«Ὁ ἔνσαρκος ἄγγελος»ΗΧΟΣ Δ΄ΑΠΟΛΥΤΙΚΙΟΝ ΠΡΟΦΗΤΟΥ ΗΛΙΟΥ ΔΗΜΟΣΘΕΝΗΣ ΠΑΪΚΟΠΟΥΛΟΣ

Ἦχος δ’
Ταχὺ προκατάλαβε 
Ὁ ἔνσαρκος ἄγγελος, τῶν Προφητῶν ἡ κρηπίς, ὁ δεύτερος Πρόδρομος τῆς παρουσίας Χριστοῦ, Ἠλίας ὁ ἔνδοξος, ἄνωθεν καταπέμψας, Ἐλισαίῳ τὴν χάριν, νόσους ἀποδιώκει, καὶ λεπροὺς καθαρίζει· διὸ καὶ τοῖς τιμῶσιν αὐτὸν βρύει ἰάματα.

«Τῶν Προφητῶν τοὺς ἀκραίμονας» ΗΧΟΣ ΠΛ.Δ΄ ΔΟΞΑΣΤΙΚΟΝ ΑΙΝΩΝ ΕΟΡΤΗΣ ΠΡΟΦΗΤΟΥ ΗΛΙΟΥ ΔΗΜΟΣΘΕΝΗΣ ΠΑΪΚΟΠΟΥΛΟΣ

Ἦχος πλ. δ’ 

Τῶν Προφητῶν τοὺς ἀκραίμονας, καὶ παμφαεῖς φωστῆρας τῆς οἰκουμένης, ἐν ὕμνοις τιμήσωμεν πιστοί, Ἠλίαν καὶ Ἐλισαῖον καὶ Χριστῷ ἐκβοήσωμεν χαρμονικῶς· Εὔσπλαγχνε Κύριε, παράσχου τῷ λαῷ σου, ἱκεσίαις τῶν Προφητῶν σου, ἄφεσιν ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος.