Σχολιάστε

ΕΣΠΕΡΙΝΟΣ ΕΟΡΤΗΣ ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΠΡΟΦΗΤΟΥ ΗΛΙΟΥ ΤΟΥ ΘΕΣΒΙΤΟΥ (2017)

20 ΙΟΥΛΙΟΥ 2017

+Tο γου νδξου Προφτου λιο το Θεσβτου

Τ ΤΕΤΑΡΤ ΕΣΠΕΡΑΣ (19/7/17)

ὁ Ἱερες: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ὁ α’ χορός: μήν.

ναγνστης:

  •    Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.

  • Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

  • Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Ψαλμς ργ’ (103)

  • Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.

  • Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.

  • Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ.

  • Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων.

  • Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.

  • Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

  • Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα.

  • Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν.

  • Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τόπον, ὃν ἐθεμελίωσας αὐτά.

  • Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν.

  • Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνάμεσον τῶν ὀρέων διελεύσονται ὕδατα.      

  • Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν.

  • Ἐπ’ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν.

  • Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.

  • Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων.

  • Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου.

  • Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.

  • Χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας.

  • Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν.

  •   Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγῳοῖς.

  •   Ἐποίησε σελήνην εἰς καιρούς ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ.

  • Ἔθου σκότος, καὶ ἐγένετο νύξ ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ.

  • Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς.

  • Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται.

  • Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας.

  • Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου.

  • Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων.

  • Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ.

  • Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον δόντος σου αὐτοῖς συλλέξουσιν.

  • Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται.

  • Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.

  • Ἐξαποστελεῖς τὸ πνεῦμα σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.

  • Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ.

  • Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται.

  • ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.

  • Ἠδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ.

  • Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

Κα πλιν

  • Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ ἔθου σκότος, καὶ ἐγένετο νύξ.

  • Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε πάντα ἐν σοφίᾳ ἐποίησας.

Δξα ΠατρίΚα νν

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ’).

ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.

                       ὁ διάκονος:

  • ν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν……

  • Στιχολογοῦμεν τοῦ, Μακάριος ἀνήρ, τὴν α’ στάσιν.

Ἦχος α’.  Ψαλμς ρμ’ (140)

ὁ α’ χορός

  • Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.

     ὁ β’ χορός

  • Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.

ὁ α’ χορός

Στίχ. ὰν ἀνομίας παρατηρήσης, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.

Τῶν οὐρανίων ταγμάτων

τὸν Θεσβίτην Ἠλίαν, πυρίνῳ ἅρματι, ἀπὸ τῆς γῆς οἰκτίρμον, μεταθέμενος Λόγε, ταῖς τούτου ἱκεσίαις, σῶσον ἡμᾶς τοὺς πιστῶς σε δοξάζοντας, καὶ τὴν αὐτοῦ ἐκτελοῦντας χαρμονικῶς, θείαν μνήμην καὶ σεβάσμιον.

ὁ β’ χορός

Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

Οὐ συσσεισμῷ ἀλλ’ ἐν αὔρᾳ, λεπτῇ τεθέασαι, Θεοῦ τὴν παρουσίαν, Ἠλιοὺ θεομάκαρ, φωτίζουσάν σε πάλαι, ἅρματι δέ, ἐποχούμενος τέθριππος, τὸν οὐρανὸν διϊππεύεις ξενοπρεπῶς, θαυμαζόμενος θεόπνευστε.

ὁ α’ χορός

Στίχ. πὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.

Τοὺς ἱερεῖς τῆς αἰσχύνης, ξίφει κατέσφαξας, τὸν οὐρανὸν τῇ γλώττῃ, ἐπὶ γῆς τοῦ μὴ βρέχειν, ἐπέσχες ζήλῳ θείῳ πυρποληθείς, Ἐλισαῖον δὲ ἔπλησας, τῆς μηλωτῆς ἐπιδόσει διπλῆς σοφέ, Ἠλιοὺ ἐνθέου χάριτος

Έτερα Στιχηρά. Ἦχος β΄.

ὁ β’ χορός

Στίχ. τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ’ αὐτῷ λύτρωσις’ καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Ποίοις ευφημιών στέμμασιν.

Ποίοις ὑμνῳδιῶν κάλλεσιν, ἀναδήσωμεν τὸν διφρηλάτην; τὸν Oὐρανοδρόμον Ἱέρακα; Ἠλιοὺ τὸν πῦρ ὅλως πνέοντα; τὸν πυρίνου ἅρματος ἱππέα; τὸν ῥεῖθρα, τοῦ Ἰορδάνου διαρρήξαντα; καὶ ὄμβρους, τοῦ Oὐρανοῦ λόγῳ πεδήσαντα; τὸν ἐν πυρὶ θυηφόρον; τὸν Xριστῷ λαλοῦντα; τὸν καὶ Πρόδρομον τῆς αὐτοῦ, δευτέρας ἐλεύσεως; τὸν φωστῆρα τὸν φαεινότατον;

           ὁ α’ χορός

Στίχ. Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

Ποίοις εὐφημιῶν ᾄσμασι, τὸν Θεσβίτην ἀνυμνήσωμεν Ἠλίαν; τὸν ζήλῳ Θεοῦ πυρπολούμενον; καὶ τοὺς ἀσεβεῖς πυρπολήσαντα; τὸν τοὺς μύστας σφάξαντα τῆς Bάαλ; τὸν μύστην, ἧς προεώρακε τῷ Πνεύματι, ἐν αὒρα, λεπτῇ Xριστοῦ θείας σαρκώσεως; τὸν ξενοτρόφον τῆς χήρας; τοῦ πυρὸς τὸν στύλον; τὸν πνέοντα τοῖς νεκροῖς, ζωὴν θείᾳ χάριτι; τὸ τοῦ Πνεύματος ἐνδιαίτημα;

ὁ β’ χορός

Στίχ. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

Ποίοις πνευματικοῖς ἄνθεσι, τὸ τοῦ Πνεύματος στέψωμεν σκεῦος; τὸν φλογὶ πυρὸς σιτιζόμενον, καὶ τὸ πυρὶ σπαργανούμενον; τὸν μιᾶς τροφῆς ἐν τῇ ἰσχύϊ, ὁδὸν, τεσσαρακονθήμερον ἀνύσαντα; τροφὴν, τὸν διὰ τοῦ κὸρακος δεχόμενον; τῶν Προφητῶν τὴν κρηπίδα; Ἠλιοὺ τὸν μέγαν, δι’ οὖ δαιμόνων ὀφρῦν, καθεῖλεν ὁ Kύριος; ὁ ἔχων τὸ μέγα ἔλεος.

 ὁ α’ χορός

Δξα Πατρί… χος πλ.β’

Δεῦτε τῶν ὀρθοδόξων τὸ σύστημα, συναθροισθέντες σήμερον, ἐν τῷ πανσέπτῳ ναῷ τῶν θεηγόρων Προφητῶν, ψαλμικῶς ᾄσωμεν ἐναρμόνιον μέλος, τῷ τούτους δοξάσαντι, Χριστῷ τῷ Θεῷ ἡμῶν, καὶ ἐν χαρᾷ καὶ ἀγαλλιάσει ἀναβοήσωμεν· Χαίροις ἐπίγειε ἄγγελε, καὶ οὐράνιε ἄνθρωπε, Ἠλία μεγαλώνυμε. Χαίροις ὁ διπλῆν τὴν χάριν παρὰ Θεοῦ κομισάμενος, Ἐλισαῖε πανσεβάσμιε· Χαίρετε ἀντιλήπτορες θερμοί, καὶ προστάται καὶ ἰατροί, τῶν ψυχῶν καὶ τῶν σωμάτων τοῦ φιλοχρίστου λαοῦ, ἀπὸ πάσης προσβολῆς ἐναντίας καὶ περιστάσεως, καὶ παντοίων κινδύνων λυτρώσασθε, τοὺς πιστῶς ἐκτελοῦντας, τὴν πανέορτον μνήμην ὑμῶν.

ὁ β’ χορός

Κα νν… Θεοτοκίον ἦχος πλ.β’

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι’ ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ’ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τς ψυχς μν.

Εσοδος.

Σοφα ρθοί !

χος β’

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.

σπρας Προκεμενον

Τῇ Τετάρτῃ ἑσπέρας

Ἦχος πλ. α΄’ 

ὁ α’ χορός

Θεός, ἐν τῷ ὀνόματι σου σῶσον με, καὶ ἐν τῇ δυνάμει σου κρινεῖς με.

ὁ β’ χορός

Θεός, ἐν τῷ ὀνόματι σου σῶσον με, καὶ ἐν τῇ δυνάμει σου κρινεῖς με.

ὁ α’ χορός

Στχ. Θεὸς εἰσάκουσον τῆς προσευχῆς μου.

Θεός, ἐν τῷ ὀνόματι σου σῶσον με, κα ν τ δυνμει σου κρινες με.

καὶ τὰ Ἀναγνώσματα.

Βασιλειῶν γ’ τὸ Ἀνάγνωσμα

(Κεφ. 17, 1-24)

γένετο λόγος Κυρίου πρὸς Ἠλιοὺ τὸν Προφήτην, καὶ εἶπε πρὸς Ἀχαάβ· Ζῇ Κύριος ὁ Θεὸς τῶν δυνάμεων, ὁ Θεὸς Ἰσραὴλ ᾧ παρέστην ἐνώπιον αὐτοῦ σήμερον, εἰ ἔσται τὰ ἔτη ταῦτα δρόσος καὶ ὑετός, εἰ μὴ διὰ στόματός μου. Καὶ ἐγένετο ῥῆμα Κυρίου πρὸς Ἠλιού, λέγον· Πορεύου ἐντεῦθεν κατ’ ἀνατολάς, καὶ κρύβηθι ἐν τῷ χειμάρρῳ Χορράθ, τῷ ἐπὶ προσώπου Ἰορδάνου, καὶ ἔσται ἐκ τοῦ χειμάρρου πίεσαι ὕδωρ, καὶ τοῖς  κόραξιν ἐντελοῦμαι τοῦ διατρέφειν σε ἐκεῖ. Καὶ ἐπορεύθη, καὶ ἐκάθισεν ἐν τῷ χειμάρρῳ Χορράθ, ἐπὶ πρόσωπον τοῦ Ἰορδάνου, καὶ οἱ κόρακες ἔφερον αὐτῷ ἄρτους τὸ πρωΐ, καὶ κρέας τὸ δείλης, καὶ ἐκ τοῦ χειμάρρου ἔπινεν ὕδωρ. Καὶ ἐγένετο μεθ’ ἡμέρας, καὶ ἐξηράνθη ὁ χείμαρρος, ὅτι οὐκ ἐγένετο ὑετὸς ἐπὶ τῆς γῆς. Καὶ ἐγένετο ῥῆμα Κυρίου πρὸς Ἠλιού, λέγων· Ἀνάστηθι καὶ πορεύθητι εἰς Σαρεφθὰ τῆς Σιδωνίας, καὶ καθίσῃ ἐκεῖ, καὶ ἰδοὺ ἐντελοῦμαι γυναικὶ χήρᾳ τοῦ διατρέφειν σε. Καὶ ἀνέστη, καὶ ἐπορεύθη εἰς Σαρεφθά, εἰς τὸν πυλῶνα τῆς πόλεως. Καὶ ἰδοὺ ἐκεῖ γυνὴ χήρα συνέλεγε ξύλα, καὶ ἐβόησεν Ἠλιοὺ ὀπίσω αὐτῆς, καὶ εἶπεν αὐτῇ· Λάβε δὴ μοι ὀλίγον ὕδωρ εἰς ἄγγος, καὶ πίομαι. Καὶ ἐπορεύθη λαβεῖν. Καὶ ἐβόησεν Ἠλιοὺ ὀπίσω αὐτῆς, καὶ εἶπε· Λήψῃ δὴ μοι καὶ ψωμὸν ἄρτου ἐν τῇ χειρί σου. Καὶ εἶπεν ἡ γυνή· Ζῇ Κύριος ὁ Θεός σου, εἰ ἔστι μοι ἐγκρυφίας, ἀλλ’ ἢ ὅσον δρὰξ ἀλεύρου ἐν τῇ ὑδρίᾳ, καὶ ὀλίγον ἔλαιον ἐν τῷ καμψάκῃ· καὶ ἰδοὺ συλλέγω δύο ξυλάρια, καὶ εἰσελεύσομαι, καὶ ποιήσω αὐτὸ ἐμαυτῇ καὶ τοῖς  τέκνοις μου, καὶ φαγόμεθα καὶ ἀποθανούμεθα. Καὶ εἶπεν Ἠλιοὺ πρὸς αὐτήν· θάρσει, εἴσελθε, καὶ ποίησον κατὰ τὸ ῥῆμά σου, ἀλλὰ ποίησόν μοι ἐκεῖθεν ἐγκρυφίαν μικρόν ἐν πρώτοις, καὶ ἐξοίσεις μοι, σεαυτῇ δὴ καὶ τοῖς  τέκνοις σου ποιήσεις ἐπ’ ἐσχάτων, ὅτι τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ. Ἡ ὑδρία τοῦ ἀλεύρου οὐκ ἐκλείψει καὶ ὁ καμψάκης τοῦ ἐλαίου οὐκ ἐλαττονήσει ἕως ἡμέρας τοῦ δοῦναι Κύριον τὸν Θεὸν ὑετὸν ἐπὶ προσώπου πάσης τῆς γῆς. Καὶ ἐπορεύθη ἡ γυνή, καὶ ἐποίησε κατὰ τὸ ῥῆμα Ἠλιού, καὶ ἤσθιεν αὐτὸς καὶ αὐτή, καὶ τὰ τέκνα αὐτῆς. Καὶ ἀπὸ τῆς ἡμέρας ταύτης ἡ ὑδρία τοῦ ἀλεύρου οὐκ ἐξέλιπε, καὶ ὁ καμψάκης τοῦ ἐλαίου οὐκ ἐλαττονήθη, κατὰ τὸ ῥῆμα Κυρίου, ὃ ἐλάλησεν ἐν χειρὶ Ἠλιού. Καὶ ἐγένετο μετὰ τὰ ῥήματα ταῦτα, καὶ ἠρρώστησεν ὁ υἱὸς τῆς γυναικός, τῆς κυρίας τοῦ οἴκου, καὶ ἡ ἀρρωστία αὐτοῦ κραταιὰ σφόδρα, ἕως οὐχ ὑπελείφθη ἐν αὐτῷ πνεῦμα. Καὶ εἶπεν ἡ γυνὴ πρὸς Ἠλιού· τὶ ἐμοὶ καὶ σοί, ἄνθρωπε τοῦ Θεοῦ; εἰσῆλθες πρὸς με τοῦ ἀναμνῆσαι τάς ἁμαρτίας μου, καὶ θανατῶσαι τὸν υἱόν μου; Καὶ εἶπεν Ἠλιοὺ πρὸς αὐτήν· Δὸς μοι τὸν υἱόν σου. Καὶ ἔλαβεν αὐτὸν ἐκ τοῦ κόλπου αὐτῆς, καὶ ἀνήνεγκεν αὐτὸν ἐπὶ τὸ ὑπερῷον, ἐν ᾧ αὐτὸς ἐκάθητο ἐκεῖ, καὶ ἐκοίμισεν αὐτὸν ἐπὶ τῆς κλίνης αὐτοῦ. Καὶ ἀνεβόησεν Ἠλιού, καὶ εἶπεν· Οἴμοι! Κύριε, ὁ μάρτυς τῆς χήρας, μεθ’ ἧς ἐγὼ κατοικῶ μετ’ αὐτῆς, σὺ ἐκάκωσας τοῦ θανατῶσαι τὸν υἱὸν αὐτῆς. Καὶ ἐνεφύσησε τῷ παιδαρίῳ τρίς, καὶ ἐπεκαλέσατο τὸν Κύριον, καὶ εἶπε· Κύριε ὁ Θεός μου, ἐπιστραφήτω δὴ ἡ ψυχὴ τοῦ παιδαρίου τούτου εἰς αὐτό. Καὶ ἐγένετο οὕτω, καὶ ἀνεβόησε, καὶ ἤκουσε Κύριος ἐν φωνῇ Ἠλιού, καὶ ἐπεστράφη ἡ ψυχὴ τοῦ παιδαρίου πρὸς ἔγκατον αὐτοῦ, καὶ ἔζησε. Καὶ ἔλαβεν Ἠλίας τὸ παιδάριον, καὶ κατήγαγεν αὐτὸ ἀπὸ τοῦ ὑπερῴου εἰς τὸν οἶκον, καὶ ἔδωκεν αὐτὸ τῇ μητρὶ αὐτοῦ, καὶ εἶπεν Ἠλιού· Βλέπε, ζῇ ὁ υἱός σου. Καὶ εἶπεν ἡ γυνὴ πρὸς Ἠλιού. Ἰδοὺ τοῦτο ἔγνωκα, ὅτι σὺ ἄνθρωπος εἶ τοῦ Θεοῦ, καὶ ῥῆμα Κυρίου ἐν τῷ στόματί σου ἀληθινόν.

Βασιλειῶν γ’ τὸ Ἀνάγνωσμα

(Κεφ. 18, 1, 17-46 & 19, 1-16)

γένετο ῥῆμα Κυρίου πρὸς Ἠλιοὺ τὸν Θεσβίτην ἐν τῷ ἐνιαυτῷ τῷ τρίτῳ, λέγον· Πορεύθητι, καὶ ὄφθητι τῷ Ἀχαάβ, καὶ δώσω τὸν ὑετὸν ἐπὶ προσώπου τῆς γῆς. Καὶ ἐγένετο, ὡς εἶδεν Ἀχαὰβ τὸν Ἠλιού, καὶ εἶπε πρὸς αὐτόν· Σὺ εἶ αὐτὸς ὁ διαστρέφων τὸν Ἰσραήλ; Καὶ εἶπεν Ἠλιού· Οὐ διαστρέφω ἐγὼ τὸν Ἰσραήλ, ἀλλ’ ἢ σύ, καὶ ὁ οἶκος τοῦ πατρός σου, ἐν τῷ καταλιμπάνειν ὑμᾶς Κύριον τὸν Θεὸν ἡμῶν, καὶ ἐπορεύθητε ὀπίσω τοῦ Βάαλ. Καὶ νῦν ἀπόστειλον, καὶ συνάθροισον πρὸς με πάντα, Ἰσραὴλ εἰς τὸ ὄρος τὸ Καρμήλιον, καὶ τοὺς προφήτας τοῦ Βάαλ, τετρακοσίους καὶ πεντήκοντα, καὶ τοὺς προφήτας τῶν ἀλσῶν τετρακοσίους, ἐσθίοντας τράπεζαν Ἰεζάβελ. Καὶ ἀπέστειλεν Ἀχαὰβ εἰς πάντα Ἰσραήλ, καὶ ἐπισυνήγαγε πάντας τοὺς προφήτας εἰς τὸ ὄρος τὸ Καρμήλιον. Καὶ εἶπεν αὐτοῖς Ἠλιού· Ἕως πότε ὑμεῖς χωλανεῖτε ἐπ’ ἀμφοτέραις ταῖς ἰγνύαις ὑμῶν; Εἰ ἔστι Κύριος ὁ Θεός, πορεύεσθε ὀπίσω αὐτοῦ, εἰ δὲ ὁ Βάαλ αὐτός, πορεύεσθε ὀπίσω αὐτοῦ. Καὶ εἶπεν Ἠλιοὺ πρὸς τὸν λαόν· Ἐγὼ ὑπολέλειμμαι προφήτης τοῦ Κυρίου μονώτατος, καὶ οἱ προφῆται τοῦ ἄλσους σφόδρα πολλοί. Δότωσαν οὖν ἡμῖν δύο βόας καὶ ἐκλεξάσθωσαν ἑαυτοῖς τὸν ἕνα, καὶ μελισάτωσαν, καὶ ἐπιθέτωσαν ἐπὶ τῶν ξύλων, καὶ πῦρ μὴ ἐπιθέτωσαν. Καὶ ἐγὼ ποιήσω τὸν βοῦν τὸν ἄλλον, καὶ πῦρ μὴ ἐπιθῶ. Καὶ βοᾶτε ἐν ὀνόματι τοῦ Θεοῦ ὑμῶν καὶ ἐγὼ ἐπικαλέσομαι ἐν τῷ ὀνόματι Κυρίου τοῦ Θεοῦ μου. Καὶ ἔσται ὁ Θεὸς ὃς ἂν ἀκούσῃ ἐν πυρί, οὗτος Θεός. Καὶ ἀπεκρίθη πᾶς ὁ λαὸς καὶ εἶπε· καλὸν τὸ ῥῆμα, ὃ ἐλάλησας σήμερον. Καὶ εἶπεν Ἠλιοὺ τοῖς προφήταις τῆς αἰσχύνης. Ἐκλέξασθε ἑαυτοῖς τὸν μόσχον τὸν ἕνα, καὶ ποιήσατε πρῶτοι, καὶ ἐπικαλεῖσθε ἐν ὀνόματι Θεοῦ ὑμῶν, καὶ πῦρ μὴ ἐπιθῆτε. Καὶ ἔλαβον τὸν μόσχον, καὶ ἐποίησαν οὕτω, καὶ ἐπεκάλουν τὸ ὄνομα τοῦ Βάαλ ἐκ πρωΐας ἕως μεσημβρίας, λέγοντες· Ἐπάκουσον ἡμῶν, ὁ Βάαλ, ἐπάκουσον ἡμῶν, καὶ οὐκ ἦν φωνή, καὶ οὐκ ἦν ἀκρόασις, καὶ διέτρεχον ἐπὶ τοῦ θυσιαστηρίου, οὗ ἐποίησαν. Καὶ ἐγένετο μεσημβρία, καὶ ἐμυκτήρισεν αὐτούς Ἠλιοὺ ὁ Θεσβίτης, καὶ εἶπεν· Ἐπικαλεῖσθε ἐν φωνῇ μεγάλῃ, ὅτι ἀδολεσχία ἐστὶ τῷ Θεῷ ὑμῶν. Καὶ ἐγένετο, ὡς ὁ καιρὸς ἔστη τοῦ ἀναβῆναι τὴν θυσίαν, καὶ οὐκ ἦν, ἐλάλησεν Ἠλιοὺ ὁ Θεσβίτης πρὸς τοὺς προφήτας τῶν προσοχθισμάτων, λέγων· Μετάστητε ἀπὸ τοῦ νῦν, καὶ ἐγὼ ποιήσω τὸ ὁλοκαύτωμά μου. Καὶ εἶπεν Ἠλιοὺ πρός τὸν λαόν· Προσαγάγετε πρὸς με, καὶ προσήγαγε πρὸς αὐτὸν πᾶς ὁ λαός. Καὶ ἔλαβεν Ἠλιοὺ δώδεκα λίθους κατὰ ἀριθμὸν τῶν δώδεκα φυλῶν τοῦ Ἰσραήλ, ὡς ἐλάλησε πρὸς αὐτὸν Κύριος, λέγων· Ἰσραὴλ ἔσται τὸ ὄνομά σου. Καὶ ᾠκοδόμησε τοὺς λίθους, καὶ ἰάσατο τὸ θυσιαστήριον Κυρίου τὸ κατεσκαμμένον, καὶ ἐποίησε θαλαά, χωροῦσαν δύο μετρητὰς σπέρματος κύκλωθεν τοῦ θυσιαστηρίου. Καὶ ἐπέθηκε τὰς σχίδακας ἐπὶ τὸ θυσιαστήριον ὃ ἐποίησε, καὶ ἐμέλισε τὸ ὁλοκαύτωμα, καὶ ἐπέθηκεν εἰς τάς σχίδακας, καὶ ἐστοίβασεν ἐπὶ τὸ θυσιαστήριον. Καὶ εἶπεν Ἠλιοὺ· Λάβετέ μοι δύο ὑδρίας ὕδατος, καὶ ἐπιχεέτωσαν ἐπὶ τὸ θυσιαστήριον, ἐπὶ τὸ ὁλοκαύτωμα καὶ ἐπὶ τὰς σχίδακας. Καὶ εἶπεν· Δευτερώσατε, καὶ ἐδευτέρωσαν. Τρισσεύσατε, καὶ ἐτρίσευσαν. Καὶ διεπορεύετο τὸ ὕδωρ κύκλῳ τοῦ θυσιαστηρίου, καὶ τὴν θαλαὰ ἔπλησεν ὕδατος, καὶ ἀνεβόησεν Ἠλιοὺ εἰς τὸν οὐρανόν, καὶ εἶπε· Κύριε ὁ Θεός, Ἀβραάμ, καὶ Ἰσαὰκ καὶ Ἰακώβ, ἐπάκουσόν μου σήμερον ἐν πυρί. Καὶ γνώτωσαν ὁ λαὸς οὗτος, ὅτι σὺ εἶ μόνος Κύριος, ὁ Θεὸς Ἰσραήλ, καὶ ἐγὼ δοῦλος σός, καὶ διὰ σὲ πεποίηκα ταῦτα πάντα, καὶ σὺ ἐπέστρεψας τὴν καρδίαν τοῦ λαοῦ τούτου ὀπίσω σου. Καὶ ἔπεσε πῦρ παρὰ Κυρίου ἐκ τοῦ οὐρανοῦ, καὶ κατέφαγε τὸ ὁλοκαύτωμα καὶ τὰς σχίδακας, καὶ τὸ ὕδωρ τὸ ἐν τῇ θαλαᾷ, καὶ τοὺς λίθους, καὶ τὸν χοῦν ἐξέλειξε τὸ πῦρ. Καὶ ἔπεσε πᾶς ὁ λαὸς ἐπὶ πρόσωπον αὐτῶν, καὶ εἶπεν· Ἀληθῶς Κύριος ὁ Θεός, αὐτὸς ἐστιν ὁ Θεός. Καὶ εἶπε Ἠλιοὺ πρὸς τὸν λαόν· Συλλάβετε τοὺς προφήτας τοῦ Βάαλ, μηδεὶς σωθήτω ἐξ αὐτῶν. Καὶ συνέλαβον αὐτούς, καὶ κατήγαγεν αὐτοὺς Ἠλιοὺ εἰς τὸν χειμάρρουν Κισσών, καὶ ἐκεῖ αὐτοὺς ἀπέκτεινε. Καὶ εἶπεν Ἠλιοὺ μετὰ ταῦτα τῷ Ἀχαάβ· Φωνὴ ποδῶν τοῦ ὑετοῦ· ζεῦξον τὸ ἅρμα σου καὶ κατάβηθι, μὴ καταλάβῃ σε ὁ ὑετός. Καὶ Ἠλιοὺ ἀνέβη ἐπὶ τὸν Κάρμηλον, καὶ ἔκυψεν ἐπὶ τήν γῆν, καὶ ἔθηκε τὸ πρόσωπον αὐτοῦ ἀναμέσον τῶν γονάτων αὐτοῦ, καὶ ηὔξατο πρὸς Κύριον. Καὶ ὁ οὐρανὸς συνεσκότασεν ἐν νεφέλαις, καὶ πνεύματι, καὶ ἐγένετο ὑετός μέγας. Καὶ ἐπορεύετο Ἀχαὰβ ἕως Ἱεσράελ. Καὶ ἀνήγγειλεν Ἀχαὰβ Ἰεζάβελ τῇ γυναικὶ αὐτοῦ πάντα, ὅσα ἐποίησεν Ἠλιού, καὶ ἀπέστειλεν Ἰεζάβελ πρὸς Ἠλιού, καὶ εἶπεν· Αὔριον θύσομαι τὴν ψυχήν σου ὡς ἕνα ἐξ αὐτῶν. Καὶ ἤκουσεν Ἠλιοὺ καὶ ἐφοβήθη. Καὶ ἀνέστη καὶ ἀπῆλθε κατὰ τὴν ψυχὴν αὐτοῦ, καὶ ἔρχεται εἰς Βηρσαβεέ, γῆν Ἰούδα καὶ ἀφῆκε τὸ παιδάριον αὐτοῦ ἐκεῖ. Καὶ αὐτὸς ἐπορεύθη ἐν τῇ ἐρήμῳ ὁδὸν ἡμέρας καὶ ἦλθε. Καὶ ἐκάθισεν ὑποκάτω ἀρκεύθου, καὶ ἐκοιμήθη καὶ ὕπνωσεν ἐκεῖ ὑπὸ τὸ φυτόν, καὶ ἰδοὺ τις ἥψατο αὐτοῦ, καὶ εἶπεν αὐτῷ· Ἀνάστηθι φάγε καὶ πίε, ὅτι πολλη ἀπὸ σοῦ ἡ ὁδός. Καὶ ἐπέβλεψεν Ἠλιού, καὶ ἰδοὺ πρὸς κεφαλῆς αὐτοῦ ἐγκρυφίας ὀλυρίτης, καὶ καμψάκης ὕδατος. Καὶ ἀνέστη καὶ ἔφαγε καὶ ἔπιε, καὶ ἐπιστρέψας ἐκοιμήθη. Καὶ ἐπέστρεψε ὁ Ἄγγελος Κυρίου ἐκ δευτέρου, καὶ ἥψατο αὐτοῦ καὶ εἶπεν αὐτῷ· Ἀνάστηθι, φάγε καὶ πίε ὅτι πολλὴ ἀπὸ σοῦ ἡ ὁδός. Καὶ ἀνέστη καὶ ἔφαγε καὶ ἔπιε, καὶ ἐπορεύθη, ἐν τῇ ἰσχὺϊ τῆς βρώσεως ἐκείνης, τεσσαράκοντα ἡμέρας, καὶ τεσσαράκοντα νύκτας ἕως ὄρους Χωρήβ, καὶ εἰσῆλθεν ἐκεῖ εἰς τὸ σπήλαιον, καὶ κατέλυσεν ἐκεῖ. Καὶ ἰδοὺ ῥῆμα Κυρίου πρὸς αὐτόν, καὶ εἶπε· Τί σὺ ἐνταῦθα; Καὶ εἶπεν Ἠλιού· Ζηλῶν ἐζήλωσα τῷ Κυρίῳ παντοκράτορι, ὅτι ἐγκατέλιπον τὴν διαθήκην σου οἱ υἱοὶ Ἰσραήλ, τὰ θυσιαστήριά σου κατέσκαψαν καὶ τοὺς προφήτας σου ἀπέκτειναν ἐν ῥομφαίᾳ, καὶ ὑπολέλειμμαι ἐγὼ μονώτατος, καὶ ζητοῦσι τὴν ψυχήν μου λαβεῖν αὐτήν. Καὶ εἶπε Κύριος πρὸς αὐτόν· Πορεύου καὶ ἀνάστρεφε εἰς τὴν ὁδόν σου, καὶ ἥξεις εἰς ὁδὸν ἐρήμου Δαμασκοῦ, καὶ χρίσεις τὸν Ἐλισσαιὲ υἱὸν Σαφάτ, ἀντὶ σοῦ, εἰς προφήτην.

Βασιλειῶν γ’ τὸ Ἀνάγνωσμα

(Κεφ. 19, 19-21& Δ’ Βασ. 2, 1, 6-14)

γένετο ἡμέρα, καὶ εὑρίσκει Ἠλιοὺ τὸν Ἐλισσαιὲ υἱὸν Σαφάτ. Καὶ αὐτὸς ἠροτρία ἐν βουσί. Καὶ ἀπῆλθεν Ἠλιοὺ ἐπ’ αὐτόν, καὶ ἐπέῤῥιψε τὴν μηλωτὴν αὐτοῦ ἐπ’ αὐτόν. Καὶ κατέλιπεν Ἐλισαιὲ τοὺς βόας καὶ ἔδραμεν ὀπίσω Ἠλιού, καὶ ἐλειτούργει αὐτῷ. Καὶ ἐγένετο, ἐν τῷ ἀνάγειν τὸν Κύριον Ἠλιοὺ ἐν συσσεισμῷ ὡς εἰς τὸν οὐρανόν, καὶ ἐπορεύθη Ἠλιοὺ καὶ Ἐλισσαιὲ ἐν Γαλγάλοις. Καὶ εἶπεν Ἠλίας τῷ Ἐλισσαιέ· Κάθου δὴ ἐνταῦθα, ὅτι Κύριος ἀπέσταλκέ με ἕως τοῦ Ἰορδάνου. Καὶ εἶπεν Ἐλισσαιέ· Ζῇ Κύριος καὶ ζῇ ἡ ψυχή σου, εἰ ἐγκαταλείψω σε. Καὶ ἐπορεύθησαν ἀμφότεροι· καὶ πεντήκοντα ἄνδρες ἀπὸ τῶν υἱῶν τῶν προφητῶν ἦλθον, καὶ ἔστησαν ἐξ ἐναντίας μακρόθεν, ἀμφότεροι δὲ ἔστησαν ἐπὶ τὸν Ἰορδάνην. Καὶ ἔλαβεν Ἠλίας τὴν μηλωτὴν αὐτοῦ, καὶ εἵλησεν αὐτήν, καὶ ἐπάταξεν ἐν αὐτῇ τὰ ὕδατα, καὶ διῃρέθη τὸ ὕδωρ ἔνθεν καὶ ἔνθεν, καὶ διέβησαν ἀμφότεροι διὰ ξηρᾶς. Καὶ ἐγένετο, ὡς διῆλθον, εἶπεν Ἠλίας τῷ Ἐλισσαιέ· Αἴτησόν με τὶ ποιήσω σοι, πρὶν ἀναληφθῆναί με ἀπὸ σοῦ. Καὶ εἶπεν Ἐλισσαιέ· Γενηθήτω δὴ τὸ πνεῦμα τὸ ἐπὶ σοὶ δισσῶς ἐπ’ ἐμέ. Καὶ εἶπεν Ἠλίας, ἐσκλήρυνας τοῦ αἰτήσασθαι. Πλὴν ἐὰν ἴδῃς με ἀναλαμβανόμενον ἀπὸ σοῦ, ἔσται σοι οὕτως, ἐὰν δὲ μή, ἴδῃς, οὐ μὴ γένηται. Καὶ ἐγένετο αὐτῶν πορευομένων καὶ λαλούντων, καὶ ἰδοὺ ἅρμα πυρὸς καὶ ἵπποι πυρός, καὶ διεχώρισεν ἀναμέσον ἀμφοτέρων, καὶ ἀνελήφθη Ἠλίας ἐν συσσεισμῷ ὡς εἰς τὸν οὐρανόν. Καὶ Ἐλισσαιὲ ἑώρα, καὶ αὐτὸς ἐβόα· Πάτερ, Πάτερ, ἅρμα Ἰσραήλ, καὶ ἱππεὺς αὐτοῦ, καὶ οὐκ εἶδεν αὐτὸν οὐκ ἔτι, καὶ ἐκράτησεν Ἐλισσαιὲ τοῦ ἱματίου αὐτοῦ, καὶ διέρρηξεν αὐτὸ εἰς δύο. Καὶ ἀνείλετο τὴν μηλωτὴν Ἠλιοὺ Ἐλισσαιέ, τὴν πεσοῦσαν ἐπάνωθεν αὐτοῦ. Καὶ ἐπέστρεψεν Ἐλισσαιὲ καὶ ἔστη ἐπὶ τὸ χεῖλος τοῦ Ἰορδάνου. Καὶ ἔλαβεν Ἐλισσαιὲ τὴν μηλωτὴν Ἠλιού, τὴν πεσοῦσαν ἐπάνωθεν αὐτοῦ, καὶ ἐπάταξε τὰ ὕδατα καὶ οὐ διῃρέθη. Καὶ εἶπεν Ἐλισσαιέ. Ποῦ δὴ ἐστιν ὁ Θεὸς Ἠλιοὺ Ἀπφώ; Καὶ οὕτως ἐπάταξε τὰ ὕδατα ἐκ δευτέρου, καὶ διῃρέθη τὰ ὕδατα καὶ διῆλθε διὰ ξηρᾶς.

  • Ὁ διάκονος:      

  • Εἴπωμεν πάντες…

. Ὁ Προεστὼς ἢ ὁ ναγνστης:

Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. μν.

  • Ὁ διάκονος:

  • Πληρώσωμεν τὴν ἑσπερινὴν……

πστιχα

Στιχηρ Προσόμοια

 ὁ α’ χορός

 Ἦχος δ’ Ὁ ἐξ ὑψίστου κληθεὶς

πρὸ συλλήψεως ὢν ἡγιασμένος, ὁ ἔνσαρκος Ἄγγελος, ὁ νοῦς ὁ πύρινος, ὁ ἐπουράνιος ἄνθρωπος, ὁ τῆς δευτέρας, Χριστοῦ ἐλεύσεως θεῖος πρόδρομος, Ἠλίας ὁ ἔνδοξος, τῶν Προφητῶν ἡ κρηπίς, πνευματικῶς συνεκάλεσε, τοὺς φιλέορτους, πανηγυρίσαι τὴν θείαν μνήμην αὐτοῦ. Οὗ ταῖς πρέσβείαις διαφύλαξον, τὸν λαόν σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀπὸ βλάβης παντοίας, τοῦ δολίου ἀνενόχλητον.

 ὁ β’ χορός

ΣτίχΜὴ ἅπτεσθε τῶν χριστῶν μου, καὶ ἐν τοῖς Προφήταις μου μὴ πονηρεύεσθε.

οὐρανόφρων Ἠλίας ὁ Προφήτης, θεώμενος ἅπαντα ἀπὸ Κυρίου Θεοῦ, τὸν Ἰσραὴλ ἐκπορνεύσαντα, καὶ τοῖς  εἰδώλοις, προστετηκότα ζήλῳ πυρούμενος, νεφέλας συνέστειλε, καὶ γῆν ἐξήρανε, καὶ οὐρανοὺς λόγῳ ἔκλεισεν, εἰπών, οὐκ ἔσται, σταγὼν ἐν γῇ, εἰ μὴ ἐμοῦ διὰ στόματος. Αὐτὸς ὑπάρχει ἑστιάτωρ νῦν, ὡς ἀφθόνως ἡμῖν παρεχόμενος, ἀνεκλάλητον χάριν, τοῖς  πιστῶς αὐτὸν γεραίρουσι.

 ὁ α’ χορός

ΣτίχΣὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.

τῶν ἀῤῥήτων ἐπόπτης μυστηρίων, σὺ τὰ Ἰορδάνια ῥεῖθρα διέῤῥηξας, σὺ τὴν ἀπάτην ἐτέφρωσας, τὴν τῶν εἰδώλων, τῇ ἀστραπῇ τῶν θείων ῥημάτων σου, σὺ παρανομήσαντα ἤλεγξας ἄνακτα, καὶ ἱερεῖς ἐθανάτωσας, τῆς ἀνομίας, καὶ τὴν θυσίαν εὐχῇ ἐνέπρησας, καὶ τοὺς φλογώδεις, τοῦ λαοῦ σου νῦν, τῶν παθημάτων καὶ θλίψεων ἄνθρακας, Ἠλιοὺ σῆς πρεσβείας τῷ πυρὶ ἐναπομάρανον.

 ὁ β’ χορός

Δξα Πατρί…χος πλ. β’  Ἰδιόμελον 

Προφῆτα κῆρυξ Χριστοῦ, τοῦ θρόνου τῆς μεγαλωσύνης οὐδέποτε χωρίζῃ, καὶ ἑκάστῳ ἀσθενοῦντι ἀεὶ παρίστασαι, ἐν τοῖς ὑψίστοις λειτουργῶν, τὴν οἰκουμένην εὐλογεῖς, πανταχοῦ δοξαζόμενος. Αἴτησαι ἱλασμὸν ταῖς ψυχαῖς ἡμῶν.

ὁ α’ χορός

Κα νν… Θεοτοκίον ὁ αὐτός

Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τοῦ σοῦ Προφήτου, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

ὁ προεστὼς: Νῦν ἀπολύεις …..Τρισάγιον…

ὁ α’ χορὸς

Ἀπολυτίκιον τοῦ Προφήτου

Ἦχος δ’

Ταχὺ προκατάλαβε  

ἔνσαρκος ἄγγελος, τῶν Προφητῶν ἡ κρηπίς, ὁ δεύτερος Πρόδρομος τῆς παρουσίας Χριστοῦ, Ἠλίας ὁ ἔνδοξος, ἄνωθεν καταπέμψας, Ἐλισσαίῳ τὴν χάριν, νόσους ἀποδιώκει, καὶ λεπροὺς καθαρίζει· διὸ καὶ τοῖς  τιμῶσιν αὐτὸν βρύει ἰάματα.

ὁ β’ χορός

Δόξα Πατρί… Καὶ νῦν… Θεοτοκίον

Τὸ ἀπ’ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ὁ ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε, τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεός, ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρόν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι’ οὗ ἀναστήσας τὸν Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τς ψυχς μν.

πόλυσις  

«…Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν…»

https://agioskosmasoaitolos.wordpress.com

19 ΙΟΥΛ17 ΕΣΠΕΡΙΝΟΣ ΕΟΡΤΗΣ ΠΡΟΦΗΤΟΥ ΗΛΙΟΥ 

 

 

Advertisements

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση / Αλλαγή )

Σύνδεση με %s

Αρέσει σε %d bloggers: