Ἀπολυτίκιον
Ἦχος α ́. Τῆς ἐρήμου πολίτης.
Τῶν Φαράσων τὸν γόνον, καὶ τοῦ Ἄθωνος κλέϊσμα, καὶ τῶν ἀπ᾿ αἰῶνος ὁσίων, μιμητὴν καὶ ἰσότιμον, Παΐσιον τιμήσωμεν πιστοί, τὸ σκεῦος χαρισμάτων τὸ μεστόν, ὡς φυλάσσοντα ἐκ πάντων τῶν λυπηρῶν, τοὺς πίστει ἀνακράζοντας, δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.
Ἕτερον Ἀπολυτίκιον
Ἦχος δ ́. Ταχὺ προκατάλαβε.
Παΐσιε γέγονας, τῶν ἀσκητῶν ἡ κρηπίς, τοῦ Ἄθωνος κλέϊσμα, καὶ Σουρωτῆς ὁ τροφός, Κονίτσης τὸ καύχημα, σὺ γὰρ ἐπὶ τὰ ἴχνη, Ἀρσενίου ὁδεύσας, εἴληφας χαρισμάτων, τὴν πληθὺν Παρακλήτου, ἀφθόνως τοῖς σὲ τιμῶσιν, παρέχων τὰ πρόσφορα.
Ἕτερον Ἀπολυτίκιον
Ἦχος πλ. α ́. Τὸν Συνάναρχον Λόγον.
Τὸν πανεύφημον ἄνδρα, τοῦ ὄρους Ἄθωνος, τὸν ἐπ’ ἐσχάτων τῶν χρόνων, καθάπερ φάος λαμπρόν, τὴν σκοτίαν τῶν πιστῶν διασκεδάσαντα, καὶ νοσήματα ψυχῶν, καὶ σαρκὸς ἐπιφοράς, ἰώμενον ὑπὲρ φύσιν, τῆς προοράσεως λύχνον, νέον Παΐσιον τιμήσωμεν.
Ἕτερον Ἀπολυτίκιον
Ἦχος γ ́. Θείας πίστεως.
Ὥσπερ ἄγγελος, φανεὶς ἐν κόσμῳ, ἐν τοῖς ἔτεσι, τοῖς τελευταίοις, χριστομίμητε Παΐσιε ὅσιε, ἀσκητικῶς γὰρ βιώσας ἐν Ἄθωνι, ὡς παμφαέστατος ἥλιος ἔλαμψας, καὶ κατηύγασας, πιστῶν τὰ πλήθη τῇ χάριτι, τοῖς ῥήμασι σημείοις καὶ τοῖς θαύμασι.
VIDEO
Ἀπολυτίκιον Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τ ῆς ἐνθέου ἀγάπης τὸ πῦρ δεξάμενος,ὑπερβαλλούσῃ ἀσκήσει ἐδόθης ὅλος Θεῷ καὶ παράκλησις πολλῶν ἀνθρώπων γέγονας, λόγοις θείοις νουθετῶν, προσευχαῖς θαυματουργῶν, Παΐσιε θεοφόρε· καὶ νῦν πρεσβεύεις ἀπαύστως ὑπὲρ παντὸς τοῦ κόσμου, Ὅσιε.
Θεοτοκίον
Χαῖρε ἅγιον ὄρος, καὶ θεοβάδιστον, χαῖρε ἔμψυχε βάτε, καὶ ἀκατάφλεκτε, χαῖρε ἡ μόνη πρὸς Θεὸν κόσμου γέφυρα, ἡ μετάγουσα θνητούς, πρὸς τὴν αἰώνιον ζωήν, χαῖρε ἀκήρατε Κόρη, ἡ ἀπειράνδρως τεκοῦσα, τὴν σωτηρίαν τῶν ψυχῶν ἡμῶν
VIDEO
VIDEO
Ψάλλουν οι πατέρες του κελιού αγ. Ιωάννου του Θεολόγου Σκήτης Κουτλουμουσίου
Δόξα Πατρί… Ἦχος πλ.α΄.
᾽ Α νέτειλε σήμερον ἡμῖν φωταυγὴς ἑορτή, τὰς καρδίας ἡμῶν φαιδρύνουσα καὶ τὸν νοῦν πρὸς οὐρανὸν ἀναβιβάζουσα· ἄνθρωπος γὰρ οὐράνιος καὶ ἐπίγειος ἄγγελος ἑορτάζεται, ὁ θεόφρων Παΐσιος. Οὗτος διάγων ἐπὶ γῆς, ὡς ἐν οὐρανῷ ἐπολιτεύετο, οὐδόλως περὶ τῶν γηΐνων μεριμνῶν ἀλλὰ τοῦ Κυρίου ἀεὶ κατατρυφῶν καὶ τῷ φωτὶ Αὐτοῦ περιπατῶν· διὰ νηστείας καθαρᾶς ἄρτον Ἀγγέλων ἐδέξατο, διὰ προσευχῆς ἀδιαλείπτου τὴν καρδίαν οὐρανὸν ἐποίησεν· ἀναβάσεις δὲ θείας ἀναβὰς ὁ μακάριος, σὺν τοῖς Ἀγγέλοις ἀνέμελπε τὴν ἱερὰν δοξολογίαν. Ἅπαντες οὖν πανευλαβῶς βοήσωμεν αὐτῷ· Ἰσάγγελε Παΐσιε, ποίησον ἡμᾶς μετόχους τῆς ἀλήκτου λαμπρότητος ταῖς πρὸς Κύριον πρεσβείαις σου.
VIDEO
Τώρα σας συμβουλεύω να κάμετε από κομβολόγι μικροί και μεγάλοι και να το κρατήτε με το αριστερό χέρι, και με το δεξιό να κάμνετε τον σταυρόν σας και να λέγετε: Κύριε Ιησού Χριστέ, Υιέ και Λόγε του Θεού του ζώντος, διά της Θεοτόκου και πάντων των Αγίων ελέησόν με τον αμαρτωλόν και ανάξιον δούλον σου.