Σχολιάστε

ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΕΟΡΤΗ ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΠΡΟΦΗΤΟΥ ΗΛΙΟΥ ΤΟΥ ΘΕΣΒΙΤΟΥ (2017)

20 ΙΟΥΛΙΟΥ 2017

+ Tοῦ Ἁγίου ἐνδόξου Προφήτου Ἠλιοὺ τοῦ Θεσβίτου.

Αποτέλεσμα εικόνας για ΠΡΟΦΗΤΗΣ ΗΛΙΑΣ

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη κα  κφνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα…   

χος δ’

ὁ α’ χορὸς

Ἀμήν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στχ, α’. ξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

Στχ, β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στχ, γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

πολυτκιον – χος δ’ Ταχ προκατλαβε

ἔνσαρκος ἄγγελος, τῶν Προφητῶν ἡ κρηπίς, ὁ δεύτερος Πρόδρομος τῆς παρουσίας Χριστοῦ, Ἠλίας ὁ ἔνδοξος, ἄνωθεν καταπέμψας, Ἐλισσαίῳ τὴν χάριν, νόσους ἀποδιώκει, καὶ λεπροὺς καθαρίζει, διὸ καὶ τοῖς τιμῶσιν αὐτὸν βρύει ἰάματα.

ὁ β’ χορὸς

Δόξα Πατρί…

Ὁ ἔνσαρκος ἄγγελος,…

 ὁ α’ χορός

Κα νν… Θεοτοκον   ατς

Τὸ ἀπ’ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ὁ ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε, τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεός, ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρόν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι’ οὗ ἀναστήσας τὸν Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τς ψυχς μν.

Συναπτ μικρ μεθν κφνησις

τι σν τ κρτος

Καθίσματα

Μετ τν α’ Στιχολογαν

ὁ α’ χορός

χος α’ – Τν τφον σου Σωτρ

Φωστῆρα παμφαῆ, διφρηλάτην πυρφόρον, καὶ ἄγγελον σαρκί, ζήλου πνέοντα θείου, δυσσέβειαν τρέποντα, παρανόμους ἐλέγχοντα, κορυφαῖόν τε, τῶν Προφητῶν σε συμφώνως καταγγέλλομεν, μάκαρ θεόπτα Ἠλία, διὸ ἡμᾶς φρούρησον.

ὁ β’ χορός

Δξα Πατρί… Κα νν… Θεοτοκον

Κυβέρνησον Ἁγνή, τὴν ἀθλίαν ψυχήν μου, καὶ οἴκτειρον αὐτήν, ὑπὸ πλήθους πταισμάτων, εἰς βυθὸν ὀλισθαίνουσαν, ἀπωλείας Πανάμωμε, καὶ ἐν ὥρᾳ με, τῇ φοβερᾷ τοῦ θανάτου, ἐλευθέρωσον, κατηγορούντων δαιμόνων, φρικτῆς ἀποφάσεως.

Μετ τν β’ Στιχολογαν

ὁ α’ χορός

 χος α’ – Τν τφον σου Σωτρ

Θεῷ δι’ ἀρετῆς, ἀκραιφνοῦς ᾠκειώθης, οὐράνιον ζωήν, ἐπὶ γῆς βιωτεύσας, ζωὴν δὲ τῆς χάριτος, κεκτημένος μακάριε, σοῖς φυσήμασι, παῖδα θανόντα ἐγείρεις, μένεις δ’ ἄφθαρτος, κρείττων εἰσέτι θανάτου, Ἠλία θεόπνευστε.

ὁ β’ χορός

Δξα Πατρὶ…  χος δ΄Ἐπεφάνης σήμερον.

Tεσσαρακονθήμερον, ὁδόν ἀνύεις, μιᾷ βρώσει ἔνδοξε, ῥωσθείς Ἀγγέλου τῇ ἀφῇ· διό τοῖς πίστει τιμῶσί σε, ῥῶσιν παράσχου, ψυχῆς τε καί σώματος.

ὁ α’ χορός

Κα νν… Θεοτοκον

Τὰς ἀχράντους χεῖράς σου, Παρθενομῆτορ, ἐφαπλοῦσα σκέπασον, τοὺς καταφεύγοντας εἰς  σε, καὶ τῷ Υἱῷ Σου κραυγάζοντας· πᾶσι παράσχου, Χριστὲ τὰ ἐλέη σου.

Μετά τόν  Πολυέλεον. Κάθισμα

ὁ α’ χορός

Ἦχος πλ. δ’ Τὴν Σοφίαν

λιοὺ τὸν πυρίπνουν καὶ ζηλωτήν, τὸν θεόπτην καὶ πρόδρομον τοῦ Χριστοῦ, δευτέρας ἑλεύσεως, καὶ τῆς πρώτης συνόμιλον· τὸν δι’ ὀρνέου ἕωθεν, καὶ δείλης τρεφόμενον· καὶ ξενοτρόπῳ βρώσει, τὴν χήραν ἐκτρέφοντα, καὶ τὸν ταύτης παῖδα, ἐκ νεκρῶν ἀνιστῶντα· τὸν θῦμα καὶ σχίδακας, πυρὶ θείῳ ἐμπρήσαντα, ἐν ᾠδαῖς εὐφημήσωμεν, κραυγάζοντες αὐτῷ ἐκ ψυχῆς· τῶν πταισμάτων δωρηθῆναι ἄφεσιν, ἡμεῖς πρεσβεύεις Προφῆτα, τοῖς πόθῳ τιμῶσί σε.

ὁ β’ χορός

Δόξα Πατρὶ …. Ἦχος γ’.   Τὴν ὡραιότητα.

Τὰ Ἰορδάνεια, διῆλθες ὕδατα, Ἠλία πρότερον, καὶ τότε ἅρματι, ἀνῆλθες ὡς εἰς οὐρανόν, ἐμφαίνων τι μυστήριον· ὅτι οὐδεὶς δύναται, ἀνελθεῖν εἰς οὐράνια, ἐκτὸς εἰμή πρότερον, μετανοίας τὰ ὕδατα, διέλθῃ καὶ ψυχὴν ἐκκαθάρῃ· ἧς σύμβολον ὁ Ἰορδάνης.

ὁ α’ χορός

Καὶ νῦν ….Θεοτοκίον

Kατατιτρώσκει με, βέλος γλυκύτατον, τῆς ἀγαπήσεως τῆς σῆς Πανύμνητε. Kαί καταθέλγει με πυκνῶς, βοᾶν σοι εὐλογημένη· χαῖρε ἡλιόμορφον, Bασιλέως παλάτιον· χαῖρε θρόνε πύρινε, ἡ Θεόν ἀναδείξασα, ἄνθρωπον φύσει τῷ τοκετῷ σου, ἀνθρώπους δέ Θεούς κατά χάριν.

Τ α’ ντφωνον το δ’ χου.

ὁ α’ χορός

  • κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

ὁ β’ χορός

  • κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου

ὁ α’ χορός

  • Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

ὁ β’ χορός

  • Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι

ὁ α’ χορός

Δξα Πατρὶ…

γίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.

ὁ β’ χορός

Κα νν…

γίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

Προκείμενον  Ἦχος δ’

ὁ α’ χορός

Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.

ὁ β’ χορός

Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.

ὁ α’ χορός

Στίχ. Μὴ ἅπτεσθε τῶν χριστῶν μου, καὶ ἐν τοῖς Προφήταις μου μὴ πονηρεύεσθε.

Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.

Τάξις Εὐαγγελίου τοῦ Ὄρθρου

ὁ α΄ χορὸς

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ β’ χορὸς

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ α΄ χορὸς

Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.

Eυαγγέλιον. (Μάρκ. θ΄ 10 – 15).

Τῷ καιρῷ ἐκείνῳ, ἐκράτησαν οἱ μαθηταὶ τὸν λόγον τοῦ Ἰησοῦ, πρὸς ἑαυτοὺς συζητοῦντες τί ἐστι τὸ ἐκ νεκρῶν ἀναστῆναι, καὶ ἐπηρώτων αὐτὸν λέγοντες, ὅτι λέγουσιν οἱ γραμματεῖς ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον, ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Ἠλίας μὲν ἐλθὼν πρῶτον ἀποκαθιστᾷ πάντα· καὶ πῶς γέγραπται ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἵνα πολλὰ πάθῃ καὶ ἐξουδενωθῇ; ἀλλὰ λέγω ὑμῖν ὅτι καὶ Ἠλίας ἐλήλυθε, καὶ ἐποίησαν αὐτῷ ὅσα ἠθέλησαν καθὼς γέγραπται ἐπ’ αὐτόν. Καὶ ἐλθὼν πρὸς τοὺς μαθητὰς εἶδεν ὄχλον πολὺν περὶ αὐτοὺς, καὶ γραμματεῖς συζητοῦντας αὐτοῖς, καὶ εὐθέως πᾶς ὁ ὄχλος ἰδόντες αὐτὸν ἐξεθαμβήθησαν, καὶ προστρέχοντες ἠσπάζοντο αὐτόν

Δόξα Σοι Κύριε, δόξα Σοι.

Ν’ ψαλμὸς χύμα 

ὁ α΄ χορὸς

Δξα Πατρί… Ἦχος β’

Ταῖς τοῦ σοῦ Προφήτου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ β΄ χορὸς

Κα νν…

Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ α’ χορὸς

Ἦχος πλ. β’ 

Στίχ. λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Τοῦ θείου ζήλου τὸ πῦρ, ἐν σῇ καρδίᾳ δεξάμενος, Ἠλία θεώνυμε, ὅλον τῆς ζωῆς σου τόν δίαυλον, ἐν πυρί διετέλεσας· ἐν γὰρ τῇ γεννήσει σου μάκαρ, παρὰ τῶν Ἀγγέλων πῦρ ἐσιτίσθης, ἐν δὲ τῇ ζωῇ σου, τρισσάκις ἐξ Οὐρανοῦ πῦρ κατήνεγκας, καὶ ἐν τῷ τέλει σου, ἅρμα πυρὸς ἐξάρπασαν, ὡς εἰς Οὐρανὸν ἀνεβίβασεν· ὤ τοῦ θαύματος! πῶς ὁ πήλινος ἀνδριάς, χαλκευθεὶς ἐν τῇ δυνάμει τοῦ Πνεύματος, πύρινος ὅλος ἐγένετο! καὶ νῦν τῷ ἀΰλῳ πυρὶ τῆς Θεότητος ἡνωμένος, πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

ΚΑΝΟΝΕΣ

Ὁ Κανὼν τῆς Θεοτόκου.

ᾠδὴ α’  Ἦχος πλ. δ’

ὁ α’ χορὸς

γρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν αἰγυπτίαν μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα, Τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ἄσωμεν.

ὁ β’ χορὸς

γρὰν διοδεύσας ὡσεὶ ξηράν,…

ὁ α’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Πολλοῖς συνεχόμενος πειρασμοῖς, πρὸς σὲ καταφεύγω, σωτηρίαν ἐπιζητῶν, Ὢ Μῆτερ τοῦ Λόγου καὶ Παρθένε, τῶν δυσχερῶν καὶ δεινῶν με διάσωσον.

ὁ β’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Παθῶν με ταράττουσι προσβολαί, πολλῆς ἀθυμίας, ἐμπιπλῶσαί μου τὴν ψυχήν, εἰρήνευσον, Κόρη, τῇ γαλήνῃ, τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου, Πανάμωμε.

ὁ α’ χορὸς 

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.  

Σωτῆρα τεκοῦσάν σε καὶ Θεόν, δυσωπῶ, Παρθένε, λυτρωθῆναί με τῶν δεινῶν, σοὶ γὰρ νῦν προσφεύγων ἀνατείνω, καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν.

ὁ β’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.  

Νοσοῦντα τὸ σῶμα καὶ τὴν ψυχήν, ἐπισκοπῆς θείας, καὶ προνοίας τῆς παρὰ σοῦ, ἀξίωσον, μόνη Θεομῆτορ, ὡς ἀγαθὴ ἀγαθοῦ τε λοχεύτρια.

πρτος Κανν τοῦ Ἁγίου ωννου Μοναχο, φρων κροστιχδα τήνδε νευ τν Θεοτοκων.

 Αν χορεων λιο τ θαματα.

δ α’χος β’

ὁ α’ χορὸς

ᾌσωμεν τ Κυρ

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

δειν προῃρημένοι, τῶν Ἠλιοὺ θαυμάτων, τὴν πυρίπνοον δύναμιν, τῆς πυρομόρφου καὶ σεπτῆς, γλώσσης τῆς τοῦ Πνεύματος, τὸ σθένος ἐπαξίως ἐπικεκλήμεθα.

ὁ β’ χορὸς

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

λαθι θεοφόρε, καὶ τῆς ἀπόρου γλώσσης, τὸ στενόν τε καὶ δύσηχον, τῇ ἐνεργείᾳ τοῦ ἐν σοί, Πνεύματος διάνοιξον, καὶ τράνωσον, πρὸς ὕμνον τῶν θαυμασίων σου.

ὁ α’ χορὸς

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Νέμεις τὰ ὑπὲρ φύσιν, τοῖς πειθαρχοῦσι Λόγε, τοῖς σεπτοῖς σου προστάγμασι, καὶ ὑποτάττεις ὑετοῦ, πύλας διὰ Πνεύματος, σθενούμενον τὸν λόγον ἀπεργαζόμενος.

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκον

Μόνη εὐλογημένη, τὸ καθαρὸν καὶ θεῖον, τῆς ἁγνείας κειμήλιον, τῆς ἀκαθάρτου τῶν παθῶν, κάθαρον ἰλύος με, αἰτοῦσα συγχώρησιν τῶν πταισμάτων μου.

Δετερος Κανν, ο κροστιχς.

Νμοις μκαρ μοι θεαν λιο χριν. ωσφ.

δ α’  χος πλ. δ’

ὁ α’ χορὸς

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

ρματηλτην Φαρα

Νενεκρωμένην τὴν ψυχήν μου ζώωσον, ὡς τὸν τῆς χήρας υἱόν, καὶ ἀρεταῖς θείαις, Μάκαρ καταλάμπρυνον, καὶ πρὸς ζωὴν ὁδήγησον, καὶ τῆς αἰωνιζούσης, τρυφῆς ἀνάδειξον μέτοχον, σοῦ κατατρυφᾶν ἐφιέμενον.

ὁ β’ χορὸς

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

ν τῷ σὲ τίκτεσθαι ὁ σὸς μεμύηται, γεννήτωρ μέγιστον, ὡς ἀληθῶς θαῦμα, πῦρ γὰρ σιτιζόμενον, φλογί τε σπαργανούμενον, σὲ τεθέαται μάκαρ, διὸ ταῖς σαῖς παρακλήσεσι, ῥῦσαί με πυρὸς αἰωνίζοντος.

ὁ α’ χορὸς

Δόξα Πατρί…

Μεγαλυνθεὶς ταῖς πρὸς Θεόν σου νεύσεσι, ζηλῶν ἐζήλωσας, ὡς ἀληθῶς Μάκαρ, τῷ Κυρίῳ πάντοτε, διὸ με ἐνδυνάμωσον, ζήλου θείου πλησθέντα, τὸ ἔνθεον πράττειν βούλημα, ἵνα σε γεραίρω σῳζόμενος.

ὁ β’ χορὸς

Κα νν… Θεοτοκον

ὑπερούσιος Θεὸς Πανάμωμε, ἐκ σοῦ σεσάρκωται, καὶ δι’ ἡμᾶς ὤφθη, καθ’ ἡμᾶς ὡς ἄνθρωπος, ὃν ἐκτενῶς ἱκέτευε, ὑπὲρ πάντας ἀνθρώπους, ἡμαρτηκότα με πάναγνε, σῷσαι καὶ κολάσεως ῥύσασθαι. 

δ γ’

 ὁ α’ χορὸς

Ερμς

Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σὺ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε.

ὁ β’ χορὸς

Οὐρανίας ἁψῖδος,… 

ὁ α’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Προστασίαν καὶ σκέπην, ζωῆς ἐμῆς τίθημι, Σέ, Θεογεννῆτορ, Παρθένε, σὺ με κυβέρνησον, πρὸς τὸν λιμένα σου, τῶν ἀγαθῶν ἡ αἰτία, τῶν πιστῶν τὸ στήριγμα, μόνη πανύμνητε.  

ὁ β’ χορὸς 

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

κετεύω, Παρθένε, τὸν ψυχικὸν τάραχον, καὶ τῆς ἀθυμίας τὴν ζάλην, διασκεδάσαι μου, σὺ γάρ, Θεόνυμφε, τὸν ἀρχηγὸν τῆς γαλήνης, τὸν Χριστὸν ἐκύησας, μόνη πανάχραντε.

ὁ α’ χορὸς 

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Εὐεργέτην τεκοῦσα, τὸν τῶν καλῶν αἴτιον, τῆς εὐεργεσίας τὸν πλοῦτον, πᾶσιν ἀνάβλυσον, πάντα γὰρ δύνασαι, ὡς δυνατὸν ἐν Ἰσχύϊ, τὸν Χριστὸν κυήσασα, Θεομακάριστε.

ὁ β’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Χαλεπαῖς ἀῤῥωστίαις, καὶ νοσεροῖς πάθεσιν, ἐξεταζομένῳ, Παρθένε, σὺ μοι βοήθησον, τῶν Ἰαμάτων γάρ, ἀνελλιπῆ σε γινώσκω, θησαυρόν, Πανάμωμε, τὸν ἀδαπάνητον.

δ γ’

ὁ α’ χορὸς

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

ν πτρ με τς πστεως

ς ἄριστος προφῆτα ὁ ἑστιάτωρ, ὁ κόραξι τελῶν σοι τὴν πανδαισίαν, ὁ μόνος ἐμπιπλῶν πᾶν ζῷον εὐδοκίας, ᾧ πάντες κράζομεν, Σὺ εἶ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν Ἅγιος πλήν σου Κύριε. 

ὁ β’ χορὸς

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Χάρις τῷ εὐεργέτῃ καὶ κηδεμόνι, τῷ χήραν καὶ Προφήτην ἀλληλοτρόφους, ἀῤῥήτῳ ἐκτελέσαντι προμηθείᾳ, ᾧ πάντες κράζομεν, Σὺ εἶ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν Ἅγιος πλήν σου Κύριε. 

ὁ α’ χορὸς

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

κλείσας ὀμβροτόκους νεφέλας ὕειν, τροφῆς ἠπορημένῃ τῇ Σαραφθίᾳ, τὰ λείψανα τῆς βρώσεως ἀνενδότως, ψεκάζειν ἔδρασας, διὸ καὶ ἔκραζες, Ὡς οὐκ ἔστιν, Ἅγιος πλήν σου Κύριε.

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκον

Σὺ μόνη παρὰ πάντας τοὺς ἀπ’ αἰῶνος, μεγάλων ἠξιώθης καὶ ὑπὲρ φύσιν, Θεὸν γὰρ τὸν ἀχώρητον πάσῃ κτίσει, ἐν μήτρᾳ ἤνεγκας, καὶ ἐσωμάτωσας, ὅθεν Θεοτόκον σὲ πίστει σέβομεν. 

τερος

 ὁ α’ χορὸς

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ορανας ψδος

ερεῖς τῆς αἰσχύνης, ὡς δυσμενεῖς ἔκτεινας, ἔνδοξε Προφῆτα, ζήλῳ Θεοῦ πυρπολούμενος, ὅθεν κραυγάζω σοι΄ Τῶν τῆς αἰσχύνης με ἔργων, καὶ διαιωνίζοντος πυρός ἐξάρπασον. 

ὁ β’ χορὸς

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Σὲ προβάλλομαι πρέσβυν, πρὸς τὸν Θεὸν μέγιστον, σῴζειν με δυνάμενον, πάσης Μάκαρ κακώσεως, προσεπικάμφθητι, τῇ ταπεινῇ μου δεήσει, καὶ μὴ ὑπερίδῃς με, παρακαλοῦντά σε. 

ὁ α’ χορὸς

Δόξα Πατρὶ…

Μεγαλύνει Θεὸς σε, ὁ παντουργὸς ἔνδοξε, πάλαι Ἠλιού, δι’ ὀρνέου τρέφων Προφῆτά σε, ὃν ἐκδυσώπησον, τῆς αἰωνίου τρυφῆς με, καὶ φωτὸς τοῦ μέλλοντος, ποιῆσαι μέτοχον.

ὁ β’ χορὸς

Κα νν… Θεοτοκον

διόδευτε πύλη, ἡ πρὸς Θεὸν φέρουσα, πύλας μετανοίας μοι Κόρη, ἄνοιξον δέομαι, ἀποκαθαίρουσα, ἁμαρτιῶν μου τὸν ῥύπον, ὄμβροις τοῦ ἐλέους σου, θεοχαρτωτε.

Συναπτ μικρ μεθ’ ν κφνησις

τι σ ε Θες μν…     

Κθισμα  χος πλ. δ’

ὁ β’ χορὸς

Τν Σοφαν κα Λγον

ς Προφήτης τοῦ ὄντως θείου φωτός, τοὺς προφήτας τοῦ ψεύδους καταβαλών, ἐν τούτῳ διήλεγξας, Ἀχαὰβ ἀνομήσαντα, μὴ προσκυνεῖν διδάξας, τῷ Βάαλ πανένδοξε, καὶ εὐχῇ αἰτήσας, ἐξ ὕψους τὰ νάματα, ὅθεν καὶ πυρίνῳ, ἀνελήφθης Ἠλία, ὀχήματι μετάρσιος, διφρηλάτης πρὸς Κύριον, διὰ τοῦτο βοῶμέν σοι΄ Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

ὁ α’ χορὸς

Δξα Πατρὶ… Κα νν… Θεοτοκον

ς Παρθένον καὶ μόνην ἐν γυναιξί, σὲ ἀσπόρως τεκοῦσαν Θεὸν σαρκί, πᾶσαι μακαρίζομεν, γενεαὶ τῶν ἀνθρώπων, τὸ γὰρ πῦρ ἐσκήνωσεν, ἐν σοὶ τῆς θεότητος, καὶ ὡς βρέφος θηλάζεις, τὸν Κτίστην καὶ Κύριον, ὅθεν τῶν Ἀγγέλων, καὶ ἀνθρώπων τὸ γένος, ἀξίως δοξάζουσι, τὸν πανάγιον τόκον σου, καὶ συμφώνως βοῶμέν σοι, Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν πίστει, τὸν ἄσπορον τόκον σου.

δ δ’

Εἰσακήκοα, Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν θεότητα.

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τῶν παθῶν μου τὸν τάραχον, ἡ τὸν κυβερνήτην τεκοῦσα Κύριον, καὶ τὸν κλύδωνα κατεύνασον, τῶν ἐμῶν πταισμάτων, Θεονύμφευτε. 

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Εὐσπλαγχνίας τὴν ἄβυσσον, ἐπικαλουμένῳ τῆς σῆς παράσχου μοι, ἡ τὸν εὔσπλαγχνον κυήσασα, καὶ Σωτῆρα πάντων, τῶν ὑμνούντων σε.  

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

πολαύοντες, Πάναγνε, τῶν σῶν δωρημάτων εὐχαριστήριον, ἀναμέλπομεν ἐφύμνιον, οἱ γινώσκοντές σε Θεομήτορα.

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Οἱ ἐλπίδα καὶ στήριγμα, καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον, κεκτημένοι σε, Πανύμνητε, δυσχερείας πάσης, ἐκλυτρούμεθα. 

δ δ’

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Εσακκοα Κριε τν κον

ιζοτόμος μὲν ὤφθης, κακίας σαφῶς Προφῆτα, ἀρετῆς δὲ φυτοκόμος, διὸ τιμῶμέν σε.

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

λοιδορεῖτο λόγοις σε, χήρα τροφός, τὸν θάνατον Προφῆτα, τοῦ παιδὸς τὴν ἔγερσιν ἐπισπεύδουσα. 

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

πεσημήνω δόξαν, Τριάδος σαφῶς ἐμπνεύσει τρισαρίθμῳ, τῇ μητρὶ τὸν παῖδα ζῶντα δωρούμενος.

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκον

ς κατάκαρπος ἄμπελος, βότρυν Ἁγνή, τῆς σωτηρίας οἶνον, πᾶσιν ἀναβλύζειν ἐκυοφόρησας. 

τερος 

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Σ μου σχς, Κριε

Κάμπει τὸν σόν, ζῆλον Θεὸς πυρακτούμενον, καὶ πρὸς χήραν, πέμπει διατρέφεσθαι, τὸν γυναικός, πάλαι ἀπειλῇ, Ἠλιοὺ φυγάδα, γεγενημένον θεσπέσιε διό σε ἱκετεύω, τὴν ψυχήν μου πεινῶσαν, διαθρέψαι ἐνθέοις χαρίσμασιν.

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

μαρτιῶν, νέφη δεινὰ συγκαλύπτει με, τρικυμίαι, βίου με χειμάζουσι, καὶ ἐπιπνέουσι χαλεπῶς, κατὰ τῆς ψυχῆς μου, τῆς πονηρίας τὰ πνεύματα, Προφῆτα θεηγόρε, κυβερνήτης γενοῦ μοι, σωτηρίας πρὸς ὅρμον ἰθύνων με.

Δόξα Πατρί…

ῶσιν ψυχῆς, ῥῶσιν παράσχου μοι σώματος, τὸν τὰς νόσους, πάντων ἀφαιρούμενον, ἐκδυσωπῶν, μάκαρ Ἠλιού, Κύριον τῆς δόξης, καὶ ἀβλαβῶς διατρέχειν με, τὰ σκάνδαλα τοῦ βίου, κατευόδωσον, σὲ γάρ, ἀγαθόν μου προστάτην προβάλλομαι.

Κα νν… Θεοτοκον

Μετὰ πασῶν, τῶν οὐρανίων Δυνάμεων, μετὰ πάντων, Δέσποινα πανάμωμε, τῶν Προφητῶν, καὶ τῶν Ἀθλητῶν, καὶ τῶν Ἀποστόλων καὶ τῶν Ὁσίων ἱκέτευε, τυχεῖν με σωτηρίας, τὸν πολλὰ ἁμαρτόντα, καὶ ῥυσθῆναι μελλούσης κολάσεως. 

δ ε’

Φώτισον ἡμᾶς, τοῖς προστάγμασί σου, Κύριε, καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ, τὴν σὴν εἰρήνην, παράσχου ἡμῖν, φιλάνθρωπε.

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

μπλησον, Ἁγνή, εὐφροσύνης τὴν καρδίαν μου, τὴν σὴν ἀκήρατον διδοῦσα χαράν, τῆς εὐφροσύνης, ἡ γεννήσασα τὸν αἴτιον. 

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Λύτρωσαι ἡμᾶς, ἐκ κινδύνων, Θεοτόκε Ἁγνή, ἡ αἰωνίαν τεκοῦσα λύτρωσιν, καὶ τὴν εἰρήνην, τὴν πάντα νοῦν ὑπερέχουσαν.

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Λῦσον τὴν ἀχλύν, τῶν πταισμάτων μου, Θεόνυμφε, τῷ φωτισμῷ τῆς σῆς λαμπρότητος, ἡ φῶς τεκοῦσα, τὸ θεῖον καὶ προαιώνιον.

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

ασαι Ἁγνή, τῶν παθῶν μου τὴν ἀσθένειαν, ἐπισκοπῆς σου ἀξιώσασα, καὶ τὴν ὑγιείαν, τῇ πρεσβείᾳ σου παράσχου μοι.  

δ ε’

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

το φωτς χορηγς

Νόμος πατρῷός σε, ὡς πρεσβευτὴν παναληθῆ ἔδειξε, τερατουργόν, ἐκτρέποντα φύσεις, στοιχείων Ἠλιού, καὶ ὅσιον θῦμα, φλογίζοντα νάμασιν.

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

σχυνας ἄριστα, ὡς ἀληθείας λατρευτῆς Ὅσιε, τῆς ἐναγοῦς προφήτας αἰσχύνης, παμμάκαρ Ἠλιού, σαφῶς ὑπογράψας, Τριάδος τὴν δύναμιν.

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Λόγῳ τῆς χάριτος, ἱερατεύων Ἠλιοὺ τέθυκας, τοὺς ἱερεῖς, τῶν προσοχθισμάτων, ἀθῴοις σου χερσί, καθάπερ ποδήρει, τῷ ζήλῳ κοσμούμενος.

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκον

Σοὶ τῇ τεκούσῃ Χριστόν, τὸν τοῦ παντὸς Δημιουργὸν κράζομεν, Χαῖρε ἁγνή, Χαῖρε ἡ τὸ φῶς ἀνατείλασα ἡμῖν, Χαῖρε ἡ χωρήσασα Θεὸν τὸν ἀχώρητον.

τερος

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἵνα τί με πσω

μβροτόκους νεφέλας, εἲργεις πυρακτούμενος ζήλῳ τῆς πίστεως, ἀλλὰ δέομαί σου, Ἠλιοὺ ἱεραῖς μεσιτείαις σου, τὴν φλογμῷ τακεῖσαν τῶν ἡδονῶν ψυχήν μου θείαις, ἐπομβρίαις ἀρδεῦσαι καὶ σῷσαί με. 

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

ερεὺς δεδειγμένος τέθυκας, ἀθῴοις σου χερσὶ πανόλβιε, τῶν προσοχθισμάτων, Ἱερεῖς ἐνεργοῦντας τὰ ἄτοπα, ἀλλὰ δέομαί σου, πάσης ἀτόπου ἁμαρτίας ἀβλαβῆ με Προφῆτα συντήρησον. 

Δόξα Πατρὶ…

Θαυμαστοῦσαι Προφῆτα, θείαις ἐπικλήσεσι φλέγων τὰ θύματα, ἐκτελέσας πίστει, διὰ τοῦτο ἀπαύστως σου δέομαι, τῇ ἐμῇ καρδίᾳ, τὸν Ἱερὸν ἀνάψαι πόθον, τὰ ὑλώδη μου πάθη συμφλέγοντα.

Κα νν… Θεοτοκον

πὶ σὲ ὥσπερ ὄμβρος, Λόγος καταβέβηκεν ὁ ὑπερούσιος, ὃν δυσώπει Κόρη, ἐπομβρίσαι μοι νῦν κατανύξεως, καθαρὰς σταγόνας, ἀποπλυνούσας πάντα ῥύπον, τῶν ἀμέτρων κακῶν μου πανάμωμε.

δ ς’

Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾅδη προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς, Ἐκ φθορᾶς, ὁ Θεὸς με ἀνάγαγε.

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Θανάτου καὶ τῆς φθορᾶς ὡς ἔσωσεν, ἑαυτὸν ἐκδεδωκὼς τῷ θανάτῳ, τὴν τῇ φθορᾷ καὶ θανάτῳ μου φύσιν, κατασχεθεῖσαν, Παρθένε, δυσώπησον, τὸν Κύριόν σου καὶ Υἱόν, τῆς ἐχθρῶν κακουργίας με ῥύσασθαι. 

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Προστάτιν σε τῆς ζωῆς ἐπίσταμαι, καὶ φρουρὰν ἀσφαλεστάτην, Παρθένε, τῶν πειρασμῶν διαλύουσαν ὄχλον, καὶ ἐπηρείας δαιμόνων ἐλαύνουσαν, καὶ δέομαι διαπαντός, ἐκ φθορᾶς τῶν παθῶν μου ῥυσθῆναί με.

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

ς τεῖχος καταφυγῆς κεκτήμεθα, καὶ ψυχῶν σε παντελῆ σωτηρίαν, καὶ πλατυσμὸν ἐν ταῖς θλίψεσι, Κόρη, καὶ τῷ φωτί σου ἀεὶ ἀγαλλόμεθα. Ὢ Δέσποινα, καὶ νῦν ἡμᾶς, τῶν παθῶν καὶ κινδύνων διάσωσον.

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

ν κλίνῃ νῦν ἀσθενῶν κατάκειμαι, καὶ οὐκ ἔστιν ἴασις τῇ σαρκί μου, ἀλλ’ ἡ Θεὸν καὶ Σωτῆρα τοῦ κόσμου, καὶ τὸν λυτῆρα τῶν νόσων κυήσασα, σοῦ δέομαι τῆς ἀγαθῆς, ἐκ φθορᾶς νοσημάτων ἀνάστησον.

δ ς’

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

βυσσος μαρτημτων

νδαλμα θεοσεβείας, καὶ βίου ἀκραιφνεστάτου, φυτουργὸς ἁγνείας ἐγένου, Ἀγγέλων τε μίμημα θεσπέσιε, Ἠλιοὺ θεοφόρε. 

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Οἶστρός σε προφητοκτόνου, γυναίου ἐκδειματώσας, τὸν δεσμεῖν καὶ λύειν λαχόντα, ὄμβρων ἐπίβλυσιν θεσπέσιε, Ἠλιοὺ φυγαδεύει. 

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

ψωσας γονυπετῆ σας, νοὸς μετάρσιον ὄμμα, δι’ ἱκετηρίας ἱερᾶς, λύσιν ποιούμενος, καὶ αὒλακας, γῆς ἐμέθυσας ὄμβρῳ.

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκον

Βάτος σε ἐν τῷ Σιναίῳ, ἀφλέκτως προσομιλοῦσα, τῷ πυρὶ προγράφει Μητέρα, τὴν ἀειπάρθενον, ἀνύμφευτε Θεοτόκε Μαρία. 

τερος

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

λσθητ μοι Σωτρ

λάσθητί μοι Σωτήρ, πολλὰ σοι ἀφρόνως πταίσαντι, καὶ τῆς μενούσης ἐκεῖ, κολάσεως λύτρωσαι, ἔχων δυσωποῦντά σε, Ἠλιοὺ τὸν μέγαν, καὶ τὴν ἄχραντον Μητέρα σου.

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

γνείας ὡς φυτουργός, ἁγνὸν ψυχῇ με συντήρησον, ὡς ζηλωτὴς Ἠλιού, ζήλου θείου πλήρωσον, τὴν ἐμὴν διάνοιαν, ὅπως τῆς κακίας, τὰς ἐφόδους ἀποκρούσωμαι.

Δόξα Πατρὶ…

Νηστεύεις βρώσει μιᾷ, ὁδὸν τεσσαρακονθήμερον, ἀνύων θείᾳ ῥοπῇ, διὸ ἱκετεύω σε, πάσης παραβάσεως, ἐγκρατεύσθαί με, θεοφόρε ἐνδυνάμωσον.

Κα νν… Θεοτοκον  

πύλη ἡ τοῦ Θεοῦ, εἰσόδους θείας ὑπάνοιξον, τῇ ταπεινῇ μου ψυχῇ, ἐν αἷς εἰσελεύσομαι, ἐξομολογούμενος, καὶ κακῶν τὴν λύσιν, Θεοτκε πολψομαι.

 Συναπτ μικρ μεθ’ ν κφνησις

Σ γρ ε βασιλες…  

Κοντκιον  χος β’

Ατμελον

Προφῆτα καὶ προόπτα τῶν μεγαλουργιῶν τοῦ Θεοῦ, Ἠλία μεγαλώνυμε, ὁ τῷ φθέγματί σου στήσας τὰ ὑδατόῤῥυτα νέφη, πρέσβευε ὑπὲρ ἡμῶν, πρς τν μνον φιλνθρωπον.

Οκος

Τὴν πολλὴν τῶν ἀνθρώπων ἀνομίαν, Θεοῦ δὲ τὴν ἄμετρον φιλανθρωπίαν, θεασάμενος ὁ Προφήτης Ἠλίας, ἐταράττετο θυμούμενος, καὶ λόγους ἀσπλαγχνίας πρὸς τὸν εὔσπλαγχνον ἐκίνησεν, Ὀργίσθητι βοήσας, ἐπὶ τοὺς ἀθετήσαντάς σε, Κριτὰ δικαιότατε, Ἀλλὰ τὰ σπλάγχνα τοῦ ἀγαθοῦ, οὐδόλως παρεκίνησε πρὸς τὸ τιμωρήσασθαι τοὺς αὐτὸν ἀθετήσαντας ἀεὶ γὰρ τὴν μετάνοιαν πάντων ἀναμένει, μνος φιλνθρωπος.

 

Σ υ ν α ξ ά ρ ι ο ν

Τ Κ’ το ατο μηνς, Μνήμη τῆς εἰς οὐρανοὺς πυρφόρου ἀναβάσεως τοῦ Ἁγίου ἐνδόξου Προφήτου Ἠλιοὺ τοῦ Θεσβίτου.

Στίχοι

  • Ἐπέσχεν ὄμβρον, πῦρ τρίτον φέρων κάτω,

  • Σχίζει δὲ ῥεῖθρον Ἠλίας τρέχων ἄνω.

  • Δίφρῳ ἀνηρπάγης περὶ εἰκάδα, Ἠλία ἱππεῦ.

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΚΑΤΑΒΑΣΙΑΙ

ὁ α’ χορός

Ἦχος δ. ᾨδὴ α 

νοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.

ὁ β’ χορός

ᾨδὴ γ’

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθορος πηγή, θίασον συγκροτήσαντας πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ σου…

ὁ α’ χορός

στεφάνων δόξης ἀξίωσον.

ὁ β’ χορός

ᾨδὴ δ’

Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε. Δόξα τῇ δυνάμει σου Κύριε.

ὁ α’ χορός

ᾨδὴ ε’ 

ξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου, σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα.

ὁ β’ χορός

ᾨδὴ ς’

Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.

ὁ α’ χορός

ᾨδὴ ζ’

Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον, Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

ὁ β’ χορός

ᾨδὴ η’

Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν,  καί προσκυνοῦμεν τὸν Κύριον

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ΤΙΜΙΩΤΕΡΑ (Ἦχος δ’)

ὁ α’ χορός

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…

Καταβασία

 ὁ α’ χορός

ᾠδὴ θ’.

πας γηγενής, σκιρτάτῳ τῷ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων, φύσις γεραίρουσα, τὰ ἱερὰ θαυμάσια, τῆς Θεομήτορος, καὶ βοάτω. Χαίροις παμμακάριστε, Θεοτκε γν, ειπρθενε.

Συναπτ μικρ μεθ’ ν κφνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

α’ χορός

Φς ναλλοωτον Λγε – ἦχος γ’

Φῶς ἐν πυρίνῳ τεθρίππῳ, οὐρανοδρόμον σε δεῖξαν, ἁρματηλάτην Ἠλία, οὐ κατηνάλωσεν ὅλως, πῦρ γὰρ ἐν γλώσσῃ πηλίνῃ, εἵλκυσας κάτω, καὶ ἀνεξήρανας ὄμβρους.

ὁ β’ χορός

Θεοτοκον

Φῶς ἡ τεκοῦσα Παρθένε, δυσώπησον σαῖς πρεσβείαις, τὸν σὸν Υἱὸν Θεοτόκε, τοῦ οἰκτειρῆσαι καὶ σῷσαι, τοῦ αἰωνίου με σκότους, τὸν πεποιθότα, τῇ σῇ σεπτ ντιλψει.

ΑΙΝΟΙ

Ες τος Ανους, ψλλομεν Στιχηρ Προσμοια γ’ δευτεροντες τ α‘. 

ὁ α’ χορός

Ἦχος πλ. δ

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. 

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.  

ὁ α’ χορὸς

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Τί μς καλσωμεν γιοι

τε σὺ Προφῆτα θεσπέσιε, τῷ Θεῷ δι’ ἀρετῆς, καὶ πολιτείας ἀκραιφνοῦς, συνεκράθης παρ’ αὐτοῦ, τὴν ἐξουσίαν εἰληφώς, τὴν κτίσιν, κατὰ γνώμην μετεῤῥύθμισας, καὶ πύλας, ὑετοῦ θέλων ἀπέκλεισας, καὶ ἄνωθεν πῦρ κατήγαγες, καὶ δυσσεβεῖς κατηνάλωσας, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ὁ β’ χορὸς 

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος , αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

τε σὺ Προφῆτα θεσπέσιε,… 

ὁ α’ χορὸς

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.    

Ζήλῳ τοῦ Κυρίου πυρούμενος, παρανόμους βασιλεῖς σὺ διεξήλεγξας σφοδρῶς, τῆς αἰσχύνης ἱερεῖς, σὺ ἐθανάτωσας θερμῶς, ἀνῆψας, πῦρ ἐν ὕδατι παράδοξον, τροφήν δέ, ἀγεώργητον ἐπήγασας, καὶ νάματα Ἰορδάνεια, τῇ μηλωτῇ σου διέτεμες, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. 

ὁ β’ χορὸς 

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

τε σὺ Προφῆτα κατέδειξας, ἐπὶ γῆς ὡς ἀληθῶς, τὴν ἐπουράνιον ζωήν, τὴν ζωὴν ἐν σεαυτῷ, τὴν ἐνυπόστατον πλουτῶν, θανόντα, σοῖς φυσήμασιν ἀνέστησας, θανάτου, κρείττων ἔτι σὺ διέμεινας, ἅρμα πυρὸς ἐπιβέβηκας, αἰθέριος ἀνυψούμενος, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ὁ α’ χορὸς

Δξα Πατρὶ… χος πλ. δ’

Τῶν Προφητῶν τοὺς ἀκραίμονας, καὶ παμφαεῖς φωστῆρας τῆς οἰκουμένης, ἐν ὕμνοις τιμήσωμεν πιστοί, Ἠλίαν καὶ Ἐλισσαῖον καὶ Χριστῷ ἐκβοήσωμεν χαρμονικῶς, Εὔσπλαγχνε Κύριε, παράσχου τῷ λαῷ σου, ἱκεσίαις τῶν Προφητῶν σου, ἄφεσιν ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος.

ὁ β’ χορός

Κα νν… Θεοτοκον, ἦχος ὁ αὐτὸς

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Δοξολογία Μεγάλη

εἰς ἦχον πλ. δ’ ( Ἀργή ἢ σύντομος )

ὁ α’ χορός

  • Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

ὁ β’ χορός

  • μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

ὁ α’ χορός

  • Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα,

ὁ β’ χορός

  • Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

ὁ α’ χορός

  • Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

  • τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

ὁ α’ χορός

  • Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ὁ β’ χορός

  • Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

ὁ β’ χορός

  • Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

ὁ α’ χορός

  • Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

ὁ β’ χορός

  • τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

ὁ α’ χορός

  • Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

              Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ β’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

Ἅγιος ὁ Θεός,
ὁ β’ χορός

Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός

γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

πολυτκιον  χος δ’ Ταχ προκατλαβε

ἔνσαρκος ἄγγελος, τῶν Προφητῶν ἡ κρηπίς, ὁ δεύτερος Πρόδρομος τῆς παρουσίας Χριστοῦ, Ἠλίας ὁ ἔνδοξος, ἄνωθεν καταπέμψας, Ἐλισσαίῳ τὴν χάριν, νόσους ἀποδιώκει, καὶ λεπροὺς καθαρίζει, διὸ καὶ τοῖς τιμῶσιν αὐτὸν βρει ἰάματα.

 ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

ΑΝΤΙΦΩΝΑ 

Ἀντίφωνον Α’

Ἦχος β´.

Στίχ. α´. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.

Στίχ. β´. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Στίχ. γ´. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Δόξα ΠατρὶΚαὶ νῦν

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Ἀντίφωνον Β

Ἦχος αὐτὸς.

Στίχ. α´. Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός, ψάλλοντάς σοι΄ Ἀλληλούϊα.

Στίχ. β´. Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός,…

Στίχ.  γ´.  Βασιλεύσει  Κύριος  εἰς τὸν  αἰῶνα,  ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός,… 

Δόξα ΠατρίΚαὶ νῦν

μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

Ἀντίφωνον Γ

Στίχ. α´. Μὴ ἄπτεσθε τῶν χριστῶν μου, καὶ ἐν τοῖς Προφήταις μου μὴ πονηρεύεσθε.

πολυτκιον  χος δ Ταχ προκατλαβε

ἔνσαρκος ἄγγελος, τῶν Προφητῶν ἡ κρηπίς, ὁ δεύτερος Πρόδρομος τῆς παρουσίας Χριστοῦ, Ἠλίας ὁ ἔνδοξος, ἄνωθεν καταπέμψας, Ἐλισσαίῳ τὴν χάριν, νόσους ἀποδιώκει, καὶ λεπροὺς καθαρίζει, διὸ καὶ τοῖς τιμῶσιν αὐτὸν βρύει ἰάματα.

Στίχ. β´.  Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.

ἔνσαρκος ἄγγελος,

Εἰσοδικὸν

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἐν Ἁγίοις θαυμαστὸς…..
ψάλλοντάς σοι΄ λληλούϊα.

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

πολυτκιον  χος δ

Ταχ προκατλαβε

ἔνσαρκος ἄγγελος, τῶν Προφητῶν ἡ κρηπίς, ὁ δεύτερος Πρόδρομος τῆς παρουσίας Χριστοῦ, Ἠλίας ὁ ἔνδοξος, ἄνωθεν καταπέμψας, Ἐλισσαίῳ τὴν χάριν, νόσους ἀποδιώκει, καὶ λεπροὺς καθαρίζει, διὸ καὶ τοῖς τιμῶσιν αὐτὸν βρύει ἰάματα.

Τοῦ Ναοῦ

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Κοντκιον χος β

Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε, Μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι. Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτκε, τν τιμντων σε.

Τρισάγιον

πστολος (᾽Ιακ. ε´ 10-20).

Προκείμενον ἦχος α’.

Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.

                   Στίχ. Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου΄ Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθροὺς σου ὑποπόδιον τῶν ποδῶν σου.

Καθολικς πιστολς ακβου τὸ Ἀνάγνωσμα

δελφοί, ὑπόδειγμα λάβετε, τῆς κακοπαθείας καὶ τῆς μακροθυμίας τοὺς προφήτας, οἳ ἐλάλησαν τῷ ὀνόματι Κυρίου. Ἰδοὺ μακαρίζομεν τοὺς ὑπομένοντας· τὴν ὑπομονὴν ᾿Ιὼβ ἠκούσατε, καὶ τὸ τέλος Κυρίου εἴδετε, ὅτι πολύσπλαγχνός ἐστιν ὁ Κύριος καὶ οἰκτίρμων. Πρὸ πάντων δέ, ἀδελφοί μου, μὴ ὀμνύετε μήτε τὸν οὐρανὸν μήτε τὴν γῆν μήτε ἄλλον τινὰ ὅρκον· ἤτω δὲ ὑμῶν τὸ ναὶ ναί, καὶ τὸ οὒ οὔ, ἵνα μὴ εἰς ὑπόκρισιν πέσητε. Κακοπαθεῖ τις ἐν ὑμῖν; Προσευχέσθω· εὐθυμεῖ τις· Ψαλλέτω. Ἀσθενεῖ τις ἐν ὑμῖν; Προσκαλεσάσθω τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας, καὶ προσευξάσθωσαν ἐπ᾿ αὐτὸν ἀλείψαντες αὐτὸν ἐλαίῳ ἐν τῷ ὀνόματι τοῦ Κυρίου· καὶ ἡ εὐχὴ τῆς πίστεως σώσει τὸν κάμνοντα, καὶ ἐγερεῖ αὐτὸν ὁ Κύριος· κἂν ἁμαρτίας ᾖ πεποιηκώς, ἀφεθήσεται αὐτῷ. Ἐξομολογεῖσθε ἀλλήλοις τὰ παραπτώματα, καὶ εὔχεσθε ὑπὲρ ἀλλήλων, ὅπως ἰαθῆτε· πολὺ ἰσχύει δέησις δικαίου ἐνεργουμένη. ᾿Ηλίας ἄνθρωπος ἦν ὁμοιοπαθὴς ἡμῖν, καὶ προσευχῇ προσηύξατο τοῦ μὴ βρέξαι, καὶ οὐκ ἔβρεξεν ἐπὶ τῆς γῆς ἐνιαυτοὺς τρεῖς καὶ μῆνας ἕξ· καὶ πάλιν προσηύξατο, καὶ ὁ οὐρανὸς ὑετὸν ἔδωκε καὶ ἡ γῆ ἐβλάστησε τὸν καρπὸν αὐτῆς. ᾿Αδελφοί, ἐάν τις ἐν ὑμῖν πλανηθῇ ἀπὸ τῆς ἀληθείας, καὶ ἐπιστρέψῃ τις αὐτόν, γινωσκέτω ὅτι ὁ ἐπιστρέψας ἁμαρτωλὸν ἐκ πλάνης ὁδοῦ αὐτοῦ σώσει ψυχὴν ἐκ θανάτου καὶ καλύψει πλῆθος ἁμαρτιῶν.  

λληλούϊα ( γ’)

Εαγγλιον

 Ἐκ τοῦ κατ Λουκν (Λουκ. δ´ 22-30)

Τῷ καιρῷ ἐκείνῳ, ἐθαύμαζον οἱ ὄχλοι ἐπὶ τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος τοῦ Ἰησοῦ καὶ ἔλεγον, Οὐχ οὗτος ἐστιν ὁ Υἱός ᾽Ιωσὴφ; Καὶ εἶπε πρὸς αὐτούς΄ Πάντως ἐρεῖτέ μοι τὴν παραβολὴν ταύτην· ᾽Ιατρέ, θεράπευσον σεαυτόν· ὅσα ἠκούσαμεν γενόμενα ἐν τῇ Καπερναοὺμ, ποίησον καὶ ὧδε ἐν τῇ πατρίδι σου. Εἶπε δέ, ᾽Αμὴν λέγω ὑμῖν ὅτι οὐδεὶς προφήτης δεκτός ἐστιν ἐν τῇ πατρίδι αὐτοῦ. Ἐπ᾽ ἀληθείας δὲ λέγω ὑμῖν, πολλαὶ χῆραι ἦσαν ἐν ταῖς ἡμέραις ᾽Ηλιοὺ ἐν τῷ ᾽Ισραήλ, ὅτε ἐκλείσθη ὁ οὐρανὸς ἐπὶ ἔτη τρία καὶ μῆνας ἕξ, ὡς ἐγένετο λιμὸς μέγας ἐπὶ πᾶσαν τὴν γῆν,καὶ πρὸς οὐδεμίαν αὐτῶν ἐπέμφθη ᾽Ηλίας εἰ μὴ εἰς Σάρεπτα τῆς Σιδῶνος, πρὸς γυναῖκα χήραν. Καὶ πολλοὶ λεπροὶ ἦσαν ἐπὶ ᾽Ελισαίου τοῦ προφήτου ἐν τῷ ᾽Ισραὴλ, καὶ οὐδεὶς αὐτῶν ἐκαθαρίσθη εἰ μὴ Νεεμὰν ὁ Σύρος. Καὶ ἐπλήσθησαν πάντες θυμοῦ ἐν τῇ Συναγωγῇ ἀκούοντες ταῦτα. Καὶ ἀναστάντες ἐξέβαλον αὐτὸν ἔξω τῆς πόλεως, καὶ ἤγαγον αὐτὸν ἕως τῆς ὀφρύος τοῦ ὄρους, ἐφ᾽ οὗ ἡ πόλις αὐτῶν ᾠκοδόμητο, εἰς τὸ κατακρημνίσαι αὐτόν. Αὐτὸς δὲ, διελθν διὰ μέσου αὐτῶν, ἐπορεύετο.

Δόξα σοι Κύριε, δόξα σοι.   

Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου
Ες τ, ξαιρτως

ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σ μεγαλνομεν.

Κοινωνικν

γαλλιᾶσθε δίκαιοι ἐν Κυρίῳ, τοῖς εὐθέσι πρέπει αἴνεσις. λληλούϊα.

ἦχος β’

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.

ἦχος β’

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).

πόλυσις  

«…Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν…»

https://agioskosmasoaitolos.wordpress.com

20 ΙΟΥΛ17 ΕΟΡΤΗ ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΠΡΟΦΗΤΟΥ ΗΛΙΟΥ ΤΟΥ ΘΕΣΒΙΤΟΥ

Advertisements

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση / Αλλαγή )

Σύνδεση με %s

Αρέσει σε %d bloggers: