Σχολιάστε

ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΚΥΡΙΑΚΗ Η΄ΜΑΤΘΑΙΟΥ (2017)

30 ΙΟΥΛΙΟΥ  2017

+ΚΥΡΙΑΚΗ Η’ΜΑΤΘΑΙΟΥ

Μνμη τν γων ποστλων κ τν βδομκοντα, Σλα, Σιλουανο, Κρσκεντος, παινετο κα νδρονκου.

Ἑωθινὸν Η’  Ἦχος  βαρὺς

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη κα  κφνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα…

χος βαρὺς

ὁ α’ χορὸς

Ἀμήν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στχ, α’. ξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

Στχ, β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στχ, γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορός

πολυτκιον  χος βαρς

Κατέλυσας τῷ Σταυρῷ σου τὸν θάνατον, ἠνέωξας τῷ Ληστῇ τὸν Παράδεισον, τῶν Μυροφόρων τὸν θρῆνον μετέβαλες, καὶ τοῖς σοῖς Ἀποστόλοις κηρύττειν ἐπέταξας, ὅτι ἀνέστης Χριστὲ ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

ὁ β’ χορός

Δόξα Πατρί…

Κατέλυσας τῷ Σταυρῷ σου….

ὁ α’ χορός

Κα νν… Θεοτοκίον

ς τῆς ἡμῶν Ἀναστάσεως θησαύρισμα, τοὺς ἐπὶ σοὶ πεποιθότας Πανύμνητε, ἐκ λάκκου καὶ βυθοῦ πταισμάτων ἀνάγαγε· σὺ γὰρ τοὺς ὑπευθύνους τῇ ἁμαρτίᾳ, ἔσωσας τεκοῦσα τὴν σωτηρίαν, ἡ πρὸ τόκου Παρθένος, καὶ ἐν τόκῳ Παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα Παρθένος

Συναπτ μικρ κα  κφνησις

  τι σν τ κρτος…

Μετ τν α’ Στιχολογαν

Καθίσματα

ὁ α’ χορὸς

  χος βαρς

Ζωὴ ἐν τῷ τάφῳ ἀνέκειτο, καὶ σφραγὶς ἐν τῷ λίθῳ ἐπέκειτο, ὡς Βασιλέα ὑπνοῦντα, στρατιῶται ἐφύλαττον Χριστόν, καὶ Ἄγγελοι ἐδόξαζον, ὡς Θεὸν ἀθάνατον. Γυναῖκες δὲ ἐκραύγαζον, Ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

ὁ β’ χορὸς

Δξα Πατρί…

Τῇ τριημέρῳ ταφῇ σου σκυλεύσας τὸν θάνατον, καὶ φθαρέντα τὸν ἄνθρωπον, τῇ ζωηφόρῳ Ἐγέρσει σου, ἀναστήσας Χριστὲ ὁ Θεός, ὡς φιλάνθρωπος δόξα σοι.

ὁ α’ χορὸς

Κα νν…Θεοτοκίον.

Τὸν σταυρωθέντα ὑπὲρ ἡμῶν, καὶ ἀναστάντα Χριστὸν τὸν Θεόν, καὶ καθελόντα τοῦ θανάτου τὸ κράτος, ἀπαύστως ἱκέτευε, Θεοτόκε Παρθένε, ἵνα σώσῃ τὰς ψυχὰς ἡμῶν.

Μετὰ τὴν β´ Στιχολογίαν.

ὁ β’ χορὸς

σφραγισμένου τοῦ μνήματος, ἡ Ζωὴ ἐκ τάφου ἀνέτειλας Χριστὲ ὁ Θεός΄ καὶ τῶν θυρῶν κεκλεισμένων, τοῖς Μαθηταῖς ἐπέστης, ἡ πάντων ἀνάστασις΄ Πνεῦμα εὐθὲς δι’ αὐτῶν ἐγκαινίζων ἡμῖν, κατὰ τὸ μέγα σου ἔλεος.

ὁ α’ χορὸς

Δξα Πατρί…

πὶ τὸ μνῆμα ἔδραμον Γυναῖκες, μετὰ δακρύων μύρα φέρουσαι, καὶ στρατιωτῶν φυλασσόντων σε, τὸν τῶν ὅλων Βασιλέα, ἔλεγον πρὸς ἑαυτάς΄ Τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον; καὶ φωνῆς ἀσωμάτων ἤκουον βοώσης΄  ἀνέστη ὁ μεγάλης Βουλῆς Ἄγγελος, πατήσας τὸν θάνατον Παντοδύναμε Κύριε, δόξα σοι.

ὁ β’ χορὸς

Καὶ νῦν…Θεοτοκίον.

Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε, λιμὴν καὶ προστασία τοῦ γένους τῶν ἀνθρώπων· ἐκ σοῦ γὰρ ἐσαρκώθη ὁ Λυτρωτὴς τοῦ κόσμου· μόνη γὰρ ὑπάρχεις Μήτηρ καὶ Παρθένος· ἀεὶ εὐλογημένη καὶ δεδοξασμένη, πρέσβευε Χριστῷ τῷ Θεῷ, εἰρήνην δωρήσασθαι, πάσῃ τῇ οἰκουμένῃ.  

Τὰ Ἀναστάσιμα Εὐλογητάρια.

ὁ α’ χορός

χος πλ. α

Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾅδου πάντας ἐλευθερώσαντα.

ὁ β’ χορός

Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὢ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις, Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε, ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.

ὁ α’ χορός

Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι, ἀλλ’ ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε΄ θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.

ὁ β’ χορός

Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῶτερ ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου. Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.

ὁ α’ χορός

Δξα Πατρί… Τριαδικν

Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.

ὁ β’ χορός

Κα νν… Θεοτοκον

Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.

ὁ α’ χορός

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.

ὁ β’ χορός

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.

ὁ α’ χορός

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δξα σοι Θες. 

Συναπτ μικρ κα  κφνησις

 Ὅτι ηλγητα σου…

Ἡ Ὑπακοὴ. Ἦχος βαρύς.

ἡμετέραν μορφὴν ἀναλαβών, καὶ ὑπομείνας Σταυρὸν σωματικῶς, σῶσον με τῇ ἀναστάσει σου, Χριστὲ ὁ Θεός, ὡς φιλάνθρωπος.

ΑΝΑΒΑΘΜΟΙ

Ἀντίφωνον Α´

ὁ α’ χορός

Τὴν αἰχμαλωσίαν Σιών, ἐκ πλάνης ἐπιστρέψας, κἀμὲ Σωτὴρ ζώωσον, ἐξαίρων δουλοπαθείας.

ὁ β’ χορός

ν τῷ νότῳ ὁ σπείρων θλίψεις, νηστείας μετὰ δακρύων, οὗτος χαρᾶς δρέψεται, δράγματα ἀειζωοτροφίας.

ὁ α’ χορός

Δόξα Πατρὶ…Καὶ νῦν…

γίῳ Πνεύματι, πηγὴ τῶν θείων θησαυρισμάτων, ἐξ οὗ σοφία, σύνεσις, φόβος· αὐτῷ αἴνεσις, δόξα, τιμὴ καὶ κράτος.

Ἀντίφωνον Β´

ὁ β’ χορός

ὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον τὸν τῆς ψυχῆς, μάτην κοπιῶμεν, πλὴν γὰρ αὐτοῦ, οὐ πρᾶξις, οὐ λόγος τελεῖται.

ὁ α’ χορός

Τοῦ καρποῦ τῆς γαστρός, οἱ Ἅγιοι πνευματοκινήτως, ἀναβλαστοῦσι πατρῷα δόγματα υἱοθεσίας.

ὁ β’ χορός

Δόξα Πατρὶ…Καὶ νῦν…

γίῳ Πνεύματι, τὰ σύμπαντα τὸ εἶναι ἔχει, πρὸ πάντων γὰρ Θεός, τῶν ὅλων κυριότης, φῶς ἀπρόσιτον, ζωὴ τῶν πάντων.

Ἀντίφωνον Γ´

ὁ α’ χορός

Οἱ φοβούμενοι τὸν Κύριον, ὁδοὺς ζωῆς εὑρόντες, νῦν καὶ ἀεὶ μακαριοῦνται, δόξῃ ἀκηράτῳ.

ὁ β’ χορός

Κύκλῳ τῆς τραπέζης σου, ὡς στελέχη βλέπων τὰ ἔκγονά σου, χαῖρε εὐφραίνου, προσάγων ταῦτα, τῷ Χριστῷ Ποιμενάρχα.

ὁ α’ χορός

Δόξα Πατρί…Καὶ νῦν…

γίῳ Πνεύματι, βυθὸς χαρισμάτων, πλοῦτος δόξης, κριμάτων βάθος μέγα, ὁμόδοξον Πατρὶ καὶ Υἱῷ,…

ὁ β’ χορός

λατρευτὸν γάρ. 

Προκείμενον     

ὁ α’ χορός

νάστηθι, Κύριε ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος.

ὁ β’ χορός

νάστηθι, Κύριε ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος.

ὁ α’ χορός

Στίχ. ξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου διηγήσομαι πάντα τὰ θαυμάσια σου.

νάστηθι, Κύριε ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ…

ὁ β’ χορός

τῶν πενήτων σου εἰς τέλος.

Ἡ Τάξις τοῦ Ἑωθινοῦ Εὐαγγελίου

ὁ α΄ χορὸς

Ἦχος β’.

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ β’ χορὸς

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ α΄ χορὸς

Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.

ΕΩΘΙΝΟΝ Η’  ( Ἰωάν. 20,11-18)

 Τῷ καιρῷ ἐκείνῳ, Μαρία εἱστήκει πρὸς τὸ μνημεῖον κλαίουσα ἔξω, ὡς οὖν ἔκλαιε, παρέκυψεν εἰς τὸ μνημεῖον, καὶ θεωρεῖ δύο ἀγγέλους ἐν λευκοῖς καθεζομένους, ἕνα πρὸς τῇ κεφαλῇ, καὶ ἕνα πρὸς τοῖς ποσίν, ὅπου ἔκειτο τὸ σῶμα τοῦ Ἰησοῦ, καὶ λέγουσιν αὐτῇ ἐκεῖνοι, Γύναι, τὶ κλαίεις; λέγει αὐτοῖς, Ὅτι ἦραν τὸν Κύριόν μου, καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν, καὶ ταῦτα εἰποῦσα ἐστράφη εἰς τὰ ὀπίσω, καὶ θεωρεῖ τὸν Ἰησοῦν ἐστῶτα, καὶ οὐκ ᾒδει ὅτι Ἰησοῦς ἐστι. Λέγει αὐτῇ ὁ Ἰησοῦς, Γύναι, τὶ κλαίεις; τίνα ζητεῖς; ἐκείνη δοκοῦσα ὅτι ὁ κηπουρὸς ἐστι, λέγει αὐτῷ, Κύριε, εἰ σὺ ἐβάστασας αὐτόν, εἰπὲ μοι ποῦ αὐτὸν ἔθηκας, κἀγὼ αὐτὸν ἀρῶ, λέγει αὐτῇ ὁ Ἰησοῦς, Μαρία, στραφεῖσα ἐκείνη λέγει αὐτῷ, Ῥαββουνί, ὃ λέγεται Διδάσκαλε, λέγει αὐτῇ ὁ Ἰησοῦς, Μή μου ἃπτου,  οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα μου, πορεύου δὲ πρὸς τοὺς ἀδελφούς μου, καὶ εἰπὲ αὐτοῖς, Ἀναβαίνω πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν, ἔρχεται Μαρία ἡ Μαγδαληνὴ ἀπαγγέλλουσα τοῖς μαθηταῖς ὅτι ἑώρακε τὸν Κύριον, κα τατα επεν ατ.

Δόξα σοι, Κύριε, δόξα σοι.

Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης

νάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν, ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι’ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.

Καὶ εὐθὺς ὁ Ν Ψαλμὸς εἰς ἦχον β

  • λέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

  • πὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.

  • τι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντὸς.

  • Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.

  • δοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.

  • δοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.

  • αντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.

  • κουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.

  • πόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.

  • Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.

  • Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ.

  • πόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.

  • Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν.

  • ῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.

  • Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.

  • τι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.

  • Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον΄ καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.

  • γάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.

  • Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα.

  •  Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους, καὶ ἐλέησόν με ὁ Θεός.

ὁ α’ χορὸς

Δόξα Πατρὶ… Ἦχος β’

Ταῖς τῶν Ἀποστόλων, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ β’ χορὸς

Καὶ νῦν…

Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.  

ὁ α’ χορὸς

Στίχ. λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Πεντηκοστάριον. Ἦχος ὁ αὐτὸς

ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου, καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν, τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.

Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…

ΚΑΝΟΝΕΣ

ὁ Ἀναστάσιμος εἰς δ´

ὁ α’ χορός

ᾨδὴ α.Ἦχος βαρύς.Ὁ Εἱρμός.

Νεύσει σου πρὸς γεώδη, ἀντιτυπίαν μετήχθη, ἡ πρὶν εὐδιάχυτος, ὑδάτων φύσις Κύριε· ὅθεν ἀβρόχως πεζεύσας, ᾄδει Ἰσραὴλ σοι, ᾠδὴν ἐπινίκιον.

ὁ β’ χορός

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Κέκριται τοῦ θανάτου, ἡ τυραννὶς διὰ ξύλου, ἀδίκῳ θανάτῳ σου, κατακριθέντος Κύριε· ὅθεν ὁ ἄρχων τοῦ σκότους, σοῦ μὴ κατισχύσας, δικαίως ἐκβέβληται.

ὁ α’ χορός

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

δης σοι προσπελάσας, καὶ τοῖς ὁδοῦσι μὴ σθένων, συντρῖψαι τὸ σῶμά σου, τὰς σιαγόνας τέθλασται· ὅθεν Σωτὴρ τὰς ὀδύνας, λύσας τοῦ θανάτου, ἀνέστης τριήμερος.

ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Λέλυνται αἱ ὠδῖνες, αἱ τῆς προμήτορος Εὔας· ὠδῖνας λαθοῦσα γάρ, ἀπειρογάμως τέτοκας· ὅθεν σαφῶς Θεοτόκον, Πάναγνε εἰδότες, σὲ πάντες δοξάζομεν.

Ὁ Κανὼν τῶν Ἀποστόλων, οὗ ἡ Ἀκροστιχίς.

Πανευκλεεῖς μαθητὰς ὑμνῶ τοῦ Λόγου.

Ἰωσήφ.

ᾨδὴ α’  Ἦχος β’ Τῷ τὴν ἄβατον

ὁ α’ χορός

Στχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Παριστάμενοι, θρόνῳ τῷ θείῳ πάντοτε, φέγγει τε λαμπρυνόμενοι, ἀδύτῳ Ἅγιοι, φωτισμὸν πνευματικόν, ἅπασιν αἰτήσασθε, ἐκ τοῦ τῶν φώτων Πατρός, καταπεμφθῆναι ἡμῖν, πιστῶς ὑμᾶς γεραίρουσιν.

ὁ β’ χορός

Στχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Παριστάμενοι, θρόνῳ τῷ θείῳ……

ὁ α’ χορός

Στχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ἀναλάμψαντα, δικαιοσύνης ἥλιον, Ἔνδοξοι θεασάμενοι, Κόρης θεόπαιδος, ἐκολλήθητε αὐτῷ, θείαν κατὰ μέθεξιν, φῶς χρηματίζοντες, καὶ ἀπηλάσατε, ἀπάτης ζόφον ἅπαντα.

ὁ β’ χορός

Στχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Νόμον ἔνθεον, ἐπὶ τῆς γλώττης φέροντες, πᾶσαν τὴν γῆν διήλθετε, τὴν ἀνομίαν αὐτῆς, ὑπεξαίροντες σοφοί, Κρήσκη, Ἀνδρόνικε, Σίλα καὶ Σιλουανέ, καὶ κατασπείραντες, τὴν γνῶσιν τὴν σωτήριον.

ὁ α’ χορός

Δξα Πατρί

Ἐπαινέσωμεν, Ἐπαινετὸν τὸν ἔνδοξον, Καρθαγενέων καύχημα, θεῖον γενόμενον, καὶ τοῦ Λόγου Μαθητήν, καὶ τῶν ἰαμάτων, πηγὴν καὶ μέγαν κήρυκα, τῶν ὑπὲρ ἔννοιαν, καὶ πίστεως ἑδραίωμα.                                                                         

ὁ β’ χορὸς

Κα νν…Θεοτοκίον

Ὑπερύμνητον, Θεὸν ἀρρήτως τέτοκας, σάρκα ἐκ σοῦ φορέσαντα, δι’ ἀγαθότητα, ὑπερύμνητε Ἁγνή· ὅθεν ἐν φωναῖς, εὐχαριστηρίοις ὑμνολογοῦμέν σε, καὶ μακαρίζομεν, ὡς πάλαι προεφήτευσας.

ὁ α’ χορός

ᾨδὴ γ’.Ἦχος βαρύς.Ὁ Εἱρμός.

κατ’ ἀρχὰς τοὺς οὐρανούς, παντοδυνάμῳ σου Λόγῳ, στερεώσας, Κύριε Σωτήρ, καὶ τῷ παντουργῷ καὶ θείῳ Πνεύματι, πᾶσαν τὴν δύναμιν αὐτῶν, ἐν ἀσαλεύτῳ με πέτρᾳ, τῆς ὁμολογίας σου στερέωσον.

ὁ β’ χορός

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Σὺ ἀνελθὼν ἐπὶ ξύλου, ὑπὲρ ἡμῶν ὀδυνᾶσαι, ἑκουσίως εὔσπλαγχνε Σωτήρ, καὶ φέρεις πληγὴν εἰρήνης πρόξενον, καὶ σωτηρίας τοῖς πιστοῖς, δι’ ἧς τῷ σῷ Ἐλεῆμον, πάντες κατηλλάγημεν Γεννήτορι.

ὁ α’ χορός

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Σὺ με καθῇρας τῆς πληγῆς, τὸν τῇ ψυχῇ τετρωμένον, δρακοντίῳ δήγματι Χριστέ, καὶ ἔδειξας φῶς ἐν σκότει πάλαι μοι, κατῳκισμένῳ καὶ φθορᾷ· διὰ Σταυροῦ γάρ εἰς ᾅδην, καταβεβηκώς με συνανέστησας.

ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τῆς ἀπειράνδρου σου Μητρός, ταῖς ἱκεσίαις τῷ κόσμῳ, τὴν εἰρήνην βράβευσον Σωτήρ, καὶ τῷ Βασιλεῖ τὴν νίκην δώρησαι, κατὰ βαρβάρων δυσμενῶν, καὶ τῆς ἀφράστου σου δόξης, τοὺς δοξολογοῦντάς σε ἀξίωσον.

ᾨδὴ γ’

Ἦχος β’ Ἐν πέτρᾳ με τῆς πίστεως

ὁ α’ χορός

Στχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Κηρύξαντες τὴν σάρκωσιν τοῦ Δεσπότου, καὶ λύσαντες τὸν σύνδεσμον τῆς κακίας, τοὺς πάλαι δεδεμένους τῇ ἀπιστίᾳ, Σοφοὶ ἐλύσατε, μεγαλοκήρυκες, καὶ Θεῷ προσήξατε διὰ πίστεως.

             ὁ β’ χορός

Στχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Λαμπτῆρες τῆς ἀδύτου φωτοχυσίας, γενόμενοι τὸ σκότος τῆς ἀσεβείας ἠλάσατε δεικνύοντες τοῖς ἀνθρώποις, τῆς ἐπιγνώσεως τὸ φῶς Πανεύφημοι· διὰ τοῦτο πάντοτε μακαρίζεσθε.

ὁ α’ χορός

Δξα Πατρί…

Εἰς πᾶσαν ἐξελήλυθε καθὼς ψάλλει, Δαυῒδ τῶν Ἀποστόλων ὁ θεῖος φθόγγος, διδάσκων τὰ Παθήματα τοῦ Σωτῆρος, καὶ τὴν Ἀνάστασιν, δι’ ἧς ἀνέστημεν, ἐκ μνημάτων ἅπαντες τῆς ματαιότητος.

ὁ β’ χορὸς

Κα νν… Θεοτοκίον

Εὑρών σε τῶν Ἀγγέλων καθαρωτέραν, ὑπέδυ τὴν γαστέρα σου τὴν ἁγίαν, ὁ φῶς οἰκῶν ἀπρόσιτον Θεοτόκε, καὶ ὤφθη ἄνθρωπος, ἐκ σοῦ σαρκούμενος, ἐν δυσὶ ταῖς φύσεσι γνωριζόμενος.

Συναπτ μικρ κα ἡ Ἐκφνησις

 Ὅτι σ ε Θες μν,…

ὁ β’ χορός 

Κθισμα  Ἦχος δ’ Ἐπεφάνης σήμερον

Ὡς ἀστέρες μέγιστοι τὴν οἰκουμένην, εὐσεβείας λάμψεσι, φωταγωγοῦντες εὐσεβῶς, εἰς τὸν αἰῶνα δοξάζεσθε, θαυματοφόροι Κυρίου Ἀπόστολοι.

ὁ α’ χορός

Δόξα Πατρί… Καὶ νῦν… Θεοτοκίον

Τὰς ἀχράντους χεῖράς σου Παρθενομῆτορ, ἐφαπλοῦσα σκέπασον, τοὺς πεποιθότας ἐπὶ σοί, καὶ τῷ Υἱῷ σου κραυγάζοντας· Πᾶσι περάσχου Χριστὲ τὰ ἐλέη σου.

δ δ’

Ερμς

Πατρικοὺς κόλπους μὴ λιπών, καὶ καταβὰς ἐπὶ τῆς γῆς, Χριστὲ ὁ Θεός, τὸ μυστήριον ἀκήκοα τῆς οἰκονομίας σου, καὶ ἐδόξασά σε μόνε Φιλάνθρωπε.  

Στχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τὸν ἑαυτοῦ νῶτον δεδωκὼς, ὁ ἐκ Παρθένου σαρκωθεὶς εἰς μάστιγας, δούλου πταίσαντος αἰκίζεται, Δεσπότης ἀνεύθυνος, διαλύων μου τὰ ἐγκλήματα.  

Στχ. Δόξα τῇ Ἁγία Ἀναστάσει σου, Κύριε.

Παρεστηκὼς βήματι κριτῶν, παρανομούντων ὡς κριτὸς εὐθύνεται, καὶ ῥαπίζεται πηλίνῃ χειρί, ὁ πλάσας τὸν ἄνθρωπον, ὡς Θεὸς καὶ κρίνων δικαίως τὴν γῆν.

Στχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκον

ς ἀληθῶς Μήτηρ τοῦ Θεοῦ, τὸν Ποιητήν σου καὶ Υἱὸν ἱκέτευε, πρὸς σωτήριον ἰθῦναί με, λιμένα Πανάμωμε, τοῦ αὐτοῦ ἐνδόξου θελήματος.

δ δ’

Ἦχος β’  Ὑμνῶ σε· ἀκοῇ γὰρ Κύριε

Στχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ἰσχύϊ, τοῦ τὰ πάντα Κτίσαντος, διελθόντες τὴν οἰκουμένην, καθὰπερ ὑπόπτεροι, ἐσώσατε τοὺς ἐν πελάγει, δεινῶς θεοφόροι κινδυνεύοντας, καὶ γαληνὸν πρὸς ὅρμον ὡδηγήσατε.

Στχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Στηρίζων, παρειμένας ἔνδοξε, διανοίας τῷ λόγῳ Σίλα, σὺν Παύλῳ τῷ κήρυκι, πεπόρευσαι εἰς πάντα κόσμον, πολλοῖς πειρασμοῖς περιαντλούμενος, καὶ τὸν Σωτῆρα ἅπασι κηρύττων τρανῶς.

Στχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Μεγίστοις ἀγαθοῖς κοσμούμενος, συμπεπόρευσαι ἐξ Ἑῴας, μέχρις αὐτῆς Δύσεως, ὥσπερ ἀκτίς, τῷ Παύλῳ Σίλα σοφέ, φωταυγὴς ἡλίῳ πέλοντι, καὶ τῶν ἐθνῶν καρδίας ἐφωτίσατε.

    Δξα Πατρί…

Αἰνείσθω, Κρήσκης καὶ Ἀνδρόνικος, καὶ σὺν Σίλᾳ μεγαλυνέσθω, Σιλουανὸς σήμερον, Ἐπαινετός τε ἐπαινείσθω Χριστοῦ, τῆς ἀμπέλου χρηματίζοντες βότρυες, γλεῦκος στάζοντες σωτήριον.

Κα νν… Θεοτοκίον

Θαυμάτων, ὑπερέχον πέφυκε, τὸ ἐν σοὶ γενόμενον θαῦμα· νομίμων γὰρ ἄνευθεν, τῆς φύσεως τὸν νομοδότην Χριστόν, ἀποτίκτεις, τὴν παράβασιν τῶν προπατόρων, λύοντα Πανάμωμε.

δ ε’

Ερμς

Νὺξ ἀφεγγὴς τοῖς ἀπίστοις Χριστέ, τοῖς δὲ πιστοῖς φωτισμός, ἐν τῇ τρυφῇ τῶν θείων λόγων σου, διὰ τοῦτο πρὸς σὲ ὀρθρίζω, καὶ ἀνυμνῶ σου τὴν θεότητα.

Στχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

πὲρ σῶν δούλων πιπράσκῃ Χριστέ, καὶ ῥαπισμὸν καρτερεῖς, ἐλευθερίας πρόξενον, τοῖς μελῳδοῦσί σοι. Πρὸς σὲ ὀρθρίζω, καὶ ἀνυμνῶ σου τὴν θεότητα.

Στχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τῇ θεϊκῇ σου δυνάμει Χριστέ, δι’ ἀσθενείας σαρκός, τὸν ἰσχυρὸν κατέβαλες, καὶ νικητὴν με θανάτου Σῶτερ, δι’ Ἀναστάσεως ἀνέδειξας.

Στχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκον

Θεὸν ἐγέννησας Μήτηρ ἁγνή, σεσαρκωμένον ἐκ σοῦ, θεοπρεπῶς Πανύμνητε΄ ἐπεὶ οὐκ ἔγνως ἄῤῥενος εὐνήν, ἀλλ’ ἐξ ἁγίου κύεις Πνεύματος.   

ᾨδὴ ε’

Ἦχος β’ Ὁ φωτισμὸς

Στχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ἤρθη τῶν σῶν, Μαθητῶν ὑπεράνω τῶν οὐρανίων, ἡ μεγαλοπρέπεια κηρυττόντων, τοῖς ἐπὶ γῆς σου, τὴν σεπτὴν παρουσίαν, καὶ τὰ πάθη καὶ τὴν ἀνάστασιν, Λόγε τοῦ Θεοῦ, Ἰησοῦ ὑπεράγαθε.

Στχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Τὸ διαυγές, καὶ ὑπέρλαμπρον σκεῦος τοῦ Παρακλήτου, τῶν πεπλανημένων τὴν ὁδηγίαν, Θεσσαλονίκης τὸ περίδοξον εὖχος, Ἀποστόλων τὸ ἐγκαλλώπισμα, τὸν Σιλουανόν τὸν σοφὸν εὐφημήσωμεν.

Δξα Πατρί…

Ἀνδρειωθείς, φερωνύμως τοῦ Λόγου τῇ συμμαχίᾳ, πάνσοφε Ἀνδρόνικε διαθέεις, ἐπιστηρίζων παρεθείσας καρδίας, ἐπηρείαις τοῦ πολεμήτορος, καὶ φωταγωγῶν εἰς Θεοῦ κατανόησιν.

Κα νν…  Θεοτοκίον

Σὲ ὁ Δαυΐδ, προδιέγραψεν ὄρος τετυρωμένον, ὄρος τοῦ Θεοῦ ἡμῶν, ὄρος πῖον· ἐν σοὶ γὰρ Κόρη, ἐγνωρίσθησαν τούτου, αἱ πορεῖαι σάρκα πτωχεύσαντος, καὶ πρός τὸ ἀρχαῖον ἡμᾶς ἐπανάξαντος.

δ ς’

Ερμς

Ναυτιῶν τῷ σάλῳ, τῶν βιωτικῶν μελημάτων, συμπλόοις ποντούμενος ἁμαρτίαις, καὶ ψυχοφθόρῳ θηρὶ προσριπτούμενος, ὡς ὁ Ἰωνᾶς Χριστὲ βοῶ σοι΄ Ἐκ θανατηφόρου με βυθοῦ ἀνάγαγε.

Στχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

μνημόνευόν σου, αἱ κατακλεισθεῖσαι τῷ ᾅδῃ ψυχαί, καὶ ἐκλείπουσαι τῶν Δικαίων, καὶ παρὰ σοῦ σωτηρίαν προσηύχοντο΄ ἣν διὰ Σταυροῦ Χριστὲ παρέσχες, τοῖς καταχθονίοις ἐπιβὰς ὡς εὔσπλαγχνος.

Στχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Πρὸς τὸν ἔμψυχόν σου, καὶ ἀχειροποίητον δόμον, λυθέντα παθήμασιν, ἐπιβλέψαι πάλιν χορὸς Ἀποστόλων ἀπήλπισεν΄ ἀλλ’ ὑπὲρ ἐλπίδα προσκυνήσας, ἀνεγηγερμένον, πανταχοῦ ἐκήρυξε.

Στχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκον

Τοῦ ἀφράστου τόκου, σοῦ τῆς παναμώμου τὸν τρόπον, Παρθένε Θεόνυμφε, τοῦ δι’ ἡμᾶς, τίς ἑρμηνεῦσαι ἀνθρώπων δυνήσεται; ὅτι ὁ Θεὸς ἀπεριγράπτως, Λόγος ἑνωθείς σοι, σάρξ ἐκ σοῦ ἐγένετο.

ᾨδὴ ς’

Ἦχος β’ Πρὸς Κύριον ἐκ κήτους

Στχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ὑψούμενοι πρὸς Κύριον, καθαραῖς συννεύσεσι, τοὺς κατανεύσαντας, ἀπωλείας πρὸς τὰ βάραθρα, εἱλκύσατε σοφοί, ὕψος πρὸς οὐράνιον, ὑψηλῆς θεωρίας καὶ πράξεως.

Στχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Μονάδα μὲν οὐσίᾳ, χαρακτῆρσι Τριαδα δέ, θεομακάριστοι, ἐν τοῖς πέρασι κηρύξαντες, πολύθεον ἀχλύν, παντελῶς ἐλύσατε, καὶ φωστῆρες ψυχῶν ἀνεδείχθητε.

Δξα Πατρί…

Νευρώσας σου Χριστὸς τὸν λογισμόν, Κρήσκη πάνσοφε, τῆς ἐν Γαλλίᾳ σε, Καρχηδόνος Ἀρχιποίμενα, ὡς τούτου μαθητήν, εὐσεβῶς ἀπέδειξε, πλανωμένοις τὴν τρίβον δεικνύοντα.

Κα νν…Θεοτοκίον

Ὡραίαν σε κάλλει, ὁ Ποιητὴς εὑράμενος, ἐν σοὶ ἐσκήνωσε, καὶ ὡραῖος ὑπὲρ ἅπαντας, υἱοὺς τῶν γηγενῶν, ὤφθη σωματούμενος, Παναγία Παρθένε πανύμνητε.

Συναπτ μικρ κα ἡ Ἐκφνησις

Σ γρ ε Βασιλες…

Κοντάκιον Ἀναστάσιμον.
Ἦχος βαρύς. Οὐκέτι φλογίνη ῥομφαία.

Οὐκέτι τὸ κράτος τοῦ θανάτου, ἰσχύσει κατέχειν τοὺς βροτούς· Χριστὸς γὰρ κατῆλθε συντρίβων, καὶ λύων τὰς δυνάμεις αὐτοῦ· δεσμεῖται ὁ ᾅδης, Προφῆται συμφώνως ἀγάλλονται· Ἐπέστη, λέγοντες, Σωτήρ, τοῖς ἐν σκότει· ἐξέρχεσθε οἱ πιστοὶ εἰς τὴν ἀνάστασιν.

Ὁ Οἶκος

τρεμε κάτωθεν τὰ καταχθόνια σήμερον, ὁ ᾅδης καὶ ὁ θάνατος τὸν ἕνα τῆς Τριάδος· ἡ γῆ ἐκλονεῖτο, πυλωροὶ δὲ ᾅδου ἰδόντες σὲ ἔπτηξαν· ἡ κτίσις δὲ πᾶσα σύν τοῖς Προφήταις χαίρουσα ψάλλει σοι, ἐπινίκιον ᾠδὴν τῷ λυτρωτῇ ἡμῶν Θεῷ τῷ καταλύσαντι νῦν θανάτου τὴν δύναμιν. Ἀλαλάξωμεν καὶ βοήσωμεν τῷ Ἀδάμ, καὶ τοῖς ἐξ Ἀδάμ· Ξύλον τοῦτον εἰσήγαγεν· ἐξέρχεσθε οἱ πιστοὶ εἰς τὴν ἀνάστασιν.

Σ υ ν α ξ ά ρ ι ο ν

ΤΛ’ τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Ἀποστόλων ἐκ τῶν Ἑβδομήκοντα, Σίλα, Σιλουανοῦ, Κρήσκεντος, Ἐπαινετοῦ καὶ Ἀνδρονίκου.

Στίχοι

  • Ἐπαινετὸς Κρήσκης τε καὶ Σιλουανός,

  • Σίλας καὶ Ἀνδρόνικος, αἰνείσθων ἅμα.

  • Πέντ’ ἔβαν ἐκ βιότου μύσται Θεοῦ ἐν τριακοστῇ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἰουλίττης τῆς ἐκ Καισαρείας.

Ταῖς τῶν ἁγίων σου πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. μν.

ΚΑΤΑΒΑΣΙΑΙ  

ἦχος δ’

ὁ α’ χορὸς

ᾠδὴ α’

Χοροὶ Ἰσραήλ, ἀνίκμοις ποσί, πόντον ἐρυθρόν, καὶ ὑγρὸν βυθὸν διελάσαντες, ἀναβάτας τριστάτας, δυσμενεῖς ὁρῶντες ἐν αὐτῷ ὑποβρυχίους, ἐν ἀγαλλιάσει ἔμελπον. ᾌσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.

ὁ β’ χορὸς

ᾠδὴ γ’

Τόξον δυνατῶν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες, περιεζώσαντο δύναμιν, διὰ τοῦτο ἐστερεώθη,…

ὁ α’ χορὸς

ν Κυρίῳ ἡ καρδία μου.   

ὁ β’ χορὸς

ᾠδὴ δ’

Εἰσακήκοα τὴν ἔνδοξον οἰκονομίαν σου Χριστὲ ὁ Θεός, ὅτι ἐτέχθης ἐκ τῆς Παρθένου, ἵνα ἐκ πλάνης ῥύσῃ τοὺς κραυγάζοντας, Δόξα τῇ δυνάμει σου Κύριε.

ὁ α’ χορὸς

ᾠδὴ ε’

  τοῦ φωτὸς διατμήξας τὸ πρωτόγονον χάος, ὡς ἐν φωτὶ τὰ ἔργα ὑμνεῖ σε Χριστέ, τὸν Δημιουργόν, ἐν τῷ φωτί σου, τὰς ὁδοὺς ἡμῶν εὔθυνον.

ὁ β’ χορὸς

 ᾠδὴ ς’

ν τῷ θλίβεσθαί με, ἐβόησα πρός Κύριον, καὶ ἐπήκουσέ μου, ὁ Θεὸς τῆς σωτηρίας μου.

ὁ α’ χορὸς

ᾠδὴ ζ’

βραμιαῖοι ποτέ, ἐν Βαβυλῶνι Παῖδες, καμίνου φλόγα κατεπάτησαν, ἐν ὕμνοις κραυγάζοντες, ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.

 ὁ β’ χορός

ᾠδὴ η’

Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον.

Οἱ ἐν Βαβυλῶνι Παῖδες, τῷ θείῳ πυρπολούμενοι ζήλῳ, τυράννου καὶ φλογὸς ἀπειλήν, ἀνδρείως κατεπάτησαν, καὶ μέσον πυρὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον, Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρου τν Κριον. 

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ΤΙΜΙΩΤΕΡΑ (Ἦχος δ’)

ὁ α’ χορός

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…

Καταβασία

  Ερμς

ὁ α’ χορός

τόκος σου ἄφθορος ἐδείχθη, Θεὸς ἐκ λαγόνων σου προῆλθε, σαρκοφόρος, ὃς ὤφθη ἐπὶ γῆς, καὶ τοῖς ἀνθρώποις συνανεστράφη, σὲ Θεοτόκε, δι πντες μεγαλνομεν.

Συναπτ μικρκα  κφνησις

Ὃτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

ὁ α’ χορός
Ἦχος β’.

γιος Κύριος ὁ Θεὸς ἡμῶν.

ὁ β’ χορός

γιος Κύριος ὁ Θεὸς ἡμῶν.

ὁ α’ χορός

ψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.

ὁ β’ χορός

τι ἅγιος ἐστί.

ὁ α’ χορός

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ Η’

Δύο Ἀγγέλους βλέψασα, ἔνδοθεν τοῦ μνημείου, Μαρία ἐξεπλήττετο, καὶ Χριστὸν ἀγνοοῦσα, ὡς κηπουρὸν ἐπηρώτα, Κύριε ποῦ τὸ σῶμα, τοῦ Ἰησοῦ μου τέθεικας; κλήσει δὲ τοῦτον γνοῦσα εἶναι αὐτόν , τὸν Σωτῆρα ἤκουσε, Μή μου ἄπτου, πρὸς τὸν Πατέρα ἄπειμι, εἰπὲ τοῖς ἀδελφοῖς μου.

ὁ β’ χορὸς

Θεοτοκίον

Τριάδος Κόρη τέτοκας, ἀπορρήτως τὸν ἕνα,διπλοῦν τῇ φύσει πέλοντα,καὶ διπλοῦν ἐνεργείᾳ,

καὶ ἕνα τῇ ὑποστάσει·τοῦτον οὖν ἐκδυσώπει,ἀεὶ ὑπὲρ τῶν πίστει σε,προσκυνούντων ἐκ πάσηςἐπιβουλῆς,τοῦ ἐχθροῦ λυτρώσασθαι, ὅτι πάντες,πρὸς σὲ νῦν καταφεύγομεν,Δέσποινα Θεοτόκε

ΑΙΝΟΙ

Ἦχος βαρύς.

ὁ α’ χορός

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν·  αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ α’ χορός

Στιχηρὰ Ἀναστάσιμα δ’.

Στίχ. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.

νέστη Χριστὸς ἐκ νεκρῶν, λύσας θανάτου τὰ δεσμά, εὐαγγελίζου γῆ χαρὰν μεγάλην, αἰνεῖτε οὐρανοὶ Θεοῦ τὴν δόξαν.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.

νάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν ἅγιον Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Χριστοῦ τὴν Ἀνάστασιν, προσκυνοῦντες οὐ παυόμεθα, αὐτὸς γὰρ ἡμᾶς ἔσωσεν, ἐκ τῶν ἀνομιῶν ἡμῶν, ἅγιος Κύριος Ἰησοῦς, ὁ δείξας τὴν Ἀνάστασιν.

 ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ, περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν; δι’ ἡμᾶς Θεὸς ἐν ἀνθρώποις, διὰ τὴν καταφθαρεῖσαν φύσιν, ὁ Λόγος σάρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, πρὸς τοὺς ἀχαρίστους ὁ Εὐεργέτης, πρὸς τοὺς αἰχμαλώτους ὁ Ἐλευθερωτής, πρὸς τοὺς ἐν σκότει καθημένους, ὁ Ἥλιος τῆς δικαιοσύνης· ἐπὶ τὸν Σταυρόν ὁ ἀπαθής, ἐπὶ τὸν ᾅδην τὸ φῶς, ἐπὶ τὸν θάνατον ἡ ζωή , ἡ ἀνάστασις διὰ τοὺς πεσόντας, πρὸς ὃν βοήσωμεν· ὁ Θεὸς ἡμῶν δόξα σοι.

Ἕτερα Στιχηρά, Ἀνατολικά.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

Πύλας ᾍδου συνέτριψας Κύριε, καὶ θανάτου τὸ κράτος κατήργησας, τῇ κραταιᾷ δυνάμει σου, καὶ συνήγειρας νεκρούς, τοὺς ἀπ’ αἰῶνος ἐν σκότει καθεύδοντας, τῇ θείᾳ καὶ ἐνδόξῳ Ἀναστάσει σου, ὡς Βασιλεὺς τοῦ παντός, καὶ Θεὸς παντοδύναμος.

ὁ β’ χορὸς

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, καὶ εὐφρανθῶμεν ἐν τῇ Ἀναστάσει αὐτοῦ ὅτι συνήγειρε νεκρούς, ἐκ τῶν τοῦ ᾍδου ἀλύτων δεσμῶν, καὶ ἐδωρήσατο τῷ κόσμῳ ὡς Θεός, ζωὴν αἰώνιον, καὶ τὸ μέγα ἔλεος.

ὁ α’ χορὸς   

Στιχ. νάστηθι, Κύριε, ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος.

ξαστράπτων Ἄγγελος, ἐν τῷ λίθῳ ἐκάθητο τοῦ Ζωοδόχου μνήματος, καὶ Γυναιξὶ Μυροφόροις εὐηγγελίζετο λέγων· Ἀνέστη ὁ Κύριος, καθὼς προεῖπεν ὑμῖν, ἀπαγγείλατε τοῖς Μαθηταῖς αὐτοῦ, ὅτι προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν, τῷ δὲ κόσμῳ παρέχει, ζωὴν αἰώνιον, καὶ τὸ μέγα ἔλεος.

ὁ β’ χορὸς   

Στιχ. ξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου.

Τί ἀπεδοκιμάσατε τὸν λίθον τὸν ἀκρογωνιαῖον, ὦ παράνομοι Ἰουδαῖοι; Οὗτός ἐστιν ὁ λίθος, ὃν ἔθετο ὁ Θεὸς ἐν Σιών, ὁ ἐκ πέτρας πηγάσας ἐν ἐρήμῳ τὸ ὕδωρ, καὶ ἡμῖν ἀναβλύζων ἐκ τῆς πλευρᾶς αὐτοῦ ἀθανασίαν, οὗτός ἐστιν ὁ λίθος, ὁ ἐξ ὄρους Παρθενικοῦ ἀποτμηθείς, ἄνευ θελήματος ἀνδρός, ὁ Υἱὸς τοῦ ἀνθρώπου, ὁ ἐρχόμενος ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ, πρὸς τὸν Παλαιὸν τῶν ἡμερῶν, καθὼς εἶπε Δανιήλ, καὶ αἰώνιος αὐτοῦ ἡ Βασιλεία.

ὁ α’ χορός

Δόξα ΠατρίἮχος πλ. δ

ΕΩΘΙΝΟΝ Η‘ 

Τὰ τῆς Μαρίας δάκρυα οὐ μάτην χεῖνται θερμῶς΄ ἰδοὺ γὰρ κατηξίωται, καὶ διδασκόντων Ἀγγέλων, καὶ τῆς ὄψεως τῆς σῆς ὢ Ἰησοῦ΄ ἀλλ’ ἔτι πρόσγεια φρονεῖ, οἷα γυνὴ ἀσθενής΄ διὸ καὶ ἀποπέμπεται μὴ προσψαῦσαί σοι Χριστέ. Ἀλλ’ ὅμως κῆρυξ πέμπεται τοῖς σοῖς Μαθηταῖς, οἷς εὐαγγέλια ἔφησε, τὴν πρὸς τὸν πατρῷον κλῆρον ἄνοδον ἀπαγγέλλουσα. Μεθ’ ἧς ἀξίωσον καὶ ἡμᾶς, τῆς ἐμφανείας σου, Δέσποτα Κύριε.

ὁ β’ χορός

Καὶ νῦν… Θεοτοκον ἦχος β’ ( πάντοτε)

Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε, διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾅδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν, διὸ ἀνυμνοῦντες βοῶμεν. Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.

Δοξολογία Μεγάλη εἰς ἦχον βαρὺν ( Ἀργή ἢ σύντομος)

ὁ α’ χορός

  • Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

ὁ β’ χορός

  • μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

ὁ α’ χορός

  • Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.

ὁ β’ χορός

  • Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

ὁ α’ χορός

  • Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

  • τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

ὁ α’ χορός

  • Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ὁ β’ χορός

  • Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

ὁ β’ χορός

  • Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

ὁ α’ χορός

  • Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

ὁ β’ χορός

  • τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

ὁ α’ χορός

  • Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ β’ χορός

γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

ὁ α’ χορός

Ἅγιος ὁ Θεός,
ὁ β’ χορός

Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός

γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. 

 καὶ εὐθύς τὸ παρόν Ἀναστάσιμον Τροπάριον

ὁ β’ χορός

Ἦχος βαρὺς

Σήμερον σωτηρία τῷ κόσμῳ γέγονεν, ᾄσωμεν τῷ ἀναστάντι ἐκ τάφου καὶ ἀρχηγῷ τῆς ζωῆς ἡμῶν· καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον, τὸ νῖκος ἔδωκεν ἡμῖν, καὶ τὸ μέγα ἔλεος.

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

ΑΝΤΙΦΩΝΑ ( τῶν Κυριακῶν)

Ἀντίφωνον Α’

Ἦχος β´.

Στίχ.Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.

Στίχ.Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Στίχ. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Στίχ. Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Δόξα Πατρί…Καὶ νῦν.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 Ἀντίφωνον Β’

Ἦχος β´.

Στίχ. Αἴνει, ἡ ψυχή μου τὸν Κύριον, αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι Ἀλληλούϊα.

Στίχ.  Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς…

Στίχ. Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς·

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς..

Στίχ.. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.

Σῶσον, ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς…

Δόξα Πατρὶ…Καὶ νῦν…

μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς

Ἀντίφωνον Γ

Ἦχος βαρὺς.

Στίχ. α´. Αὕτη ἡ ἡμέρα Κυρίου, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Κατέλυσας τῷ Σταυρῷ σου τὸν θάνατον, ἠνέῳξας τῷ Ληστῇ τὸν Παράδεισον, τῶν Μυροφόρων τὸν θρῆνον μετέβαλες, καὶ τοῖς σοῖς Ἀποστόλοις κηρύττειν ἐπέταξας, ὅτι ἀνέστης Χριστὲ ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Στίχ. β´. Αἰνεσάτωσαν Αὐτὸν οἱ οὐρανοὶ καὶ ἡ γῆ.

Κατέλυσας τῷ Σταυρῷ σου…

Μικρὰ Εἴσοδος.

Εἰσοδικὸν

Ἦχος β

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἀναστάς ἐκ νεκρῶν…..
ψάλλοντάς σοι, Ἀλληλούϊα.

    ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Ἀπολυτίκιον  Ἦχος βαρὺς

Κατέλυσας τῷ Σταυρῷ σου τὸν θάνατον, ἠνέῳξας τῷ Ληστῇ τὸν Παράδεισον, τῶν Μυροφόρων τὸν θρῆνον μετέβαλες, καὶ τοῖς σοῖς Ἀποστόλοις κηρύττειν ἐπέταξας, ὅτι ἀνέστης Χριστὲ ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Τοῦ Ναοῦ

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον) 

Κοντκιον  χος βαρύςΑτμελον

πὶ τοῦ ὄρους μετεμορφώθης, καὶ ὡς ἐχώρουν οἱ Μαθηταί σου τὴν δόξαν σου, Χριστὲ ὁ Θεὸς ἐθεάσαντο, ἵνα ὅταν σε ἴδωσι σταυρούμενον, τὸ μὲν πάθος νοήσωσιν ἑκούσιον, τῷ δὲ κόσμῳ κηρύξωσιν, ὅτι σὺ ὑπάρχεις ἀληθῶς, το Πατρς τ παγασμα.

Τρισάγιον.

Ἀπόστολος

Κυριακῆς Η´ ἑβδομάδος Ἐπιστολῶν (Κορ. Α’.  Κεφ. α’, 10-17).

Προκείμενον ἦχος βαρύς.

Κύριος ἰσχὺν τῷ λαῷ αὐτοῦ δώσει.

Στίχ. Ἐνέγκατε τῷ Κυρίῳ υἱοὶ Θεοῦ,…ἐνέγκατε τῷ Κυρίῳ δόξαν καὶ τιμὴν.
Π
ρὸς Κορινθίους Α΄ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.

δελφοί, παρακαλῶ  ὑμᾶς διὰ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν ᾽Ιησοῦ Χριστοῦ, ἵνα τὸ αὐτὸ λέγητε πάντες, καὶ μὴ ᾖ ἐν ὑμῖν σχίσματα, ἦτε δὲ κατηρτισμένοι ἐν τῷ αὐτῷ νοῒ καὶ ἐν τῇ αὐτῇ γνώμῃ. Ἐδηλώθη γάρ μοι περὶ ὑμῶν, ἀδελφοί μου, ὑπὸ τῶν Χλόης ὅτι ἔριδες ἐν ὑμῖν εἰσι. Λέγω δὲ τοῦτο, ὅτι ἕκαστος ὑμῶν λέγει΄ ᾽Εγὼ μέν εἰμι Παύλου, ἐγὼ δὲ ᾽Απολλώ, ἐγὼ δὲ Κηφᾶ, ἐγὼ δὲ Χριστοῦ. Μεμέρισται ὁ Χριστός; Μὴ Παῦλος ἐσταυρώθη ὑπὲρ ὑμῶν, ἢ εἰς τὸ ὄνομα Παύλου ἐβαπτίσθητε; Εὐχαριστῶ ὅτι οὐδένα ὑμῶν ἐβάπτισα εἰ μὴ Κρίσπον καὶ Γάϊον, ἵνα μή τις εἴπῃ ὅτι εἰς τὸ ἐμὸν ὄνομα ἐβάπτισα. Ἐβάπτισα δὲ καὶ τὸν Στεφανᾶ οἶκον· λοιπὸν οὐκ οἶδα εἴ τινα ἄλλον ἐβάπτισα. Οὐ γὰρ ἀπέστειλέ με Χριστὸς βαπτίζειν ἀλλ’ εὐαγγελίζεσθαι, οὐκ ἐν σοφίᾳ λόγου, να μ κενωθ σταυρς το Χριστο.

λληλούϊα (γ’) Ἦχος βαρὺς

γαθόν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ.

Στίχ. Τοῦ ἀναγγέλλειν τῷ πρωΐ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.

Εὐαγγέλιον

ΚΥΡΙΑΚῌ ΟΓΔΟῌ

Ἐκ τοῦ κατὰ Ματθαῖον (ιδ’, 14-22)

Τῷ καιρῷ ἐκείνῳ, εἶδεν ὁ Ἰησοῦς πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπ’ αὐτοῖς, καὶ ἐθεράπευσε τοὺς ἀῤῥώστους αὐτῶν. Ὀψίας δὲ γενομένης προσῆλθον αὐτῷ οἱ Μαθηταὶ αὐτοῦ λέγοντες· Ἔρημός ἐστιν ὁ τόπος καὶ ἡ ὥρα ἤδη παρῆλθεν· ἀπόλυσον τοὺς ὄχλους, ἵνα ἀπελθόντες εἰς τὰς κώμας ἀγοράσωσιν ἑαυτοῖς βρώματα. Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Οὐ χρείαν ἔχουσιν ἀπελθεῖν· δότε αὐτοῖς ὑμεῖς φαγεῖν. Οἱ δὲ λέγουσιν αὐτῷ· Οὐκ ἔχομεν ὧδε εἰ μὴ πέντε ἄρτους καὶ δύο ἰχθύας. Ὁ δὲ εἶπε· Φέρετέ μοι αὐτούς ὧδε. Καὶ κελεύσας τοὺς ὄχλους ἀνακλιθῆναι ἐπὶ τοὺς χόρτους, λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησε, καὶ κλάσας ἔδωκε τοῖς Μαθηταῖς τοὺς ἄρτους, οἱ δὲ Μαθηταὶ τοῖς ὄχλοις. Καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν, καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων, δώδεκα κοφίνους πλήρεις. Οἱ δὲ ἐσθίοντες ἦσαν ἄνδρες ὡσεὶ πεντακισχίλιοι χωρὶς γυναικῶν καὶ παιδίων. Καὶ εὐθέως ἠνάγκασεν ὁ Ἰησοῦς τοὺς Μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους.

Δόξα σοι, Κύριε, δόξα σοι.

Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου

Εἰς τό᾽Εξαιρέτως

 ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σ μεγαλνομεν.

Κοινωνικόν

ἦχος βαρὺς

Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. λληλούϊα.

ἦχος β’

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.

 

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).

πόλυσις

«῾Ο ἀναστάς ἐκ νεκρῶν…»              

https://agioskosmasoaitolos.wordpress.com

 

30 ΙΟΥΛ17 ΚΥΡΙΑΚΗ Η΄ΜΑΤΘΑΙΟΥ

 

Advertisements

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση / Αλλαγή )

Σύνδεση με %s

Αρέσει σε %d bloggers: