοτόκου.

δ γ’

 ὁ α’ χορὸς

Ερμς

Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σὺ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε.

ὁ β’ χορὸς

Οὐρανίας ἁψῖδος,… 

ὁ α’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Προστασίαν καὶ σκέπην, ζωῆς ἐμῆς τίθημι, Σέ, Θεογεννῆτορ, Παρθένε, σὺ με κυβέρνησον, πρὸς τὸν λιμένα σου, τῶν ἀγαθῶν ἡ αἰτία, τῶν πιστῶν τὸ στήριγμα, μόνη πανύμνητε.  

ὁ β’ χορὸς 

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

κετεύω, Παρθένε, τὸν ψυχικὸν τάραχον, καὶ τῆς ἀθυμίας τὴν ζάλην, διασκεδάσαι μου, σὺ γάρ, Θεόνυμφε, τὸν ἀρχηγὸν τῆς γαλήνης, τὸν Χριστὸν ἐκύησας, μόνη πανάχραντε.

ὁ α’ χορὸς 

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Εὐεργέτην τεκοῦσα, τὸν τῶν καλῶν αἴτιον, τῆς εὐεργεσίας τὸν πλοῦτον, πᾶσιν ἀνάβλυσον, πάντα γὰρ δύνασαι, ὡς δυνατὸν ἐν Ἰσχύϊ, τὸν Χριστὸν κυήσασα, Θεομακάριστε.

ὁ β’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Χαλεπαῖς ἀῤῥωστίαις, καὶ νοσεροῖς πάθεσιν, ἐξεταζομένῳ, Παρθένε, σύ μοι βοήθησον, τῶν ἰαμάτων γάρ, ἀνελλιπῆ σε γινώσκω, θησαυρόν, Πανάμωμε, τὸν ἀδαπάνητον.

ᾨδὴ γ’,
Ἦχος δ’  Ευφραίνεται ἐπὶ σοὶ 

ὁ α’ χορός

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν.

 ς Παῦλος πρὸς τὸν Χριστόν, τὴν τῆς ψυχῆς μεταβαλὼν ἔφεσιν, Κυπριανὲ πάνσοφε, τούτου μαθητὴς ἐχρημάτισας.

ὁ β’ χορός

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν.

Μνηστεύεταί σε Χριστός, ἀντὶ χιτῶνος τῶν παθῶν δόξης σοι, καταστολὴν δωρούμενος, καὶ ἀναγεννήσεως ἔνδυμα.

ὁ α’ χορὸς 
Δόξα Πατρί…

λείπτης ἀσκητικός, προγεγονὼς καρτερικὸς ὕστερον, Κυπριανὲ πανεύφημε, Μάρτυς ἀληθείας γεγένησαι.

ὁ β’ χορὸς
Καὶ νῦν…Θεοτοκίον

Κυρίως καὶ ἀληθῶς, σὲ Θεοτόκον οἱ πιστοὶ σέβομεν· σὺ γὰρ Θεὸν τέτοκας, σάρκα γεγονότα πανάμωμε.

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν,… 

ὁ α’ χορὸς

Κάθισμα  Ἦχος πλ. δ’ Τὴν Σοφίαν καὶ Λόγον  

Παιδευθεὶς ἐν τῇ πλάνῃ ἐπιμελῶς, ὡς ὁ Παῦλος ἐκλήθης ἐξ οὐρανοῦ, σταυρῷ ὁδηγούμενος, πρὸς τὸ φῶς τὸ τῆς γνώσεως· τῆς γὰρ σεμνῆς Παρθένου, τῷ πόθῳ, φλεγόμενος, δι’ αὐτῆς ἡρμόσθης, τῷ Πλάστη τῆς κτίσεως· ὄθεν θριαμβεύσας, τοῦ ἐχθροῦ τὸ ἀνίσχυρον, σὺν αὐτῇ κατηξίωσαι, τοῦ χοροῦ τῶν Μαρτύρων, Κυπριανὲ ἱερώτατε πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

β’ χορός

Δόξα… Καὶ νῦν… Θεοτοκίον

Λογισμοῖς ὀλισθαίνων τοῖς πονηροῖς, εἰς βυθὸν κατηνέχθην ἁμαρτιῶν, καὶ στένων κραυγάζω σοι, ἐκ καρδίας Πανάχραντε· Ἐν ἐμοὶ θαυμάστωσον, τὸ πλούσιον ἔλεος, καὶ τῆς σῆς εὐσπλαγχνίας, τὸ ἄπειρον πέλαγος, καὶ τῶν οἰκτιρμῶν σου, τὸν ἀμέτρητον πλοῦτον, καὶ δὸς μοι μετάνοιαν, καὶ τοῦ βίου διόρθωσιν, ἵνα πόθῳ κραυγάζω σοι· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι· σὲ γὰρ ἔχω ἐλπίδα, ὁ ἀνάξιος δοῦλός σου.

Ὁ Κανὼν τῆς Θεοτόκου.

δ δ’

Εἰσακήκοα, Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν θεότητα.

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τῶν παθῶν μου τὸν τάραχον, ἡ τὸν κυβερνήτην τεκοῦσα Κύριον, καὶ τὸν κλύδωνα κατεύνασον, τῶν ἐμῶν πταισμάτων, Θεονύμφευτε. 

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Εὐσπλαγχνίας τὴν ἄβυσσον, ἐπικαλουμένῳ τῆς σῆς παράσχου μοι, ἡ τὸν εὔσπλαγχνον κυήσασα, καὶ Σωτῆρα πάντων, τῶν ὑμνούντων σε.  

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

πολαύοντες, Πάναγνε, τῶν σῶν δωρημάτων εὐχαριστήριον, ἀναμέλπομεν ἐφύμνιον, οἱ γινώσκοντές σε Θεομήτορα.

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Οἱ ἐλπίδα καὶ στήριγμα, καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον, κεκτημένοι σε, Πανύμνητε, δυσχερείας πάσης, ἐκλυτρούμεθα.  

.ᾨδὴ δ’,
Ἦχος δ’ 
Ἐπαρθέντα σε ἰδοῦσα 

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν.

 νανήψας θεοφάντορ τῆς πρὶν μανίας, δαιμονικὴν ἀπάτην, καὶ ψυχόλεθρον πλάνην, πᾶσαν ἐθριάμβευσας, καὶ χαίρων ἐκραύγαζες· Δόξα τῇ δυνάμει σου Κύριε.

Στίχ. γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

ωμαλέως Ἰουστῖνα κραταιουμένη, καὶ τὴν ἁγνὴν Παρθένον, καὶ κεχαριτωμένην σφόδρα ἱκετεύουσα, τοὺς βρόχους διέφυγες, καὶ τὰ τῶν ἐχθρῶν μηχανήματα.

Δόξα Πατρί…

Στηριζομένη τῇ πίστει τοῦ σοῦ Νυμφίου, καὶ τοῦ Σταυροῦ τὴν δύναμιν περιβεβλημένη, δαίμοσιν ἀνάλωτος, βοῶσα διέμεινας· Δόξα τῇ δυνάμει σου Κύριε.

Καὶ νῦν… Θεοτοκίον

κατὰ φύσιν ἐλεύθερος τὴν ἰδίαν, δούλου μορφὴν ἑπτώχευσε, χρηστότητος πλούτῳ, Μῆτερ ἀειπάρθενε ἐκ σοῦ καθ’ ὑπόστασιν, ὅλον προσλαβὼν τὸ ἀνθρώπινον. 

Ὁ Κανὼν τῆς Θεοτόκου.

δ ε’

Φώτισον ἡμᾶς, τοῖς προστάγμασί σου, Κύριε, καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ, τὴν σὴν εἰρήνην, παράσχου ἡμῖν, φιλάνθρωπε.

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

μπλησον, Ἁγνή, εὐφροσύνης τὴν καρδίαν μου, τὴν σὴν ἀκήρατον διδοῦσα χαράν, τῆς εὐφροσύνης, ἡ γεννήσασα τὸν αἴτιον. 

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Λύτρωσαι ἡμᾶς, ἐκ κινδύνων, Θεοτόκε Ἁγνή, ἡ αἰωνίαν τεκοῦσα λύτρωσιν, καὶ τὴν εἰρήνην, τὴν πάντα νοῦν ὑπερέχουσαν.

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Λῦσον τὴν ἀχλύν, τῶν πταισμάτων μου, Θεόνυμφε, τῷ φωτισμῷ τῆς σῆς λαμπρότητος, ἡ φῶς τεκοῦσα, τὸ θεῖον καὶ προαιώνιον.

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

ασαι Ἁγνή, τῶν παθῶν μου τὴν ἀσθένειαν, ἐπισκοπῆς σου ἀξιώσασα, καὶ τὴν ὑγιείαν, τῇ πρεσβείᾳ σου παράσχου μοι.  

ᾨδὴ ε’, Ἦχος δ’ 
Σὺ Κύριέ μου φῶς  

Στίχ. γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

πέρμαχον σαφῶς, τὴν ἁγνὴν θεομήτορα, πλουτίσασα Ἰουστῖνα, τὴν σεπτὴν παρθενίαν, ἐτήρησας ἀμώμητον.

Στίχ. γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Τὸ ἔμψυχον Θεοῦ, καὶ τερπνότατον ἄγαλμα, τιμήσωμεν Ἰουστῖναν, τὸ ἀπόθετον κάλλος, τὸ ἄσυλον ἀνάθημα.

Δόξα Πατρί… 

νύμφη τοῦ Χριστοῦ, ἡ γνησία καὶ ἄσπιλος, τὴν ἄθλησιν τῇ ἀσκήσει, προσλαβοῦσα δικαίως, διπλοῦν στέφος κομίζεται.

Καὶ νῦν…Θεοτοκίον

Νοῦς οὐκ ἀγγελικός, οὐκ ἀνθρώπινος δύναται, τὸ ἄφραστον ἑρμηνεῦσαι καὶ παράδοξον θαῦμα, τοῦ τόκου σου Πανάχραντε.

Ὁ Κανὼν τῆς Θεοτόκου.

δ ς’

Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾅδη προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς, Ἐκ φθορᾶς, ὁ Θεὸς με ἀνάγαγε.

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Θανάτου καὶ τῆς φθορᾶς ὡς ἔσωσεν, ἑαυτὸν ἐκδεδωκὼς τῷ θανάτῳ, τὴν τῇ φθορᾷ καὶ θανάτῳ μου φύσιν, κατασχεθεῖσαν, Παρθένε, δυσώπησον, τὸν Κύριόν σου καὶ Υἱόν, τῆς ἐχθρῶν κακουργίας με ῥύσασθαι. 

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Προστάτιν σε τῆς ζωῆς ἐπίσταμαι, καὶ φρουρὰν ἀσφαλεστάτην, Παρθένε, τῶν πειρασμῶν διαλύουσαν ὄχλον, καὶ ἐπηρείας δαιμόνων ἐλαύνουσαν, καὶ δέομαι διαπαντός, ἐκ φθορᾶς τῶν παθῶν μου ῥυσθῆναί με.

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

ς τεῖχος καταφυγῆς κεκτήμεθα, καὶ ψυχῶν σε παντελῆ σωτηρίαν, καὶ πλατυσμὸν ἐν ταῖς θλίψεσι, Κόρη, καὶ τῷ φωτί σου ἀεὶ ἀγαλλόμεθα. Ὢ Δέσποινα, καὶ νῦν ἡμᾶς, τῶν παθῶν καὶ κινδύνων διάσωσον.

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

ν κλίνῃ νῦν ἀσθενῶν κατάκειμαι, καὶ οὐκ ἔστιν ἴασις τῇ σαρκί μου, ἀλλ’ ἡ Θεὸν καὶ Σωτῆρα τοῦ κόσμου, καὶ τὸν λυτῆρα τῶν νόσων κυήσασα, σοῦ δέομαι τῆς ἀγαθῆς, ἐκ φθορᾶς νοσημάτων ἀνάστησον. 

ᾨδὴ ς’,
Ἦχος δ’  Θύσω σοι, μετὰ φωνῆς  

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν

Κακίας, τὸν πυθμένα τὸν κάτω κατείληφας, τῆς ἀκροτάτης δὲ πάλιν, ἀρετῆς ἀνῆλθες Πάτερ εἰς ὕψος, παραδόξως, ἀλλοιωθεὶς τῷ θείῳ βαπτίσματι.

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν

πῆρξας, ὑπηρέτης δαιμόνων τὸ πρότερον, ἀλλὰ Χριστοῦ θεοφάντορ, μαθητὴς ἐσύστερον ἀνεδείχθης, διαθέσει, τῶν ὀρεκτῶν ποθήσας τὸ ἔσχατον.

Δόξα Πατρί…

Πολλοὺς σύ, τῷ Δεσπότῃ προσήγαγες Μάρτυρας, πραγματειῶν τὴν μεγίστην, ὑποφαίνων αἵματι βραχυτάτῳ, βασιλείαν τῶν οὐρανῶν θεόφρον ὠνήσασθαι.

Καὶ νῦν…Θεοτοκίον

ῆξόν μου, τὰς σειρὰς τῶν πταισμάτων Θεόνυμφε, τῆς ἁμαρτίας τοῦ νόμου, τῆς ζωῆς τῷ νόμῳ ἐλευθερίαν, δωρουμένη, ἡ δοτῆρα τοῦ νόμου κυήσασα.

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Σὺ γὰρ εἶ ὁ Βασιλεύς…
Κοντάκιον.

Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

  ἐκ τῆς πλάνης ὡς ἀστὴρ ἀναλάμψας, καὶ ἀπὸ μάγων ἱερὸς Θεοφάντωρ, Κυπριανὸς ὁ μέγας ἀνυμνείσθω μοι· τούτῳ συντιμάσθω δέ, ἡ σεμνὴ Ἰουστίνα· ἅμα γὰρ συνήθλησαν, εὐσεβείας τὸ σκάμμα· καὶ νῦν ὁμοῦ πρεσβεύουσι Χριστῷ, ἡμῖν διδόναι, πταισμάτων συγχώρησιν.

Ὁ Οἶκος 

ποταχθεὶς ὁλοσχερῶς, τῆς πλάνης τῇ κακίᾳ, ἐν τῇ τοῦ βίου σου νυκτί, καὶ ζοφερᾷ πορείᾳ, εὗρες παραδόξως, Χριστὸν τὸν Ἥλιον τῆς Δόξης, καλοῦντά σε ἐκ τῆς ματαίας ἀναστροφῆς πρὸς τὸ φῶς τῆς ἀϊδίου ζωῆς, καὶ καθαρᾶς πολιτείας· καὶ ἀγρευθεὶς τῇ ἄνωθεν δυνάμει, ἀπέστης ἐκ τῶν βδελυκτῶν ἔργων τοῦ σκότους, ἰδὼν τὴν τοῦ Σατανᾶ ἀπρακτοῦσαν ἰσχύν, ἐν τῷ ἐκπειράζειν τὴν τιμίαν παρθένον, Ἰουστίναν τὴν ἔνδοξον· ἔνθεν ἀναγεννηθεὶς δι’ ὕδατος καὶ Πνεύματος, καινὸς ἀντὶ παλαιοῦ γέγονας, Χριστὸν ὁλικῶς ἐνδυσάμενος· Ὧ πιστῶς ἱερατεύσας, ὡς ἀρχιερεὺς ὅσιος καὶ ἄκακος, μαρτυρικῶς πρὸς Αὐτὸν ἐξεδήμησας, σὺν τῇ σεμνῇ Ἰουστίνη· μεθ’ ἧς ἀεὶ πρέσβευε Χριστῷ, Κυπριανὲ παμμακάριστε, ἡμῖν διδόναι πταισμάτων συγχώρησιν.

Σ υ ν α ξ ά ρ ι ο ν

ΤΒ‘ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἁγίου Ἱερομάρτυρος Κυπριανοῦ, καὶ Ἰουστίνης τῆς Παρθένου.
Στίχοι

Ἀλγεῖ Σατανᾶς, τὸν πάλαι φίλον βλέπων,
Ξίφει φιλοῦντα συνθανεῖν Ἰουστίνῃ.
Τμήθη δευτερίῃ σὺν Ἰουστίνῃ Κυπριανός.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοφίλου τοῦ Ὁμολογητοῦ.
Στίχοι
«Ἐναντίον μου σὴ τελευτὴ τιμία»,
Λέγει Θεὸς σοὶ τῷ φίλῳ Θεοφίλῳ.
ἅγιος μάρτυς Γεώργιος, ὁ εἰς τὸ Καρατζασοῦ μαρτυρήσας ἐν ἔτει 1794, ξίφει τελειοῦται.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν

ΚΑΤΑΒΑΣΙΑΙ

ὁ α’ χορός

Ἦχος δ’. ᾨδὴ α’

νοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.

ὁ β’ χορός

ᾨδὴ γ’

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθορος πηγή, θίασον συγκροτήσαντας πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ σου…

ὁ α’ χορός

στεφάνων δόξης ἀξίωσον.

ὁ β’ χορός

ᾨδὴ δ’

Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε. Δόξα τῇ δυνάμει σου Κύριε.

ὁ α’ χορός

ᾨδὴ ε’

ξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου, σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα.

ὁ β’ χορός

ᾨδὴ ς’

Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.

ὁ α’ χορός

ᾨδὴ ζ’

Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον, Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

ὁ β’ χορός

ᾨδὴ η’

Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον.

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ΤΙΜΙΩΤΕΡΑ (Ἦχος.  δ’)

ὁ α’ χορός

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ. τι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. τι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. ποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. ντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…

Καταβασία

ὁ α’ χορός

ᾠδὴ θ.

πας γηγενής, σκιρτάτῳ τῷ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων, φύσις γεραίρουσα, τὰ ἱερὰ θαυμάσια, τῆς Θεομήτορος, καὶ βοάτω. Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνή, ἀειπάρθενε.

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

ὁ α’ χορός 
Ἦχος β’  Γυναῖκες ἀκουτίσθητε 

Τὸν πρότερον ὑπάρχοντα, κακίας μύστην ὕστερον, διὰ τιμίας Παρθένου, Ἀρχιερέα φανέντα, Κυπριανὸν τὸν μέγιστον, συμφώνως μακαρίσωμεν, καὶ πρὸς αὐτὸν βοήσωμεν· ταῖς σαῖς λιταῖς εὐμενίζου, ἡμῖν τῶν πάντων Δεσπότην. 

ὁ β’ χορός

Θεοτοκίον  Ἦχος β’  Γυναῖκες ἀκουτίσθητε 

Χαρὰν τὴν ἀνεκλάλητον, πάναγνε ἡ κυήσασα, χαρᾶς ἡμᾶς αἰωνίου, μετόχους ποίησον πάντας, Παρθένε θεονύμφευτε, ἡ σκέπη τὸ κραταίωμα, τῶν εὐσεβῶς βοώντων σοι·. Μὴ ἐπιλάθῃ σῶν δούλων, Θεοκυῆτορ Μαρία. 

ΑΙΝΟΙ

ὁ α’ χορός

Ἦχος α΄’.

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

 Τῶν οὐρανίων ταγμάτων.

Τῆς μαγικῆς ἐξαπάτης γνοὺς τὴν ἀσθένειαν, Κυπριανὲ παμμάκαρ, Τῷ Σωτῆρι προσῆλθες, καὶ Τούτου ἐμυήθης τὴν πρὸς ἡμᾶς, ὑπὲρ νοῦν Ἀγαθότητα· ὅθεν ἐπλήσθης Χαρίτων ὑπερφυῶν, διὰ βίου καθαρότητος.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Τῆς παρθενίας τὸ ἄνθος τὸ εὐωδέστατον, τὴν νύμφην τοῦ Σωτῆρος, Ἰουστίναν τὴν θείαν, ὠδαῖς ἐγκωμιάσωμεν ἱεραῖς, ὡς τὴν πλάνην πατήσασαν, καὶ Τῷ Κυρίῳ πρεσβεύουσαν ἐκτενῶς, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

Τὴν εὐκλεῆ ξυνωρίδα ὕμνοις τιμήσωμεν, Κυπριανὸν τὸν μέγαν, καὶ σοφὸν Ἱεράρχην, σὺν τούτῳ Ἰουστίναν τὴν θαυμαστήν, ὡς νομίμως ἀθλήσαντας, καὶ καταργοῦντας δαιμόνων πᾶσαν ἰσχύν, τῇ δοθείσῃ αὐτοῖς Χάριτι.

ὁ β’ χορὸς

Στιχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ς παρρησίαν μεγίστην πρὸς Τὸν Σωτῆρα Χριστόν, Κυπριανὲ παμμάκαρ, Ἰουστίνα τε ἅμα, πλουτοῦντες περιέπετε εἰσαεί, τὴν Μονὴν ὑμῶν Ἅγιοι, καὶ τοῖς προστρέχουσι ταύτῃ πίστει θερμῇ, Χάριν δίδοσθε καὶ ἔλεος.

ὁ α’ χορός
Δόξα Πατρί… Ἦχος πλ. α’.

Τῆς εὐσεβείας τὸ φῶς, ἐν τῇ σκοτίᾳ τῆς πλάνης καταλάμψαν σε, Χριστοῦ θεράποντα ἔδειξε, καὶ λειτουργὸν Θεόφρονα, Κυπριανὲ τὸν πρὶν διώκτην· μυστικῶς γὰρ Ὁ Σωτήρ, δι’ Ἰουστίνης τῆς πανσέπτου, ὡς τὸν μέγαν Παῦλον, πρὸς τὴν οἰκείαν γνῶσιν ἐκάλεσε· καὶ κατ’ αὐτὸν διαπρέψας, Ἀποστολικοῖς καμάτοις, Εὐαγγελίου τὸν λόγον ἐτράνωσας· καὶ σὺν αὐτῇ στερρῶς ἀθλήσας, τῶν οὐρανίων ἐπάθλων, ὁμοῦ ἠξιώθητε, ὑπὲρ ἡμῶν δυσωποῦντες, Τριάδα Τὴν Ὁμοούσιον.

ὁ β’ χορός

Καὶ νῦν… Θεοτοκίον Ἦχος πλ. α’

Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.

Δοξολογία Μεγάλη

εἰς ἦχον πλ. α΄’ ( Ἀργή ἢ σύντομος )

ὁ α’ χορός

· Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

ὁ β’ χορός

· μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

ὁ α’ χορός

· Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.

ὁ β’ χορός

· Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

ὁ α’ χορός

· Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

· τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

ὁ α’ χορός

· Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ὁ β’ χορός

· Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

ὁ α’ χορός

· Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

ὁ β’ χορός

· Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

ὁ α’ χορός

· Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

· Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ α’ χορός

· Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

· Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

ὁ α’ χορός

· Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

ὁ β’ χορός

· τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

ὁ α’ χορός

· Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρὶ ..

ὁ α’ χορός

Καὶ νῦν…. .

ὁ β’ χορός

γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

γιος ὁ Θεός,

ὁ β’ χορός

γιος Ἰσχυρός,

ὁ α’ χορός

γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

καὶ εὐθύς

ὁ β’ χορός

Ἦχος γ’. Θείας πίστεως.

Θείου Πνεύματος, τῇ χορηγίᾳ, φῶς προσέλαβες, Θεογνωσίας, Κυπριανὲ καταισχύνας τὸν δράκοντα· καὶ μαρτυρίου τὸν δρόμον διήνυσας, σὺν Ἰουστίνῃ ὁμοῦ τῇ Θεόφρονι· μεθ’ ἧς πρέσβευε, Τριάδι τῇ πανοικτίρμονι, δωρήσασθαι ἡμῖν τὸ Μέγα Ἔλεος.

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

ΑΝΤΙΦΩΝΑ 

Ἀντίφωνον Α’

Ἦχος β´.

Στίχ. α´. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.

Στίχ. β´. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Στίχ. γ´. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ Βασιλεία αὐτοῦ πάντων δεσπόζει.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Δόξα ΠατρὶΚαὶ νῦν

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Ἀντίφωνον Β

Ἦχος αὐτὸς.

Στίχ. α´. Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου ψαλῷ τῷ Θεῷ μου ἕως ὑπάρχω.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός, ψάλλοντάς σοι΄ Ἀλληλούϊα.

Στίχ. β´. Μακάριος, οὐ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός,…

Στίχ.  γ´Βασιλεύσει  Κύριος  εἰς τὸν  αἰῶνα,  ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός,… 

Δόξα ΠατρίΚαὶ νῦν

μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας. Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

Ἀντίφωνον Γ

Στίχ.Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, ὡσεὶ ἡ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Ἦχος γ‘. Θείας πίστεως.

Θείου Πνεύματος, τῇ χορηγίᾳ, φῶς προσέλαβες, Θεογνωσίας, Κυπριανὲ καταισχύνας τὸν δράκοντα· καὶ μαρτυρίου τὸν δρόμον διήνυσας, σὺν Ἰουστίνῃ ὁμοῦ τῇ Θεόφρονι· μεθ’ ἧς πρέσβευε, Τριάδι τῇ πανοικτίρμονι, δωρήσασθαι ἡμῖν τὸ Μέγα Ἔλεος

Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος

Θείου Πνεύματος, τῇ χορηγίᾳ, φῶς προσέλαβες…..

Εἰσοδικὸν

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἐν Ἁγίοις θαυμαστὸς…..
ψάλλοντάς σοι, Ἀλληλούϊα.

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Ἦχος γ’. Θείας πίστεως.

Θείου Πνεύματος, τῇ χορηγίᾳ, φῶς προσέλαβες, Θεογνωσίας, Κυπριανὲ καταισχύνας τὸν δράκοντα· καὶ μαρτυρίου τὸν δρόμον διήνυσας, σὺν Ἰουστίνῃ ὁμοῦ τῇ Θεόφρονι· μεθ’ ἧς πρέσβευε, Τριάδι τῇ πανοικτίρμονι, δωρήσασθαι ἡμῖν τὸ Μέγα Ἔλεος

Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.

πιστρέψας ἐκ πλάνης πρὸς τὴν εὐσέβειαν, Κυπριανὲ Θεοφάντορ τῆς Ἐκκλησίας Χριστοῦ, Ἱεράρχης καὶ σοφὸς ποιμὴν γεγένησαι, καὶ ἀθλήσας ἀνδρικῶς, σὺν Ἰουστίνῃ τῇ σεμνῇ, καθείλετε τὴν ἀπάτην· μεθ’ ἧς Χριστὸν ἐκδυσώπει, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Τοῦ Ναοῦ
Κοντάκιον Ἦχος β

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων, μόνον ὅταν τελεῖται συλλείτουργον)

Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε, μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι. Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τῶν τιμώντων σε.  

Τρισάγιον.
Ἀπόστολος

Προκείμενον. Ἦχος βαρὺς

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.

Στίχ. Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκέ ἡμῖν;

Πρὸς Τιμόθεον Α΄ Ἐπιστολῆς Παύλου τὸ ᾽Ανάγνωσμα 1:12-17

Τέκνον Τιμόθεε, χάριν ἔχω τῷ ἐνδυναμώσαντί με Χριστῷ ᾿Ιησοῦ τῷ Κυρίῳ ἡμῶν, ὅτι πιστόν με ἡγήσατο, θέμενος εἰς διακονίαν τὸν πρότερον ὄντα βλάσφημον καὶ διώκτην καὶ ὑβριστήν· ἀλλ᾿ ἠλεήθην, ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ, ὑπερεπλεόνασε δὲ ἡ χάρις τοῦ Κυρίου ἡμῶν μετὰ πίστεως καὶ ἀγάπης τῆς ἐν Χριστῷ ᾿Ιησοῦ. Πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος, ὅτι Χριστὸς ᾿Ιησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ· ἀλλὰ διὰ τοῦτο ἠλεήθην, ἵνα ἐν ἐμοὶ πρώτῳ ἐνδείξηται ᾿Ιησοῦς Χριστὸς τὴν πᾶσαν μακροθυμίαν, πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν ἐπ᾿ αὐτῷ εἰς ζωὴν αἰώνιον. Τῷ δὲ βασιλεῖ τῶν αἰώνων, ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ σοφῷ Θεῷ, τιμὴ καὶ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

λληλούϊα.(γ΄) Ἦχος α΄

Οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.

                                                       Στίχ. τι ἐξελέξατο Κύριος τὴν Σιών.              

Εὐαγγέλιον

 Ἐκ τοῦ κατὰ Ἰωάννην

ιε΄ 17 – στ΄ 2

Εἶπεν ὁ Κύριος τοῖς ἑαὐτοῦ μαθηταῖς· ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ’ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν· οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν. ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με. εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἴχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. ὁ ἐμὲ μισῶν καὶ τὸν πατέρα μου μισεῖ. εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἴχον· νῦν δὲ καὶ ἑωράκασι καὶ μεμισήκασι καὶ ἐμὲ καὶ τὸν πατέρα μου. ἀλλ’ ἵνα πληρωθῇ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν, ὅτι ἐμίσησάν με δωρεάν. ὅταν δὲ ἔλθῃ ὁ παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ· καὶ ὑμεῖς δὲ μαρτυρεῖτε, ὅτι ἀπ’ ἀρχῆς μετ’ ἐμοῦ. Ταῦτα λελάληκα ὑμῖν ἵνα μὴ σκανδαλισθῆτε. 2ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ’ ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ.

Δόξα σοι, Κύριε, δόξα σοι.

Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου

Εἰς τό, Ἐξαιρέτως

ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Κοινωνικὸν

 Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος ΄ Ἀλληλούϊα.

 

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

 

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα,

 

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).

᾽Απόλυσις ( …Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν…)

https://agioskosmasoaitolos.wordpress.com

2 ΟΚΤ17 ΕΟΡΤΗ ΑΓΙΩΝ ΜΑΡΤΥΡΩΝ ΚΥΠΡΙΑΝΟΥ ΚΑΙ ΙΟΥΣΤΙΝΗΣ

                                                                                                  

 

Advertisements

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση / Αλλαγή )

Σύνδεση με %s

Αρέσει σε %d bloggers: