12 ΙΟΥΛΙΟΥ 2017
+ΜΝΗΜΗ ΤΟΥ ΟΣΙΟΥ ΠΑΪΣΙΟΥ ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ
Τῌ ΤΡΙΤῌ ΕΣΠΕΡΑΣ (11/07/17)
ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ὁ α’ χορός: Ἀμήν.
ὁ Ἀναγνώστης:
· Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
· Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.
· Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.
Ψαλμὸς ργ’ (103)
· Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.
· Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.
2 · Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασιν τὰ ὑπερῷα αὐτοῦ.
· Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων.
· Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.1
· Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
· Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον καταβαίνουσι πεδία εἰς τόπον, ὃν ἐθεμελίωσας αὐτά.
· Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν.
· Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνάμεσον τῶν ὀρέων διελεύσονται ὕδατα.
· Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν.
· Ἐπ’ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν.
· Ποτίζων ὄρη ἐκ τῶν ὑπερώων αὐτοῦ ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.
· Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων.
· Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου.
· Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.
· Χορτασθήσεται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας.
· Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν.
· Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγῳοῖς.
· Ἐποίησε σελήνην εἰς καιρούς ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ.
· Ἔθου σκότος, καὶ ἐγένετο νύξ ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ.
· Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπᾶσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς.
· Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται.
· Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας.
· Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου.
· Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων.
· Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ.
· Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον δόντος σου αὐτοῖς συλλέξουσιν.
· Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται.
· Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.
· Ἐξαποστελεῖς τὸ πνεῦμα σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.
· Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ.
· Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται.
· ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.
· Ἠδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ.
· Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.
Καὶ πάλιν
· Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ ἔθου σκότος, καὶ ἐγένετο νύξ.
· Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε πάντα ἐν σοφίᾳ ἐποίησας.
Δόξα Πατρί… Καὶ νῦν …
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ’).
Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.
ὁ διάκονος:
· Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν… Ὅτι πρέπει σοι, …
(Α΄ΣΤΑΣΙΣ ΤΟΥ «ΜΑΚΑΡΙΟΣ ΑΝΗΡ»)
ὁ α’ χορός
Ἦχος α’ Ψαλμὸς ρμ’ (140)
Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.
ὁ β’ χορός
Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.
ὁ α’ χορός
Στίχ. Ἐὰν ἀνομίας παρατηρήσης, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.
Ὢ τοῦ παραδόξου θαύματος
Σήμερον φαιδρὰ πανήγυρις΄τῇ σεπτῇ σου μνήμῃ, ὅσιε Παΐσιε, καὶ χαίρει Καππαδοκία ἡ γεννήσασα Πατέρων τῶν παλαιῶν σὲ μιμητὴν θαυμαστὸν καὶ ἐφάμιλλον· τὸ Ὄρος Ἄθω σκιρτᾷ τῇ ἰσαγγέλῳ ζωῇ σου θαμβούμενον· καὶ ἡ οἰκουμένη πᾶσα ἱκετεύει κράζουσα· Εὐσυμπάθητε Πάτερ, ταῖς εὐχαῖς σου πάντας στήριξον.
.
ὁ β’ χορός
Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
῍Ω τοῦ παραδόξου θαύματος! πῶς ἐν σώματι ὤν, ἤκουσας, μακάριε, Ἀγγέλων δοξολογούντων τὸν Θεὸν ἡμῶν; αἱ χεῖρές σου πῶς τροφὴν ὡς δῶρον τῆς Θεοτόκου ἐδέξαντο; ἀλλὰ καὶ πῶς εὐλαβῶς τῇ Πανευφήμῳ ὡμίλησας Μάρτυρι; πλέον ὅμως τούτων πάντων πῶς τὸν ὅλων Κύριον ὑπερλάμποντα κάλλει ἐθεάσω, θεοδόξαστε;
ὁ α’ χορός
Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.
Τίς οὐκ ἐθαμβήθη, Ὅσιε, καθορῶν σε ὅλον αἴγλῃ θείᾳ λάμποντα τὴν ἔνδον σου μαρτυρούσῃ καθαρότητα; καὶ τίς ὄντως τὴν καλὴν οὐκ ἠλλοιώθη ἀλλοίωσιν βλέπων σε; εὐθὺς γὰρ τὸ ἱλαρὸν καὶ φωτοβόλον σου βλέμμα ἐδείκνυε θησαυρὸν ἐνθέου πόθου, βάθος ταπεινώσεως, εὐλαβείας τὸν πλοῦτον καὶ ἀγάπης σου τὸ πέλαγος.
Ἦχος δ΄.
ὁ β’ χορός
Στίχ. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ’ αὐτῷ λύτρωσις’ καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
Ὡς γενναῖον ἐν μάρτυσιν
Τὸ θερμὸν τῆς ἀγάπης σου ἐξεχέετο, Ὅσιε, ἐκ τῆς σῆς καρδίας εἰς κτίσιν ἅπασαν· ὅθεν πατέρα οἱ ἄνθρωποι σὲ εὕρισκον εὔσπλαγχνον, στοργικὸν καὶ συμπαθῆ, τὰ δὲ ζῷα ἀφόβως σοι, Πάτερ, ἤγγιζον, ὥς ποτε τῷ Ἀδὰμ ἐν Παραδείσῳ, ἐντολὴν πρὶν παραβῆναι τοῦ Πλάστου πάσης τῆς κτίσεως.
ὁ α’ χορός
Στίχ. Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.
Ψαλμικῶς εἰς τὰ πέρατα ὁ σὸς φθόγγος διέδραμεν, καὶ ἡ διδαχή σου, σοφὲ Παΐσιε, οἷάπερ σάλπιγξ γλυκύλαλος τὴν γῆν περιήχησεν, ἐκδιδάσκουσα σαφῶς ὅτι τρίβος σωτήριος ἡμῖν γίνεται ἡ τελεία πρὸς Κύριον ἀγάπη, τὸ ζητεῖν τὸ τοῦ ἑτέρου καὶ ἡ ὑψοῦσα ταπείνωσις.
ὁ β’ χορός
Στίχ. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.
᾽Ιατρεῖον ὁ τάφος σου καὶ θερμὸν καταφύγιον τοῖς πιστῶς προσπίπτουσι καὶ κραυγάζουσιν· Εὔσπλαγχνε πάτερ Παΐσιε, ὡς πάλαι ἐνίσχυσας καὶ διέσωσας πολλούς, οὕτω νῦν ἡμᾶς στήριξον, παραμύθησον, δίδου ῥῶσιν ψυχῶν τε καὶ σωμάτων καὶ πρὸς ἔργα μετανοίας ἡμῶν τὸν ζῆλον διέγειρον.
ὁ α’ χορός
Δόξα Πατρί… Ἦχος πλ.α΄.
᾽Ανέτειλε σήμερον ἡμῖν φωταυγὴς ἑορτή, τὰς καρδίας ἡμῶν φαιδρύνουσα καὶ τὸν νοῦν πρὸς οὐρανὸν ἀναβιβάζουσα· ἄνθρωπος γὰρ οὐράνιος καὶ ἐπίγειος ἄγγελος ἑορτάζεται, ὁ θεόφρων Παΐσιος. Οὗτος διάγων ἐπὶ γῆς, ὡς ἐν οὐρανῷ ἐπολιτεύετο, οὐδόλως περὶ τῶν γηΐνων μεριμνῶν ἀλλὰ τοῦ Κυρίου ἀεὶ κατατρυφῶν καὶ τῷ φωτὶ Αὐτοῦ περιπατῶν· διὰ νηστείας καθαρᾶς ἄρτον Ἀγγέλων ἐδέξατο, διὰ προσευχῆς ἀδιαλείπτου τὴν καρδίαν οὐρανὸν ἐποίησεν· ἀναβάσεις δὲ θείας ἀναβὰς ὁ μακάριος, σὺν τοῖς Ἀγγέλοις ἀνέμελπε τὴν ἱερὰν δοξολογίαν. Ἅπαντες οὖν πανευλαβῶς βοήσωμεν αὐτῷ· Ἰσάγγελε Παΐσιε, ποίησον ἡμᾶς μετόχους τῆς ἀλήκτου λαμπρότητος ταῖς πρὸς Κύριον πρεσβείαις σου.
ὁ β’ χορός
Καὶ νῦν… Θεοτοκίον
Ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ τῆς ἀπειρογάμου Νύμφης εἰκὼν διεγράφη ποτέ. Ἐκεῖ Μωϋσῆς διαιρέτης τοῦ ὕδατος, ἐνθάδε Γαβριὴλ ὑπηρέτης τοῦ θαύματος, τότε τὸν βυθόν ἐπέζευσεν ἀβρόχως, Ἰσραήλ, νῦν δὲ τὸν Χριστὸν ἐγέννησεν ἀσπόρως ἡ Παρθένος, ἡ θάλασσα μετὰ τὴν πάροδον τοῦ Ἰσραήλ, ἔμεινεν ἄβατος, ἡ ἄμεμπτος μετὰ τὴν κύησιν τοῦ Ἐμμανουήλ, ἔμεινεν ἄφθορος, ὁ ὢν καὶ προών, καὶ φανεὶς ὡς ἄνθρωπος, Θεὸς ἐλέησον ἡμᾶς.
Εἴσοδος.
Σοφία Ὀρθοί !
Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.
Ἑσπέρας Προκείμενον
Τῇ Τρίτῃ ἑσπέρας Ἦχος α’
ὁ α’ χορός
Τὸ ἔλεός σου, Κύριε, καταδιώξει με πάσας τὰς ἡμέρας της ζωῆς μου.
ὁ β’ χορός
Τὸ ἔλεός σου, Κύριε, καταδιώξει με πάσας τὰς ἡμέρας της ζωῆς μου.
ὁ α’ χορός
Στίχ. Κύριος ποιμαίνει με καὶ οὐδέν με ὑστερήσει.
Τὸ ἔλεός σου, Κύριε, καταδιώξει με πάσας τὰς ἡμέρας της ζωῆς μου.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα
(Κεφ. 3, 1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἑλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται. Ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα
(Κεφ. 5, 15-23 & 6, 1-3)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν, συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως, ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε, μάθετε, δικασταί, περάτων γῆς, ἐνωτίσασθε, οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις Ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα
(Κεφ. 4, 7-15)
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δὲ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη, καὶ μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχήν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γάρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ, διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ
Ὁ διάκονος:
Εἴπωμεν πάντες ……Ὅτι ἐλεήμων …
Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης:
Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
· Ὁ διάκονος:
Πληρώσωμεν τὴν ἑσπερινὴν … Εἴη τὸ κράτος. ….
Ἀπόστιχα
ὁ α’ χορός
Ἦχος πλ. α’ Χαίροις ἀσκητικῶν
Χαίροις, Καππαδοκίας βλαστός, Κονίτσης ἄνθος καὶ τοῦ Ἄθω ἀγλάϊσμα, Ἑλλάδος τὸ θεῖον κλέος καὶ οἰκουμένης φωστήρ, Ἐκκλησίας φάρος τηλαυγέστατος, πιστῶν χειραγώγησις πρὸς φιλότιμον ἄσκησιν, κινδυνευόντων ἀπροσδόκητος λύτρωσις, μοναζόντων δὲ ἀσφαλὴς καθοδήγησις· Πάτερ πανολβιώτατε, Παΐσιε ὅσιε, νῦν τὸν σὸν τάφον κυκλοῦντες, πανευλαβῶς τὴν ἐτήσιον τελοῦμέν σου μνήμην καὶ γεραίρομεν τοὺς ἄθλους τῆς πολιτείας σου.
ὁ β’ χορός
Στίχ. Μακάριος ἀνήρ, ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα·
῎Ερωτι θεϊκῷ πτερωθείς, τὴν ἀκροτάτην ἡσυχίαν ἐπόθησας καὶ ταύτην ἀκαταπαύστως, ὡς μανικὸς ἐραστής, ἀνεζήτεις, Ἅγιε, ἕως ἔφθασας εἰς τόπον πανέρημον, ἔνθα πάθη ἐνέκρωσας καὶ τῶν δαιμόνων τὰς ἐνέδρας διέλυσας δι᾽ ἀσκήσεως καὶ πολλῆς ταπεινώσεως· ὅθεν Θεῷ ἑνούμενος, Θεοῦ ὤφθης ὄργανον, ὅσιε Πάτερ, ὑπείκων Αὐτοῦ τῷ θείῳ θελήματι καὶ καύσει καρδίας ὡς θυσία προσηνέχθης τῷ κόσμῳ ἅπαντι.
.
ὁ α’ χορός
Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῡ ὁσίου αὐτοῦ.
Χαίροις, ὁ καθαρᾷ προσευχῇ πρὸς θεωρίαν ὑψωθείς, Πάτερ ὅσιε· θεάμων γὰρ ἀθεάτων ἐγένου ὑπερφυῶς καὶ τῶν ἀποῤῥήτων γνῶσιν ἔσχηκας· Θεοῦ τὰ μυστήρια ἐμυήθης, μακάριε, μετὰ Ἁγίων συνωμίλησας, Ἅγιε, ὕμνων ἤκουσας τῶν Ἀγγέλων, ἰσάγγελε· ξένης τροφῆς μετέλαβες, τὴν πάναγνον Δέσποιναν, ὡς καθαρὸς ὑπεδέξω, τοῦ δὲ Κυρίου τὸ πρόσωπον κατεῖδες, θεόπτα, Ὃν δυσώπει ἡμῖν δοῦναι τὸ μέγα ἔλεος.
ὁ β’ χορός
Δόξα… Ἦχος πλ. δ’
Παρακαλεῖτε, παρακαλεῖτε τὸν λαόν μου, φησὶν ὁ Προφήτης· ὁ γὰρ Θεὸς ἡμῶν παρακλήσεως Θεὸς ὑπάρχει. Ὅθεν τῷ Θεῷ ὁμοιωθείς, θεοφόρε Παΐσιε, πηγὴ ἀναδέδειξαι παραμυθίας· ψυχὰς πεινώσας ἄρτῳ τῶν λόγων σου ἐξέθρεψας, διψῶντας τῷ καύσωνι τῶν θλίψεων ὕδωρ ἀναπαύσεως ἐπότισας, γυμνοὺς ἀρετῶν τῇ στολῇ ἐνέδυσας τῆς ἐναρέτου πολιτείας, ξένοις πατήρ, ἀδελφὸς καὶ μήτηρ γέγονας, νοσοῦντας δι᾿ ἐντεύξεως ἐθεράπευσας, ἔτι δὲ καὶ νεκροὺς κατακρίτους ἐπεσκέψω, ὅσιε Πάτερ, ἀναψυχὴν αὐτοῖς ταῖς εὐχαῖς σου χαρισάμενος. Καὶ νῦν, κληρονόμος γενόμενος τῆς Χριστοῦ βασιλείας, οὐ παύῃ εὐεργετῶν καὶ ἰώμενος τὰ πάθη τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν.
ὁ α’ χορός
Καὶ νῦν… ἦχος ὁ αὐτὸς
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
ὁ προεστὼς: Νῦν ἀπολύεις ….Τρισάγιον..
ὁ α’ χορὸς
Ἀπολυτίκιον Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τῆς ἐνθέου ἀγάπης τὸ πῦρ δεξάμενος,ὑπερβαλλούσῃ ἀσκήσει ἐδόθης ὅλος Θεῷ καὶ παράκλησις πολλῶν ἀνθρώπων γέγονας, λόγοις θείοις νουθετῶν, προσευχαῖς θαυματουργῶν, Παΐσιε θεοφόρε· καὶ νῦν πρεσβεύεις ἀπαύστως ὑπὲρ παντὸς τοῦ κόσμου, Ὅσιε.
ὁ β’ χορὸς
Δόξα Πατρὶ… Καὶ νῦν… Θεοτοκίον ὁ αὐτὸς
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.
https://agioskosmasoaitolos.wordpress.com
11 ΙΟΥΛ17 ΕΣΠΕΡΙΝΟΥ ΕΟΡΤΗΣ ΟΣΙΟΥ ΠΑΪΣΙΟΥ ΤΟΥ ΑΓΙΟΡΕΙΙΤΟΥ