Σχολιάστε

ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΕΟΡΤΗ ΟΣΙΟΥ ΘΕΟΦΟΡΟΥ ΚΑΙ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ ΤΟΥ ΕΝ ΤΩ ΑΘΩ(2017)

5 ΙΟΥΛΙΟΥ 2017

+Μνήμη τοῦ Ὁσίου καί Θεοφόρου Πατρὸς ἡμῶν Ἀθανασίου τοῦ ἐν τῷ Ἄθῳ·

Αποτέλεσμα εικόνας για ΟΣΙΟΣ ΑΘΑΝΑΣΙΟΣ ΕΝ ΑΘΩ

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις

τι πρέπει σοι πᾶσα δόξα…

Ἦχος β’

ὁ α’ χορὸς

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στίχ, . Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ α’ χορὸς

Στίχ,’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στίχ, . Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

α’ χορς

Ἀπολυτίκιον Ἦχος γ’  Τὴν ὡραιότητα

Τὴν ἐν σαρκὶ ζωήν, σοῦ κατεπλάγησαν, Ἀγγέλων τάγματα, πῶς μετὰ σώματος, πρὸς ἀοράτους συμπλοκάς, ἐχώρησας πανεύφημε, καὶ κατετραυμάτισας, τῶν δαιμόνων, τὰς φάλαγγας· ὅθεν Ἀθανάσιε, ὁ Χριστὸς σε ἠμείψατο, πλουσίαις δωρεαῖς· Διὸ Πάτερ, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ὁ β’ χορὸς

Δόξα Πατρὶ…

Τὴν ἐν σαρκὶ ζωήν,………

α’ χορς

Καὶ νῦν… Θεοτοκίον ὁ αὐτὸς

Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

Ὅτι σὸν τὸ κράτος

ΚΑΘΙΣΜΑΤΑ

Μετὰ τὴν α´ Στιχολογίαν.

ὁ α’ χορός

Κάθισμα τοῦ Ὁσίου Ἀθανασίου

Ἦχος δ’ Κατεπλάγη Ἰωσὴφ

πὶ τῶν ὤμων τὸν Σταυρόν, ἀναλαβὼν τὸν τοῦ Χριστοῦ, ἠκολούθησας αὐτῷ, διὰ τῶν ἔργων εὐσεβῶς, τῶν τῆς ἀσκήσεως ὅσιε Ἀθανάσιε, καὶ πᾶσι μονασταῖς, ἐνασκουμενοις σεμνῶς, γεγένησαι κανών, καὶ τύπος ἔνδοξε. Ἀλλὰ τοῖς θείοις σκάμμασι, τὰ ἄνω ἀπολαβὼν νῦν βασίλεια, μὴ διαλίπῃς, καθικετεύων, τοῦ σῴζεσθαι τὰς ψυχὰς ἡμῶν.

ὁ β’ χορός

Δόξα… Καὶ νῦν… Θεοτοκίον

Μὴ εἰσέλθῃς μέτ’ ἐμοῦ, ὡς ὁ Προφήτης σοι βοῶ εἰς κριτήριον Χριστέ· ἐγὼ γὰρ οἶδα τὰ ἐμά, κατηγοροῦντά με πταίσματα, καὶ σοὶ κραυγάζω· Ἐλέησον εὐχαῖς τῆς τεκούσης σε, ἐμὲ τὸν ταπεινὸν καὶ ἀνάξιον, ὡς τὸν Λῃστὴν καὶ Πόρνην καὶ τόν, Ἄσωτον, καὶ τὸν Τελώνην φιλάνθρωπε· οὐ γὰρ δικαίους, ἦλθες τοῦ σῶσαι, ἀλλὰ μᾶλλον τοὺς πταίσαντας

Μετὰ τὴν β’ Στιχολογίαν

ὁ α’ χορὸς

Κάθισμα τοῦ Ὁσίου Ἀθανασίου

Ἦχος δ’ Ἐπεφάνης σήμερον

Τῷ Κυρίῳ Ὅσιε, εὐαρεστήσας, διὰ θείων πράξεων, καὶ πολιτείας καθαρᾶς, τῆς κληρουχίας ἠξίωσαι, τῶν ἀσωμάτων, σοφὲ Ἀθανάσιε.

ὁ β’ χορός

Δόξα… Καὶ νῦν… Θεοτοκίον

Προστασία ἄμαχε, τῶν ἐν ἀνάγκαις, καὶ πρεσβεία ἕτοιμος, τῶν ἐλπιζόντων ἐπὶ σέ, ἀπὸ κινδύνων με λύτρωσαι, καὶ μὴ παρίδῃς, ἡ πάντων βοήθεια.

Μετὰ τὸν Πολυέλεον

ὁ α’ χορὸς

Κάθισμα Ἦχος πλ. δ  Τό προσταχθέν μυστικῶς

Των θεοσδότων ἐντολῶν σοφέ τόν σπόρον, ὑποδεξάμενος ἐν γῇ τῇ τῆς ψυχῆς σου, τούς καρπούς ἐξήνεγκας τῆς  ἀθανασίας, ὡς δένδρον πεφυτευμένον ἐν ταῖς ῥοαῖς, ὑδάτων τῶν φυχοτρόφων ὡς αληθῶς, ἐξ ὧν πόθῳ γευόμενοι, οἱ νήπιοι τῇ ἀρετῇ, εἰς μέτρον ἀναγώμεθα, ἠλικίας τῆς κρείττονος.

ὁ β’ χορός

Δόξα… Ἦχος πλ. δ Τήν Σοφίαν καί Λόγον

Τήν πτωχείαν τοῦ Λόγου ἀναλαβών, ἀπεβάλου τόν ὄγκον τῶν γεηρῶν.  ἐντεῦθεν οὐράνιον, πολιτείαν ἀπήστραψας, ἀσκητικῶς νεκρώσας, σαρκός τήνεὐπάθειαν, καί τήν ψυχήν δοχεῖον, φωτός ἐργασάμενος. Ὅθεν αθανάτων, ἀμοιβῶν ἠξιώθης, ἀλείπτης γενόμενος, μοναστῶν καί διδάσκαλος, Ἀθανάσιε Ὅσιε πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τήν ἁγίαν μνήμην σου.

ὁ α’ χορὸς

Καὶ νῦν… Θεοτοκίον Τήν Σοφίαν καί Λόγον

τῆς σῆς προμηθείας μαρμαρυγή, ὡς λαμπάς ἀπαστράπτει θεοφεγγής, Παρθένε Πανάμωμε, νοερῶς ἐν τῷ κλήρῳ σου, καί μοναστῶν ἰθύνει, ἀεί τήν διάνοιαν, πρός ἐποπτείαν Κόρη, τῆς σῆς ωραιότητος. Ταύτης οὖν τό φέγγος, ὁ κλεινός σου θεράπων, κατέχων ἀνέλαμψε, καί τόν Ἄθω ἐφαίδρυνε, διά λόγου καί πράξεως. Αὐτοῦ ταῖς ἱκεσίαις Ἀγνή, τήν εἰρήνην δώρησαι τοῖς δούλοις σου, καί παράσχου πλουσίως ἡμῖν τά ἐλέη σου.

Τὸ α’ Ἀντίφωνον τοῦ δ’ Ἤχου.

ὁ α’ χορός

 · κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

ὁ β’ χορός

 · κ νεότητός μου ……

ὁ α’ χορός

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

ὁ β’ χορός

Οἱ μισοῦντες Σιών,

ὁ α’ χορός

Δόξα Πατρὶ…

γίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.

ὁ β’ χορός

Καὶ νῦν…

γίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

Προκείμενον Ἦχος δ’

ὁ α΄ χορὸς

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.

ὁ β’ χορός

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.

ὁ α’ χορὸς

Στίχ. Τὶ ἀνταποδώσωμεν τῷ Κυρίῳ.

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.

Τάξις Εὐαγγελίου τοῦ Ὂρθρου

ὁ α΄ χορὸς

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ β’ χορὸς

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ α΄ χορὸς

Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.

Ἐκ τοῦ κατὰ Ματθαῖον

(ια΄ 27 – 30)

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.

Δόξα Σοι Κύριε, δόξα Σοι.

καὶ εὐθὺς ὁ Ν’ ψαλμὸς (χύμα)

ὁ α΄ χορὸς

Δόξα Πατρί… Ἦχος β’

Ταῖς τοῦ σοῦ Ὁσίου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων

ὁ β΄ χορὸς

Καὶ νῦν…

Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ α’ χορὸς

Ἦχος  πλ. β´.

Στίχ. λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Τόν τῆς αθανασίας ἐπώνυμον, ἅπαντες εὐφημήσωμεν, τόν ἐν τῷ Ἄθω ἀνδρικῶς καί γενναίως ασκήσαντα.  Ὅς καί τήν ποίμνην συνήγαγε ταύτην, καί οῖκον Κυρίῳ  ἀνήγειρε πόθῳ, ΄καί τῇ Μητρί τοῦ Θεοῦ ἀνέθετο.  Ἡ καί πρεσβεύει ὑπέρ ἡμῶν, τῶν ἐν πίστει τελούντων τήν μνήμην αὐτοῦ.

.Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…

ΚΑΝΟΝΕΣ

Ὁ Κανὼν τῆς Θεοτόκου

 ᾠδὴ α’ Ἦχος πλ. δ’

ὁ α’ χορὸς

Ὁ Εἱρμὸς

ρματηλάτην Φαραὼ ἐβύθισε, τερατουργοῦσα ποτέ, Μωσαϊκὴ ῥάβδος, σταυροτύπως πλήξασα, καὶ διελοῦσα θάλασσαν, Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν, ἆσμα τῷ Θεῷ ἀναμέλποντα.

ὁ β’ χορὸς

ρματηλάτην Φαραὼ ἐβύθισε,…

ὁ α’ χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τὸ Θεοτόκον σε κηρύττειν ἄχραντον, πάσης αἱρέσεως, ἀποτροπὴν φέρει· σάρκα γὰρ γενόμενον, ἀναλλοιώτως ἔτεκες, τὸν ἐπέκεινα πάσης, Θεογεννῆτορ τῆς κτίσεως, Λόγον τοῦ Θεοῦ τὸν ἀΐδιον.

ὁ β’ χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

ς Θεοῦ Μήτηρ παρρησίαν ἔχουσα, πρὸς τὸν τεχθέντα ἐκ σοῦ, μονογενῆ Λόγον, καὶ Πατρὶ συνάναρχον, καὶ συμφυῆ τῷ Πνεύματι, δυσωποῦσα μὴ παύσῃ, κινδύνων σῶσαι Πανάμωμε, τοὺς σὲ Θεοτόκον δοξάζοντας.

ὁ α’ χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σὲ Θεομῆτορ προστασίαν ἔχοντες, οὐ δειλιάσομεν, τὸ τῶν ἐχθρῶν στῖφος, τὸ ἀντιμαχόμενον, τοῖς εὐσεβῶς δοξάζουσι, τὸν ἐκ σοῦ σαρκωθέντα, Θεὸν τῶν ὅλων καὶ Κύριον, ὃν ὑπὲρ ἡμῶν ἐκδυσώπησον.

ὁ β’ χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Νοῦς καὶ οὐράνιος τὸ σὸν Μυστήριον, τὸ ἀκατάληπτον, κατανοεῖν ὄντως, ἀτονεῖ Πανύμνητε· τοῦ γὰρ Πατρὸς ὁ σύνθρονος, ἐν γαστρί σου σκηνώσας, ἐκ σοῦ τεχθῆναι εὐδόκησε, φύσεσι διτταῖς γνωριζόμενος.

Ὁ Κανὼν τοῦ Ὁσίου Ἀθανασίου, οὗ ἡ Ἀκροστιχίς.

Ἀθανάσιον ὑμνῶν, ἀρετὴν ἐπαινέσω. Ἀμήν.

ᾨδὴ α’

Ἦχος πλ. δ’ Ἁρματηλάτην Φαραὼ

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν.

θανασίας γεγονὼς ἐπώνυμος, ἔτι ἐν βίῳ τελῶν, τῆς ἀληθοῦς ὤφθης Πάτερ, Ἀθανάσιε, ἀθανασίας μέτοχος, μεταστὰς τῶν προσκαίρων· Ἀλλὰ Χριστῷ παριστάμενος, μέμνησο ἡμῶν μεμνημένων σου.

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν.

Θεοσεβῆ ἐξ ἁπαλῶν γενόμενον, ὀνύχων Ὅσιε, πρὸς ἀρετῆς κτῆσιν, γεννητόρων στέρησις, σὲ οὐδαμῶς ἑκώλυσεν, ἀλλὰ πάντα τὸν πόθον, ὁλοσχερῶς καὶ τὴν ἔφεσιν, ἔτρεψας πρὸς μόνον τὸν Κτίσαντα.

ὁ α’ χορὸς

Δόξα Πατρί…

πὸ χειλέων ῥυπαρῶν τὴν αἴνεσιν, τολμήσας ᾄδω σοι, τῷ περὶ σὲ πόθῳ, κάτοχος γενόμενος, καὶ τῇ ἀγάπῃ δέσμιος. Ἀλλὰ Πάτερ συγγνώμων, γενοῦ καὶ δὸς κατ’ ἀξίαν σοι, τοῦτον προσκομίσαι τὸν ἔπαινον.

ὁ β’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Νέον παιδίον ὑπὲρ λόγον τέτοκας, τὸν παλαιὸν ἡμερῶν, νέας ἐν γῇ τρίβους, ἀρετῆς δεικνύμενον, οὗ ὁ κλεινὸς θεράπων σου, Ἀθανάσιος Κόρη, τῷ ἔρωτι τιτρωσκόμενος, τοῦτόν σοι τὸν οἶκον ἐδείματο.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ γ’

Ἦχος πλ. δ’ Ὁ Εἱρμὸς

ὁ α’ χορὸς

στερεώσας κατ’ ἀρχάς, τοὺς οὐρανοὺς ἐν συνέσει, καὶ τὴν γῆν ἐπὶ ὑδάτων ἑδράσας, ἐν τῇ πέτρᾳ με Χριστέ, τῶν ἐντολῶν (τῆς Ἐκκλησίας) σου στήριξον, ὅτι οὔκ ἐστι πλὴν σοῦ,  ἅγιος μόνε φιλάνθρωπε.

            ὁ β’ χορὸς

στερεώσας κατ’ ἀρχάς,…

                                                                           ὁ α’ χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Νενεκρωμένον μου τὸν νοῦν, τῇ τῆς ζωῆς ἐνεργείᾳ, τῆς ἐκ σοῦ φανερωθείσης τῷ κόσμῳ, διανάστησον, οὐλάς, καὶ τύπους ἐξαλείφουσα, τῆς ἁμαρτίας μόνη, Θεογεννῆτορ πανάμωμε.

ὁ β’ χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

ήσεις τῶν θείων Προφητῶν, καὶ τὰς αὐτῶν προφητείας, ἐπεσφράγισας, τεκοῦσα τὸν Λόγον, τὸν λαλοῦντα δι’ αὐτῶν, καὶ τὰς αὐτῶν πληρώσαντα, θεηγορίας μόνη, εὐλογημένη Πανάμωμε.

ὁ α’ χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

πειρογάμως ἐκ Πατρός, τὸν πρὸ αἰώνων ἀφράστως, ἐν γαστρί σου συλλαβοῦσα Παρθένε, ἀπεγέννησας ἡμῖν, Θεὸν ὁμοῦ καὶ ἄνθρωπον, ἐν ἑκατέρᾳ φύσει, τέλειον οὐ διαιρούμενον.

            ὁ β’ χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σοῦ τὴν ἁγίαν ὁ Θεός, γαστέρα κατασκηνώσας, ἐσαρκώθη Θεομῆτορ ὡς οἶδε, καὶ διέσωσεν ἡμᾶς, τοῖς ζωηφόροις πάθεσιν· ὅθεν σε σωτηρίας, πύλην Παρθένε γινώσκομεν.  

ᾨδὴ γ’, τοῦ Ὁσίου Ἀθανασίου

Ἦχος πλ. δ’ Ὁ στερεώσας κατ’ ἀρχὰς

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν.

πὸ παιδὸς τῇ πρὸς Θεόν, ἀγάπῃ συνειλημμένος, τοὺς ὁμήλικας τῶν παίδων ἀθροίζων, καὶ χορείαν συνιστῶν, πνευματικῶς ἐρρύθμιζες, τῶν παιδικῶν πανσόφως, τούτους ἐθῶν ἐξαιρούμενος.

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν.

Σοφίας ἔρωτι βληθείς, πρὸς τὴν εὐδαίμονα πόλιν, Κωνσταντίνου παραγίνῃ Θεόφρον· καὶ ὡς μέλιττα σοφή, καὶ μελουργὸς τὰ καίρια τῶν λόγων συναθροίσας, τὰ περιττὰ καταλέλοιπας.

ὁ α’ χορὸς

Δόξα Πατρί…

στίῳ Πάτερ τοῦ Σταυροῦ, τὴν ψυχικήν σου ὁλκάδα, κυβερνήσας εὐσταλῶς τε καὶ κούφως, τὴν τοῦ βίου χαλεπὴν ποντοπορίαν ἤνυσας, καὶ πρὸς γαλήνης θείους, ἤχθης λιμένας μακάριε.

ὁ β’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

πρὸ αἰώνων γεννηθείς, ἐκ τοῦ Πατρὸς ἀπορρήτως, ἐπ’ ἐσχάτων ἐκ γαστρός σου προῆλθε, καὶ ἐθέωσεν ἡμῶν, τὴν φύσιν Μητροπάρθενε, τοὺς τῶν Ὁσίων δήμους, περιφανῶς ἐπαγόμενος.

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν,…

ὁ β’ χορός

Κάθισμα

Ἦχος πλ. δ’ Τὴν Σοφίαν καὶ Λόγον

κ νεότητος πάντα καταλιπών, τὰ τοῦ βίου ἐπίκηρα καὶ τερπνά, προθύμως ἠκολούθησας, τῷ καλοῦντί σε Ὅσιε, καὶ ἐπ’ ὤμων ἄρας, Σταυρὸν ὡς ἀκήκοας, ἐν νηστείαις Πάτερ, τὸ σῶμα κατέτηξας· ὅθεν καὶ Ποιμένα, τῶν οἰκείων προβάτων, καλῶς προχειρίζεται, ὁ πανάγαθος Κύριος, Ἀθανάσιε Ὅσιε· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

ὁ α’ χορός

Δόξα Πατρί… Καὶ νῦν… Θεοτοκίον ὅμοιον

Τὴν Σοφίαν καὶ Λόγον ἐν σῇ γαστρί, συλλαβοῦσα ἀφλέκτως Μήτηρ Θεοῦ, τῷ κόσμῳ ἐκύησας, τὸν τὸν κόσμον συνέχοντα, καὶ ἐκ μαζῶν ἐθήλασας, τὸν πάντας ἐκτρέφοντα, καὶ ἐν ἀγκάλαις ἔσχες, τὸν πάντα βαστάζοντα· ὅθεν δυσωπῶ σε, Παναγία Παρθένε, ῥυσθῆναι πταισμάτων μου, ὅταν μέλλω παρίστασθαι, πρὸ προσώπου τοῦ Κτίστου μου, Δέσποινα Παρθένε ἁγνή, τὴν σὴν βοήθειαν τότε μοι δώρησαι· σὲ γὰρ ἔχω ἐλπίδα ὁ δοῦλός σου.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ δ’

Ἦχος πλ. δ’

Ὁ Εἱρμὸς

Σύ μου ἰσχύς, Κύριε, σύ μου καὶ δύναμις, σὺ Θεός μου, σύ μου ἀγαλλίαμα, ὁ πατρικοὺς κόλπους μὴ λιπών, καὶ τὴν ἡμετέραν, πτωχείαν ἐπισκεψάμενος· διὸ σὺν τῷ Προφήτῃ Ἀββακούμ σοι κραυγάζω·τῇ δυνάμει σου δόξα φιλάνθρωπε.

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Μετὰ Θεόν, σὲ προστασίαν κεκτήμεθα· σὺ γὰρ Μήτηρ, Θεοῦ ἐχρημάτισας, τοῦ ποιητοῦ καὶ δημιουργοῦ, καὶ τὴν ἡμετέραν, μορφὴν λαβόντος Πανάμωμε, καὶ ταύτην σεσωκότος, ἐκ φθορᾶς καὶ θανάτου, καὶ τῇ ἑαυτοῦ δόξῃ δοξάσαντος.

            Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

ς ἐκ φυλῆς, τοῦ Βασιλέως ὑπάρχουσα, τὸν τῶν ὅλων, κατεξουσιάζοντα, Λόγον Θεὸν τέτοκας ἡμῖν, σάρκα γεγονότα, καὶ μείναντα ἀναλλοίωτον· διό σε Θεοτόκον, ἀληθῶς καὶ κυρίως, Παναγία Παρθένε δοξάζομεν.

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Θεὸν ἐκ σοῦ, τὸν σαρκωθέντα δυσώπησον, τὸν ἀτρέπτως, ὃ ἦν διαμείναντα, καὶ φυσικῶς ἴσον τῷ Πατρί, καὶ σοὶ τῇ Τεκούσῃ, γενόμενον ὁμοούσιον, συγχώρησιν πταισμάτων, καὶ ψυχῶν σωτηρίαν, τοῖς ὑμνοῦσί σε πίστει δωρήσασθαι.

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Νῦν τὴν μορφήν, τῶν ἀθετούντων κατάβαλε, τῆς εἰκόνος, Κόρη τὴν προσκύνησιν, σοῦ τῆς σεπτῆς, καὶ τοῦ ὑπὲρ νοῦν, ἐκ σοῦ σαρκωθέντος, καὶ κόσμον ὅλον φωτίσαντος, καὶ πάντων τῶν Ἁγίων, τοὺς δὲ πίστει τιμῶντας, καταφαίδρυνον μόνη Πανύμνητε.

ᾨδὴ δ΄.

Σύ μου ἰσχύς, Κύριε.

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν.

Νοῦν τῶν παθῶν, καθηγεμόνα ποιούμενος, καὶ ἐνθέοις, ἔργοις ποδηγούμενος, σὺ τὴν καλήν, ἤνυσας ὁδόν, καὶ τὰς τῶν δαιμόνων, ἐνέδρας καὶ πανουργεύματα, καὶ τὰς ῥαδιουργίας εὐσεβῶς ἀπεκρούσω, ὡς ἐχέφρων τὸ κρεῖττον ἑλόμενος.

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν.

πεισελθών, τὸν ἐλαφρὸν τοῦ Κυρίου ζυγόν, καὶ τῷ θείω, φόβῳ στοιχειούμενος, καὶ καθαρθείς, σῶμα καὶ ψυχήν, γέγονας ἁγνείας, καὶ σωφροσύνης ὑπόθεσις, καὶ ὄρος ἐγκρατείας, καὶ σφραγὶς ἀπαθείας, καὶ ἀγάπης εἰκὼν Ἀθανάσιε.

Δόξα Πατρί…

Μετεσχηκώς, τῆς καθ’ ἡμᾶς καὶ τῆς θύραθεν, σὺ παιδείας, ἐμφιλοσοφώτατα, τὸ προσφυὲς καὶ λυσιτελοῦν, ἑκάστης διεῖλες, δικαιοσύνῃ φραττόμενος, φρονήσει, ταπεινώσει, συνέσει καὶ ἀνδρείᾳ, καὶ τοῖς ἄλλοις ἐμπρέπων χαρίσμασι.

Καὶ νῦν… Θεοτοκίον

Νώτοις φρικτῶς, χερουβικοῖς ἐποχούμενος, ὁ Δεσπότης, θρόνον ὥσπερ πύρινον, τὴν σὴν Ἁγνή, ᾤκησε νηδύν, καὶ σαρκὸς προσλήψει, τὴν ἀνθρωπίνην ἐθέωσεν, οὐσίαν ὡς διδάσκει, ὁ κλεινὸς ἐν Ὁσίοις, Ἀθανάσιος μόνη πανύμνητε.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ ε’

Ἦχος πλ. δ’ Ὁ Εἱρμὸς

να τί με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον· ἀλλ’ ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τάς ὁδούς μου κατεύθυνον δέομαι.

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

πειράνδρως Παρθένε, τὸν ἀπεριόριστον, φύσει Θεότητος, ἀνδρωθέντα Λόγον, δι’ ἡμᾶς τοὺς ἀνθρώπους συνέλαβες, ἐξ αἱμάτων Κόρη, παρθενικῶν διαπλασθέντα, ὑπέρ λόγον καὶ νόμον τῆς φύσεως.

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

ραιώθης Παρθένε, τοῖς τῆς παρθενίας σου, ἀχράντοις κάλλεσι, καὶ τῆς πρώτης Εὔας, περιέστειλας αἶσχος τὸ δύσμορφον, τὸν Χριστὸν τεκοῦσα, περιβολὴν ἀθανασίας, χαριζόμενον τοῖς σὲ γεραίρουσι.

            Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

ληθῆ Θεοτόκον, πάντες ἐπιγνόντες σε, πάναγνε Δέσποινα, τὸν ἐκ σοῦ τεχθέντα, Θεὸν Λόγον εἰδότες κηρύττομεν, ἐν δυσὶν οὐσίαις, θελητικαῖς, αὐτεξουσίαις, ὑπὲρ λόγον καὶ νόμον τῆς φύσεως.

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Οἱ σὲ τεῖχος πλουτοῦντες, καὶ τῇ προστασίᾳ σου, περιφρουρούμενοι, τῇ σῇ θείᾳ δόξῃ, ἐγκαυχώμενοι σὲ μακαρίζομεν· σὺ γὰρ Παναγία, τὴν τῶν ψυχῶν ἡμῶν πηγάζεις, εὐφροσύνην καὶ τὴν ἀγαλλίασιν.

ᾨδὴ ε΄.

Ἵνα τί με ἀπώσω.

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν.

φθης ὥσπερ μαγνήτης, ἕλκων τῇ γλυκύτητι Πάτερ τῶν λόγων σου, πρὸς διδασκαλίαν, καὶ ἀκρόασιν τῶν παραινέσεων, τοὺς ἐφιεμένους, διηνεκῶς ὁρᾶν καὶ βλέπειν, τὸ σεπτὸν καὶ χαρίεν σου πρόσωπον.

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν.

Νόμοις θείοις ὑπείκων, καὶ ταῖς προσταγαῖς πειθαρχῶν τοῦ ποιήσαντος, νομοθέτης ὤφθης, μοναστῶν καὶ κανὼν ἀκριβέστατος, παιδευτὴς ἀφρόνων, καὶ ὁδηγὸς πεπλανημένων, καὶ φωστὴρ τῶν ἐν σκότει Ἀοίδιμε.

Δόξα Πατρί…

ρετῶν ἐκμαγεῖον, καὶ τῶν χαρισμάτων δοχεῖον τοῦ Πνεύματος, τοῦ Ἁγίου πέλων, ἱερὸν καὶ τερπνὸν φροντιστήριον, ἐδομήσω πᾶσαν, διαγωγὴν καὶ πολιτείαν, προσφυῆ μονασταῖς ἐκτιθέμενος.

Καὶ νῦν… Θεοτοκίον

ητορεῦον οὐ σθένει, στόμα κατ’ ἀξίαν σὲ μέλπειν Πανύμνητε, ἀνωτέραν οὖσαν, Χερουβὶμ καὶ ἁπάσης τῆς κτίσεως· διὸ σὺν τῷ θείῳ, Ἀθανασίῳ τὸν Δεσπότην, ὑπέρ πάντων ἡμῶν καθικέτευε.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ ς’

Ἦχος πλ. δ’ Ὁ Εἱρμὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

λάσθητί μοι Σωτήρ·πολλαὶ γὰρ αἱ ἀνομίαι μου,καὶ ἐκ βυθοῦ τῶν κακῶν,ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα,καὶ ἐπάκουσόν μου,ὁ Θεὸς τῆς σωτηρίας μου.

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

πῆλθε τὸ παντουργόν, ἐπὶ σὲ Πνεῦμα Πανάμωμε, καὶ Λόγος ὁ τοῦ Θεοῦ, ἐν σοὶ κατεσκήνωσε, καὶ σάρξ ἐχρημάτισεν, ἀνεκδιηγήτως, διαμείνας ἀναλλοίωτος.

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

ς ἔμψυχος κιβωτός, τὸν Νομοδότην ἐχώρησας, ὡς ἅγιος δὲ ναός, ἐδέξω τὸν Ἅγιον, γενόμενον ἄνθρωπον, ἐπ’ εὐεργεσίᾳ, τῶν ἀνθρώπων Παναμώμητε.

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Κυρίαν σε τοῦ παντός, καὶ Δέσποιναν ὀνομάζομεν, τὸν ὄντως ὄντα Θεόν· ἀρρήτως γὰρ τέτοκας, τὸν πάντα ποιήσαντα, καὶ διακρατοῦντα, καὶ συνέχοντα Πανάμωμε.

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Θεὸν τεχθέντα ἐκ σοῦ, ἐπέγνωμεν Θεονύμφευτε, ὃν ἐξιλέωσαι νῦν, ἡμῖν ὡς ἰσχύουσα, τοῖς πίστει κραυγάζουσι, δωρηθῆναι λύσιν, τῶν πταισμάτων Παναμώμητε.

ᾨδὴ Ϛ΄.

Ἱλάσθητί μοι.

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν.

νέκρωσας σαρκικάς, ἐπιθυμίας τοῖς πόνοις σου, ἐσταύρωσας σεαυτόν, κόσμῳ καὶ τοῖς πάθεσι, νηστείαις καὶ δάκρυσι, προσευχαῖς καὶ ὕμνοις, ἀνενδότοις προσεδρεύων Θεῷ.

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν.

Τῶν μοναστῶν ἀρχηγὸς τῶν ἐν τῷ ὄρει τοῦ, Ἄθωνος, καὶ τύπος καὶ χαρακτήρ, ἐναρέτων πράξεων, ὑπάρχων ἐκόσμησας, τὰ ἐκεῖσε πάντα, τῶν ἀζύγων καταγώγια.

Δόξα Πατρί…

δύς, εὐθὺς καὶ χρηστός, ἐπιεικής τε καὶ μέτριος, εὐπρόσιτος προσηνής, ἐλεήμων πέφυκας, συμπαθὴς καὶ εὔσπλαγχνος, ἱλαρὸς τοῖς τρόποις, χριστομίμητος τοῖς ἤθεσι.

Καὶ νῦν… Θεοτοκίον

Νέος καθάπερ Μωσῆς, ἀναφανεὶς κατεσκεύασας, οἷὰ περ ἄλλην σκηνήν, μάνδραν Πανσεβάσμιε, ἣν καὶ ὑπερηύξησας, πόνοις καὶ ἱδρῶσι, καὶ ἀνέθου τῇ Μητρὶ τοῦ Θεοῦ.

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

Σὺ γὰρ εἶ ὁ Βασιλεύς…

Κοντάκιον τοῦ Ὁσίου Ἀθανασίου

Ἦχος πλ. δ’

Τῇ ὑπερμάχῳ

ς τῶν ἀΰλων οὐσιῶν θεωρὸν ἄριστον, καὶ πρακτικὸν ὑφηγητὴν παναληθέστατον, εὐφημοῦμέν σε ἡ ποίμνη σου, καὶ βοῶμεν· Μὴ ἐλλίπῃς ἱκετεύειν πρὸς τὸν Κύριον, λυτρωθῆναι πειρασμῶν καὶ περιστάσεων, τοὺς βοῶντάς σοι· Χαίροις Πάτερ, Ἀθανάσιε.

Ὁ Οἶκος

νωθέν σου τὴν κλῆσιν, εἰληφὼς παραδόξως, ἀθάνατον ζωὴν ἐκληρώσω· μετὰ σώματος γὰρ ἐπὶ γῆς, ἀσωμάτων βίον μετελθών, γέγονας τοῖς πάθεσιν ἀνάλωτος· διὸ σε εὐφημοῦμεν Πάτερ.

Χαίροις, φαιδρὸν μοναζόντων κλέος, χαίροις, λαμπρὰ σωφροσύνης στήλη.

Χαίροις, τῆς ἀνδρείας ἀρίδηλον γνώρισμα, χαίροις, τῆς πανσόφου φρονήσεως ἔνδειξις.

Χαίροις, στάθμη ἰσοστάσιος δικαιοσύνης ἀκριβοῦς, χαίροις, λόγῳ καταρτίσας σου τῶν πρακτέων τὰς ὁρμάς.

Χαίροις, νοῦς ἀπολαύων ἐννοιῶν ἀπορρήτων, χαίροις, πᾶσαν τὴν κτίσιν εὐσεβῶς διαθρήσας.

Χαίροις, δι’ οὗ ᾐσχύνθησαν δαίμονες, χαίροις, δι’ οὗ πᾶν πάθος νενέκρωται.

Χαίροις, λιμὴν τῶν ἐν ζάλῃ τοῦ βίου, χαίροις, σωτὴρ τῶν πιστῶς σοι βοώντων.

Χαίροις, Πάτερ Ἀθανάσιε.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν

ΤΕ’ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου Πατρὸς ἡμῶν Ἀθανασίου τοῦ ἐν τῷ Ἄθῳ.

Στίχοι

  • Μέγας μὲν Ἀντώνιος, ἀρχὴ Πατέρων.

  • Θεῖος δ’ Ἀθανάσιος ἔνθεον τέλος.

  • Κἂν Ἀθανάσιος ὕστερος χρόνοις,

  • Ἀλλ’ ὑπερέσχε καὶ παλαιοὺς τοῖς πόνοις.

  • Ἀθανασίῳ καὶ μαθητῶν ἑξάδι,

  • Ναοὶ λύονται σωμάτων ναοῦ λύσει.

  • Πέμπτῃ δ’ Ἀθανάσιον ἆγον νόες ἄστυ θεοῖο.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Λαμπαδοῦ.

Στίχοι

  • Ἄρδων ἐλαίῳ Λαμπαδὸς τὴν λαμπάδα

  • Ἕτοιμος ἐγγίσαντος ἦν τοῦ Νυμφίου.

 

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΚΑΤΑΒΑΣΙΑΙ

ὁ α’ χορός

Ἦχος δ’. ᾨδὴ α’

νοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.

ὁ β’ χορός

ᾨδὴ γ’

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθορος πηγή, θίασον συγκροτήσαντας πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ σου…

ὁ α’ χορός

στεφάνων δόξης ἀξίωσον.

ὁ β’ χορός

ᾨδὴ δ’

Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε. Δόξα τῇ δυνάμει σου Κύριε.

ὁ α’ χορός

ᾨδὴ ε’

ξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου, σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα.

ὁ β’ χορός

ᾨδὴ ς’

Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.

ὁ α’ χορός

ᾨδὴ ζ’

Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον, Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

ὁ β’ χορός

ᾨδὴ η’

Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον.

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ΤΙΜΙΩΤΕΡΑ (Ἦχος δ’)

ὁ α’ χορός

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ. τι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. τι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. ποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. ντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…

Καταβασία

ὁ α’ χορός

ᾠδὴ θ.

πας γηγενής, σκιρτάτῳ τῷ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων, φύσις γεραίρουσα, τὰ ἱερὰ θαυμάσια, τῆς Θεομήτορος, καὶ βοάτω. Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνή, ἀειπάρθενε.

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

Ἐξαποστειλάρια

ὁ α’ χορὸς

Ἦχος β’ Τῶν Μαθητῶν ὁρώντων σε

ς τηλαυγὴς ἀνέτειλας ἐκ κλιμάτων, Ἑῴας φαεσφόρος καὶ Ἑσπερίων, μέρη, Ἀθανάσιε ἐφώτισας, σῶν ἀρετῶν λαμπρότησιν, ἀλλὰ μὴ παύσῃ πρεσβεύων, ὑπὲρ τοῦ κόσμου Κυρίῳ.

ὁ β’ χορός

Ἦχος β’ Τῶν Μαθητῶν ὁρώντων σε Θεοτοκίον

Πανευαγὴς Παντάνασσα ἱκεσίαις, τοῦ σοῦ τιμιωτάτου Ἀθανασίου, φύλαττε τὴν ποίμνην σου ἀπρόσψαυστον, πάσης ἐναντιότητος, διαπαντὸς σε ὑμνοῦσαν, τὴν προστασίαν τοῦ κόσμου.

ΑΙΝΟΙ

Ἦχος πλ. δ’

ὁ α’ χορός

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Ὢ τοῦ παραδόξου θαύματος

Τίμιος ὄντως ὁ θάνατος, τοῦ σοῦ Ὁσίου Χριστέ, ἐναντίον σου πέφυκεν· ἰδοὺ γὰρ ἀνέβλυσεν, ἐκ ποδὸς ὁ θεράπων σου, πηγὴν αἱμάτων καὶ μετὰ θάνατον, παντοίας νόσους ἀποδιώκουσαν, καὶ φυγαδεύουσαν, πονηρίας πνεύματα, οἷς ἔτι ζῶν, ἀντιπαρετάξατο, καὶ μέχρις αἵματος.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Τίμιος ὄντως ὁ θάνατος……

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

Πηγὴν θαυμάτων ἀνέδειξε, καὶ ποταμὸν δωρεῶν, τὴν σορὸν τῶν λειψάνων σου, τοῖς βροτοῖς ὁ Κύριος, Ἀθανάσιε πάνσοφε· τυφλοῖς τὸ βλέπειν αὕτη δεδώρηται· ἐλεφαντίδα λέπραν ἐκάθηρε, συνεχομένους τε ἀκαθάρτοις πνεύμασιν, ἐκ τῆς αὐτῶν, ἐξουσίας ῥύεται, καὶ σωφρονοῦντας ποιεῖ.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Χαίροις ἀσκητῶν ἀγλάϊσμα, τῶν μοναζόντων ἀστήρ, τῶν ποιμένων, τὸ καύχημα, Πάτερ Ἀθανάσιε, τῶν Ὁσίων ὁμόσκηνε, χαῖρε ἀγάπης καὶ σωφροσύνης πηγή, χαῖρε Τριάδος τὸ καταγώγιον, χαῖρε λαμπρότατε, λύχνε διακρίσεως, χαῖρε κανών, ἀρετῶν εὐθύτατε, καὶ στήλη ἔμψυχε.

ὁ α’ χορός

Δόξα Πατρὶ .. Ἦχος πλ. α’

 

σιε Πάτερ, τόν ζυγόν τοῦ Κυρίου ἀράμενος, ἐν τῷ Ὄρει τοῦ Ἄθω, ᾐρετίσω κατοικεῖν.   ἐν ᾧ τῆς ἐν Πνεύματι θεωρίας τυχών, τόν Θεοτύπωτον νόμον, τῇ καρδίᾳ ἐδέξω.  τῆς γάρ Ἀγγελικῆς διαγωγῆς, νεώσας τήν αὔλακα, τῆς ἀληθοῦς δικαιοσύνης, κατεβάλου τάς ἀπαρχάς, ὡς φυτοκόμος θεόσοφος. Ὅθεν τοῦ ἀμπελῶνος τοῦ Λόγου, ἐργάτης δόκιμος γενόμενος, τόν μισθόν τῶν καμάτων σου, ἐπαξίως εἰληφας, Ἀθανάσιε θεσπέσιε.  μή παύσῃ ὑπέρ ἡμῶν δεόμενος, Ὁσίων ἀκροθίνιον..

ὁ β’ χορός

Καὶ νῦν… Θεοτοκίον

Μακαρίζομέν σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.

Δοξολογία Μεγάλη

εἰς ἦχον πλ. α΄’ ( Ἀργή ἢ σύντομος )

ὁ α’ χορός

· Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

ὁ β’ χορός

· μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

ὁ α’ χορός

· Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.

ὁ β’ χορός

· Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

ὁ α’ χορός

· Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

· τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

ὁ α’ χορός

· Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ὁ β’ χορός

· Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

ὁ α’ χορός

· Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

ὁ β’ χορός

· Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

ὁ α’ χορός

· Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

· Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ α’ χορός

· Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

· Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

ὁ α’ χορός

· Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

ὁ β’ χορός

· τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

ὁ α’ χορός

· Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρὶ ..

ὁ α’ χορός

Καὶ νῦν…. .

ὁ β’ χορός

γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

 ὁ α’ χορός

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

γιος ὁ Θεός,

ὁ β’ χορός

γιος Ἰσχυρός,

ὁ α’ χορός

γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

καὶ εὐθύς

ὁ β’ χορός

Ἀπολυτίκιον Ἦχος γ’  Τὴν ὡραιότητα

Τὴν ἐν σαρκὶ ζωήν, σοῦ κατεπλάγησαν, Ἀγγέλων τάγματα, πῶς μετὰ σώματος, πρὸς ἀοράτους συμπλοκάς, ἐχώρησας πανεύφημε, καὶ κατετραυμάτισας, τῶν δαιμόνων, τὰς φάλαγγας· ὅθεν Ἀθανάσιε, ὁ Χριστὸς σε ἠμείψατο, πλουσίαις δωρεαῖς· Διὸ Πάτερ, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

ΑΝΤΙΦΩΝΑ 

Ἀντίφωνον Α’

Ἦχος β´.

Στίχ. α´. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.

Στίχ. β´. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Στίχ. γ´. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Δόξα ΠατρὶΚαὶ νῦν

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Ἀντίφωνον Β

Ἦχος αὐτὸς.

Στίχ. α´. Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός, ψάλλοντάς σοι΄ Ἀλληλούϊα.

Στίχ. β´. Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός,…

Στίχ.  γ´.  Βασιλεύσει  Κύριος  εἰς τὸν  αἰῶνα,  ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός,… 

Δόξα ΠατρίΚαὶ νῦν

μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

Ἀντίφωνον Γ

Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.

Ἀπολυτίκιον Ἦχος γ‘  Τὴν ὡραιότητα

Τὴν ἐν σαρκὶ ζωήν, σοῦ κατεπλάγησαν, Ἀγγέλων τάγματα, πῶς μετὰ σώματος, πρὸς ἀοράτους συμπλοκάς, ἐχώρησας πανεύφημε, καὶ κατετραυμάτισας, τῶν δαιμόνων, τὰς φάλαγγας· ὅθεν Ἀθανάσιε, ὁ Χριστὸς σε ἠμείψατο, πλουσίαις δωρεαῖς· Διὸ Πάτερ, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν

Εἰσοδικὸν

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἐν Ἁγίοις θαυμαστὸς…..

ψάλλοντάς σοι, λληλούϊα.

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Ἀπολυτίκιον Ἦχος γ‘  Τὴν ὡραιότητα

Τὴν ἐν σαρκὶ ζωήν, σοῦ κατεπλάγησαν, Ἀγγέλων τάγματα, πῶς μετὰ σώματος, πρὸς ἀοράτους συμπλοκάς, ἐχώρησας πανεύφημε, καὶ κατετραυμάτισας, τῶν δαιμόνων, τὰς φάλαγγας· ὅθεν Ἀθανάσιε, ὁ Χριστὸς σε ἠμείψατο, πλουσίαις δωρεαῖς· Διὸ Πάτερ, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν

Τοῦ Ναοῦ

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Κοντάκιον τοῦ Ὁσίου Ἀθανασίου

Ἦχος πλ. δΤῇ ὑπερμάχῳ

ς τῶν ἀΰλων οὐσιῶν θεωρὸν ἄριστον, καὶ πρακτικὸν ὑφηγητὴν παναληθέστατον, εὐφημοῦμέν σε ἡ ποίμνη σου, καὶ βοῶμεν· Μὴ ἐλλίπῃς ἱκετεύειν πρὸς τὸν Κύριον, λυτρωθῆναι πειρασμῶν καὶ περιστάσεων, τοὺς βοῶντάς σοι· Χαίροις Πάτερ, Ἀθανάσιε.

Τρισάγιον.

Ὁ Ἀπόστολος

Προκείμενον ἦχος βαρύς.

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.

Στίχ.Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκεν ἡμῖν;

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ ᾽Ανάγνωσμα 13:17-21

δελφοί, πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε· αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν ὡς λόγον ἀποδώσοντες· ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσι καὶ μὴ στενάζοντες· ἀλυσιτελὲς γὰρ τοῦτο. Προσεύχεσθε περὶ ἡμῶν· πεποίθαμεν γὰρ ὅτι καλὴν συνείδησιν ἔχομεν, ἐν πᾶσι καλῶς θέλοντες ἀναστρέφεσθαι. Περισσοτέρως δὲ παρακαλῶ τοῦτο ποιῆσαι, ἵνα τάχιον ἀποκατασταθῶ ὑμῖν. Ὁ δὲ Θεὸς τῆς εἰρήνης, ὁ ἀναγαγὼν ἐκ νεκρῶν «τὸν ποιμένα τῶν προβάτων» τὸν μέγαν «ἐν αἵματι διαθήκης αἰωνίου», τὸν κύριον ἡμῶν ᾿Ιησοῦν, καταρτίσαι ἡμᾶς ἐν παντὶ ἔργῳ ἀγαθῷ εἰς τὸ ποιῆσαι τὸ θέλημα αὐτοῦ, ποιῶν ἐν ὑμῖν τὸ εὐάρεστον ἐνώπιον αὐτοῦ διὰ ᾿Ιησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

Ἀλληλούϊα. ( γ’) Ἦχος α΄

Οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.

Στίχ. τι ἐξελέξατο Κύριος τὴν Σιών.

Εὐαγγέλιον

κ το κατ Λουκν

στ΄ 17 – 23

Τ καιρ κείν, στη ησος π τπου πεδινο, κα χλος μαθητν ατο, κα πλθος πολ το λαο π πσης τς ουδαας κα ερουσαλμ κα τς παραλου Τρου κα Σιδνος, ο λθον κοσαι ατο κα αθναι π τν νσων ατν,  κα ο χλομενοι π πνευμτων καθρτων, κα θεραπεοντο·  κα πς χλος ζτει πτεσθαι ατο, τι δναμις παρατο ξρχετο κα ἰᾶτο πντας.  Κα ατς πρας τος φθαλμος ατο ες τος μαθητς ατο λεγε· Μακριοι ο πτωχο, τι μετρα στν βασιλεα το Θεο.  μακριοι ο πεινντες νν, τι χορτασθσεσθε. μακριοι ο κλαοντες νν, τι γελσετε. μακριο στε ταν μισσωσιν μς ο νθρωποι, κα ταν φορσωσιν μς κα νειδσωσι κα κβλωσι τ νομα μν ς πονηρν νεκα το υο το νθρπου.  Χαίρετε ν κεν τ μρ κα σκιρτσατε· δο γρ μισθς μν πολς ν τ οραν

Δόξα σοι Κύριε, δόξα σοι.   

 (Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου

Εἰς τό, Ἐξαιρέτως

ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

 

Κοινωνικὸν

Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα.

ἦχος β’

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

 

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.

ἦχος β’

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).

πόλυσις

 «…Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν…»

https://agioskosmasoaitolos.wordpress.com

5 ΙΟΥΛ17 ΕΟΡΤΗ ΑΓΙΟΥ ΑΘΑΝΑΣΙΟΥ ΤΟΥ ΕΝ ΑΘΩ

 

Advertisements

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση / Αλλαγή )

Σύνδεση με %s

Αρέσει σε %d bloggers: