Σχολιάστε

ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΣΑΒΒΑΤΟΝ 17 ΙΟΥΝΙΟΥ 2017

17 IOYNIOY 2017

Σάββατον

Μνμη τν γων Μαρτρων, σαρου, Βασιλεου, ννοκεντου, ρμεου, Φλικος κα Περεγρνου, κα τν γων Μαρτρων, Μανουλ, Σαβλ κα σμαλ.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις

τι πρέπει σοι πᾶσα δόξα…

Ἦχος .δ’

ὁ α’ χορὸς

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στίχ, . Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ α’ χορὸς

Στίχ,’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στίχ, . Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ α’ χορὸς

Ἀπολυτίκιον Ἦχος .δ’

Οἱ Μάρτυρές σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον, ἔθραυσαν καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση. Αὐτῶν ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

ὁ β’ χορὸς

Δόξα…

Οἱ Μάρτυρές σου Κύριε,….

ὁ α’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Τὸ ἀπ’ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται· Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος· δι’ οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις

Ὅτι σὸν τὸ κράτος…

Μετὰ τὴν α’ Στιχολογίαν

ὁ α’ χορὸς

Καθίσματα Μαρτυρικὰ Ἦχος πλ. δ’

Φωστῆρες νοεροί, ἀνεδείχθητε ἅγιοι Μάρτυρες· τὴν γὰρ ἀχλὺν τῆς πλάνης, κατηργήσατε διὰ τῆς πίστεως, τὰς ψυχικὰς ὑμῶν λαμπάδας ἐφαιδρύνατε, καὶ τῷ Νυμφίῳ μετὰ δόξης συνεισήλθετε, εἰς τὸν οὐράνιον νυμφῶνα, καὶ νῦν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.

ὁ β’ χορὸς

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Τὸ προσταχθὲν μυστικῶς

Δι’ ἐγκρατείας τῶν παθῶν, τὰς πυριφλέκτους, ἀπονεκρώσαντες ὁρμὰς καὶ τὰς κινήσεις, τοῦ Χριστοῦ οἱ Μάρτυρες, ἔλαβον τὴν χάριν, τὰς νόσους ἀποδιώκειν τῶν ἀσθενῶν, καὶ ζῶντες καὶ μετὰ τέλος θαυματουργεῖν, ὄντως θαῦμα παράδοξον! ὅτι ὀστέα γυμνά, ἐκβλύζουσιν ἰάματα. Δόξα τῷ μόνῳ Θεῷ ἡμῶν.

ὁ α’ χορὸς

Δόξα… Καὶ νῦν… Θεοτοκίον

δι’ ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας Ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρὶ σου, δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον, πρεσβεύουσαν ὑπὲρ ἡμῶν, καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.

Ἔτερα, μετὰ τὸν Ἄμωμον

ὁ α’ χορὸς

Τὸ προσταχθὲν μυστικῶς

Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.

Προφῆται, Μάρτυρες Χριστοῦ, καὶ Ἱεράρχαι, οἱ τὸν ἀγῶνα τὸν καλόν, εὐσεβοφρόνως, νομίμως τελέσαντες, καὶ ἀπειληφότες, στεφάνους ἀμαραντίνους παρὰ Θεοῦ, ἀπαύστως ἐκδυσωπεῖτε ὑπὲρ ἡμῶν, τὴν αὐτοῦ ἀγαθότητα, ὅπως δωρήσηται ἡμῖν, πταισμάτων τὴν συγχώρησιν, ὡς Θεὸς εὐδιάλλακτος.

Ἕτερα, Νεκρώσιμα, ὅμοια

ὁ β’ χορὸς

ΣτίχΑἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Τοὺς μεταστάντας εὐσεβῶς, ἐκ τῶν προσκαίρων, ἐν ταῖς σκηναῖς τῶν ἐκλεκτῶν, μετὰ Δικαίων, συναρίθμησον Δέσποτα, τούτους ἀναπαύων, ἐν τόποις ἑορταζόντων, καὶ ἐν τρυφῇ, ἀλήκτῳ τοῦ Παραδείσου, ὡς ἀγαθός, τὰ ἑκούσια πταίσματα, καὶ τὰ ἀκούσια αὐτῶν, δι’ ἄκραν ἀγαθότητα, συγχωρήσας φιλάνθρωπε.

ὁ α’ χορὸς

Στίχ Καὶ τὸ μνημόσυνον  αὐτῶν, εἰς γενεὰν καὶ γενεάν.

Ὁ βάθει σοφίας φιλανθρώπως, πάντα οἰκονομῶν, καὶ τὸ συμφέρον πᾶσιν ἀπονέμων μόνε Δημιουργέ, ἀνάπαυσον Κύριε τὰς ψυχὰς τῶν δούλων σου· ἐν σοὶ γὰρ τὴν ἐλπίδα ἀνέθεντο, τῷ Ποιητῇ καὶ πλάστῃ καὶ Θεῷ ἡμῶν.

ὁ β’ χορὸς

Δόξα… Καὶ νῦν… Θεοτοκίον

Σὲ καὶ τεῖχος καὶ λιμένα ἔχομεν, καὶ πρέσβυν εὐπρόσδεκτον, πρὸς ὃν ἔτεκες Θεόν, Θεοτόκε ἀνύμφευτε, τῶν πιστῶν ἡ σωτηρία.

Καὶ εὐθὺς ὁ Ν’ ψαλμὸς χύμα

Κανὼν εἰς πάντας τοὺς Ἁγίους, οὗ ἡ Ἀκροστιχὶς

Τῆς Ὀκταήχου τῆς νέας θεῖον τέλος. Πόνοι δὲ Ἰωσὴφ

ᾨδὴ α’. Ἦχος πλ. δ’

Ὁ Εἱρμὸς

ὁ α’ χορὸς

σωμεν τῷ Κυρίῳ, τῷ διαγαγόντι τὸν λαὸν αὐτοῦ, ἐν Ἐρυθρᾷ θαλάσσῃ, ὅτι μόνος ἐνδόξως δεδόξασται.

ὁ β’ χορὸς

Στίχ. γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Τίμιοι μαργαρῖται, ὤφθητε τὸν στέφανον φαιδρύνοντες, τῆς σεπτῆς Ἐκκλησίας, Ἀθλοφόροι Χριστοῦ γενναιότατοι.

ὁ α’ χορὸς

Στίχ. γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

στραψαν τῶν δογμάτων, καὶ τῶν ἀρετῶν θείαις λαμπρότησιν, οἱ σοφοὶ Ἱεράρχαι, καὶ πιστῶν τὰς καρδίας ἐφώτισαν.

ὁ β’ χορὸς

Στίχ. γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Σὲ τὸν ἐν τοῖς Προφήταις, καὶ ἐν τοῖς Ὁσίοις θαυμαζόμενον, ἱκετεύομεν Λόγε, ταῖς αὐτῶν ἡμᾶς σῶσον δεήσεσιν.

ὁ α’ χορὸς

Στίχ. γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

ταν κρίσιν δικαίαν, ἔλθῃς τοῦ ποιῆσαι δικαιότατε, ἀκατακρίτους Λόγε, τοὺς πρὸς σὲ μεταστάντας ἀπέργασαι.

ὁ β’ χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Κύριον τετοκυῖαν, γυναικῶν χορός σε ἐπιστάμενος, σοῦ ὀπίσω Παρθένε, ἐναθλήσας αὐτῷ προσενήνεκται.

Ἕτερος εἰς Κοιμηθέντας, οὗ ἡ Ἀκροστιχὶς

Θνῄσκουσι πιστοῖς, ὄγδοον πλέκω μέλος

ᾨδὴ α’

Ἦχος πλ. δ’

Ὁ Εἱρμὸς Ὑγρὰν διοδεύσας

ὁ α’ χορὸς

Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε

Θανάτῳ τὸν θάνατον τοῦ Χριστοῦ, καὶ πάθεσι πάθος, μιμησάμενοι τὸ σεπτόν, οἱ Μάρτυρες πάντες τῆς ἐνθέου, καὶ μακαρίας ζωῆς ἔτυχον.

ὁ β’ χορὸς

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Νεότητος πταίσματα παρορῶν, καὶ τὰς ἁμαρτίας, ὑπερβαίνων Χριστὲ Σωτήρ, τῶν προκοιμηθέντων οἰκετῶν σου, τοῖς ἐκλεκτοῖς σου συναρίθμησον.

ὁ α’ χορὸς

Στίχ Καὶ τὸ μνημόσυνον  αὐτῶν, εἰς γενεὰν καὶ γενεάν.

ς ἔτυχον δόξης τε καὶ χαρᾶς, οἱ τὴν μακαρίαν, κεκτημένοι διαγωγήν, μετάδος πλουσίως τοῖς σοῖς δούλοις, οὓς προσελάβου Πολυέλεε.

ὁ β’ χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Συνέλαβες Λόγον τὸν τοῦ Πατρός, σαρκὶ ἑνωθέντα, καθ’ ὑπόστασιν τῇ ἐκ σοῦ, πανάμωμε Κόρη, καὶ τὸν ᾅδην, θείᾳ δυνάμει καταργήσαντα.

Ὁ Κανὼν τῶν Ἁγίων ὁ ἀκόλουθος, οὗ ἡ Ἀκροστιχίς.

Ἴσαυρε Μάρτυς, εὐμενὴς φάνηθί μοι.

Ἐν δὲ τοῖς Θεοτοκίοις.

Γρηγορίου.

Ἐλλείποντος τοῦ πρώτου Ρ, διὰ τῶν ᾨδῶν τὸ ὀκτάριθμον.

ᾨδὴ α’ Ἦχος πλ. δ’ Ὑγρὰν διοδεύσας

ὁ α’ χορὸς

Στίχ. γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

λέωσαι Μάρτυς τὸν εὐμενῆ, Θεὸν καὶ Σωτῆρα, ἐλεῆσαί με καὶ δεινῆς, ἐπηρείας μάκαρ ῥύσασθαί με, τὸν προσφυγόντα πιστῶς ἐν τῇ σκέπῃ σου.

ὁ β’ χορὸς

Στίχ. γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Στενούμενος πταίσμασι χαλεποῖς, καὶ πλήθει κινδύνων, πιεζόμενος ἐκβοῶ· Ἴσαυρε θεόφρον πρόστηθί μου, τῆς συνεχούσης ἀνάγκης καὶ λύτρωσαι.

ὁ α’ χορὸς

Δόξα Πατρί…

θλήσας νομίμως ὑπὲρ Χριστοῦ, ἀνύστακτος φύλαξ, ἐχαρίσθης πόλει τῇ σῇ, γενοῦ δὲ καὶ σκέπη καὶ προστάτης, τῶν προσφυγόντων σοι ἔνδοξε, Ἴσαυρε.

ὁ β’ χορὸς

Καὶ νῦν…Θεοτοκίον

Γυμνῶν ἀρετῶν με καταστολῆς, εὑρὼν ὁ Βελίαρ, βέλει ἔτρωσεν ἡδονῶν, ἡ τὸν ἰατρὸν Θεὸν τεκοῦσα, τὰ τῆς ψυχῆς μου θεράπευσον τραύματα

ᾨδὴ γ’

Ὁ Εἱρμὸς

ὁ α’ χορὸς

στερεώσας Λόγῳ τοὺς οὐρανούς, καὶ τὴν γῆν ἐπὶ ὑδάτων ἑδράσας πολλῶν, στερέωσόν με πρὸς ὕμνον, τῆς δοξολογίας σου Κύριε.

ὁ β’ χορὸς

Στίχ. γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Τὰς μυσαρὰς θυσίας οἱ Ἀθληταί, στερροτάτῃ γνώμῃ, ἀποσεισάμενοι, θυσίᾳ καθαρωτάτῃ, Λόγῳ τῷ τυθέντι γεγόνασιν.

ὁ α’ χορὸς

Στίχ. γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

νανεοῦντες λόγοις ἱερουργοῖς, τοὺς παλαιωθέντας, παντοίοις παθήμασι, τοῦ ἀναπλάσαντος κόσμον, θεῖοι Μαθηταὶ ἀπεφάνθητε.

ὁ β’ χορὸς

Στίχ. γιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

τοῖς Προφήταις πρότερον προφανῶς, δεδομένη χάρις, τοῦ Παναγίου Πνεύματος, τοὺς Ἀσκητὰς ἐπ’ ἐσχάτων, θείων χαρισμάτων ἐνέπλησε.

ὁ α’ χορὸς

Στίχ. γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Χοροῖς ἁγίοις με σύνταξον ὁ Θεός, τοὺς πιστῶς τοῦ βίου, μεταχωρήσαντας, καὶ Παραδείσου πολίτας, ποίησον δι’ ἄφατον ἔλεος.

ὁ β’ χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

μηδαμοῦ χωρούμενος Ἰησοῦς, ἀστενοχωρήτως, τὴν σὴν κατῴκησεν, ἡγιασμένην γαστέρα, ἄχραντε Παρθένε, καὶ Κύριος.

ᾨδὴ γ’

Ἦχος πλ. δ’ Ὁ Εἱρμὸς Οὐρανίας ἁψῖδος,

ὁ α’ χορὸς

Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε

Βαπτίσματος καὶ τῆς ἀναγεννήσεως, ῥείθροις αἱμάτων τε, τοῖς ἑαυτῶν ῥαντισθέντες, τῷ Χριστῷ Μακάριοι, συμβασιλεύετε.

ὁ β’ χορὸς

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

νεκρὸς ἑκουσίως, κατατεθεὶς μνήματι, καὶ τοὺς κατοικοῦντας ἐν τάφοις ἀνακαλούμενος, Σῶτερ εὐδόκησον, οὓς ἐξ ἡμῶν προσελάβου, ἐν σκηναῖς Δικαίων σου, τούτους αὐλίζεσθαι.

ὁ α’ χορὸς

Στίχ Καὶ τὸ μνημόσυνον  αὐτῶν, εἰς γενεὰν καὶ γενεάν.

πὸ τῆς εὐσπλαγχνίας, τῆς θεϊκῆς Δέσποτα, καὶ τῆς συμφυῶς νοουμένης σου ἀγαθότητος, παρακαλούμενος, ἁμαρτημάτων τὴν λύσιν, παρασχὼν τοῖς δούλοις σου, Σῶτερ ἀνάπαυσον.

ὁ β’ χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Σαρκωθεὶς ἐκ γαστρός σου, καὶ γεγονὼς ἄνθρωπος, ὁ διαφερόντως ὑπάρχων, μόνος φιλάνθρωπος, σώζει τὸν ἄνθρωπον, ἐκ τῶν πυλῶν τοῦ θανάτου, Θεομῆτορ ἄχραντε, μόνη πανύμνητε.    

ᾨδὴ γ’, τῶν Ἁγίων

Ἦχος πλ. δ’  Σὺ εἶ τὸ στερέωμα

ὁ α’ χορὸς

Στίχ. γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

νωθεν τοῖς δούλοις σου, τὴν σὴν βοήθειαν δώρησαι, σῴζων ἡμᾶς, πάσης ἐπηρείας, καὶ κινδύνων καὶ θλίψεων.

ὁ β’ χορὸς

Στίχ. γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

εῖθρα τῶν ἰάσεων, ἡ σὴ σορὸς ἀναβρύουσα, παντοδαπά, παύει τῶν ἀνθρώπων, ἀρρωστήματα, Ἴσαυρε.

ὁ α’ χορὸς

Δόξα Πατρί…

Τίμιος γεγένησαι, τὸ τοῦ Χριστοῦ τιμῶν ὄνομα· διὸ βοῶ· λύτρωσαί με πάσης, ἀτιμίας πρεσβείαις σου.

ὁ β’ χορὸς

Καὶ νῦν…Θεοτοκίον

νωται ὁ Κτίστης μου, ὑπερφυῶς ἐν σοὶ Δέσποινα, ὅλον ἐμέ, θέλων ἀναπλάσαι, διὰ σοῦ ὡς ηὐδόκησεν.

ὁ α’ χορὸς

Ὁ Εἱρμὸς

Σὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε, σὺ εἶ τὸ φῶς, τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου.

Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις

Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν…

ὁ β’ χορὸς

Κάθισμα τῶν Ἁγίων Ἦχος γ’ Θείας πίστεως

Θεῖον φρόνημα, ἀνειλημμένοι, ὦ ὑπέρμαχοι τοῦ Δυρραχίου, καὶ τοῦ Χριστοῦ ὁπλῖται στερρόψυχοι, Ἀπολλωνίου τὸ θράσος καθείλετε, καὶ Τριποντίου τὸ σέβας ᾐσχύνατε, νίκης ἔπαθλα, φαιδρῶς ἐκ Θεοῦ δεξάμενοι, δωρεῖσθε τοῖς πιστοῖς παθῶν ἰάματα.

ὁ α’ χορὸς

Δόξα…Καὶ νῦν… Θεοτοκίον

Θεία γέγονας, σκηνὴ τοῦ Λόγου, μόνη πάναγνε, Παρθενομῆτορ, τῇ καθαρότητι Ἀγγέλους ὑπεράρασα, τὸν ὑπὲρ πάντας ἐμὲ γοῦν γενόμενον, ῥερυπωμένον σαρκὸς πλημμελήμασιν, ἀποκάθαρον, πρεσβειῶν σου ἐνθέοις νάμασι, παρέχουσα σεμνὴ τὸ μέγα ἔλεος.

ᾨδὴ δ’

Ὁ Εἱρμὸς

Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας, σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου, τὴν Θεότητα.

Στίχ. γιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

πελθόντες τὸ στάδιον, τὸ τῆς μαρτυρίας, ζέοντι πνεύματι, Ἀθληταὶ θεομακάριστοι, τὴν ὑλώδη πλάνην, κατεφλέξατε.

Στίχ. γιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Τοὺς Ὁσίους σου Κύριε, καὶ τοὺς Ἱεράρχας, λαμπρῶς ἐδόξασας, τούτων θείαις παρακλήσεσι, κοινωνόν με δόξης, τῆς σῆς ποίησον.

Στίχ. γιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

τοῦ θείου ἐπίπνοια, Πνεύματος Προφήτας, καταλαμπρύνασα, Γυναιξὶν ἰσχὺν δεδώρηται, τοῦ ἐχθροῦ ὀλέσαι τὰ φρυάγματα.

Στίχ. γιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Συγχορεύειν ἀξίωσον, πᾶσι τοῖς Ἁγίοις, οὕς περ μετέστησας, ὑπεράγαθε οἰκέτας σου, ἐν σκηναῖς ἁγίων, δυσωπούμενος.

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Νόμου θείου τὸν πάροχον, φύσεως νομίμων, ἄνευθεν τέτοκας, ἀναπλάττοντα Πανάμωμε, τῶν βροτῶν τὴν φύσιν, ὀλισθήσασαν.

ᾨδὴ δ’

Ἦχος πλ. δ’ Ὁ Εἱρμὸς Σύ μου ἰσχύς, Κύριε,

Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε

να τὴν σήν, Δέσποτα δόξαν θεάσωνται, καὶ τῆς αἴγλης, σοῦ τῆς φωτοδότιδος, ἐν οὐρανοῖς τύχωσι φαιδρῶς, ἅπασαν βασάνων, πεῖραν ἀθλοῦντες ὑπήνεγκαν, οἱ Μάρτυρες οἱ θεῖοι, σοὶ Χριστὲ μελῳδοῦντες· τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Πολλαὶ μοναί, παρὰ σοὶ Σῶτερ πεφύκασι, κατ’ ἀξίαν, πᾶσι μεριζόμεναι, κατὰ τὸ μέτρον τῆς ἀρετῆς· ταύτης οὖν Οἰκτίρμον, πληρῶσαι τούτους ἀξίωσον, τοὺς πίστει μεταστάντας, εὐσεβῶς σοι βοῶντας· τῇ δυνάμει σου δόξα φιλάνθρωπε.

Στίχ Καὶ τὸ μνημόσυνον  αὐτῶν, εἰς γενεὰν καὶ γενεάν.

σος ἡμῖν, ἄνθρωπος ὤφθης Ἀθάνατε, πᾶσιν ἴσον, θάνατον ὑπέμεινας, καὶ τῆς ζωῆς ἔδειξας ὁδούς, ἧς τοὺς μεταστάντας, ἀξίωσον ὡς φιλάνθρωπος, συγχώρησιν πταισμάτων, ὡς Δεσπότης παρέχων, καὶ φωτὸς μετουσίαν δωρούμενος.

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Σὺ τῶν πιστῶν, καύχημα πέλεις Ἀνύμφευτε, σὺ προστάτις, σὺ καὶ καταφύγιον, Χριστιανῶν, τεῖχος καὶ λιμήν· πρὸς γὰρ τὸν Υἱόν σου, ἐντεύξεις φέρεις Πανάμωμε, καὶ σῴζεις ἐκ κινδύνων, τοὺς ἐν πίστει καὶ πόθῳ, Θεοτόκον ἁγνήν σε γινώσκοντας.  

ᾨδὴ δ’, τῶν Ἁγίων

Ἦχος πλ. δ’ Εἰσακήκοα Κύριε

Στίχ. γιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

ψωθεὶς ἀπονοίᾳ μου, ὀλισθήσας πάθεσι κατενήνεγμαι, ἔγειρόν με κατακείμενον, ἐν βυθῷ θεόφρον ἀπογνώσεως.

Στίχ. γιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Σὲ πανένδοξε κέκτημαι, ἀσφαλῆ φρουρόν μου καὶ καταφύγιον, πρόστηθί μου μὴ παρίδῃς με, ἐν ἡμέρᾳ θλίψεως καὶ σῶσόν με.

Δόξα Πατρί…

ν ὀδύνῃ καρδίας μου, τὸν ἐμὸν προστάτην σε τὸν θερμότατον, δυσωπῶ· Μὴ καταλίπῃς με, ἐχθρῶν ἐπηρείαις ἀπολλύμενον.

Καὶ νῦν…Θεοτοκίον

Γηγενῶν ἀκαταίσχυντε, σκέπη καὶ βοήθεια σύ μου πρόστηθι, καὶ παντοίας με ἐξάρπασον, συμφορᾶς Παρθένε τὸν οἰκέτην σου.

ᾨδὴ ε’

Ὁ Εἱρμὸς

Φώτισον ἡμᾶς, τοῖς προστάγμασί σου Κύριε, καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ, τὴν σὴν εἰρήνην, παράσχου ἡμῖν Φιλάνθρωπε.

Στίχ. γιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

φερον πληγάς, τῆς σαρκὸς οἱ θεῖοι Μάρτυρες, καὶ διὰ τοῦτο τὰς πληγὰς ἡμῶν, ἀεὶ ἰῶνται, τραυματίζοντες τοὺς δαίμονας.

Στίχ. γιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

γιοι Θεοῦ, Ἱεράρχαι ἱκετεύσατε, μετὰ πάντων τῶν Ὁσίων Χριστόν, ἁμαρτημάτων, δωρηθῆναι ἡμῖν ἄφεσιν.

Στίχ. γιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Σάρκα αἰκισμοῖς, καὶ ἀσκήσει δαπανήσασαι, γυναικῶν αἱ Ὅσιαι, καὶ Μάρτυρες, τῶν ἐν ἐλπίσιν, ἀγαθῶν κατηξιώθησαν.

Στίχ. γιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Θάνατον ἑλών τῷ θανάτῳ σου Ἀθάνατε, τοὺς θανόντας ἐπ’ ἐλπίδι ζωῆς, πιστούς σου δούλους, ὡς φιλάνθρωπος ἀνάπαυσον.

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

παυσας Ἁγνή, προπατόρων τὸ κατάκριμα, τὸν τοὺς πάντας δικαιώσαντα, σαρκὶ Χριστὸν τεκοῦσα, Ἰησοῦν τὸν μόνον Κύριον.

ᾨδὴ ε’

Ἦχος πλ. δ’ Ὁ Εἱρμὸς Ἵνα τί με ἀπώσω,

Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε

Τῆς ἀφράστου σου δόξης, καὶ τῆς ὑπὲρ λόγον, σοῦ μακαριότητος, ἐν σκηναῖς Ἁγίων, ἔνθα ἦχος τερπνὸς ἑορτάζοντος, τοὺς μεταθεμένους, πρὸς ἀπαθῆ ζωὴν οἰκτείρας, καταξίωσον μόνε φιλάνθρωπε.

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

που τάξεις Ἀγγέλων, ὅπου τῶν Δικαίων, οἱ δῆμοι ἀγάλλονται, Ἀβραὰμ ἐν κόλποις, κατασκήνωσον Σῶτερ τοὺς δούλους σου, καὶ σὺν παρρησίᾳ, τῷ φοβερῷ καὶ θείῳ θρόνῳ, παρεστάναι εὐδόκησον Εὔσπλαγχνε.

Στίχ Καὶ τὸ μνημόσυνον  αὐτῶν, εἰς γενεὰν καὶ γενεάν.

λασμὸς ἡμῖν ὤφθης, καὶ δικαιοσύνη τε, καὶ ἀπολύτρωσις, καὶ τῷ μώλωπί σου, τὰς ἡμῶν ἀσθενείας ἰάτρευσας· αὐτὸς οὖν Οἰκτίρμον, ὡς ἀγαθὸς τοὺς μεταστάντας, ἐν τρυφῇ Παραδείσου κατάταξον.

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Συμπαθῶς ἐλεῆμον, τὸ τῆς ἀνθρωπότητος, μέτρον ἀνέλαβες, ὁ τῆς θείας δόξης, ὑπερτάτοις ἐμπρέπων ὑψώμασιν, ἐκ Παρθένου μήτρας, σάρκα λαβὼν ἐμψυχωμένην, λογικήν, δι’ ἧς θάνατον ὤλεσας.

ᾨδὴ ε’, τῶν Ἁγίων

Ἦχος πλ. δ’ Ἴνα τὶ με ἀπώσω

Στίχ. γιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Υἱὸς ὤφθης ἡμέρας, ἔχων ἐν καρδίᾳ σου λάμπον φῶς ἄδυτον, δι’ οὗ σκοτομήνη, τῆς ἀπάτης μειοῦται καὶ ἅπασι, δᾳδουχεῖται γνῶσις, θείου φωτός· διὸ βοῶ σοι· Φώτισόν με τὸν γνώμῃ τυφλώττοντα.

Στίχ. γιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Μὴ παρίδῃς με Μάρτυς, πίστει σοι προστρέχοντα, μηδὲ ἀπώσῃ με· γλώσσῃ γὰρ δολία, κατ’ ἐμοῦ οἱ μισοῦντές με φθέγγονται, πολεμοῦντες μάτην, τοῦ ἀπολέσαι τόν σὸν δοῦλον, ἀλλὰ πρόφθασον σῶσόν με Ἅγιε.

Δόξα Πατρί…

ν νυκτὶ καὶ ἡμέρᾳ, σὲ ἐπικαλοῦμαι τὸν μέγαν προστάτην μου, ἐν παντὶ με τόπῳ καὶ καιρῷ διαφύλαξον Ἅγιε, ἀπὸ πάσης βλάβης, καὶ ἐναντίων, τὸν εἰς σὲ τήν ἐπηρείας ἐλπίδα μου θέμενον.

Καὶ νῦν…Θεοτοκίον

λον ἐμὲ μορφοῦται, ἐκ σοῦ Ἀπειρόγαμε Θεὸς ὁ πλάστης μου, ὃν ἀεὶ δυσώπει, οἰκτιρῆσαι λαὸν ἁμαρτάνοντα, διασῶσαι κόσμον, δαιμονικῆς ἁπάσης βλάβης, τὸν εἰς σὲ Θεοτόκε ἐλπίζοντα.

ᾨδὴ ς’

Ὁ Εἱρμὸς

λάσθητί μοι Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου.

Στίχ. γιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

χῶρσιν ὑμῶν σεπτοῖς, ψυχῶν ἰᾶσθε νοσήματα, καὶ σηπεδόνας ἀεί, σωμάτων ἐξαίρετε, κατατραυματίζοντες, πονηρῶν δαιμόνων, τὴν πληθύν, ἅγιοι Μάρτυρες.

Στίχ. γιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

τῶν Ὁσίων χορός, Ἱεραρχῶν τε ὁ σύλλογος, καὶ Γυναικῶν ἱερῶν, ὁ θεῖος κατάλογος, στερρῶς ἐναθλήσαντες, ἐν ἐπουρανίοις, ἀπολαύσεις ἐκληρώσαντο.

Νεκρώσαντες Ἀσκηταί, τὴν σάρκα ζωῆς ἐτύχετε, ποιμάναντες δὲ καλῶς, Κυρίου τὸ ποίμνιον, Ἱεράρχαι πάνσοφοι, ἀθανάτου δόξης, μετὰ τέλος ἠξιώθητε.

Στίχ. γιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Τῶν ζώντων Λόγε ζωή, καὶ τῶν θανόντων ἀνάπαυσις, ὑπάρχων τοὺς ἐξ ἡμῶν, τῷ θείῳ σου νεύματι, μεταστάντας δούλους σου, Ἀβραὰμ ἐν κόλποις, τοῦ θεράποντός σου σκήνωσον.

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

σκήνωσεν ἐπὶ σοί, Πατρὸς Ἁγνὴ τὸ ἀπαύγασμα, καὶ ταῖς ἀΰλοις αὐγαῖς, αὐτοῦ τῆς Θεότητος, τὸ σκότος διέλυσε, τῆς πολυθεΐας, καὶ τὸν κόσμον κατεφώτισεν.

ᾨδὴ ς

Ἦχος πλ. δ’  Ἱλάσθητί μοι Σωτήρ

Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε

Οἱ Μάρτυρές σου Σωτήρ, πολλὰς βασάνους ὑπέμειναν, τῷ πόθῳ σου τὰς ψυχάς, τρωθέντες οἱ Ἅγιοι, τῆς σῆς ὀρεγόμενοι, ἀϊδίου δόξης, καὶ γλυκείας σου μεθέξεως.

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Γαστέρα τοῦ δυσμενοῦς, θανάτου Σῶτερ διέρρηξας, καὶ πάντας τοὺς ἐν αὐτῇ, δεσμώτας ἀνέστησας, ζωὴν χαρισάμενος, ἧς τοὺς μεταστάντας, Εὐεργέτα καταξίωσον.

Στίχ Καὶ τὸ μνημόσυνον  αὐτῶν, εἰς γενεὰν καὶ γενεάν.

Δακρύων καὶ στεναγμῶν, τῶν ἐν τῷ ᾅδῃ τοὺς δούλους σου, ἀπάλλαξον Ἀγαθέ· ὡς μόνος γὰρ εὔσπλαγχνος, ἀφεῖλες πᾶν δάκρυον, ἐκ παντὸς προσώπου, τῶν πιστῶς θεολογούντων σε.

            Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

φύσει Δημιουργός, δημιουργεῖται ἐν μήτρᾳ σου, ὁ πλήρης καθὸ Θεός, κενοῦται Πανάμωμε, ὁ μόνος Ἀθάνατος, τὸν ὑπὲρ τῆς πάντων, σωτηρίας θνῄσκει θάνατον.

ᾨδὴ ς’, τῶν Ἁγίων

Ἦχος πλ. δ’  Τὴν δέησιν ἐκχεῶ

Στίχ. γιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Νοός μου τὰς ἐκτροπὰς θεραπεύσας, καὶ καρδίας μου τὰ πάθη θεόφρον, σωματικῶν, ἀλγηδόνων μὲ ῥῦσαι, καὶ ἐπηρείας ἁπάσης καὶ θλίψεως, καὶ δεῖξόν με ταῖς σαῖς λιταῖς, τοῦ ἐχθροῦ τῶν παγίδων ὑπέρτερον.

Στίχ. γιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

γίασέ σε ἀθλήσαντα Μάρτυς, ὁ πανάγιος Θεὸς ὃν δυσώπει, ἁγιασμόν, τοῖς σοῖς δούλοις ἐκπέμψαι, καὶ φωτισμὸν καὶ πταισμάτων τὴν λύτρωσιν· προστάτης γὰρ παρὰ Θεοῦ, ἐχαρίσθης ἡμῖν ἀκαταίσχυντος.

Δόξα Πατρί…

Συνεῖναί με τὸν πολλὰ σε ποθοῦντα, πολυπόθητε εὐδόκησον Μάρτυς, σὲ δυσωπῶ, τὸν καλόν μου προστάτην, καὶ πίστει κράζω σοι ἅγιε, Ἴσαυρε. Γενήθητί μοι βοηθός, καὶ παντοίας ἀνάγκης με λύτρωσαι.

Καὶ νῦν…Θεοτοκίον

ανίσι τῆς σωστικῆς σου πρεσβείας, κατασβέσασα παθῶν μου τὴν φλόγα, τὰς τοῦ νοός, ἐκτροπὰς σαῖς πρεσβείαις, ὑπεραγία Παρθένε θεράπευσον, καὶ κόπασον τὸ χαλεπόν, τῶν παθῶν μου κλυδώνιον πάναγνε.

Ὁ Εἱρμὸς

Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν, ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ Ἅδῃ προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς. Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε.

Συναπτὴ μικρά, μεθ’ ἣν Ἐκφώνησις

Σὺ γὰρ εἶ ὁ βασιλεύς…

Κοντάκιον

Ἦχος πλ. δ’

Μετὰ τῶν Ἁγίων ἀνάπαυσον Χριστέ, τὰς ψυχὰς τῶν δούλων σου, ἔνθα οὐκ ἔστι πόνος, οὐ λύπη, οὐ στεναγμός, ἀλλὰ ζωὴ ἀτελεύτητος.

Συναξάριον

ΤΙΖ’ τοῦ αὐτοῦ μηνός, μνήμη τῆς ἀθλήσεως τοῦ Ἁγίου Μάρτυρος Ἰσαύρου, καὶ τῶν σὺν αὐτῷ Βασιλείου, Ἰννοκεντίου, Φήλικος, Ἑρμείου καὶ Περεγρίνου.

Στίχοι

  • Τμηθεὶς Ἴσαυρος σὺν συνάθλων πεντάδι,

  • Σαύρας νοητῆς καρδίαν τέμνει μέσον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Μανουήλ, Σαβὲλ καὶ Ἰσμαήλ.

Στίχοι

  • Σαβέλ, Μανουήλ, Ἰσμαὴλ Πέρσαι γένος.

  • Τὸ δ’ ἀξίωμα, Μάρτυρες διὰ ξίφους.

  • Ἑβδομάτῃ δεκάτῃ κασιγνήτους τρεῖς τάμε χαλκός.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ὑπατίου τοῦ ἐν Ῥουφιαναῖς.

Ταῖς αὐτῶν  ἁγίαις πρεσβείαις, Χριστέ  ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ὁ β’ χορὸς

εἱρμὸς η’ ᾠδῆς Ἦχος  πλ. δ’

Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον

πταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τῷ Δημιουργῷ, καὶ Λυτρωτῇ ἀνεβόα· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ΤΙΜΙΩΤΕΡΑ (Ἦχος πλ. δ’)

ὁ α’ χορός

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ. τι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. τι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. ποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. ντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορὸς

Ὁ Εἱρμὸς

ξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν· διὸ σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσι».

ὁ β’ χορός

ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Συναπτὴ μικρά, μεθ’ ἣν Ἐκφώνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

ὁ α’ χορὸς

Αὐτόμελον Ἦχος γ’

οὐρανὸν τοῖς ἄστροις, κατακοσμήσας ὡς Θεός, καὶ διὰ τῶν σῶν Ἁγίων, πᾶσαν τὴν γῆν φωταγωγῶν, Δημιουργὲ τῶν ἁπάντων, τοὺς ἀνυμνοῦντάς σε σῷζε.

ὁ β’ χορός

Νεκρώσιμον ὅμοιον

καὶ νεκρῶν καὶ ζώντων, ἐξουσιάζων Θεός, ἀνάπαυσον τοὺς σοὺς δούλους, ἐν ταῖς σκηναῖς τῶν ἐκλεκτῶν· εἰ γὰρ καὶ ἥμαρτον Σῶτερ, ἀλλ’ οὐκ ἀπέστησαν ἐκ σοῦ.

ὁ α’ χορὸς

Θεοτοκίον ὅμοιον

γλυκασμὸς τῶν Ἀγγέλων, τῶν θλιβομένων ἡ χαρά, Χριστιανῶν ἡ προστάτις, Παρθένε Μήτηρ Κυρίου, ἀντιλαβοῦ μου καὶ ῥῦσαι, τῶν αἰωνίων βασάνων.

Ὁ προεστὼς:

Σοὶ δόξα πρέπει, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῶ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ὁ Ἀναγνώστης χύμα τὸ

Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμεν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ Υἱός τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεά. Ἐγὼ εἶπα. Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς. ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πληρώσωμεν τὴν ἑωθινήν…Σὸν γὰρ ἐστὶν… 

Εἰς τὰ Ἀπόστιχα

Ἀπόστιχα τῶν Αἴνων, Μαρτυρικά

ὁ β’ χορὸς

Ἦχος πλ. δ’

Μεγάλως ἠγωνίσασθε Ἅγιοι, τὰς βασάνους τῶν ἀνόμων, ὑπομείναντες γενναίως, καὶ Χριστὸν ὁμολογοῦντες, ἐναντίον Βασιλέων, καὶ πάλιν, μεταστάντες ἐκ τοῦ βίου, δυνάμεις ἐνεργεῖτε ἐν τῷ κόσμῳ, καὶ ἀσθενεῖς θεραπεύετε, ἐκ τῶν παθῶν αὐτῶν Ἅγιοι. Πρεσβεύσατε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ὁ α’ χορὸς

Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε

Μάρτυρες Χριστοῦ οἱ ἀήττητοι, οἱ νικήσαντες τὴν πλάνην, τῇ δυνάμει τοῦ Σταυροῦ, ἀπολαύετε τὴν χάριν, αἰωνίως τῆς ζωῆς, τυράννων, ἀπειλὰς οὐκ ἐπτοήθητε, βασάνοις αἰκιζόμενοι εὐφραίνεσθε, καὶ νῦν τὰ αἵματα ὑμῶν, γέγονεν ἰάματα ταῖς ψυχαῖς ἡμῶν. Πρεσβεύσατε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ὁ β’ χορὸς

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Τὸν θώρακα τῆς πίστεως, ἐνδυσάμενοι καλῶς, καὶ τῷ τύπῳ τοῦ Σταυροῦ, καθοπλίσαντες ἑαυτούς, στρατιῶται, εὐσθενεῖς ἀνεδείχθητε, τοῖς τυράννοις ἀνδρείως ἀντικατέστητε, καὶ διαβόλου τὴν πλάνην κατηδαφίσατε, νικηταὶ γενόμενοι, τῶν στεφάνων ἠξιώθητε. Πρεσβεύσατε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ὁ α’ χορὸς

Στίχ Καὶ τὸ μνημόσυνον  αὐτῶν, εἰς γενεὰν καὶ γενεάν.

μέτρητος ὑπάρχει, τοῖς ἀσώτως βιοῦσιν ἡ κόλασις, βρυγμὸς ὀδόντων, καὶ κλαυθμὸς ἀπαράκλητος, γέεννα πυρός, καὶ σκότος ἐξώτερον, καὶ σκώληξ ἀκοίμητος, δάκρυα ἀνενέργητα, καὶ Κριτὴς ἀσυμπάθητος. Διὰ τοῦτο πρὸ τοῦ τέλους βοήσωμεν λέγοντες· Δέσποτα Χριστέ, οὓς ἐξελέξω, μετὰ τῶν ἐκλεκτῶν σου ἀνάπαυσον.

ὁ β’ χορὸς

Δόξα… Καὶ νῦν… Θεοτοκίον

γὼ Παρθένε ἁγία Θεοτόκε, τῇ σκέπῃ σου προστρέχω, οἶδα ὅτι τεύξομαι τῆς σωτηρίας· δύνασαι γὰρ Ἁγνὴ βοηθῆσαί μοι.

ὁ Προεστώς: Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι…..

Μεθ’ ὅ, Τρισάγιον. Παναγία Τριάς, Πάτερ ἡμῶν, Ὅτι σοῦ ἐστιν.

ὁ α’ χορὸς

Ἀπολυτίκιον Ἦχος .δ’

Οἱ Μάρτυρές σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον, ἔθραυσαν καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση. Αὐτῶν ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

ὁ β’ χορὸς

Δόξα…Καὶ νῦν… Θεοτοκίον

Τὸ ἀπ’ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται· Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος· δι’ οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

ΑΝΤΙΦΩΝΑ

Ἀντίφωνον Α’

Ἦχος β´.

Στίχ. γαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

Στίχ. Τοῦ ἀναγγέλλειν τῷ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Στίχ Ὃτι  εὔφρανάς με, Κύριε, ἐν τοῖς ποιήμασί Σου καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν Σου ἀγαλλιάσομαι.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Στίχ. τι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 Δόξα…Καὶ νῦν…

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 Ἀντίφωνον Β’

Ἦχος πλ. α’

Στίχ. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο ὁ  Κύριος δύναμιν καὶ περιεζώσατο.

 Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

Στίχ. Kαὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθησεται.

  Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

Στίχ. Θαυμαστοί οἱ μετεωρισμοί τῆς θαλάσσης, θαυμαστός ἐν ὑψηλοῖς ὁ Κύριος.

  Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

Στίχ. Τά μαρτύριά σου επιστώθησαν σφόδρα τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν.

Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

Δόξα Πατρί…Καὶ νῦν…

μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

 Ἀντίφωνον γ’

Στίχ.  Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Ἀπολυτίκιον Ἦχος .δ’

Οἱ Μάρτυρές σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον, ἔθραυσαν καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση. Αὐτῶν ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

ΕΙΣΟΔΟΣ

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός,…

…ψάλλοντάς σοι΄ Ἀλληλούϊα.

Ἀπολυτίκιον Ἦχος .δ’

Οἱ Μάρτυρές σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον, ἔθραυσαν καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση. Αὐτῶν ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

Τοῦ Ναοῦ

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

  Κοντάκιον  Ἦχος πλ. δ’

ς ἀπαρχὰς τῆς φύσεως, τῷ φυτουργῷ τῆς κτίσεως, ἡ οἰκουμένη προσφέρει σοι Κύριε, τοὺς θεοφόρους Μάρτυρας, ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ βαθείᾳ, τὴν Ἐκκλησίαν σου, διὰ τῆς Θεοτόκου συντήρησον, πολυέλεε

Τρισάγιον

Απόστολος

Προκείμενον Ἦχος πλ. β’

Εὐφράνθητε ἐπὶ Κύριον καὶ ἀγαλλιᾶσθε, δίκαιοι.

Στίχ. Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι.

Πρὸς Ρωμαίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα (3:19-26)

δελφοί, οἴδαμεν δὲ ὅτι ὅσα ὁ νόμος λέγει τοῖς ἐν τῷ νόμῳ λαλεῖ, ἵνα πᾶν στόμα φραγῇ καὶ ὑπόδικος γένηται πᾶς ὁ κόσμος τῷ Θεῷ, διότι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσα σὰρξ ἐνώπιον αὐτοῦ· διὰ γὰρ νόμου ἐπίγνωσις ἁμαρτίας. Νυνὶ δὲ χωρὶς νόμου δικαιοσύνη Θεοῦ πεφανέρωται, μαρτυρουμένη ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν, δικαιοσύνη δὲ Θεοῦ διὰ πίστεως ᾿Ιησοῦ Χριστοῦ εἰς πάντας καὶ ἐπὶ πάντας τοὺς πιστεύοντας· οὐ γὰρ ἔστι διαστολή· πάντες γὰρ ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ, δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Χριστῷ ᾿Ιησοῦ, ὃν προέθετο ὁ Θεὸς ἱλαστήριον διὰ τῆς πίστεως ἐν τῷ αὐτοῦ αἵματι, εἰς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ διὰ τὴν πάρεσιν τῶν προγεγονότων ἁμαρτημάτων ἐν τῇ ἀνοχῇ τοῦ Θεοῦ, πρὸς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ ἐν τῷ νῦν καιρῷ, εἰς τὸ εἶναι αὐτὸν δίκαιον καὶ δικαιοῦντα τὸν ἐκ πίστεως ᾿Ιησοῦ.

λληλούϊα  (γ΄)

Εὐαγγέλιον

Ἐκ τοῦ κατὰ Ματθαῖον (ζ΄ 1 – 8)

Εἶπεν ὁ Κύριος · Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε· ἐν ᾧ γὰρ κρίματι κρίνετε κριθήσεσθε, καὶ ἐν ᾧ μέτρῳ μετρεῖτε μετρηθήσεται ὑμῖν. τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ ἐν τῷ σῷ ὀφθαλμῷ δοκὸν οὐ κατανοεῖς;  ἢ πῶς ἐρεῖς τῷ ἀδελφῷ σου, Ἄφες ἐκβάλω τὸ κάρφος ἀπὸ τοῦ ὀφθαλμοῦ σου, καὶ ἰδοὺ ἡ δοκὸς ἐν τῷ ὀφθαλμῷ σοῦ; ὑποκριτά, ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σοῦ, καὶ τότε διαβλέψεις ἐκβαλεῖν τὸ κάρφος ἐκ τοῦ ὀφθαλμοῦ τοῦ ἀδελφοῦ σου. Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσίν, μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων, μήποτε καταπατήσωσιν αὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν καὶ στραφέντες ῥήξωσιν ὑμᾶς. Αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν. πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει καὶ ὁ ζητῶν εὑρίσκει καὶ τῷ κρούοντι ἀνοιγήσεται.

Δόξα σοι, Κύριε, δόξα σοι.

Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου

Εἰς τό, Ἐξαιρέτως

ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν

Κοινωνικὸν

γαλλιᾶσθε δίκαιοι, ἐν Κυρίῳ· τοῖς εὐθέσι πρέπει αἴνεσις Ἀλληλούϊα

ἦχος β’

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

 

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.

ἦχος β’

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).

᾽Απόλυσις ( …Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν…)

https://agioskosmasoaitolos.wordpress.com

17 IOYN17 ΣΑΒΒΑΤΟΝ ΗΧΟΣ ΠΛ. Δ΄

 

Advertisements

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση / Αλλαγή )

Σύνδεση με %s

Αρέσει σε %d bloggers: