ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΚΥΡΙΑΚΗ Α΄ΛΟΥΚΑ, ΕΟΡΤΗ ΑΓΙΟΥ ΣΙΛΟΥΑΝΟΥ ΤΟΥ ΑΘΩΝΙΤΟΥ ΚΑΙ ΑΓΙΑΣ ΘΕΚΛΗΣ (2017)

24 ΣΕΠΤΕΜΒΡΙΟΥ 2017

+ΚΥΡΙΑΚΗ Α’ ΛΟΥΚΑ

+ΜΝΗΜΗ ΤΟΥ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ

ΠΑΤΡΟΣ ΗΜΩΝ ΣΙΛΟΥΑΝΟΥ ΤΟΥ ΑΘΩΝΙΤΟΥ, ΜΝΗΜΗ ΤΗΣ ΑΓΙΑΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΚΑΙ ΙΣΑΠΟΣΤΟΛΟΥ  ΘΕΚΛΗΣ

Αποτέλεσμα εικόνων για ΑΓΙΟΣ ΣΙΛΟΥΑΝΟΣ

Ηχος βαρύς – Εωθινν Ε´.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη κα  κφνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα…

ΑΠΟΛΥΤΙΚΙΑ  

χος πλ.α’

ὁ α’ χορὸς

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στχ. α’. ξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

Στχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στχ. γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.  

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορός

πολυτκιον  χος βαρς

Κατέλυσας τῷ Σταυρῷ σου τὸν θάνατον, ἠνέωξας τῷ Ληστῇ τὸν Παράδεισον, τῶν Μυροφόρων τὸν θρῆνον μετέβαλες, καὶ τοῖς σοῖς Ἀποστόλοις κηρύττειν ἐπέταξας, ὅτι ἀνέστης Χριστὲ ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

ὁ β’ χορός

Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.  Ποίημα Παύλου Ἱερομόναχου.

Κήρυξ δέδοσαι, τῇ οἰκουμένῃ, σὺ γλυκύτατος, ἐν θεολόγοις, τῆς τοῦ Χριστοῦ ἀγάπης τρισόλβιε· τὸν Ταπεινὸν γὰρ καὶ Πρᾷον ἑώρακας, καὶ τὴν Ἐκείνου καρδίαν κατέμαθες. Ὅθεν ἅπαντες, Σιλουανὲ ἐλλαμπόμενοι, τοῖς θεογλώσσοις ῥήμασι, δοξάζομεν τὸ Πνεῦμα τὸ δοξάσαν σε.

ὁ α’ χορός

Δόξα ΠατρίἈπολυτίκιον  Ἦχος δ’. Ταχὺ προκατάλαβε.

Τοῦ Παύλου συνέκδημος, ὡς καθαρα τὴν ψυχήν, καὶ πρώταθλος πέφηνας, ἐν γυναιξὶν εὐκλεῶς, Χριστὸν ἀγαπήσασα, σὺ γὰρ τῆς εὐσέβειας, πτερωθεῖσα τῷ πόθῳ, ἤθλησας ὑπὲρ φύσιν, Ἰσαπόστελε Θέκλα διὸ σὲ ὁ Πανοικτίρμων νύμφην ἠγάγετο.

ὁ β’ χορὸς

.Καὶ νῦν… Θεοτοκίον

Τὸ ἀπ’ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις  ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε, τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεός, ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρόν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι’ οὗ ἀναστήσας τὸν Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τς ψυχς μν.

Συναπτ μικρ κα  κφνησις

  τι σν τ κρτος… 

Μετ τν α’ Στιχολογαν

Καθίσματα

ὁ α’ χορὸς

  χος βαρς

ζωὴ ἐν τῷ τάφῳ ἀνέκειτο, καὶ σφραγὶς ἐν τῷ λίθῳ ἐπέκειτο, ὡς Βασιλέα ὑπνοῦντα, στρατιῶται ἐφύλαττον Χριστόν, καὶ Ἄγγελοι ἐδόξαζον, ὡς Θεὸν ἀθάνατον. Γυναῖκες δὲ ἐκραύγαζον, Ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

ὁ β’ χορὸς

Δξα Πατρί…

Τῇ τριημέρῳ ταφῇ σου σκυλεύσας τὸν θάνατον, καὶ φθαρέντα τὸν ἄνθρωπον, τῇ ζωηφόρῳ Ἐγέρσει σου, ἀναστήσας Χριστὲ ὁ Θεός, ὡς φιλάνθρωπος δόξα σοι.

ὁ α’ χορὸς

Καὶ νῦν… Θεοτοκον

ς τῆς ἡμῶν Ἀναστάσεως θησαύρισμα, τοὺς ἐπὶ σοὶ πεποιθότας Πανύμνητε, ἐκ λάκκου καὶ βυθοῦ πταισμάτων ἀνάγαγε, σὺ γὰρ τοὺς ὑπευθύνους τῇ ἁμαρτίᾳ, ἔσωσας τεκοῦσα τὴν σωτηρίαν, ἡ πρὸ τόκου Παρθένος, καὶ ἐν τόκῳ Παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα Παρθένος.

 Μετὰ τὴν β´ Στιχολογίαν.

ὁ β’ χορὸς

σφραγισμένου τοῦ μνήματος, ἡ Ζωὴ ἐκ τάφου ἀνέτειλας Χριστὲ ὁ Θεός΄ καὶ τῶν θυρῶν κεκλεισμένων, τοῖς Μαθηταῖς ἐπέστης, ἡ πάντων ἀνάστασις΄ Πνεῦμα εὐθὲς δι’ αὐτῶν ἐγκαινίζων ἡμῖν, κατὰ τὸ μέγα σου ἔλεος.

ὁ α’ χορὸς

Δξα Πατρί…

πὶ τὸ μνῆμα ἔδραμον Γυναῖκες, μετὰ δακρύων μύρα φέρουσαι, καὶ στρατιωτῶν φυλασσόντων σε, τὸν τῶν ὅλων Βασιλέα, ἔλεγον πρὸς ἑαυτάς΄ Τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον; καὶ φωνῆς ἀσωμάτων ἤκουον βοώσης΄  ἀνέστη ὁ μεγάλης Βουλῆς Ἄγγελος, πατήσας τὸν θάνατον Παντοδύναμε Κύριε, δόξα σοι.

ὁ β’ χορός

Καὶ νῦν… Θεοτοκον

Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε, λιμὴν καὶ προστασία τοῦ γένους τῶν ἀνθρώπων, ἐκ σοῦ γὰρ ἐσαρκώθη ὁ Λυτρωτὴς τοῦ κόσμου, μόνη γὰρ ὑπάρχεις Μήτηρ καὶ Παρθένος, ἀεὶ εὐλογημένη καὶ δεδοξασμένη, πρέσβευε Χριστῷ τῷ Θεῷ, εἰρήνην δωρήσασθαι, πάσῃ τῇ οἰκουμένῃ.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα.

Ἦχος πλ. δ’. Τὴν Σοφίαν καὶ Λόγον.

ὁ α’ χορὸς

Τὴν σοφίαν τοῦ Λόγου μεμαθηκώς, πείρᾳ Πάτερ διδάσκεις πῶς δεῖ Αὐτῷ, ψυχὰς ἀνατίθεσθαι, καὶ ζητεῖν τὴν τοῦ Πνεύματος, ζωηφόρον Χάριν, κρατεῖν τε ἐνέργειαν, τῶν παθῶν καθαίρεσθαι, καὶ φῶς ὑποδέχεσθαι· ὅθεν χαρμοσύνως, τὴν σὴν μνήμην τελοῦντες, δεόμεθα Ὅσιε, συντηρεῖσθαι πρεσβείαις σου, καὶ αὐξάνεσθαι ἅπαντας, τῷ φόβῳ τοῦ γλυκέος Θεοῦ, τοῦ παρέχοντος πλοῦτον αἰώνιον, τοῖς προσιοῦσιν ἐν πίστει, Σιλουανὲ χριστόληπτε.

ὁ β’ χορὸς

Δόξα… τὸ αὐτό. Καὶ νῦν… Θεοτοκίον ὅμοιον.

Ἡ φιλάνθρωπον Κύριον Ἰησοῦν, δεξαμένη νηδύϊ σου μητρικῇ, φιλάνθρωπα σπλάγχνα σου, ἐπεδείκνυς ὦ Δέσποινα, γινομένη μήτηρ τοῦ θέλοντος σῴζεσθαι, καὶ παρέχεις τὴν Χάριν, πιστοῖς τελειότητος· ὅθεν καὶ σῷ δούλῳ, εὐχομένῳ παρέσχες, εἰκόνος ἐνώπιον, τῆς σεπτῆς σου θεόνυμφε, τὴν εὐχὴν ἀδιάλειπτον, ὡς ἔνδειξιν εὐνοίας Ἁγνή, ἧς περ ἤμελλε δέξασθαι, καὶ τῆς δόξης ἣν ἔχει, σὺν σοὶ παριστάμενος.

Τὰ ἀναστάσιμα εὐλογητάρια.

ὁ α’ χορός

χος πλ. α

Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾅδου πάντας ἐλευθερώσαντα.

ὁ β’ χορός

Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὢ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις, Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε, ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.

ὁ α’ χορός

Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου,

Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι, ἀλλ’ ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε΄ θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.

ὁ β’ χορός

Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου,

Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῷτερ ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου. Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.

ὁ α’ χορός

Δξα Πατρί… Τριαδικν

Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.

ὁ β’ χορός

Κα νν… Θεοτοκον

Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.

ὁ α’ χορός

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.

ὁ β’ χορός

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.

ὁ α’ χορός

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δξα σοι Θες.

Συναπτ μικρκα  κφνησις

 Ὅτι ηλγητα σου…

Ἡ Ὑπακοὴ. Ἦχος βαρύς.

ἡμετέραν μορφὴν ἀναλαβών, καὶ ὑπομείνας Σταυρὸν σωματικῶς, σῶσον με τῇ ἀναστάσει σου, Χριστὲ ὁ Θεός, ὡς φιλάνθρωπος.

ΑΝΑΒΑΘΜΟΙ

Ἀντίφωνον Α´

ὁ α’ χορός

Τὴν αἰχμαλωσίαν Σιών, ἐκ πλάνης ἐπιστρέψας, κἀμὲ Σωτὴρ ζώωσον, ἐξαίρων δουλοπαθείας.

ὁ β’ χορός

ν τῷ νότῳ ὁ σπείρων θλίψεις, νηστείας μετὰ δακρύων, οὗτος χαρᾶς δρέψεται, δράγματα ἀειζωοτροφίας.

ὁ α’ χορός

Δόξα Πατρὶ…Καὶ νῦν…

γίῳ Πνεύματι, πηγὴ τῶν θείων θησαυρισμάτων, ἐξ οὗ σοφία, σύνεσις, φόβος· αὐτῷ αἴνεσις, δόξα, τιμὴ καὶ κράτος.

Ἀντίφωνον Β´

ὁ β’ χορός

ὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον τὸν τῆς ψυχῆς, μάτην κοπιῶμεν, πλὴν γὰρ αὐτοῦ, οὐ πρᾶξις, οὐ λόγος τελεῖται.

ὁ α’ χορός

Τοῦ καρποῦ τῆς γαστρός, οἱ Ἅγιοι πνευματοκινήτως, ἀναβλαστοῦσι πατρῷα δόγματα υἱοθεσίας.

ὁ β’ χορός

Δόξα Πατρὶ…Καὶ νῦν…

γίῳ Πνεύματι, τὰ σύμπαντα τὸ εἶναι ἔχει, πρὸ πάντων γὰρ Θεός, τῶν ὅλων κυριότης, φῶς ἀπρόσιτον, ζωὴ τῶν πάντων.

Ἀντίφωνον Γ´

ὁ α’ χορός

Οἱ φοβούμενοι τὸν Κύριον, ὁδοὺς ζωῆς εὑρόντες, νῦν καὶ ἀεὶ μακαριοῦνται, δόξῃ ἀκηράτῳ.

ὁ β’ χορός

Κύκλῳ τῆς τραπέζης σου, ὡς στελέχη βλέπων τὰ ἔκγονά σου, χαῖρε εὐφραίνου, προσάγων ταῦτα, τῷ Χριστῷ Ποιμενάρχα.

ὁ α’ χορός

Δόξα Πατρί…Καὶ νῦν…

γίῳ Πνεύματι, βυθὸς χαρισμάτων, πλοῦτος δόξης, κριμάτων βάθος μέγα, ὁμόδοξον Πατρὶ καὶ Υἱῷ,…

ὁ β’ χορός

λατρευτὸν γάρ. 

Προκείμενον     

ὁ α’ χορός

νάστηθι, Κύριε ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος.

ὁ β’ χορός

νάστηθι, Κύριε ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος.

ὁ α’ χορός

Στίχ. ξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου διηγήσομαι πάντα τὰ θαυμάσια σου.

νάστηθι, Κύριε ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ…

ὁ β’ χορός

τῶν πενήτων σου εἰς τέλος.

Τάξις τοῦ Ἑωθινοῦ Εὐαγγελίου

α΄ χορὸς

Ἦχος β’.

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

βχορὸς

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ α΄ χορὸς

Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.

ΕΩΘΙΝΟΝ Ε’ (Λουκ. 24,12-35 )

Τῷ καιρῷ ἐκείνῳ, ὁ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον, καὶ παρακύψας βλέπει τὰ ὀθόνια κείμενα μόνα΄ καὶ ἀπῆλθε, πρὸς ἑαυτὸν θαυμάζων τὸ γεγονός. Καὶ ἰδοὺ δύο ἐξ αὐτῶν ἦσαν πορευόμενοι ἐν αὐτῇ τῇ ἡμέρᾳ εἰς κώμην ἀπέχουσαν σταδίους ἑξήκοντα ἀπὸ Ἱερουσαλήμ, ᾗ ὄνομα Ἐμμαούς΄ καὶ αὐτοὶ ὡμίλουν πρὸς ἀλλήλους περὶ πάντων τῶν συμβεβηκότων τούτων. Καὶ ἐγένετο ἐν τῷ ὁμιλεῖν αὐτοὺς καὶ συζητεῖν, καί αὐτὸς ὁ Ἰησοῦς ἐγγίσας συνεπορεύετο αὐτοῖς΄ οἱ δὲ ὀφθαλμοὶ αὐτῶν ἐκρατοῦντο τοῦ μὴ ἐπιγνῶναι αὐτόν. Εἶπε δὲ πρὸς αὐτούς΄ Τίνες οἱ λόγοι οὗτοι οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους περιπατοῦντες, καὶ ἐστὲ σκυθρωποὶ; Ἀποκριθείς δὲ ὁ εἷς, ᾧ ὄνομα Κλεόπας, εἶπε πρὸς αὐτόν ΄ Σὺ μόνος παροικεῖς ἐν Ἱερουσαλήμ, καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις; καὶ εἶπεν αὐτοῖς, Ποῖα; Οἱ δὲ εἶπον αὐτῷ, Τὰ περὶ Ἰησοῦ τοῦ Ναζωραίου, ὃς ἐγένετο ἀνὴρ προφήτης δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ ἐναντίον τοῦ Θεοῦ καὶ παντὸς τοῦ λαοῦ΄ ὅπως τε παρέδωκαν αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντες ἡμῶν εἰς κρῖμα θανάτου, καὶ ἐσταύρωσαν αὐτόν΄ ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτὸς ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν Ἰσραήλ. Ἀλλὰ γε οὖν σὺν πᾶσι τούτοις τρίτην ταύτην ἡμέραν ἄγει σήμερον, ἀφ’ οὗ ταῦτα ἐγένετο. ἀλλὰ καὶ γυναῖκές τινες ἐξ ἡμῶν ἐξέστησαν ἡμᾶς, γενόμεναι ὂρθριαι ἐπὶ τὸ μνημεῖον, καὶ μὴ εὑροῦσαι τὸ σῶμα αὐτοῦ, ἦλθον λέγουσαι καὶ ὀπτασίαν ἀγγέλων ἑωρακέναι, οἳ λέγουσιν αὐτὸν ζῆν. Καὶ ἀπῆλθόν τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνημεῖον, καὶ εὗρον οὕτω καθὼς καὶ αἱ γυναῖκες εἶπον΄ αὐτὸν δὲ οὐκ εἶδον. Καὶ αὐτὸς εἶπε πρὸς αὐτούς΄ Ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ τοῦ πιστεύειν ἐπὶ πᾶσιν οἷς ἐλάλησαν οἱ Προφῆται. Οὐχὶ ταῦτα ἔδει παθεῖν τὸν Χριστὸν καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ; Καὶ ἀρξάμενος ἀπὸ Μωσέως καὶ ἀπὸ πάντων τῶν προφητῶν, διηρμήνευεν αὐτοῖς ἐν πάσαις ταῖς Γραφαῖς τὰ περὶ ἑαυτοῦ. Καὶ ἤγγισαν εἰς τὴν κώμην οὗ ἐπορεύοντο, καὶ αὐτὸς προσεποιεῖτο ποῤῥωτέρω πορεύεσθαι. Καὶ παρεβιάσαντο αὐτόν , λέγοντες΄ Μεῖνον μεθ’ ἡμῶν, ὅτι πρὸς ἑσπέραν ἐστὶ καὶ κέκλικεν ἡ ἡμέρα. Καὶ εἰσῆλθε τοῦ μεῖναι σὺν αὐτοῖς. Καὶ ἐγένετο ἐν τῷ κατακλιθῆναι αὐτὸν μετ’ αὐτῶν, λαβὼν τὸν ἄρτον εὐλόγησε, καὶ κλάσας ἐπεδίδου αὐτοῖς. Αὐτῶν δὲ διηνοίχθησαν οἱ ὀφθαλμοί, καὶ ἐπέγνωσαν αὐτόν΄ καὶ αὐτὸς ἄφαντος ἐγένετο ἀπ’ αὐτῶν. Καὶ εἶπον πρὸς ἀλλήλους΄ Οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ἐν ἡμῖν, ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ, καὶ ὡς διήνοιγεν ἡμῖν τὰς Γραφάς; Καὶ ἀναστάντες αὐτῇ τῇ ὥρᾳ, ὑπέστρεψαν εἰς Ἱερουσαλήμ, καὶ εὗρον συνηθροισμένους τοὺς ἕνδεκα καὶ τοὺς σὺν αὐτοῖς, λέγοντας, ὅτι ἠγέρθη ὁ Κύριος ὄντως, καὶ ὤφθη Σίμωνι. Καὶ αὐτοὶ ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ, καὶ ὡς ἐγνώσθη αὐτοῖς ν τ κλσει το ρτου.

Δόξα σοι, Κύριε, δόξα σοι.

Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης:

νάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν, ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι’ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.

Καὶ εὐθὺς ὁ Ν Ψαλμὸς εἰς ἦχον β

  • λέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

  • πὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.

  • τι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντὸς.

  • Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.

  • δοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.

  • δοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.

  • αντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.

  • κουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.

  • πόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.

  • Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.

  • Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ.

  • πόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.

  • Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν.

  • ῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.

  • Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.

  • τι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.

  • Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον΄ καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.

  • γάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.

  • Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα.

  •  Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους, κα ἐλέησόν με ὁ Θεός.

ὁ α’ χορὸς

Δόξα Πατρί… Ἦχος β’

Ταῖς τῶν Ἀποστόλων, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ β’ χορὸς

Καὶ νῦν…

Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.  

ὁ α’ χορὸς

Στίχ. λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Πεντηκοστάριον. Ἦχος ὁ αὐτὸς

ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου, καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν, τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.

Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…

ΚΑΝΟΝΕΣ

ὁ Ἀναστάσιμος εἰς δ´

ὁ α’ χορός

ᾠδὴ α.Ἦχος βαρύς.Ὁ Εἱρμός.

Νεύσει σου πρὸς γεώδη, ἀντιτυπίαν μετήχθη, ἡ πρὶν εὐδιάχυτος, ὑδάτων φύσις Κύριε· ὅθεν ἀβρόχως πεζεύσας, ᾄδει Ἰσραήλ σοι, ᾠδὴν ἐπινίκιον.

ὁ β’ χορός

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Κέκριται τοῦ θανάτου, ἡ τυραννὶς διὰ ξύλου, ἀδίκῳ θανάτῳ σου, κατακριθέντος Κύριε· ὅθεν ὁ ἄρχων τοῦ σκότους, σοῦ μὴ κατισχύσας, δικαίως ἐκβέβληται.

ὁ α’ χορός

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

δης σοι προσπελάσας, καὶ τοῖς ὁδοῦσι μὴ σθένων, συντρῖψαι τὸ σῶμά σου, τὰς σιαγόνας τέθλασται· ὅθεν Σωτὴρ τὰς ὀδύνας, λύσας τοῦ θανάτου, ἀνέστης τριήμερος.

ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Λέλυνται αἱ ὠδῖνες, αἱ τῆς προμήτορος Εὔας· ὠδῖνας λαθοῦσα γάρ, ἀπειρογάμως τέτοκας· ὅθεν σαφῶς Θεοτόκον, Πάναγνε εἰδότες, σὲ πάντες δοξάζομεν.

 εἶτα τοῦ Ὁσίου

Πρῶτον τοῦ δ’ ἤχου οὗ ἡ ἀκροστιχίς’

«Σιλουανέ, χορήγει μοι Πνεῦμα τὸ θεῖον.

Ἀ(θανάσιος)».

ᾨδὴ α’. Ἦχος δ’. Ἀνοίξω τὸ στόμα μου.

ὁ α’ χορός

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν

Συνέσεως πλήρωσον, Πνεύματος Πάτερ καρδίαν μου, τολμῶντος ὑμνῆσαί σου βίον τὸν ἔκλαμπρον, καὶ σωφρόνισον, Σιλουανὲ τρισμάκαρ, τὸν νοῦν τὸν ἀκράτητον, θείαις πρεσβείαις σου.

ὁ β’ χορός

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν

θύνας τὴν ἔφεσιν, πρὸς τὸν Θεὸν παμμακάριστε, Αὐτὸν ἐξεζήτησας, διψητικῶς ἐφευρεῖν, Οὗ ἐπέτυχες, καὶ ᾧ προσεκολλήθης, παρ’ Οὗ καὶ μεμύησαι, Πάτερ τὰ ἄρρητα.

ὁ α’ χορός

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν

Λογίζεται Ὅσιε, παντὶ ἀνθρώπῳ κατοίκησις, Θεοῦ ὥσπερ εἴρηκεν, καρδία ὁ Ἰησοῦς, ἔνθα εὕρηκας, Αὐτὸν Ὂν ἐπεζήτεις, ἀπίστου ἀμφίβολον, λύσας τὴν ἔννοιαν.

ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

τόκος σου Δέσποινα, πυρὶ ἀγάπης κατέφλεξε καὶ ὄπισθεν ἥρμοσε, τῶν ἀσκητῶν τῷ χορῷ, ὃν ἐκάλεσας, ὁράματι Παρθένε, τὴν τούτου ἐξέλιξιν, προοιμιάζουσα.

κα τς γίας, ο κροστιχίς

Πρωτομάρτυς νθέως δοξάζεται.

νευ τν Θεοτοκίων

Ποίημα ωάννου Μοναχο.

δ α’  χος πλ. δ

ὁ α’ χορός

Στίχ. γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

σωμεν τ Κυρί

χος γλώττης οὐ σθένει, τοὺς πανευκλεεῖς τῆς Πρωτομάρτυρος, διηγήσασθαι ἄθλους· ἀτονεῖ γὰρ πρὸς ὕμνον ἐπάξιον.

βχορός

Στίχ. γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Πέπαυται τοῦ τυράννου, ἡ ἀλαζονεία ἡ ὑπεροφρύς, κατὰ τούτου γυναῖκες· εὐσεβῶς ἐν Χριστῷ γὰρ ἠνδρίσαντο.

ὁ α’ χορός

Δξα Πατρί…

ήμασιν ἀπορρήτοις, εὐαγγελικῶς ἐνηχηθεῖσά σου, παμμακάριστε Παῦλε, τῷ Χριστῷ ἡ παρθένος νενύμφευται.

βχορός

Κα νν…Θεοτοκίον

χραντε Θεοτόκε, ἡ σεσαρκωμένον τὸν ἀΐδιον, καὶ ὑπέρθεον Λόγον, ὑπὲρ φύσιν τεκοῦσα ὑμνοῦμεν σε..

ὁ Ἀναστάσιμος

 ὁ α’ χορός

ᾠδὴ γ’.Ἦχος βαρύς.Ὁ Εἱρμός.

κατ’ ἀρχὰς τοὺς οὐρανούς, παντοδυνάμῳ σου Λόγῳ, στερεώσας, Κύριε Σωτήρ, καὶ τῷ παντουργῷ καὶ θείῳ Πνεύματι, πᾶσαν τὴν δύναμιν αὐτῶν, ἐν ἀσαλεύτῳ με πέτρᾳ, τῆς ὁμολογίας σου στερέωσον.

ὁ β’ χορός

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Σὺ ἀνελθὼν ἐπὶ ξύλου, ὑπὲρ ἡμῶν ὀδυνᾶσαι, ἑκουσίως εὔσπλαγχνε Σωτήρ, καὶ φέρεις πληγὴν εἰρήνης πρόξενον, καὶ σωτηρίας τοῖς πιστοῖς, δι’ ἧς τῷ σῷ Ἐλεῆμον, πάντες κατηλλάγημεν Γεννήτορι.

ὁ α’ χορός

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Σὺ με καθῇρας τῆς πληγῆς, τὸν τῇ ψυχῇ τετρωμένον, δρακοντίῳ δήγματι Χριστέ, καὶ ἔδειξας φῶς ἐν σκότει πάλαι μοι, κατῳκισμένῳ καὶ φθορᾷ· διὰ Σταυροῦ γάρ εἰς ᾅδην, καταβεβηκώς με συνανέστησας.

ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Τῆς ἀπειράνδρου σου Μητρός, ταῖς ἱκεσίαις τῷ κόσμῳ, τὴν εἰρήνην βράβευσον Σωτήρ, καὶ τῷ Βασιλεῖ τὴν νίκην δώρησαι, κατὰ βαρβάρων δυσμενῶν, καὶ τῆς ἀφράστου σου δόξης, τοὺς δοξολογοῦντάς σε ἀξίωσον.

ᾨδὴ γ’. Τοὺς σοὺς ὑμνολόγους.

ὁ α’ χορός

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν

Ὑφῆψε Χριστὸς προγονικήν σου, εὐσέβειαν Πάτερ ἐπὶ πρός, συμβάλλεται γὰρ φύσεως, προαίρεσις τῇ Χάριτι, καὶ κεκραμένη δείκνυται, λαμπρὸν Θεοῦ ἀποτέλεσμα.

ὁ β’ χορός

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν

Ἀνόνητον χρόνον ὡς ἐπέγνως, τὸν ἄνευ τῆς μνήμης τοῦ Θεοῦ, εὐθέως χεῖρα ἔβαλες, ἐπ’ ἄροτρον θεόσοφε, Σιλουανὲ πληττόμενος, τῷ κέντρῳ τῆς συνειδήσεως.

ὁ α’ χορός

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν

Νεότητος πτώσεις σοι βαθμίδες, ἐγένοντο Πάτερ πρὸς Θεόν, Ὅνπερ λυπῆσαι πώποτε, θέμενος ἐν καρδίᾳ σου, τῇ μετανοίᾳ ὕστερον, μεγάλως ἐχαροποίησας.

ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον.

Ἐνέσπειρας πνεῦμα μετανοίας, Παρθένε τῷ νέῳ Συμεών, ὀφθεῖσα ἐν ὁράματι, καὶ θαυμαστῶς καλέσασα, ποιεῖν Θεῷ ἀρέσκοντα, καὶ πράττειν Τούτου τὸ θέλημα.

Τῆς Ἁγίας

δ γ’

ὁ α’ χορός

Στίχ. γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Σ ε τ στερέωμα

τῆς ἀγαπήσεως, τῆς ὑπὲρ ἔννοιαν Πάνσεπτε! ᾗ ἐν Χριστῷ, Παύλῳ συνεδέθης, ἑνωθεῖσα τῷ Πνεύματι.

βχορός

Στίχ. γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Τρῶσαι ἡ ἐνήδονος, τὴν τετρωμένην σου ἔρωτι, πνευματικῷ, φρένα οὐκ ἰσχύει, τῶν γηΐνων ἀπόλαυσις.

ὁ α’ χορός

Δξα Πατρί 

λη ἐκδημήσασα, τῶν τῆς σαρκὸς παθῶν ῥήμασι, τοῖς μητρικοῖς, οὐκ ἐμαλακίσθης, Ἀθληφόρε πανεύφημε.

βχορός

Κα νν…Θεοτοκίον

Δὸς ἡμῖν βοήθειαν, ταῖς ἱκεσίαις σου Πάναγνε, τάς προσβολὰς ἀποκρουομένη, τν δεινν περιστάσεων.

 Συναπτ μικρ κα  κφνησις

 Ὅτι σ ε Θες μν,… 

 Κοντάκιον. Ἦχὸς δ’. Ἐπεφάνης σήμερον.

Ὡς πολὺ ἠγάπησας καὶ πολλὴν εὗρες Χάριν θείου Πνεύματος, Σιλουανὲ παρὰ Χριστοῦ, Ὅθεν τὰ ἔθνη βοῶσί σοι· Χαίροις ὦ Πάτερ, Πατέρων παγκόσμιε.

Ὁ Οἶκος.

Γλυκυτάτου Χριστοῦ πεῖραν ἔχοντες, οἱ σεπτοὶ μαθηταὶ Τούτῳ ἔλεγον φίλτρον ἀγάπης τὸ μὲν ἐπιδεικνύμενοι, τὸ δὲ ζωὴν ἑτέραν ὡς μηδὲν λογιζόμενοι, Κύριε, ποῦ πορευσόμεθα; τίνος ἑτέρου ὀπίσω ἀκολουθήσομεν; τῆς ζωῆς Σου ὑπὲρ λόγον ἐνεπλήσθημεν, χωρὶς δὲ Σοῦ βιοῦν οὐ δυνάμεθα. Οὓς ἐσχάτως Σιλουανὸς ἐκμιμούμενος, οἰκουμένην τῷ βίῳ κατέπληξεν. Τὸν Χριστὸν γὰρ ὑπερφυῶς θεασάμενος, καὶ τῆς Χάριτος πείρᾳ γνοὺς τὰ μυστήρια, ὁδηγεῖ πρὸς Θεοῦ τὴν ἀγάπησιν, τοὺς λαοὺς ὑπὲρ ὧν καὶ ἀεὶ εὔχεται, ἵνα τῆς θεογνωσίας ἐμπλησθέντες καὶ τοῦ Πνεύματος μέτοχοι γένωνται. Διὸ εὐγνωμόνως αὐτῷ τά ἔθνη ἅπαντα ὡς διδασκάλῳ βοῶσι· Χαίροις ὦ Πάτερ, Πατέρων παγκόσμιε.

ὁ α’ χορός

Κάθισμα. Ἦχὸς γ’. Τὴν ὡραιότητα.

Τὴν ὡραιότητα, τῆς μετανοίας σου, ἰδὼν ὁ Κύριος, τὸ θεῖον ἔλεος, πλουσίως ἔδειξε σοφέ, βραβεύων τὴν ἀνδρείαν σου, καὶ γνωστῶς ἐγνώσθη σοι, οἰκουμένης διδάσκαλον, σὲ προχειρισάμενος, δι’ ὧν πείρᾳ μεμάθηκας, διδάσκειν πῶς τὸ Πνεῦμα τὸ θεῖον, Σιλουανὲ ψυχαῖς ἐγγίνεται.

ὁ β’ χορός

Κάθισμα, τῆς Ἁγίας Μεγαλομάρτυρος

Δόξα  Πατρί.. Ἦχος πλ. δ’ Τὴν σοφίαν καὶ Λόγον

Εἰς ἀνδρίαν τὸ θῆλυ δι’ ἀρετῶν, μεταθεῖσα τῷ πόθῳ τῷ τοῦ Χριστοῦ, Θεοῦ οἰκητήριον, ἀμφοτέρωθεν γέγονας· τῶν παθῶν γὰρ τὸν γνόφον, ἀσκήσει μειώσασα, μαρτυρικῶς ἐδείχθης, ἀθλήσεως καύχημα· ὅθεν καὶ τῷ κόσμῳ, ὡς φωστὴρ διαλάμπεις, δισσῶς ἑξαστράπτουσα, τάς ἀκτῖνας τοῦ Πνεύματος, Πρωτομάρτυς πανεύφημε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

ὁ α’ χορός

Καὶ νῦν… Θεοτοκίον

Ὡς Παρθένον καὶ μόνην ἐν γυναιξί, σὲ ἀσπόρως τεκοῦσαν Θεὸν σαρκί, μακαρίζομεν, γενεαὶ τῶν ἀνθρώπων· τὸ γὰρ πῦρ ἐσκήνωσεν, ἐν σοὶ τῆς Θεότητος, καὶ ὡς βρέφος θηλάζεις, τὸν Κτίστην καὶ Κύριον· ὅθεν τῶν Ἀγγέλων, καὶ ἀνθρώπων τὸ γένος, ἀξίως δοξάζομεν, τὸν πανάγιον τόκον σου, καὶ συμφώνως βοῶμέν σοι· Πρὲσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἀνυμνοῦσιν ἀξίως, τὴν δόξαν σου Ἄχραντε.

.ὁ Ἀναστάσιμος

δ δ’

Ερμς

Πατρικοὺς κόλπους μὴ λιπών, καὶ καταβὰς ἐπὶ τῆς γῆς, Χριστὲ ὁ Θεός, τὸ μυστήριον ἀκήκοα τῆς οἰκονομίας σου, καὶ ἐδόξασά σε μόνε Φιλάνθρωπε.  

Στχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τὸν ἑαυτοῦ νῶτον δεδωκὼς, ὁ ἐκ Παρθένου σαρκωθεὶς εἰς μάστιγας, δούλου πταίσαντος αἰκίζεται, Δεσπότης ἀνεύθυνος, διαλύων μου τὰ ἐγκλήματα.  

Στχ. Δόξα τῇ Ἁγία Ἀναστάσει σου, Κύριε.

Παρεστηκὼς βήματι κριτῶν, παρανομούντων ὡς κριτὸς εὐθύνεται, καὶ ῥαπίζεται πηλίνῃ χειρί, ὁ πλάσας τὸν ἄνθρωπον, ὡς Θεὸς καὶ κρίνων δικαίως τὴν γῆν.

Στχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκον

ς ἀληθῶς Μήτηρ τοῦ Θεοῦ, τὸν Ποιητήν σου καὶ Υἱὸν ἱκέτευε, πρὸς σωτήριον ἰθῦναί με, λιμένα Πανάμωμε, τοῦ αὐτοῦ ἐνδόξου θελήματος.   

ᾨδὴ δ’. Ὁ καθήμενος ἐν δόξῃ.

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν

Χῦμα Πάτερ μετανοίας, τὴν ψυχήν σου ἐκάλυψεν, κρίσεως τὴν ὥραν, ἀναζωγραφοῦν πρὸ ὀμμάτων σου, καὶ ὑπανάπτον τὸν πόθον θείου Σχήματος, δι’ οὗ σῴζεται, πᾶς ὁ τηρῶν τὰ ἐντάλματα.

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν

Ὁ σοφὸς ποιμὴν Κροστάνδης, τῇ εὐχῇ σε ἐνεύρωσεν, κόσμου ἀποστῆναι, διὰ τῆς τοῦ ἅδου αἰσθήσεως, οὗ αἱ παφλάζουσαι φλόγες ἕως Ἄθωνος, ἠκολούθησαν, Σιλουανὲ τὴν πορείαν σου.

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν

Ῥήματι βραχεῖ λυσσῶντα, κύνα Πάτερ ἐδίωξας, πείρᾳ γὰρ Κυρίου, ἔγνως ἐπικλήσεως δύναμιν, δι’ ἧς ἀφίστανται πόρρω οἱ μισόψυχοι, καὶ ἐγκάθηται, ἐν τῇ καρδίᾳ Εἰρήναρχος.

Στχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκον

Ἥψατό σου Θεοτόκου, εὐδοκία μακάριε, καὶ ἐκάλεσέ σε, μεῖναι ἐν τῷ Ὄρει τοῦ Ἄθωνος, καὶ ἀπολαῦσαι ἐνταῦθα ὑποσχέσεων, ὧν περ δέδωκεν, Αὐτῇ Υἱὸς ὁ παμφίλτατος.

δ δ’

Στίχ. γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Εσακήκοα Κύριε

Μνηστευθεῖσαν Θαμύριδι, ὁ νυμφαγωγὸς σε Παῦλος ἡρμόσατο, τῷ  νυμφίῳ ὡς ἀμώμητον, τῷ ἐπουρανίῳ Θέκλα πάνσοφε.

Στίχ. γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

πηρτήθης τοῦ ἔρωτος, τῆς θεοσεβείας Παύλου τοῖς ἔπεσι, καὶ Θαμύριδος τὰ ῥήματα, ὥσπερ λῆρον Μάρτυς ἐμυκτήρισας.

Δξα Πατρί

αντισμῷ θείου αἵματος, τὸ Ἀδαμιαῖον γένος ηὐλόγηται, Εὔα χαίρει καθορῶσα δέ, γυναιξί τὸν ὄφιν ὑποπίπτοντα.

Κα ννΘεοτοκίον

λασμὸν ἡμῖν δώρησαι, τῶν ἀγνοημάτων ὡς ἀναμάρτητος, καὶ εἰρήνευσον τὸν κόσμον ὁ Θεὸς πρεσβείαις τῆς τεκούσης σε.

ὁ Ἀναστάσιμος

δ ε

Ερμς

Νὺξ ἀφεγγὴς τοῖς ἀπίστοις Χριστέ, τοῖς δὲ πιστοῖς φωτισμός, ἐν τῇ τρυφῇ τῶν θείων λόγων σου, διὰ τοῦτο πρὸς σὲ ὀρθρίζω, καὶ ἀνυμνῶ σου τὴν θεότητα.

Στχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

πὲρ σῶν δούλων πιπράσκῃ Χριστέ, καὶ ῥαπισμὸν καρτερεῖς, ἐλευθερίας πρόξενον, τοῖς μελῳδοῦσί σοι. Πρὸς σὲ ὀρθρίζω, καὶ ἀνυμνῶ σου τὴν θεότητα.

Στχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τῇ θεϊκῇ σου δυνάμει Χριστέ, δι’ ἀσθενείας σαρκός, τὸν ἰσχυρὸν κατέβαλες, καὶ νικητὴν με θανάτου Σῶτερ, δι’ Ἀναστάσεως ἀνέδειξας.

Στχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκον

Θεὸν ἐγέννησας Μήτηρ ἁγνή, σεσαρκωμένον ἐκ σοῦ, θεοπρεπῶς Πανύμνητε΄ ἐπεὶ οὐκ ἔγνως ἄῤῥενος εὐνήν, ἀλλ’ ἐξ ἁγίου κύεις Πνεύματος. 

ᾨδή ε’. Ἐξέστη τὰ σύμπαντα.

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν

Γρηγόρως κατείληφας, τὸ Ὄρος τὸ τοῦ Ἄθωνος, καὶ Παντελεήμονος εἰς Μάνδραν, καθυπετάγης, ὡς στρατιώτης Χριστοῦ, μάρτυς συνειδήσεως ὀφθείς, Πάτερ ὑπαλείπτην σου, ἔχων Μεγαλομάρτυρα.

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν

Εἰρήνευσας Ὅσιε, λαβὼν ἀνομημάτων σου, ἄφεσιν τελείαν ἐν Κυρίῳ, ἀλλ’ ὁ ἐχθρός σοι, σφοδρῶς ἐπέθετο, ὅνπερ ἀπελάκτισας εἰπών, ᾧδε ἀποθνήξομαι, διὰ τάς ἁμαρτίας μου.

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν

λεως ἐπέβλεψεν, ἐπὶ ψυχήν σου Κύριος, δοὺς σοι ὡς διδάσκαλον Παρθένον, ὑφηγουμένην εὐχῆς ἐνέργειαν, ἥν περ ὁ βασκαίνων τὰ καλά, Πάτερ ἐπεφθόνησε καὶ ὀμφαῖς πονηραῖς κατεπόνησε.

Στχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκον

Μὴ μόνον ἐάσῃς με, Κυρία Παναμώμητε, πρὸς τὸν πονηρὸν ἀναλαβόντα, πόλεμον μέγαν καὶ δυσκατόρθωτον, ὅθεν σὺν πατρὶ Σιλουανῷ, Δέσποινά μου πρόφθασον, καὶ σβεννύμενον λύχνον ὑπάναψον.

δή ε’

Στίχ. γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

ρθρίζοντες βομέν σοι

πέρογκον ἀθλήσεως στάδιον, ἠγωνίσω, Θέκλα παμμακάριστε, καὶ τοῦ βραβείου ἠξίωσαι.

Στίχ. γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Σεσύληται ὁ δράκων ὁ δόλιος, ἡ παρθένος· θείοις γὰρ παθήμασιν, ὑπακοὴν ἐδιδάσκετο.

Δξα Πατρί

νίκα τὴν αἰδῶ σου ἡ ἔνθεος, παῤῥησίᾳ· πῦρ γὰρ σε ἐγκάρδιον, τὸ τῆς Τριάδος ἐξέκαυσε.

Κα ννΘεοτοκίον

Παρθένον μετὰ τόκον ὑμνοῦμεν σε, Θεοτόκε· σὺ γὰρ τὸν Θεὸν Λόγον σαρκὶ τῷ κόσμῳ ἐκύησας.

ὁ Ἀναστάσιμος

δ ς’

Ερμς

Ναυτιῶν τῷ σάλῳ, τῶν βιωτικῶν μελημάτων, συμπλόοις ποντούμενος ἁμαρτίαις, καὶ ψυχοφθόρῳ θηρὶ προσριπτούμενος, ὡς ὁ Ἰωνᾶς Χριστὲ βοῶ σοι΄ Ἐκ θανατηφόρου με βυθοῦ ἀνάγαγε.

Στχ. Δόξα τῇ Ἁγία Ἀναστάσει σου, Κύριε.

μνημόνευόν σου, αἱ κατακλεισθεῖσαι τῷ ᾅδῃ ψυχαί, καὶ ἐκλείπουσαι τῶν Δικαίων, καὶ παρὰ σοῦ σωτηρίαν προσηύχοντο΄ ἣν διὰ Σταυροῦ Χριστὲ παρέσχες, τοῖς καταχθονίοις ἐπιβὰς ὡς εὔσπλαγχνος.

Στχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Πρὸς τὸν ἔμψυχόν σου, καὶ ἀχειροποίητον δόμον, λυθέντα παθήμασιν, ἐπιβλέψαι πάλιν χορὸς Ἀποστόλων ἀπήλπισεν΄ ἀλλ’ ὑπὲρ ἐλπίδα προσκυνήσας, ἀνεγηγερμένον, πανταχοῦ ἐκήρυξε.

Στχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκον

Τοῦ ἀφράστου τόκου, σοῦ τῆς παναμώμου τὸν τρόπον, Παρθένε Θεόνυμφε, τοῦ δι’ ἡμᾶς, τίς ἑρμηνεῦσαι ἀνθρώπων δυνήσεται; ὅτι ὁ Θεὸς ἀπεριγράπτως, Λόγος ἑνωθείς σοι, σάρξ ἐκ σοῦ ἐγένετο.

ᾨδὴ στ’. Τὴν θείαν ταύτην.

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν

ρῶν δαιμόνων τὸν πόλεμον, καὶ τούτων ἐκμαθὼν ἀφιλάνθρωπον, ἔγνως τρισόλβιε, τοῦ Φιλανθρώπου ἀντίληψιν, Ὂν τρόμῳ πρῴην εἴρηκας ἀδυσώπητον.

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν

δοὺ Χριστός σοι ὀπτάνεται, ἐν μύλωνι ὁ Ἄρτος ὁ τίμιος, καταπληρώσας σου, θεογνωσίας τὴν ὕπαρξιν, ἀρρήτως ἐν Ἁγίῳ, Πνεύματι Ὅσιε.

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν

Πυρὸς ἐγένου συνόμιλος, ὃ ἤνεγκε Χριστὸς σωματούμενος, δροσῖζον ἅπαντας, καὶ τῷ φωτὶ κατεκάλυψας, ὡς ἐν Θαβὼρ τρισμάκαρ θεῖοι Ἀπόστολοι.

Στχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκον

Νοεῖ ἑτέρως θεόνυμφε, τοῦ κόσμου ὁ μετέχων τοῦ Πνεύματος, Θεὸς ἐπίγειος, φιλανθρωπίᾳ γινόμενος, Σιλουανὸς γάρ ἔστι, τοῦ λόγου ἔνδειξις.

δ ς’

Στίχ. γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Τν δέησιν κχε

Νεάνιδος τὸ τῆς φύσεως σαθρόν, τῇ δυνάμει τοῦ Σωτῆρος ἐρρώσθη, νεανικόν, κόσμον τῷ θείῳ πόθῳ· περιελοῦσα γὰρ νύκτωρ ἐθάρσησε, καὶ ἔδραμε τοῦ ἐραστοῦ, τὰ εὐώδη ζητοῦσα διδάγματα.

Στίχ. γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Θαλάμων ὑπερφυῶς τῶν νυμφικῶν, αὐθαιρέτῳ ἀντηλλάξατο πόθῳ ἡ εὐκλεής, καὶ πρωτόαθλος Θέκλα, τὸ τῶν κακούργων οἰκεῖν δεσμωτήριον· ὁ πόθος γὰρ τοῦ Ποιητοῦ, τῶν κτισμάτων ἐνίκα τοὺς ἔρωτας.

Δξα Πατρί

ν πνεύματι κατεφίλει τὰ δεσμά, τοῦ ἐνθέου Διδασκάλου ἡ Μάρτυς, ἐν τῇ φρουρᾷ, ὡς ἐνθέῳ λειμῶνι, ἀρδευομένη τοῖς λόγοις καὶ ηὔξανε, καὶ ἔφερεν ὡς ἀληθῶς, τῷ Δεσπότῃ καρπὸν ὡραιότατον.

Κα νν…Θεοτοκίον

Μὴ παύσῃ ὑπὲρ ἡμῶν πρεσβεύουσα, Παναγία Θεοτόκε Παρθένε, ὅτι πιστῶν, στήριγμα σὺ ὑπάρχεις, καὶ τῇ ἐλπίδι τῇ σῇ κραταιούμεθα, καὶ πόθῳ σε καὶ τὸν ἐκ σοῦ, σαρκωθέντα φράστως δοξάζομεν.

Συναπτ μικρ κα  κφνησις

Σ γρ ε Βασιλες

Κοντάκιον Ἀναστάσιμον.
Ἦχος βαρύς. Οὐκέτι φλογίνη ῥομφαία.

Οὐκέτι τὸ κράτος τοῦ θανάτου, ἰσχύσει κατέχειν τοὺς βροτούς· Χριστὸς γὰρ κατῆλθε συντρίβων, καὶ λύων τὰς δυνάμεις αὐτοῦ· δεσμεῖται ὁ ᾅδης, Προφῆται συμφώνως ἀγάλλονται· Ἐπέστη, λέγοντες, Σωτήρ, τοῖς ἐν σκότει· ἐξέρχεσθε οἱ πιστοὶ εἰς τὴν ἀνάστασιν.

Ὁ Οἶκος

τρεμε κάτωθεν τὰ καταχθόνια σήμερον, ὁ ᾅδης καὶ ὁ θάνατος τὸν ἕνα τῆς Τριάδος· ἡ γῆ ἐκλονεῖτο, πυλωροὶ δὲ ᾅδου ἰδόντες σὲ ἔπτηξαν· ἡ κτίσις δὲ πᾶσα σύν τοῖς Προφήταις χαίρουσα ψάλλει σοι, ἐπινίκιον ᾠδὴν τῷ λυτρωτῇ ἡμῶν Θεῷ τῷ καταλύσαντι νῦν θανάτου τὴν δύναμιν. Ἀλαλάξωμεν καὶ βοήσωμεν τῷ Ἀδάμ, καὶ τοῖς ἐξ Ἀδάμ· Ξύλον τοῦτον εἰσήγαγεν· ἐξέρχεσθε οἱ πιστοὶ εἰς τὴν ἀνάστασιν.

Σ υ ν α ξ ρ ι ο ν

ΤΚΔ´ τοῦ αὐτοῦ μηνός μνήμην ποιούμεθα τοῦ Ὁσίου καὶ θεοφόρου Πατρὸς ἡμῶν Σιλουανοῦ τοῦ Ἀθωνίτου ἀσκήσαντος ἐν τῇ ἐν Ἁγίῳ Ὄρει Ἱερᾷ Μονῇ τοῦ ἁγίου μεγαλομάρτυρος Παντελεήμονος Ῥωσσικοῦ, θεοφιλῶς δὲ τελειωθέντος ἐν Κυ­ρί­ῳ τῇ 11ῃ/24η Σεπτεμβρίου τοῦ σωτηρίου ἔτους 1938.

Στίχοι

  • Χριστόν, Σιλουανέ, Ὃν εἶδες πρὶν ἐν βίῳ, Αὐτὸν καὶ νῦν βλέπεις, ἀλλ’ οὐχὶ ἐν ἐσόπτρῳ.

  • Γάννυται Πατρὶς ἡ φθαρτὴ ἐπὶ σοὶ φύσει, Πάτερ,

  • Χαίρει Ἄθως δέ, σὲ ἐν Πνεύματι Ὅσιον θρέψας.

  • Δασώνυμον δέξατ’ Οὐρανὸς Ἀθωνίτην.

 Τῇ  αὐτῇ ἡμέρᾳ,, Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος καὶ Ἰσαποστόλου Θέκλης.

Στίχοι

  • Αὐτός σε σῴζει Θέκλα ῥήξας τὴν πέτραν,

  • Οὗ τῷ πάθει πρὶν ἐρράγησαν αἱ πέτραι.

  • Πέτρη ἀμφὶ τετάρτην εἰκάδα δέξατο Θέκλην.

Τ, αὐτῇ ἡμέρᾳ ποιοῦμεν ἐνθύμησιν τοῦ θαύματος τῆς ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου τῶν Μυρτιδίων ἐν τῇ νήσῳ Κυθήρων, ὅτε τόν παράλυτον ἤγειρε.

Στίχοι

  • Τέρας νεουργόν εὐλογῶ τῆς Παρθένου.

  • Ἔσφιγξε καί γάρ νῦν μέλη παρειμένα.

  • Εἰκάδι ἀμφί τετάρτῃ ἔῤῥωται παράλυτος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Κόπριος.

Στίχοι

  • Οὐκ ἦν ὁ Κόπρις κόπρις, ἀλλ’ ἄλλος βότρυς,

  • Καλὸν κυπρισμὸν προσφέρων τῷ Κυρίῳ.

 Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, λησον μς. μν.

ΚΑΤΑΒΑΣΙΑΙ

ὁ α’ χορός

Ἦχος δ. ᾨδὴ α 

νοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.

ὁ β’ χορός

ᾨδὴ γ’

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθορος πηγή, θίασον συγκροτήσαντας πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ σου…

ὁ α’ χορός

στεφάνων δόξης ἀξίωσον.

ὁ β’ χορός

ᾨδὴ δ’

Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε. Δόξα τῇ δυνάμει σου Κύριε.

ὁ α’ χορός

ᾨδὴ ε’ 

ξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου, σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα.

ὁ β’ χορός

ᾨδὴ ς’

Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.

ὁ α’ χορός

ᾨδὴ ζ’

Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον, Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

ὁ β’ χορός

ᾨδὴ η’

Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ΤΙΜΙΩΤΕΡΑ (Ἦχος δ’)

ὁ α’ χορός

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…

Καταβασία

 ὁ α’ χορός

ᾠδὴ θ’.

πας γηγενής, σκιρτάτῳ τῷ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων, φύσις γεραίρουσα, τὰ ἱερὰ θαυμάσια, τῆς Θεομήτορος, καὶ βοάτω. Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνή, ειπρθενε.   

Συναπτ μικρκα  κφνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

ὁ α’ χορός
Ἦχος β’.

γιος Κύριος ὁ Θεὸς ἡμῶν.

ὁ β’ χορός

γιος Κύριος ὁ Θεὸς ἡμῶν.

ὁ α’ χορός

ψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.

ὁ β’ χορός

τι ἅγιος ἐστι.

ὁ α’ χορός

ξαποστειλριον Ε

ζωὴ καὶ ὁδὸς Χριστός, ἐκ νεκρῶν τῷ Κλεόπᾳ καὶ τῷ Λουκᾷ συνώδευσεν, οἷς περ καὶ ἐπεγνώσθη, εἰς Ἐμμαοὺς κλῶν τὸν ἄρτον, ὧν ψυχαὶ καὶ καρδίαι, καιόμεναι ἐτύγχανον, ὅτε τούτοις ἐλάλει ἐν τῇ ὁδῷ, καὶ Γραφαῖς ἡρμήνευεν, ἃ ὑπέστη, μεθ’ ὧν , ἠγέρθη, κράξωμεν, ὤφθη τε καὶ τῷ Πέτρῳ.

ὁ β’ χορός

Τοῖς Μαθηταῖς

Τῶν δωρεῶν τοῦ Πνεύματος, πλήρης γέγονας Πάτερ, Σιλουανὲ τρισόλβιε, ὅθεν πλήθη προσάγεις, τῷ φιλανθρώπῳ Κυρίῳ, τοῖς γλυκέσι σου λόγοις, οἷς πόθῳ καταφλέγονται, τῆς ἀγάπης καὶ Τοῦτον, διψητικῶς, ἐν Ἁγίῳ Πνεύματι ἐκζητοῦσι, διό σε μακαρίζομεν, φοιτηταί σου παντοῖοι.

ὁ α’ χορὸς

                                                       Ἦχος β´ Γυνακες κουτίσθητε

ωσθεῖσα καλλιπάρθενε, ταῖς θείαις εἰσηγήσεσι, τοῦ θεοκήρυκος Παύλου, φθαρτὸν μνηστῆρα παρεῖδες, καὶ τούτῳ ἠκολούθησας, Πρωτομάρτυς πολύαθλε, ὦ Θέκλα ἰσαπόστολε· διὸ καὶ νίκης τὸ στέφος παρὰ Χριστοῦ ἐκομίσω.

ὁ β’ χορός

Θεοτοκίον

Κυρίως Θεοτόκον σε, ὁμολογοῦμεν Δέσποινα, οἱ διὰ σοῦ σεσῳσμένοι· τὸν γὰρ Θεὸν ἀπορρήτως, ἐκύησας τὸν λύσαντα, διὰ Σταυροῦ τὸν θάνατον, πρὸς ἑαυτὸν δ’ ἑλκύσαντα, Μαρτύρων δήμους, μεθ’ ὧν σε, ἀνευφημοῦμεν Παρθένε.

ΑΙΝΟΙ

ὁ α’ χορός

Ἦχος βαρύς.

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ α’ χορός

Στιχηρὰ Ἀναστάσιμα δ’.

Στίχ. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.

νέστη Χριστὸς ἐκ νεκρῶν, λύσας θανάτου τὰ δεσμά, εὐαγγελίζου γῆ χαρὰν μεγάλην, αἰνεῖτε οὐρανοὶ Θεοῦ τὴν δόξαν.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.

νάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν ἅγιον Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Χριστοῦ τὴν Ἀνάστασιν, προσκυνοῦντες οὐ παυόμεθα, αὐτὸς γὰρ ἡμᾶς ἔσωσεν, ἐκ τῶν ἀνομιῶν ἡμῶν, ἅγιος Κύριος Ἰησοῦς, ὁ δείξας τὴν Ἀνάστασιν.  

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ, περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν, δι’ ἡμᾶς Θεὸς ἐν ἀνθρώποις, διὰ τὴν καταφθαρεῖσαν φύσιν, ὁ Λόγος σάρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, πρὸς τοὺς ἀχαρίστους ὁ Εὐεργέτης, πρὸς τοὺς αἰχμαλώτους ὁ Ἐλευθερωτής, πρὸς τοὺς ἐν σκότει καθημένους, ὁ Ἥλιος τῆς δικαιοςύνης· ἐπὶ τὸν Σταυρόν ὁ ἀπαθής, ἐπὶ τὸν ᾅδην τὸ φῶς, ἐπὶ τὸν θάνατον ἡ ζωή , ἡ ἀνάστασις διὰ τοὺς πεσόντας, πρὸς ὃν βοήσωμεν· ὁ Θεὸς ἡμῶν δόξα σοι.  

ΣΤΙΧΗΡΑ ΠΡΟΣΟΜΟΙΑ ΤΟΥ ΟΣΙΟΥ

ὁ α’ χορός

Ἦχος πλ. δ’.

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

Ὤ τοῦ παραδόξου θαύματος.

Πάτερ Πατέρων ἰσότιμε, Σιλουανὲ θαυμαστέ, οἰκουμένης διδάσκαλε, Ἀποστόλων μέτοχε, δωρεὰς τῆς τοῦ Πνεύματος, τῶν δὲ Μαρτύρων πόθῳ ἰσότιμε τῆς Ἐκκλησίας, δόξα καὶ καύχημα, πρὸς τὸν Πατέρα σου, Πνεύματι ἱστάμενος, διηνεκῶς, μνήσθητι τιμώντων σου, μνήμην τὴν πάν-τιμον.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ξωμοιώθης προτύπῳ σου, Σιλουανὲ θαυμαστέ, ἐπιγνοὺς τὸ φιλάνθρωπον, καὶ τὸ πολυέλεον, διὰ Πνεύματος Ὅσιε, διὸ ἀπαύστως, δεήσεις πρόσφερε, τὰ ἔθνη πάντα, τὴν γνῶσιν κτήσασθαι, Θεοῦ τοῦ πλάσαντος, Ὅνπερ Πάτερ εὕροιμεν ὑπερφυῶς, μόνιμον θησαύρισμα, καὶ τῶν ψυχῶν γλυκασμόν.

ὁ α’ χορός

Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα·

Πλήρωμα Νόμου καὶ Χάριτος, ἀγάπη ἔστι Θεοῦ, ἣν λαβὼν ἐν καρδίᾳ σου, Θεὸς θέσει γέγονας, καθ’ ἑκάστην φλεγόμενος, θυσίαν φέρων ὁλοκαυτώσεως, εὐχὰς ἀπείρους, δάκρυα ἄμετρα, ἅπερ ὁ Κύριος, μύρα προσδεξάμενα ὡς λογικά, στέφανόν σοι δέδωκε, τῆς ἁγιότητος.

ὁ β’ χορός

Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.

πιστημῶν ἐπιστήμονα, τὴν ἐπιστήμην ὀρθῶς, ἐπιγνόντα γινώσκομεν, ἔνδυμα θεώσεως, τὴν ταπείνωσιν Ὅσιε, δι’ ἧς Κυρίῳ ἡνώθης Πνεύματι, ἐν μέσῳ πλήθους βιῶν ὡς ἔρημον, ἄλλοι κατῴκησαν, ὅθεν σε δοξάζομεν Σιλουανέ, θήκην τῶν Λειψάνων σου, κατασπαζόμενοι.

ὁ α’ χορός

Δόξα Πατρὶ…ΕΩΘΙΝΟΝ Ε’  χος πλ. α’

τῶν σοφῶν σου κριμάτων Χριστέ! πῶς Πέτρῳ μὲν τοῖς ὀθονίοις μόνοις, ἔδωκας ἐννοῆσαί σου τὴν Ἀνάστασιν, Λουκᾷ δὲ καὶ Κλεόπᾳ, συμπορευόμενος ὡμίλεις, καὶ ὁμιλῶν, οὐκ εὐθέως σεαυτὸν φανεροῖς; Διὸ καὶ ὀνειδίζῃ, ὡς μόνος παροικῶν ἐν Ἱερουσαλήμ, καὶ μὴ μετέχων τῶν, ἐν τέλει βουλευμάτων αὐτῆς. Ἀλλ’ ὁ πάντα πρός τὸ τοῦ πλάσματος συμφέρον οἰκονομῶν, καὶ τὰς περὶ σοῦ προφητείας ἀνέπτυξας, καὶ ἐν τῷ εὐλογεῖν τὸν ἄρτον, ἐγνώσθης αὐτοῖς, ὧν καὶ πρὸ τούτου αἱ καρδίαι, πρὸς γνῶσίν σου ἀνεφλέγοντο, οἳ καὶ τοῖς μαθηταῖς συνῃθροισμένοις, ἤδη τρανῶς ἐκήρυττόν σου τὴν Ἀνάστασιν, δι’ ἧς ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Καὶ νῦν… ἦχος β’ (πάντοτε)

περευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε, διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν, διὸ ἀνυμνοῦντες βοῶμεν. Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.

Δοξολογία Μεγάλη

εἰς ἦχον βαρύν. ( Ἀργή ἢ σύντομος )

ὁ α’ χορός

  • Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

ὁ β’ χορός

  • μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

ὁ α’ χορός

  • Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.

ὁ β’ χορός

  • Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

ὁ α’ χορός

  • Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

  • τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

ὁ α’ χορός

  • Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ὁ β’ χορός

  • Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

ὁ β’ χορός

  • Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

ὁ α’ χορός

  • Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

ὁ β’ χορός

  • τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

ὁ α’ χορός

  • Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

              Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ β’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

Ἅγιος ὁ Θεός,
ὁ β’ χορός

Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός

γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

καὶ εὐθύς

ὁ β’ χορός

τὸ παρόν Ἀναστάσιμον Τροπάριον

Ἦχος βαρύς.

Σήμερον σωτηρία τῷ κόσμῳ γέγονεν, ᾄσωμεν τῷ ἀναστάντι ἐκ τάφου καὶ ἀρχηγῷ τῆς ζωῆς ἡμῶν· καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον, τὸ νῖκος ἔδωκεν ἡμῖν, καὶ τὸ μέγα ἔλεος.  

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

ΑΝΤΙΦΩΝΑ ( τῶν Κυριακῶν)

Ἀντίφωνον Α’

Ἦχος β´.

Στίχ.Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.

Στίχ.Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Στίχ. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Στίχ. Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Δόξα Πατρί…Καὶ νῦν.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 Ἀντίφωνον Β’

Ἦχος β´.

Στίχ. Αἴνει, ἡ ψυχή μου τὸν Κύριον, αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι Ἀλληλούϊα.

Στίχ.  Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς…

Στίχ. Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς·

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς..

Στίχ.. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.

Σῶσον, ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς…

Δόξα Πατρὶ…Καὶ νῦν…

μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

Ἀντίφωνον Γ

Ἦχος βαρὺς.

Στίχ. Α´. Αὕτη ἡ ἡμέρα Κυρίου, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

      Κατέλυσας τῷ Σταυρῷ σου τὸν θάνατον, ἠνέῳξας τῷ Λῃστῇ τὸν Παράδεισον, τῶν Μυροφόρων τὸν θρῆνον μετέβαλες, καὶ τοῖς σοῖς Ἀποστόλοις κηρύττειν ἐπέταξας, ὅτι ἀνέστης Χριστὲ ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Στίχ. Β´. Αἰνεσάτωσαν Αὐτὸν οἱ οὐρανοὶ καὶ ἡ γῆ.

Κατέλυσας τῷ Σταυρῷ σου…

Μικρὰ Εἴσοδος.

Εἰσοδικὸν

Ἦχος β

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἀναστάς ἐκ νεκρῶν…..
ψάλλοντάς σοι, λληλούϊα.

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

πολυτκιον  χος βαρς

Κατέλυσας τῷ Σταυρῷ σου τὸν θάνατον, ἠνέωξας τῷ Ληστῇ τὸν Παράδεισον, τῶν Μυροφόρων τὸν θρῆνον μετέβαλες, καὶ τοῖς σοῖς Ἀποστόλοις κηρύττειν ἐπέταξας, ὅτι ἀνέστης Χριστὲ ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.  Ποίημα Παύλου Ἱερομόναχου.

Κήρυξ δέδοσαι, τῇ οἰκουμένῃ, σὺ γλυκύτατος, ἐν θεολόγοις, τῆς τοῦ Χριστοῦ ἀγάπης τρισόλβιε· τὸν Ταπεινὸν γὰρ καὶ Πρᾷον ἑώρακας, καὶ τὴν Ἐκείνου καρδίαν κατέμαθες. Ὅθεν ἅπαντες, Σιλουανὲ ἐλλαμπόμενοι, τοῖς θεογλώσσοις ῥήμασι, δοξάζομεν τὸ Πνεῦμα τὸ δοξάσαν σε.

 Ἀπολυτίκιον  Ἦχος δ’. Ταχὺ προκατάλαβε.

Τοῦ Παύλου συνέκδημος, ὡς καθαρα τὴν ψυχήν, καὶ πρώταθλος πέφηνας, ἐν γυναιξὶν εὐκλεῶς, Χριστὸν ἀγαπήσασα, σὺ γὰρ τῆς εὐσέβειας, πτερωθεῖσα τῷ πόθῳ, ἤθλησας ὑπὲρ φύσιν, Ἰσαπόστελε Θέκλα διὸ σὲ ὁ Πανοικτίρμων νύμφην ἠγάγετο.

Τοῦ Ναοῦ

Κοντκιον  χος β’

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε, Μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι. Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τν τιμντων σε.

Τρισάγιον

᾽Απόστολος 

Προκείμενον. Ἦχος βαρὺς

Καυχήσονται ὅσιοι ἐν δόξῃ

Στίχ. Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινόν.

Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ ᾽Ανάγνωσμα 5:22-6:2

δελφοί, ὁ καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, πρᾳότης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστι νόμος. Οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. Εἰ ζῶμεν Πνεύματι, Πνεύματι καὶ στοιχῶμεν. Μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες. Ἀδελφοί, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πρᾳότητος, σκοπῶν σεαυτόν, μὴ καὶ σὺ πειρασθῇς. Ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ.

λληλούϊα (γ’) Ἦχος βαρὺς

γαθόν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ.

Στίχ. Τοῦ ἀναγγέλλειν τῷ πρωΐ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.

Εὐαγγέλιον

 Κυριακῆς Α´ ἑβδομάδος Λουκᾶ· (Λουκ. Ε´ 1-11).

Ἐκ τοῦ κατὰ Λουκᾶν.

Τῷ καιρῷ ἐκείνῳ, ἑστὼς ὁ Ἰησοῦς παρὰ τὴν λίμνην Γεννησαρέτ, εἶδε δύο πλοῖα ἑστῶτα παρὰ τὴν λίμνην· οἱ δὲ ἁλιεῖς ἀποβάντες ἀπ᾽ αὐτῶν, ἀπέπλυναν τὰ δίκτυα. Ἐμβὰς δὲ εἰς ἓν τῶν πλοίων, ὃ ἦν τοῦ Σίμωνος, ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον΄ καὶ καθίσας ἐδίδασκεν ἐκ τοῦ πλοίου τοὺς ὄχλους. Ὡς δὲ ἐπαύσατο λαλῶν εἶπε πρὸς τὸν Σίμωνα΄ ᾽Επανάγαγε εἰς τὸ βάθος καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν. Καὶ ἀποκριθεὶς ὁ Σίμων εἶπεν αὐτῷ΄ ᾽Επιστάτα, δι᾽ ὅλης τῆς νυκτὸς κοπιάσαντες, οὐδὲν ἐλάβομεν΄ ἐπὶ δὲ τῷ ῥήματί σου χαλάσω τὰ δίκτυα. Καὶ τοῦτο ποιήσαντες συνέκλεισαν πλῆθος ἰχθύων πολύ, διεῤῥήγνητο δὲ τὸ δίκτυον αὐτῶν. Καὶ κατένευσαν τοῖς μετόχοις τοῖς ἐν τῷ ἑτέρῳ πλοίῳ τοῦ ἐλθόντας συλλαβέσθαι αὐτοῖς· καὶ ἦλθον, καὶ ἔπλησαν ἀμφότερα τὰ πλοῖα, ὥστε βυθίζεσθαι αὐτά. Ἰδὼν δὲ Σίμων Πέτρος προσέπεσε τοῖς γόνασι τοῦ ᾽Ιησοῦ, λέγων΄ ῎Εξελθε ἀπ᾽ ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, Κύριε. Θάμβος γὰρ περιέσχεν αὐτὸν καὶ πάντας τοὺς σὺν αὐτῷ, ἐπὶ τῇ ἄγρᾳ τῶν ἰχθύων ᾗ συνέλαβον,ὁμοίως δὲ καὶ ᾽Ιάκωβον καὶ ᾽Ιωάννην υἱοὺς Ζεβεδαίου, οἳ ἦσαν κοινωνοὶ τῷ Σίμωνι. Καὶ εἶπε πρὸς πρὸς τὸν Σίμωνα ὁ ᾽Ιησοῦς΄ Μὴ φοβοῦ· ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν. Καὶ καταγαγόντες τὰ πλοῖα ἐπὶ τὴν γῆν, ἀφέντες ἅπαντα, ἠκολούθησαν αὐτῷ.  

Δόξα σοι Κύριε, δόξα σοι.

Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου

Εἰς τό᾽Εξαιρέτως

ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σ μεγαλνομεν.

Κοινωνικόν

Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. λληλούϊα.

ΚΑΙ

Εἰς μνημόσυνον αἰώνιον ἔσται Δίκαιος. λληλούϊα.

ἦχος β’

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.

 

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).

                                                             

πόλυσις

«῾Ο ἀναστάς ἐκ νεκρῶν…»

https://agioskosmasoaitolos.wordpress.com

24 ΣΕΠ17 ΚΥΡΙΑΚΗ Α΄ΛΟΥΚΑ ΚΑΙ ΕΟΡΤΗ ΑΓΙΟΥ ΣΙΛΟΥΑΝΟΥ ΑΘΩΝΙΤΟΥ, ΑΓΙΑΣ ΘΕΚΛΗΣ

 

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s