Σχολιάστε

ΕΣΠΕΡΙΝΟΣ ΕΟΡΤΗΣ ΑΓΙΑΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΚΥΡΙΑΚΗΣ(2017)

7 ΙΟΥΛΙΟΥ 2017

+ΤΗΣ ΑΓΙΑΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΚΥΡΙΑΚΗΣ

Τ ΠΕΜΠΤ ΕΣΠΕΡΑΣ(6/7/17)

ερες: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

αχορός: μήν.

ναγνστης:

  •    Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.

  • Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

  • Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Ψαλμς ργ’ (103)

  • Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.

  • Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.

  • Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασιν τὰ ὑπερῷα αὐτοῦ.

  • Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων.

  • Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.

  • Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

  • Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα.

  • Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν.

  • Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τόπον, ὃν ἐθεμελίωσας αὐτά.

  • Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν.

  • Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνάμεσον τῶν ὀρέων διελεύσονται ὕδατα.      

  • Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν.

  • Ἐπ’ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν.

  • Ποτίζων ὄρη ἐκ τῶν ὑπερώων αὐτοῦ ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.

  • Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων.

  • Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου.

  • Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.

  • Χορτασθήσεται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας.

  • Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν.

  • Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγῳοῖς.

  • Ἐποίησε σελήνην εἰς καιρούς ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ.

  • Ἔθου σκότος, καὶ ἐγένετο νύξ ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ.

  • Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπᾶσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς.

  • Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται.

  • Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας.

  • Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου.

  • Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων.

  • Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ.

  • Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν  εἰς εὔκαιρον δόντος σου αὐτοῖς συλλέξουσιν.

  • Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται.

  • Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.

  • Ἐξαποστελεῖς τὸ πνεῦμα σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.

  • Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ.

  • Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται.

  • ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.

  • Ἠδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ.

  • Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

Κα πλιν

  • Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ ἔθου σκότος, καὶ ἐγένετο νύξ.

  • Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε πάντα ἐν σοφίᾳ ἐποίησας.

Δξα ΠατρίΚα νν

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ’).

ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.

                       ὁ διάκονος:

  • ν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν…….

  • Καὶ εὐθὺς στιχολογοῦμεν τὴν Α’ Στάσιν τοῦ Α’ Καθίσματος τοῦ Ψαλτηρίου.

  • (Μακάριος ἀνήρ…)

ὁ α’ χορός

Ἦχος πλ.δ’  Ψαλμς ρμ’ (140)

  • Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.

     ὁ β’ χορός

  • Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.

ὁ α’ χορός

Στίχ. ὰν ἀνομίας παρατηρήσης, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.   

Ὢ τοῦ παραδόξου θαύματος.

Ὢ τοῦ παραδόξου θαύματος, ἡ τοῦ Κυρίου ἀμνάς, τήν αὐτοῦ ἐθελούσιον, μιμούμενη  νέκρωσιν, διὰ πόνων ἀθλήσεως, κειμένη τάφῳ, αἵματος πρόσχυσιν, ἀναπηγάζει σθέ-
νει τοῦ πνεύματος, ἣν ἀρυόμενοι εἰς ψυχῶν καθάρσιον, τῆς τοῦ παντός, αἴνεσιν προσάγομεν Θεῷ ἑκάστοτε.

ὁ β’ χορός

Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

τοῦ παραδόξου θαύματος,…

ὁ α’ χορός

Στίχ. πὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.

Μάρτυς ἀληθῶς πανεύφημε, θηρῶν ἐπέσχες ὁρμάς, Δανιὴλ ὡς τὸ πρότερον καὶ πυρὸς ἐν χάριτι΄ εὐχερῶς κατετόλμησας, καὶ πᾶσαν ἄλλην φέρουσαν βάσανον, ἐδέξω στέφος, νίκης ἀμάραντον, καὶ ἀνελήλυθας πρὸς τὸν σοὶ ποθούμενον, Κυριακή ὅθέν σε γεραίρομεν, καὶ μακαρίζομεν.

ὁ β’ χορός

Στίχ. τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ’ αὐτῷ λύτρωσις’ καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Μάρτυς ἀθληφόρε ἔνδοξε, σὺ τὸν Νυμφίον Χριστόν, ἐκ καρδίας ἠγάπησας, καὶ αὐτὸν ἐκήρυξας ,τῶν τυράννων ἐνώπιον΄   διὸ   βασάνων  δεινὰ  ὑπήνεγκας,   γενναιότατης  ψυχῆς στεῤῥότητι, καὶ εἰσελήλυθας, σὺν αὐτῷ πανεύφημε, ὡς ἀληθῶς, εἰς νυμφῶνα ἄφθαρτον καὶ ἀτελεύτητον.

 ὁ α’ χορός

Στίχ. Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

Μάρτυς ἀθληφόρε ἔνδοξε, Κυριακὴ τοῦ πυρός, σὺ τὴν φλόγα κατέσβεσας, ἀλλὰ καὶ τὸ φρύαγμα, τῶν θηρῶν κατεπράϋνας, τῇ πρὸς τὸν Κτίστην ζεούσῃ πίστει σου, καὶ ταῖς πρὸς τοῦτον θερμαῖς ἐντεύξεσιν. Ὅθεν ὑμνοῦμέν σου, κατὰ χρέος ᾄσμασι, νύμφη Χριστοῦ, ἄθλησιν τὴν πάντιμον, θεομακάριστε.

ὁ β’ χορός

Στίχ. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

Μάρτυς ἀθληφόρε ἔνδοξε, διὰ Χριστὸν τὸν Θεόν, πολυώδυνα βάσανα, καὶ σαρκὸς σπαράγματα, ἀνδρικῶς ὑπομείνασα, τὸν σὸν ἀγῶνα λαμπρῶς διήνυσας, καὶ μαρτυρίου τὸ στέφος εἴληφας, παρὰ τοῦ νέμοντος, τοῖς τρανῶς κηρύττουσιν αὐτὸν Θεόν, νομίμως ἀθλοῦσί τε, βραβεῖα νίκης λαμπρά.

 ὁ α’ χορός

Δξα Πατρί… χος πλ.β΄ Γερμανοῦ

κ δεξιῶν τοῦ Σωτῆρος, παρέστη ἡ Παρθένος, καὶ ἀθληφόρος καὶ Μάρτυς, περιβεβλημένη ταῖς ἀρεταῖς τὸ ἀήττητον, καὶ πεποικιλμένη ἐλαίῳ τῆς ἁγνείας, καὶ τῷ αἵματι τῆς ἀθλήσεως, καὶ βοῶσα πρὸς αὐτόν, ἐν ἀγαλλιάσει τὴν λαμπάδα κατέχουσα. Εἰς ὀσμὴν μύρου σου ἔδραμον, Χριστὲ ὁ Θεός, ὅτι τέτρωμαι τῆς σῆς ἀγάπης ἐγώ, μὴ χωρίσῃς με Νυμφίε ἐπουράνιε. Αὐτῆς ταῖς ἱκεσίαις κατάπεμψον ἡμῖν, παντοδύναμε Σωτὴρ τὰ ἐλέη σου.

ὁ β’ χορός

Κα νν… Θεοτοκίον ἦχος ὁ αὐτός

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι’ ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ’ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εσοδος.

Σοφα ρθοί !

 

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.

σπρας Προκεμενον

Τῇ Πέμπτῃ ἑσπέρας Ἦχος πλ. β’

 ὁ α’ χορός

βοήθειά μου παρὰ Κυρίου, τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.

 ὁ β’ χορός

βοήθειά μου παρὰ Κυρίου, τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.

 ὁ α’ χορός

Στίχ. ρα τους ὀφθαλμούς μου εἰς τὰ ὄρη, ὅθεν ἥξει ἡ βοήθειά μου.

βοήθειά μου παρὰ Κυρίου, τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.

Προφητείαις Ἠσαου τὸ Ἀνάγνωσμα

(Κεφ. 43, 9-14)

Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν. Καὶ εἰπάτωσαν ἀληθῆ· Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ’ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ἡμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός, ὅτι ἀπ’ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τὶς ἀποστρέψει αὐτό. Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα

(Κεφ. 3, 1-9)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι. Καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας, οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Παροιμιῶν τὸ ἀνάγνωσμα

(Κεφ. ΚΘ’. 28-38, 43, 48, 49).

Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Θάρσει ἐπ’ αὐτῇ ἡ καρδία τοῦ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει. Ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ ἀγαθὰ πάντα τὸν βίον΄ μηρυομένη ἔρια καὶ λίνον ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὐτῆς τὸν πλοῦτον΄ καὶ ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ ἔργα ταῖς θεραπαίναις΄ θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον, καὶ ἐγεύσατο, ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὁ λύχνος αὐτῆς ὅλην τὴν νύκτα. Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ. Στόμα αὐτῆς διήνοιξε προσεχόντως καὶ ἐννόμως ,καὶ τάξιν ἐστείλατο τῇ γλώσσῃ αὐτῆς. Ψευδεῖς ἀρέσκειαι καὶ μάταιον κάλλος γυναικός΄ γυνὴ γὰρ συνετὴ εὐλογεῖται, καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς.

  • Ὁ διάκονος:

  • Εἴπωμεν πάντες….. 

Ὁ Προεστὼς ἢ ὁ ναγνστης

Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. μν.

  • Ὁ διάκονος:

  • Πληρώσωμεν τὴν ἑσπερινὴν …..

πστιχα

Στιχηρ Προσόμοια

        ὁ α’ χορός

 Ἦχος δ’  Ἐδωκας σημείωσιν

 θλησιν ὑπέμεινας τῇ σῇ παλαίστρᾳ κατάλληλον, Κυριακὴ παναοίδιμε, παρθενία ἔνδοξε, μαρτυρίου αἷμα, συγκεκερασμένη’ ὅθεν καὶ στέφανον διπλοῦν, ὁ εὐεργέτης σοὶ ἐχαρίσατο, πρὸς ὃν καὶ ἀνελήλυθας πεποικιλμενη λαμπρότητι, ὡς παρθένος πανάμωμος, καὶ ὡς μάρτυς ἀήττητος.

  • ὁ β’ χορός

Στίχ. ῾Υπομένων ὑπέμεινα τόν Κύριον, καί προσέσχε μοι καὶ εἰσήκουσε τῆς δεήσεώς μου.

Κάλλει τῷ τοῦ σώματος, ἡ ὡραιότης ἡ ἔνθεος, τῆς ψυχῆς σου συνέδραμεν, ὡς κρίνον γὰρ ἔλλαμψας ἐν μοναῖς ἁγίων, ἐκλελευκασμένη, καὶ ταῖς τοῦ αἵματος ροαῖς, πεφοινιγμένη παρθένε πάνσεμνε, διό σε καὶ οὐράνιος τερπνὸς ἐδέξατο θάλαμος, καὶ παστὰς ἀκατάλυτος, ὡς παρθένον καὶ μάρτυρα.

  • ὁ α’ χορός

Στίχ. Καί ἔστησεν ἐπί πέτραν τούς πόδας μου, καί κατηύθυνεν τά διαβήματά μου.

Κύκλῳ παρενέβαλε, Κυριακή σε πανεύφημε, ὁ ρυόμενος ἄγγελος΄ ἐκ βρέφους τὸν Κύριον, φοβουμένη ὤφθης, καὶ ἀνακειμένη, ὥσπερ ἀνάθημα τερπνόν, τετηρημένον τῷ παντοκράτορι. Ἐντεῦθεν κατεπάτησας, τὴν τοῦ τυράννου παράνοιαν, καὶ στεφθεῖσα ἀνέδραμες, πρὸς Χριστὸν τὸν νυμφίον σου.

 ὁ β’ χορός

Δξα Πατρί…χος πλ.β’  Ἰωάννου Μοναχοῦ

θλητικὴν ὁδεύσασα ὁδόν, προγονικὴν ἐξέφυγες βουλήν, Κυριακὴ  πανσεβάσμιε, καὶ ὡς μὲν Παρθένος φρονίμη, λαμπαδηφόρος εἰσῆλθες, εἰς τὰς αὐλὰς τοῦ Κυρίου σου, ὡς δὲ Μάρτυς ἀνδρεία, χάριν ἔλαβες ἰατρεύειν, τῆς σαρκὸς σαθρὰν λύμην, Ἀλλὰ καὶ ἡμᾶς τοὺς ἀνυμνοῦντάς σε, ψυχικῶν ἀλγηδόνων ἐκλύτρωσαι, ταῖς πρὸς Θεὸν ἱκεσίαις σου.

ὁ α’ χορός

Κα νν…χος ὁ αὐτὸς

Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τῆς Ἀθληφόρου, καὶ πάντων τῶν Ἁγίων, λεηθναι τς ψυχς μν.

ὁ προεστὼς: Νῦν ἀπολύεις …Τρισάγιον…

Ἀπολυτίκιον  Ἦχος α’

ὁ α’ χορὸς

Τοῦ λίθου σφραγισθέντος.

Φερωνύμως τῇ κλήσει τὴν σπουδήν σου κατάλληλον, ἀνεδείξω ἀληθῶς, Κυριακὴ μεγαλώνυμε΄ κυρία σαρκός τε καὶ παθῶν ἀτίμων ἐφάνης ἀνδρικῶς, καὶ παρέχεις τὰς ἰάσεις τοῖς εὐσεβῶς τῷ ναῷ σου προσπελάζουσι’ δόξα τῷ σὲ δοξάσαντι Χριστῷ΄ δόξα τῷ σὲ στεφανώσαντι’ δόξα τῷ ἐν κινδύνοις ἡμῶν προστάτην δείξαντι.

ὁ β’ χορὸς

Δόξα Πατρὶ…

Ἕτερον. Ἦχος Δ’. Ταχὺ προκατάλαβε.

ς βρύσις πολύκρουνος παρθενομάρτυς Χριστοῦ, κατήρδευσας πάνσοφε τὴν Ἔκκλησίαν αὐτοῦ, καὶ ἤθλησας ἄριστα΄ ἔσωσας τοὺς ἐν σκότει τῆς εἰδωλομανίας, αἴγλῃ τῶν σῶν θαυμάτων, Κυριακὴ ἀθληφόρε΄ διὸ ἐν παῤῥησίᾳ Χριστῷ πρέσβευε σωθῆναι ἡμᾶς.

ὁ α’ χορὸς

Κα νν… Θεοτοκον   ατς

Τὸ ἀπ’ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ὁ ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε, τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεός, ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρόν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι’ οὗ ἀναστήσας τὸν Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τς ψυχς μν.

 

πόλυσις  

«…Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν….»

https://agioskosmasoaitolos.wordpress.com

6 ΙΟΥΛ17 ΕΣΠΕΡΙΝΟΣ ΑΓΙΑΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΚΥΡΙΑΚΗΣ

Advertisements

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση / Αλλαγή )

Σύνδεση με %s

Αρέσει σε %d bloggers: