11 ΙΟΥΝΙΟΥ 2017
+ΚΥΡΙΑΚΗ Α´ ΜΑΤΘΑΙΟΥ
(ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ)
+ΜΝΗΜΗ ΑΓΙΟΥ ΛΟΥΚΑ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΣΥΜΦΕΡΟΥΠΟΛΕΩΣ ΚΑΙ ΚΡΙΜΑΙΑΣ
ἦχος πλ.δ’ Ἑωθινὸν Α’
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὸν Ἑξάψαλμον,…
Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις
Ὅτι πρέπει σοι πᾶσα δόξα…
Ἦχος πλ.δ’
ὁ α’ χορὸς
Ἀμήν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
ὁ β’ χορὸς
Στίχ, α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ α’ χορὸς
Στίχ, β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ β’ χορὸς
Στίχ, γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ΑΠΟΛΥΤΙΚΙΑ
ὁ α’ χορός
Ἀπολυτίκιον. Ἦχος πλ. δ´.
Ἐξ ὕψους κατῆλθες ὁ εὔσπλαγχνος, ταφὴν καταδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῶν παθῶν· ἡ ζωὴ καὶ ἡ ἀνάστασις ἡμῶν, Κύριε δόξα σοι. ὁ β’ χορός
ὁ β’ χορός
Τῶν Ἁγίων Ἦχος δ’
Τῶν ἐν ὅλῳ τῷ κόσμῳ Μαρτύρων σου, ὡς πορφύραν καὶ βύσσον τὰ αἵματα, ἡ Ἐκκλησία σου στολισαμένη, δι’ αὐτῶν βοᾷ σοι, Χριστὲ ὁ Θεός, τῷ λαῷ σου τοὺς οἰκτιρμούς σου κατάπεμψον, εἰρήνην τῇ πολιτείᾳ σου δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
ὁ α’ χορός
Δόξα Πατρὶ… Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Ἰατρὸν καὶ ποιμένα, Λουκᾶν τιμήσωμεν, Συμφερουπόλεως ποίμνης, Ἀρχιερέα λαμπρόν, τὸν βαστάσαντα Χριστοῦ τὰ θεῖα στίγματα, τάς ἐξορίας τὰ δεινά, ἐγκλεισμοὺς ἐν φυλακαῖς, τάς θλίψεις καὶ τὰ ὀνείδη, τὸν ἐπ᾿ ἐσχάτων φανέντα, ἐν τῇ Ῥωσίᾳ νέον Ἅγιον.
ὁ β’ χορός
Καὶ νῦν… Θεοτοκίον ὁ αὐτὸς
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.
Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις
Ὅτι σὸν τὸ κράτος…
Μετὰ τὴν α´ Στιχολογίαν.
ΚΑΘΙΣΜΑΤΑ
ὁ α’ χορός
Ἦχος πλ. δ’.
Ἀνέστης ἐκ νεκρῶν, ἡ ζωὴ τῶν ἁπάντων, καὶ Ἄγγελος φωτός, ταῖς Γυναιξὶν ἐβόα· Παύσασθε τῶν δακρύων, τοῖς Ἀποστόλοις εὐαγγελίσασθε, κράξατε ἀνυμνοῦσαι· Ὅτι ἀνέστη Χριστὸς ὁ Κύριος, ὁ εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.
ὁ β’ χορός
Δόξα Πατρὶ…
Ἄνθρωποι τὸ μνῆμά σου, Σωτὴρ ἐσφραγίσαντο, Ἄγγελος τὸν λίθον, ἐκ τῆς θύρας ἀπεκύλισε. Γυναῖκες ἐθεάσαντο, ἐγηγερμένον ἐκ νεκρῶν, καὶ αὗται εὐηγγελίσαντο τοῖς Μαθηταῖς σου ἐν Σιών, Ὅτι ἀνέστης ἡ ζωὴ τῶν ἁπάντων, καὶ διελύθη τὰ δεσμὰ τοῦ θανάτου. Κύριε δόξα σοι.
ὁ α’ χορός
Καὶ νῦν…Θεοτοκίον.
Ὁ δι’ ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ· ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου· δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον· δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.
Μετὰ τὴν β´ Στιχολογίαν.
ὁ β’ χορός
Ἦχος ὁ αὐτὸς
Τὸ προσταχθὲν μυστικῶς
Λευχειμονῶν ὁ Γαβριὴλ φαιδρὸς ἐπέστη, ὣς περ ἐν εἴδει ἀστραπῆς, Χριστοῦ τῷ τάφῳ, καὶ τὸν λίθον ἐκύλισεν ἀπὸ τοῦ μνημείου, καὶ φόβος μέγας συνέσχε σοῦ τούς φρουρούς, καὶ ἄφνω ἔμειναν πάντες ὡσεὶ νεκροί, ἀπὸ τοῦ τάφου οἱ φύλακες, καὶ τοῦ λίθου ἡ σφραγίς΄ Αἰσχύνθητε παράνομοι, γνῶτε, ὅτι ἀνέστη Χριστός.
ὁ α’ χορός
Δόξα Πατρί… Τὴν σοφίαν καὶ Λόγον
Ἀναστὰς ἐκ τοῦ τάφου ὡς ἀληθῶς, ταῖς ὁσίαις προσέταξας Γυναιξί, κηρῦξαι τὴν ἔγερσιν, Ἀποστόλοις ὡς γέγραπται· καὶ δρομαῖος ὁ Πέτρος, ἐπέστη τῷ μνήματι, καὶ τὸ φῶς ἐν τῷ τάφῳ, ὁρῶν κατεπλήττετο, ὅθεν καὶ κατεῖδε, τὰ ὀθόνια μόνα, χωρὶς τοῦ θείου σώματος, ἐν αὐτῷ κατακείμενα, καὶ πιστεύσας ἐβόησε· Δόξα σοι Χριστὲ ὁ Θεός, ὅτι σῴζεις ἅπαντας Σωτὴρ ἡμῶν, τοῦ Πατρὸς γὰρ ὑπάρχεις ἀπαύγασμα.
ὁ β’ χορός
Καὶ νῦν…Θεοτοκίον.
Ἐπὶ σοὶ χαίρει, Κεχαριτωμένη, πᾶσα ἡ κτίσις, Ἀγγέλων τὸ σύστημα, καὶ ἀνθρώπων τὸ γένος· ἡγιασμένε ναέ, καὶ Παράδεισε λογικέ, παρθενικὸν καύχημα, ἐξ ἧς Θεός ἐσαρκώθη, καὶ παιδίον γέγονεν, ὁ πρὸ αἰώνων ὑπάρχων Θεὸς ἡμῶν, τὴν γὰρ σὴν μήτραν, θρόνον ἐποίησε, καὶ τὴν σὴν γαστέρα, πλατυτέραν οὐρανῶν ἀπειργάσατο. Ἐπὶ σοὶ χαίρει Κεχαριτωμένη, πᾶσα ἡ κτίσις, δόξα σοι.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα.
ὁ α’ χορός
Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τὴν πτωχείαν ὡς σύζυγον εἰληφώς, ἐν τῷ βίῳ σου πλήθη τοῦ σοῦ λαοῦ, τοῖς θείοις σοῦ ῥήμασι, καὶ τροφαῖς ὄντως ἔθρεψας, ὡς σιτοδότης μέγας, σαρκὸς καὶ τοῦ Πνεύματος, ἐν τῇ Ῥωσίᾳ πάσῃ, Λουκᾶ ἀξιάγαστε· Ὅθεν οἰκονόμος, τῶν πιστῶν ἀνεδείχθης, ἰθύνων τὴν ποίμνην σου, ἀσφαλῶς πρὸς τὰ κρείττονα, καὶ πρὸς ὅρμον σωτήριον. Ἀλλ᾿ ἇνερ θεοφώτιστε νῦν, ταῖς λιταῖς σου Χριστὸν καθικέτευε, ὑπὲρ τῶν πίστει τιμώντων, τὴν ἁγίαν μνήμην σου.
ὁ β’ χορός
Δόξα Πατρί… Καὶ νῦν… Θεοτοκίον.
Ἀληθῆ Θεοτόκον οἱ γηγενεῖς, ἐγνωκότες σὲ Μῆτερ ἰκετικῶς, φωνοῦμεν καὶ κράζομεν, χαῖρε νύμφη ἀνύμφευτε, ἡ τὸν Θεὸν ἀφράστως, ἐν μήτρᾳ χωρήσασα, καὶ τῆς ἀρὰς τὴν λύπην, βροτῶν ἀφανίσασα· Ὅθεν τοὺς σοῦς δούλους, ἐν δεινοῖς πεπτωκότας, ἀνύψωσον τάχιστα, ταῖς ὀξείαις πρεσβείαις σου, πρὸς Υἱόν σου καὶ Κύριον· σὺ γὰρ ἀπορουμένων τροφός, καὶ νοσούντων ἄκος καὶ συμπάθεια, καὶ τῶν καμνόντων ὑπάρχεις, βακτηρία Δέσποινα.
τὰ Εὐλογητάρια.
ὁ α’ χορός
Ἦχος πλ. α’
-
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾅδου πάντας ἐλευθερώσαντα.
ὁ β’ χορός
-
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὢ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις, Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε, ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.
ὁ α’ χορός
-
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου,
Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι, ἀλλ’ ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε, θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.
ὁ β’ χορός
-
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου,
Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῶτερ ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου. Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.
ὁ α’ χορός
Δόξα Πατρί… Τριαδικὸν
Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.
ὁ β’ χορός
Καὶ νῦν… Θεοτοκίον
Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.
ὁ α’ χορός
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.
ὁ β’ χορός
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.
ὁ α’ χορός
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.
Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις
Ὅτι ηὐλόγηται…
Ἡ Ὑπακοὴ. Ἦχος πλ.δ’
Αἱ Μυροφόροι τοῦ Ζωοδότου ἐπιστᾶσαι τῷ μνήματι, τὸν Δεσπότην ἐζήτουν, ἐν νεκροῖς τὸν ἀθάνατον, καὶ χαρᾶς εὐαγγέλια, ἐκ τοῦ Ἀγγέλου δεξάμεναι, τοῖς Ἀποστόλοις ἐμήνυον· ὅτι ἀνέστη Χριστὸς ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
ΑΝΑΒΑΘΜΟΙ
Ἀντίφωνον Α´
ὁ α’ χορός
Ἐκ νεότητός μου ὁ ἐχθρός με πειράζει, ταῖς ἡδοναῖς φλέγει με, ἐγὼ δὲ πεποιθώς, ἐν σοὶ Κύριε τροποῦμαι τοῦτον.
ὁ β’ χορός
Οἱ μισοῦντες Σιών, γενηθήτωσαν δή, πρὶν ἐκσπασθῆναι ὡς χόρτος, συγκόψει γὰρ Χριστός, αὐχένας αὐτῶν, τομῇ βασάνων.
ὁ α’ χορός
Δόξα Πατρὶ… Καὶ νῦν…
Ἁγίῳ Πνεύματι, τὸ ζῇν τὰ πάντα, φῶς ἐκ φωτός, Θεὸς μέγας, σὺν Πατρὶ ὑμνοῦμεν αὐτῷ καὶ τῷ Λόγῳ.
Ἀντίφωνον Β´
ὁ β’ χορός
Ἡ καρδία μου τῷ φόβῳ σου σκεπέσθω, ταπεινοφρονοῦσα, μὴ ὑψωθεῖσα ἀποπέσῃ, ἐκ σοῦ Πανοικτίρμον.
ὁ α’ χορός
Ἐπὶ τὸν Κύριον ὁ ἐσχηκώς ἐλπίδα, οὐ δείσει τότε, ὅτε πυρὶ τὰ πάντα κρινεῖ καὶ κολάσει.
ὁ β’ χορός
Δόξα Πατρὶ…Καὶ νῦν…
Ἁγίῳ Πνεύματι, πᾶς τις θεῖος βλέπει καὶ προλέγει, τερατουργεῖ ὕψιστα, ἐν τρισὶν ἕνα Θεὸν μέλπων, εἰ γὰρ καὶ τριλαμπεῖ, μοναρχεῖ τὸ θεῖον.
Ἀντίφωνον Γ´
ὁ α’ χορός
Ἐκέκραξά σοι Κύριε, πρόσχες, κλῖνόν μοι τὸ οὖς σου βοῶντι, καὶ κάθαρον πρὶν ᾄρῃς με, ἀπὸ τῶν ἐνθένδε.
ὁ β’ χορός
Ἐπὶ τὴν μητέρα αὐτοῦ γῆν, δύνων πᾶς αὖθις ἀναλύσει, τοῦ λαβεῖν βασάνους, ἡ γέρα τῶν βεβιωμένων.
ὁ α’ χορός
Δόξα Πατρὶ…Καὶ νῦν…
Ἁγίῳ Πνεύματι, θεολογία μονὰς τρισαγία ὁ Πατὴρ γὰρ ἄναρχος, ἐξ οὗ ἔφυ ὁ Υἱὸς ἀχρόνως, καὶ τὸ Πνεῦμα σύμμορφον, σύνθρονον, ἐκ Πατρὸς συνεκλάμψαν.
Ἀντίφωνον Δ´
ὁ β’ χορός
Ἰδοὺ δὴ τί καλόν, ἢ τί τερπνόν, ἀλλ’ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἅμα; ἐν τούτῳ γὰρ Κύριος, ἐπηγγείλατο ζωὴν αἰωνίαν.
ὁ α’ χορός
Τοῦ ἐνδύματος αὐτοῦ, ὁ τὰ κρίνα τοῦ ἀγροῦ κοσμῶν, κελεύει μὴ δεῖν φροντίζειν.
ὁ β’ χορός
Δόξα Πατρί…Καὶ νῦν…
Ἁγίῳ Πνεύματι, ἑνοειδεῖ αἰτίᾳ, πάντα ἔχεται εἰρηνοβραβεύτως. Θεὸς τοῦτο γάρ ἐστι, Πατρί τε καὶ Υἱῷ, ὁμοούσιον κυρίως.
Προκείμενον
ὁ α’ χορός
Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου Σιών, εἰς γενεὰν καὶ γενεάν.
ὁ β’ χορός
Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου Σιών, εἰς γενεὰν καὶ γενεάν.
ὁ α’ χορός
Στίχ. Αἴνει ἡ ψυχή μου τὸν Κύριον.
Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου Σιών, …
ὁ β’ χορός
… εἰς γενεὰν καὶ γενεάν.
Ἡ Τάξις τοῦ Ἑωθινοῦ Εὐαγγελίου
ὁ α΄ χορὸς
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
ὁ β’ χορὸς
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
ὁ α΄ χορὸς
Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.
ΕΩΘΙΝΟΝ Α’ (ΜΑΤΘ. 28,16-20)
Τῷ καιρῷ ἐκείνῳ, οἱ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν εἰς τὸ ὄρος οὗ ἐτάξατο αὐτοῖς ὁ Ἰησοῦς΄ καὶ ἰδόντες αὐτὸν προσεκύνησαν αὐτῷ, οἱ δὲ ἐδίστασαν΄ καὶ προσελθὼν ὁ Ἰησοῦς ἐλάλησεν αὐτοῖς λέγων΄ Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. πορευθέντες οὖν μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτούς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν, καὶ Ἰδού, ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τάς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. Ἀμήν.
Δόξα σοι, Κύριε, δόξα σοι.
Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης:
Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν, ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμω. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι’ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.
Καὶ εὐθὺς ὁ Ν’ Ψαλμὸς εἰς ἦχον β’
-
Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
-
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
-
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντὸς.
-
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
-
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
-
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
-
Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
-
Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
-
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
-
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
-
Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ.
-
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
-
Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν.
-
Ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
-
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
-
Ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
-
Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον΄ καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
-
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
-
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα.
-
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους, καὶ ἐλέησόν με ὁ Θεός.
ὁ α’ χορὸς
Δόξα Πατρὶ… Ἦχος β’
Ταῖς τῶν Ἀποστόλων, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
ὁ β’ χορὸς
Καὶ νῦν…
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
ὁ α’ χορὸς
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Πεντηκοστάριον. Ἦχος ὁ αὐτὸς
Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου, καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν, τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.
Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…
ΚΑΝΟΝΕΣ
ὁ Ἀναστάσιμος εἰς δ´
ὁ α’ χορός
ᾠδὴ α’.Ἦχος πλ. δ’.Ὁ Εἱρμός.
Ἁρματηλάτην Φαραὼ ἐβύθισε, τερατουργοῦσα ποτέ, Μωσαϊκὴ ῥάβδος, σταυροτύπως πλήξασα, καὶ διελοῦσα θάλασσαν, Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν, ᾆσμα τῷ Θεῷ ἀναμέλποντα.
ὁ β’ χορός
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Τὴν παντοδύναμον Χριστοῦ θεότητα, πῶς μὴ θαυμάσωμεν, ἐκ μὲν παθῶν πᾶσι, τοῖς πιστοῖς ἀπάθειαν, καὶ ἀφθαρσίαν βλύζουσαν, ἐκ πλευρᾶς δὲ ἁγίας, πηγὴν ἀθάνατον στάζουσαν, καὶ ζωὴν ἐκ τάφου ἀΐδιον.
ὁ α’ χορός
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Ὡς εὐπρεπὴς ταῖς Γυναιξὶν ὁ Ἄγγελος, νῦν ἐμπεφάνισται, καὶ τηλαυγῆ φέρων, τῆς ἐμφύτου σύμβολα, ἀΰλου καθαρότητος, τῇ μορφῇ δὲ μηνύων, τὸ φέγγος τῆς ἀναστάσεως, κράζει· Ἐξηγέρθη ὁ Κύριος.
ὁ β’ χορός
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Δεδοξασμένα περὶ σοῦ λελάληνται, ἐν γενεαῖς γενεῶν, ἡ τὸν Θεὸν Λόγον, ἐν γαστρὶ χωρήσασα, ἁγνὴ δὲ διαμείνασα, Θεοτόκε Παρθένε, διό σε πάντες γεραίρομεν, τὴν μετὰ Θεὸν προστασίαν ἡμῶν.
Κανὼν τῶν Ἁγίων Πάντων.
Ἦχος ὁ αὐτός. οὗ ἡ ἀκροστιχίς.
Τῶν Ἁγίων Πάντων πολυώνυμα τάγματα μέλπων.
ὁ α’ χορός
ᾠδὴ α’
Ἁρματηλάτην Φαραὼ
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Τῶν σῶν Ἁγίων ἀνυμνῶν τὰ τάγματα, τῷ σῷ φωτὶ τὴν ψυχήν, ταῖς προσευχαῖς τούτων, αὐγασθῆναι δέομαι, σὺ γὰρ εἶ φῶς ἀπρόσιτον, τῆς ἀγνοίας τὸν ζόφον, διώκων τοῖς σοῖς πυρσεύμασι, Λόγε τοῦ Θεοῦ φωτοδότα Χριστέ.
ὁ β’ χορός
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Τῶν σῶν Ἁγίων ἀνυμνῶν τὰ τάγματα,…
ὁ α’ χορός
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ὡς ἀνυψώθης ἐπὶ ξύλου, εἵλκυσας, πρὸς σὴν ἐπίγνωσιν, τὴν τῶν ἐθνῶν πᾶσαν, κληρουχίαν Δέσποτα, καὶ φωτὶ κατελάμπρυνας, τῆς ἁγίας Τριάδος, δι’ Ἀποστόλων ἁγίων σου, δι’ ὧν τὴν ἀπάτην ἀπήλασας.
ὁ β’ χορός
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Νομοθεσίᾳ σου Χριστὲ πειθόμενοι, οἱ σοὶ Ἀπόστολοι, τὰ ἐπὶ γῆς πάντα, εὐσεβῶς ἀπώσαντο, καὶ τῷ φωτὶ τῆς χάριτος, κατεφαίδρυναν πᾶσαν, τὴν οἰκουμένην οἱ ἔνδοξοι, εὐαγγελικῶς σε κηρύττοντες.
ὁ α’ χορός
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἀγαλλιώμενοι Σταυρὸν οἱ Μάρτυρες, τὸν σὸν ἀράμενοι, καὶ τὸ σεπτὸν πάθος, ἀκλινῶς μιμούμενοι, τυραννικὴν οὐκ ἔπτηξαν, ἀπειλὴν οἱ γενναῖοι, οὐ πῦρ, οὐ ξίφος, οὐ μάστιγας, ἀλλ’ οὐδὲ λιμόν, οὐδὲ θάνατον.
ὁ β’ χορός
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Γνώμην ἀνδρείαν αἱ παρθένοι πάναγνε, ἀναλαβοῦσαι σαφῶς, μαρτυρικοὺς ἄθλους, ἀκλινῶς ὑπέμειναν, καὶ ψαλμικῶς ὀπίσω σου, τῷ Υἱῷ σου Παρθένε, ἐνθέως συναγαλλόμεναι, τῷ παμβασιλεῖ προσηνέχθησαν.
Κανὼν τοῦ ἁγίου οὑ ἡ ἀκροστιχίς·
Νόσου ὀχληρᾶς Λουκᾶ δός μοι λύσιν. Ἰωήλ.
Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου..
ὁ α’ χορός
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Νεόφωτον ἥλιον, τῆς ἑν Βορρᾷ Ἐκκλησίας σου, προάγομαι Δέσποτα, ὑμνήσαι ᾄσμασι, καὶ τὴν χάριν σου, αἰτοῦμαι τὴν μεγίστην, ὡς ἂν μέλψω κάλλιστα, Λουκᾶ τὰ θαύματα.
ὁ β’ χορός
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὁ βίος σου κάλλιστος, τὰ σὰ σημεῖα πανθαύμαστα, ἡ χάρις σου ἄφθονος, τὸ τέλος πάτερ σεμνόν, ἐπεγνώσθησαν, ἐν τόποις τῆς Ῥωσίας, ὑπὸ τῶν εἰδότων σέ, Λουκᾶ ἀοίδιμε.
ὁ α’ χορός
Δόξα Πατρὶ…
Σοφίας τὸ τέμενος, τῆς ἁγιότητος ἄγαλμα, τῆς πίστεως πρόμαχος, Ἀρχιερέων κανών, ἀξιότιμε, Λουκᾶ ἐν τῇ Ῥωσία, ἐδείχθης τῇ χάριτι, τοῦ θείου Πνεύματος.
Θεοτοκίον.
ὁ β’ χορός
Καὶ νῦν… Θεοτοκίον
Ὁ μήτραν οἰκήσας σοῦ, δι᾿ ἀγαθότητα ἄπειρον, τὸ βρότειον φύραμα, ἠράσθη τοῦτο σφοδρῶς, καὶ ἐδόξασε, Παρθένε Θεοτόκε, ψυχῶν ἱλαστήριον, καὶ πάντων ἄνασσα
ᾠδὴ γ’.
Ἦχος πλ. δ’.Ὁ Εἱρμός.
ὁ α’ χορός
Ὁ στερεώσας κατ’ ἀρχάς, τοὺς οὐρανοὺς ἐν συνέσει, καὶ τὴν γῆν ἐπὶ ὑδάτων ἑδράσας, ἐν τῇ πέτρᾳ με Χριστέ, τῶν ἐντολῶν σου στήριξον, ὅτι οὐκ ἔστι πλήν σου, ἅγιος μόνε Φιλάνθρωπε.
ὁ β’ χορός
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Κατακριθέντα τὸν Ἀδάμ, τῇ γεύσει τῆς ἁμαρτίας, τῆς σαρκός σου τὸ σωτήριον πάθος, ἐδικαίωσε Χριστέ, αὐτὸς γὰρ οὐχ ὑπεύθυνος, τῇ τοῦ θανάτου πείρᾳ, πέφηνας ὁ ἀναμάρτητος.
ὁ α’ χορός
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Τῆς ἀναστάσεως τὸ φῶς, ἐξέλαμψε τοῖς ἐν σκότει, τοῦ θανάτου καὶ σκιᾷ καθημένοις, ὁ Θεός μου Ἰησοῦς, καὶ τῇ αὐτοῦ θεότητι, τὸν ἰσχυρὸν δεσμεύσας, τούτου τὰ σκεύη διήρπασε.
ὁ β’ χορός
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τῶν Χερουβεὶμ καὶ Σεραφείμ, ἐδείχθης ὑψηλοτέρα, Θεοτόκε, σὺ γὰρ μόνη ἐδέξω, τὸν ἀχώρητον Θεόν, ἐν σῇ γαστρὶ ἀμόλυντε, διὸ πιστοὶ σε πάντες, ὕμνοις ἀεὶ μακαρίζομεν.
ὁ α’ χορός
Ἄλλος Ὁ στερεώσας κατ’ ἀρχὰς
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἱερωσύνην ἱεράν, οἱ Ἱερεῖς καὶ Ποιμένες, ἐνδυσάμενοι, καὶ ταύτην ἐμφρόνως, κυβερνήσαντες Χριστέ, ἀξίως κετεκόσμησαν, διδασκαλίας λόγον, ἄνωθεν ὄντως πλουτήσαντες.
ὁ β’ χορός
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ὡραιωθέντες καλλοναῖς, τῆς πρώτης καλλοποιΐας, καὶ φανέντες ἀπλανεῖς ὡς φωστῆρες, οὐρανώσατε Χριστοῦ, τὴν Ἐκκλησίαν Ἅγιοι, ἄλλοθεν ἄλλος ταύτην, ποικίλως, κατακοσμήσαντες.
ὁ α’ χορός
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Νόμῳ πειθόμενοι τῷ σῷ, τῶν μακαρίων οἱ δῆμοι, πολυτρόποις ἀρεταῖς φαιδρυνθέντες, ἐπληρώσαντο μονάς, τὰς οὐρανίους χαίροντες, ἄλλην γὰρ ἄλλος πάντες, ταύτας ἀξίως ἐπλήρωσαν.
ὁ β’ χορός
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Παρθενικῆς ἀπὸ γαστρός, τοῦ ἐκ Θεοῦ Θεὸν Λόγον, ἀπεγέννησας ἡμῖν, Θεομῆτορ, ὃν νεάνιδες ἁγναί, θεοπρεπῶς ἐπόθησαν, καὶ σοῦ ὀπίσω πᾶσαι, τούτῳ σαφῶς ἠκολούθησαν.
Τοῦ Ἁγίου.
Τοὺς σοὺς ὑμνολόγους
ὁ α’ χορός
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὑψώθης ἐν γῇ ὑπὸ ἀνθρώπων, ἀλλ᾿ ἔμεινας ἄτυφος Λουκᾶ, ζηλώσας τὰ ἀκίνητα, καὶ τῷ Θεῷ ἀπέδωκας, τὰ σὰ ἀξιοτίμητα, ἅγιε Πάτερ χαρίσματα.
ὁ β’ χορός
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Χριστὸν ἀγαπήσας παιδιόθεν, προεῖλες τὴν ἔγγαμον ζωήν, Λουκᾶ σεβασμιώτατε, καὶ γέγονας τὸ πρότυπον, τοῦ γάμου πάτερ, ἄριστον, τῇ καθαρᾷ πολιτείᾳ σου.
ὁ α’ χορός
Δόξα Πατρί…
Ἀνέθρεψας πάντα τὰ σὰ τέκνα, Λουκᾶ ἐν παιδείᾳ ἀκριβῇ, καὶ φόβῳ τοῦ Κυρίου σου, τῆς εὐσεβείας σπέρματα, ἐν ταῖς ψυχαῖς πανόλβιε, αὐτῶν βαλὼν τῇ θελήσει σου.
Θεοτοκίον.
ὁ β’ χορός
Καὶ νῦν… Θεοτοκίον
Λειμὼν εὐανθέστατε χαρίτων, τοῦ Πνεύματος Κόρη Μαριάμ, τὸν ζόφον τῆς ἀγνοίας μου, καὶ τοῦ νοὸς τὴν σύγχυσιν, ταῖς σαῖς εὐχαῖς καταύγασον, ὅπως ὑμνῶ σε Θεόνυμφε.
Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις
Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν…
Κοντάκιον Ἀναστάσιμον.
Ἦχος πλ. δ’. Ὡς ἀπαρχὰς τῆς φύσεως.
Ἐξαναστὰς τοῦ μνήματος, τοὺς τεθνεῶτας ἢγειρας, καὶ τὸν Ἀδὰμ ἀνέστησας, καὶ ἡ Εὔα χορεύει ἐν τῇ σῇ Ἀναστάσει, καὶ κόσμου τὰ πέρατα πανηγυρίζουσι, τῇ ἐκ νεκρῶν ἐγέρσει σου Πολυέλεε.
Ὁ Οἶκος
Τὰ τοῦ ᾅδου σκυλεύσας βασίλεια, καὶ νεκροὺς ἀναστήσας Μακρόθυμε, Γυναιξὶ Μυροφόροις συνήντησας, ἀντὶ λύπης, χαρὰν κομισάμενος, καὶ Ἀποστόλοις σου ἐμήνυσας τὰ τῆς νίκης σύμβολα, Σωτήρ μου ζωοδότα, καὶ τὴν κτίσιν ἐφώτισας φιλάνθρωπε· διὰ τοῦτο καὶ κόσμος συγχαίρει, τῇ ἐκ νεκρῶν ἐγέρσει σου πολυέλεε.
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Συμφερουπόλεως Λουκᾶν τὸν ἀρχιποίμενα, καὶ ἰατρὸν τὸν ἐπιστήμονα τὸν ἄριστον, οἱ φιλάγιοι ὑμνήσωμεν ἐγκαρδίως· ἐν Ῥωσίᾳ γὰρ βιώσας ὥσπερ ἄγγελος, ὡμολόγησε Χριστοῦ τὸ θεῖον ὄνομα· διὸο κράζομεν· Χαίροις πάτερ ἀοίδιμε.
Ὁ Οἶκος.
Ἄγγελος πάτερ ὤφθης, ἐπ᾿ ἐσχάτων τῶν χρόνων, ἐν χώρᾳ δυστυχούντων ἀνθρώπων· βιοτεύσας ἐνθέως ἐν γῇ, Ἱεράρχα Λουκᾶ ὄντως τὸ πρότυπον, λαοῦ καὶ κλήρου γέγονας, διόπερ σοι ἐβόων ταύτα·
Χαῖρε τὸ εὖχος πάσης Ῥωσίας·
Χαῖρε τὸ σκεῦος τῆς εὐσεβείας.
Χαῖρε ποιμανσίας ἀνθρώπων τὸ μίμημα·
Χαῖρε ἰατρείας ἀλγούντων τὸ καύχημα.
Χαῖρε ὅτι ὡμολόγησας τὸν Χριστὸν ἀνδροπρεπώς·
Χαῖρε ὅτι ἐθεράπευες ἀρρωστήματα βροτῶν.
Χαῖρε ὅτι ἐκ παίδων ἡλικίας ἐκλάμπεις·
Χαῖρε ὅτι ἐγγάμων συζυγίας ἠράσθης.
Χαῖρε τεκνίων τῶν σῶν τὸ φέγγισμα·
Χαῖρε πιστῶν τὸ ἅγιον κλέϊσμα.
Χαῖρε σεμνῶν Ἐπισκόπων ὁ κόσμος·
Χαῖρε ἠθῶν οὐρανίων ὁ τόμος.
Χαίροις Πάτερ ἀοίδιμε.
Καθίσματα Ἦχος πλ. δ’
ὁ α’ χορός
Τὴν Σοφίαν καὶ Λόγον
Προπατόρων Πατέρων Πατριαρχῶν, Ἀποστόλων Μαρτύρων Ἱεραρχῶν, Προφητῶν καὶ Ὁσίων σου, Ἀσκητῶν καὶ Δικαίων τε, καὶ παντὸς ὀνόματος, ἐγγεγραμμένου ἐν βίβλῳ ζωῆς, τὴν ἁγίαν μνήμην, τελοῦντες Χριστὲ ὁ Θεός, πάντας συγκινοῦμεν, εἰς πρεσβείαν δεόμενοι, Εἰρήνευσον τὸν κόσμον σου, δι’ αὐτῶν ὡς φιλάνθρωπος, ἵνα πάντες βοῶμέν σοι, ὁ Θεὸς ὁ ἐνδοξαζόμενος, ἐν βουλῇ Ἁγίων σου, σὺ ὑπάρχεις ἀληθῶς, ὁ δοξάσας ἀξίως τὴν μνήμην αὐτῶν.
ὁ β’ χορός
Κάθισμα.
Δόξα Πατρὶ… Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Σοφίαν τὴν θύραθεν, ἐπιγινώσκων καλῶς, ἠθέλησας ἅγιε, τὴν ἱερὰν τοῦ Χριστοῦ, γνωρίσαι ἀλήθειαν, ὅθεν μετ᾿ ἐπιστήμης, καὶ συνάρσει τῇ θείᾳ, ἔγνωκας Ἱεράρχα, τοῦ Θεοῦ τάς ἐννοίας, καὶ ὤφθης τῶν ἀπορρήτων, Λουκᾶ μύστης ἄριστος.
ὁ α’ χορός
Καὶ νῦν… Θεοτοκίον ὅμοιον
Μαστίζειν οὑ παύεται, τὸ σύνειδός μου ἁγνή, πολλὰ γὰρ ἀδόκιμα, καὶ ἀπρεπῆ συνεχῶς, ὁ ἄθλιος ἔπραξα, ὅθεν ἀπάλλαξόν μέ, ταῖς λιταῖς σοῦ ἐκ τούτων, δός μοι δὲ καὶ δακρύων, ποταμοὺς ἵνα κλαύσω, πάθη μου τὰ συμβάντα, Παρθένε Θεόνυμφε
ᾠδὴ δ’
Ὁ Εἱρμὸς
Σύ μου ἰσχύς, Κύριε, σύ μου καὶ δύναμις, σὺ Θεός μου, σύ μου ἀγαλλίαμα, ὁ πατρικοὺς κόλπους μὴ λιπών, καὶ τὴν ἡμετέραν πτωχείαν ἐπισκεψάμενος, διὸ σὺν τῷ Προφήτῃ, Ἀββακοὺμ σοι κραυγάζω Τῇ δυνάμει σου δόξα φιλάνθρωπε.
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Σὺ δυσμενῆ, ὄντα με λίαν ἠγάπησας, σὺ κενώσει, ξένῃ καταβέβηκας, ἐπὶ τῆς γῆς, εὔσπλαγχνε Σωτήρ, τῆς ἐσχατιᾶς μου, τὴν ὕβριν μὴ ἀνηνάμενος, καὶ μείνας ἐν τῷ ὕψει, τῆς ἀχράντου σου δόξης τὸν πρὶν ἠτιμωμένον ἐδόξασας.
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Τὶς καθορᾶν, Δέσποτα νῦν οὐκ ἐξίσταται, διὰ πάθους, θάνατον λυόμενον, διὰ Σταυροῦ φεύγουσαν φθοράν, καὶ διὰ θανάτου, τὸν ᾍδην πλούτου κενούμενον. Τῆς θείας δυναστείας, σοῦ τοῦ ἐσταυρωμένου, τὸ ἐξαίσιον ἔργον φιλάνθρωπε.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Σὺ τῶν πιστῶν, καύχημα πέλεις ἀνύμφευτε, σὺ προστάτις, σὺ καὶ καταφύγιον, Χριστιανῶν, τεῖχος καὶ λιμήν, πρὸς γὰρ τὸν Υἱόν σου, ἐντεύξεις φέρεις πανάμωμε, καὶ σῴζεις ἐκ κινδύνων, τοὺς ἐν πίστει καὶ πόθῳ, Θεοτόκον ἁγνὴν σε γινώσκοντας.
Ἄλλος. – Σύ μου ἰσχύς, Κύριε
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἀνακραθείς, ὅμιλος ὁ τῶν Ἁγίων σου, δι’ ἀγάπης, καὶ σοὶ ἐνηδόμενος, εἰλικρινῶς τε καὶ καθαρῶς, ἐν ἀγαλλιάσει, χορείαν τὴν ἀκατάλυτον, Ἀγγέλοις συγχορεύει, περὶ σὲ παντεπόπτα, τὸν ἁπάντων Θεόν τε καὶ Κύριον.
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Νεανικῶς, ἔνδοξοι Ἱερομάρτυρες, τῶν Μαρτύρων, στέφος ἀνεδήσασθε, τῷ θεουργῷ χρίσματι τὸ πρίν, τῆς Ἱερωσύνης, ἠγλαϊσμένοι πανόλβιοι, διὸ διπλοῦς στεφάνους, ἐπαξίως λαβόντες, σὺν Χριστῷ αἰωνίως ἀγάλλεσθε.
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Τὸ τῆς σαρκός, φρόνημα ἃπαν τῷ Πνεύματι, θεοφόροι, ὄντως ὑπετάξατε, ἀσκητικῶς τούτου τὰς ὁρμάς, τὰς ἀκατασχέτους, νηστείᾳ καταμαράναντες, καὶ νῦν τῆς ἀπαθείας, τῷ φωτὶ πυρσωθέντες, ἀμοιβὰς τὰς τῶν πόνων εἰλήφατε.
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ὡς τοῦ Χριστοῦ, Μάρτυρες τοῦ Πρωτομάρτυρος, τὰς βασάνους, ἄγαν ὑπεμείνατε, καρτερικῶς τε καὶ γενικῶς, ὡς ἐν ἀλλοτρίοις, ἀθλοῦντες σώμασιν ἔνδοξοι, καὶ νῦν τῆς βασιλείας, κληρονόμοι δειχθέντες, τοῖς πιστοῖς τὰς ἰάσεις πηγάζετε.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Νύμφη Θεοῦ, γέγονας Θεογεννήτρια, τὸν γὰρ τούτου, Λόγον προαιώνιον, σωματικῶς τέτοκας ἡμῖν, ἐν ᾧ καὶ γυναῖκες, ἁγίως πολιτευσάμεναι, καὶ ἄθλοις παμποικίλοις διὰ σοῦ κοσμηθεῖσαι, τὴν Προμήτορος πτῶσιν ἀνώρθωσαν.
Ὠδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Εὐχαρίστως ἀνεγράφης, ἐν τῇ δέλτῳ πανεύφημε, τῶν θυτῶν Κυρίου, λαμπῶν ὡς ἀδάμας πολύεδρος, καὶ ὑπὲρ πάντων ἐτέλεις τὴν ἀναίμακτον, καὶ ζωήρρυτον, Χριστοῦ θυσίαν ὡς ἄγγελος.
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Πρὸ βημάτων τῶν ἀθέων, εὐθαρσῶς ἔστης ἅγιε, καὶ ἐν παρρησίᾳ τοὺς δεδιωμένους ἀκέστορας, ὡς ἰατρὸς καὶ ὡς θύτης ὑπερήσπισας, τὴν ἀλήθειαν, Λουκᾶ κηρύσσων τοῖς λόγοις σου.
Δόξα Πατρί…
Ἡ εἰκὼν τῆς Θεοτόκου, ὡς πηγὴ ἁγιάσματος, θάρσους καὶ ἐλπίδος, ἐν τῷ χειρουργείῳ ἐκρέματο, ἐξ ᾗς ἐλάμβανες Πάτερ θείαν δύναμιν, καὶ τὰ τραύματα, τῶν ἀσθενῶν ἐθεράπευες.
Καὶ νῦν… Θεοτοκίον
Σωστικαῖς σου ἐνεργείαις, ἐκ πολλῶν περιστάσεων, τὸν Ἀρχιερέα, τῆς Συμφερουπόλεως ἔσωσας, διὸ τὸ σὸν ἐκμαγεῖον κατησπάζετο, Ἀειπάρθενε, Λουκᾶς ἐν πάσαις ταῖς θλίψεσι.
ᾠδὴ ε’
Ὁ Εἱρμὸς
Ἵνα τί με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον, ἀλλ’ ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τὰς ὁδούς μου κατεύθυνον δέομαι.
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Περιθέσθαι ἠνέσχου, χλαῖναν πρὸ τοῦ πάθους σου, Σῶτερ παιζόμενος, τὴν τοῦ Πρωτοπλάστου, περιστέλλων ἀσχήμονα γύμνωσιν, καὶ γυμνὸς παγῆναι, ἐν τῷ Σταυρῷ ἀπαμφιάζων, τὸν χιτῶνα Χριστὲ τῆς νεκρώσεως.
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Ἐκ χοὸς τοῦ θανάτου, σὺ τὴν πεπτωκυῗάν μου ἀνῳκοδόμησας, ἀναστὰς οὐσίαν, καὶ ἀγήρω Χριστὲ κατεσκεύασας, ἀναδείξας πάλιν, βασιλικὴν ὥσπερ εἰκόνα, ἀφθαρσίας φωτὶ ἀπαστράπτουσαν.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Μητρικὴν παῤῥησίαν, τὴν πρὸς τὸν Υἵόν σου κεκτημένη Πάναγνε, συγγενοῦς προνοίας, τῆς ἡμῶν μὴ παρίδῃς δεόμεθα, ὅτι σὲ καὶ μόνην, Χριστιανοὶ πρὸς τὸν Δεσπότην, ἱλασμὸν εὐμενῆ προβαλλόμεθα.
Ἄλλος
Ἵνα τί με ἀπώσω
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Προορᾷν ὡς Προφῆται, θεῖοι τὰ ἐσόμενα κατηξιώθητε, ἃ ἐπιποθοῦντες, εὐγενείᾳ ψυχῆς ἐκαθάρατε, σεμνῇ πολιτείᾳ, ὑμᾶς αὐτούς, ὢ θεοφόροι, φωτιζόμενοι σθένει τοῦ Πνεύματος.
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ὁ χορὸς τῶν Ἁγίων, νῦν ἐναγλαΐζεται θείοις χαρίσμασιν, οἱ πρὸ νόμου πάντες, Πατριάρχαι, Προφῆται, Ἀπόστολοι, καὶ Μαρτύρων δῆμοι, καὶ Ἀσκητῶν καὶ διδασκάλων, καὶ δικαίων σὺν Ἱερομάρτυσι.
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Λαμπομένην ὁρῶντες, τὴν τῶν σῶν Ἁγίων ὁμήγυριν σήμερον, τῇ σῇ Σῶτερ αἴγλῃ, χάριτος, τὸν σὸν καὶ λαμπάσιν ἀσβέστοις τῆς θεῖον πλοῦτον, τῶν ἀγαθῶν, καὶ ἀφθονίαν, ἀνυμνοῦμεν ἀπαύστως φιλάνθρωπε.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Ὑπερθαύμαστον τόκον, τὸν σὸν ἀγαπήσασαι γυναῖκες πάνσεμναι, τὰ τερπνὰ τοῦ βίου, εἰς οὐδὲν ἑλογίσαντο Πάναγνε, τῆς αὐτοῦ καὶ μόνης, ἐρωτικῶς ἐπιθυμοῦσαι, ἀγλαΐας καὶ θείας ἐλλάμψεως.
Ὠδή ε΄. Ἐξέστη τὰ σύμπαντα.
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Λουκᾶς νέον ὄνομα, ἐν τῇ κουρᾷ σου εἴληφας, ἐν τῷ Πεντζικὲντ σημειοφόρε, καὶ Ἐπισκόπων, χάριν κτησάμενος, πάτερ τῇ ἐπαύριον λαμπρῶς, ἦλθες εἰς τὰ ἴδια, ἐν Τασκένδῃ ὡς ἄγγελος.
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὁ ἔνσαρκος ἄγγελος, ἐν τῇ Τασκένδῃ γέγονας, πᾶσι τοῖς πιστοῖς Λουκᾶ παμμάκαρ, τάς θλίψεις φέρων, τὰ ὀνειδίσματα, καὶ τὸν ἐλαφρότατον ζυγόν, χαίρων τοῦ Κυρίου σοῦ, ὡς ποιμὴν θεοστήρικτος.
Δόξα Πατρί…
Ὑπέστης τὰ σκώμματα, ἐν ταῖς ἐγκλείστραις ἅγιε, ταῖς ὀδυνηραῖς ἀνδρῶν ἀθέων, ἀλλὰ παμμάκαρ, Λουκᾶ τὸ ὄνομα, τοῦ παμβασιλέως Ἰησοῦ, ἀνδρικῷ φρονήματι, καὶ γενναίως ἐστήριξας.
Καὶ νῦν… Θεοτοκίον
Κροτοῦντες Πανάμωμε, τάς χεῖρας οἱ οἰκέται σου, μέλπομεν ἐν ὕμνοις γηθοσύνοις, σὲ τὴν ἁγίαν, πάσης τῆς κτίσεως, τὴν ὑψηλοτέραν οὐρανῶν, ὅρος ἀλατόμητον, καὶ ἀγγέλων τὸ ἄγαλμα
ᾠδὴ ς’
Ὁ Εἱρμὸς
Ἱλάσθητί μοι Σωτήρ, πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε, δέομαι, πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου.
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Διὰ ξύλου κραταιῶς, καθεῖλέ με ὁ ἀρχέκακος, αὐτὸς δὲ ἀναρτηθείς, Χριστὲ κραταιότερον, Σταυρῷ καταβέβληκας, δειγματίσας τοῦτον, τὸν πεσόντα δὲ ἀνέστησας.
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Σὺ ᾤκτειρας τὴν Σιών, ἐξανατείλας τοῦ μνήματος, καινὴν ἀντὶ παλαιᾶς, τελέσας ὡς εὔσπλαγχνος, τῷ θείῳ σου αἵματι, καὶ νῦν βασιλεύεις, ἐν αὐτῇ εἰς τοὺς αἰῶνας Χριστέ.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Ῥυσθείημεν τῶν δεινῶν, πταισμάτων ταῖς ἱκεσίαις σου, Θεογεννῆτορ ἁγνή, καὶ τύχοιμεν πάναγνε, τῆς θείας ἐλλάμψεως, τοῦ ἐκ σοῦ ἀφράστως, σαρκωθέντος Υἱοῦ τοῦ Θεοῦ.
Ἄλλος – Ἱλάσθητί μοι Σωτὴρ
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ὡς ἔντιμον ἐκλεκτόν, τεθέντα λίθον ἀκρόγωνον, οἱ Ἅγιοι ἐν Σιών, εὑρόντες σε Δέσποτα, κρηπῖδα ἀσάλευτον, ἐκλεκτοὺς ὡς λίθους, ἑαυτοὺς ἐπῳκοδόμησαν.
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Νυγείσης σου τῆς πλευρᾶς, ῥανίδες αἵματος στάξασαι, σὺν ὕδατι θεουργῷ, τὸν κόσμον ἀνέπλασαν, καὶ θείαν ὁμήγυριν, τῶν Ἁγίων πάντων, Εὐεργέτα προσεκάλεσαν.
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ὑμνοῦμεν πανευσεβῶς, Μαρτύρων νέφος τὸ ἔνθεον, τῇ χάριτι λαμπρυνθέν, καὶ λάμψαν φαιδρότερον, πορφύρᾳ τοῦ αἵματος, καὶ τῇ ἁλουργίδι, τῆς αὐτῶν στεῤῥᾶς ἀθλήσεως.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Μητέρα παναληθῆ, Θεοῦ σε πάντες γινώσκομεν, δι’ ἧς φύσις γυναικῶν, ῥωσθεῖσα πανάμωμε, Χριστοῦ ὑπερήθλησεν, ἀρετῆς τε πάσης, εὐσεβῶς γέγονεν ἔμπλεως.
Ὠδὴ στ΄. Τὴν θείαν ταύτην.
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἀτίμως πάτερ πανέντιμε, ἐν τόποις φυλακῶν διετέλεσας, Λουκᾶ τὴν ἄνωθεν, θείαν ῥοπὴν ἐφιέμενος, ἥν ὁ Χριστὸς παρέχει, πιστοῖς τοῖς πάσχουσι.
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Διδάσκων πάτερ τοῖς τρόποις σου, κακούργων κακοτρόπων τὸν ὅμιλον, ἐν τῇ πορείᾳ σου, πρὸς Σιβηρίαν ἐπαίδευσας, ὡς ἀκριβὴς ἀλείπτης, τῆς θείας πίστεως.
Δόξα Πατρί…
Ὁδὸν Χριστοῦ τὴν ἐπίπονον, στενὴν καὶ τεθλιμμένην διώδευσας, ἐν ἐξορίαις σου, καὶ μαρτυρίου τὰ στίγματα, ἐν τῇ σαρκί σου Πάτερ, Λουκᾶ ἐβάστασας.
Καὶ νῦν… Θεοτοκίον
Σὲ Μῆτερ Πάναγνε Δέσποινα, ἐλέους τὴν πηγὴν καὶ τῆς χάριτος, καλῶς γινώσκοντες, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, ὑπὲρ ἡμῶν δυσώπει, πρὸς τὸν Φιλάνθρωπον.
Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις
Σὺ γὰρ εἶ ὁ βασιλεύς…
Κοντάκιον Ἦχος πλ. δ’
Ὡς ἀπαρχὰς τῆς φύσεως, τῷ φυτουργῷ τῆς κτίσεως, ἡ οἰκουμένη προσφέρει σοι Κύριε, τοὺς θεοφόρους Μάρτυρας, ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ βαθείᾳ, τὴν Ἐκκλησίαν σου, διὰ τῆς Θεοτόκου συντήρησον, πολυέλεε.
Ὁ Οἶκος
Οἱ ἐν πάσῃ τῇ γῇ μαρτυρήσαντες, καὶ ἐν τοῖς οὐρανοῖς μετοικήσαντες, οἱ τὰ πάθη Χριστοῦ μιμησάμενοι, καὶ τὰ πάθη ἡμῶν ἀφαιρούμενοι, ἐνταῦθα σήμερον ἀθροίζονται, πρωτοτόκων δεικνύοντες Ἐκκλησίαν, ὡς τῆς ἄνω τὸν τύπον ἐπέχουσαν, καὶ Χριστῷ ἐκβοῶσαν, Θεός μου εἶ, Σύ με διὰ τῆς Θεοτόκου συντήρησον, πολυέλεε.
Συναξάριον
Τῇ ΙΑ΄΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ ἑν Ἁγίοις πατρὸς ἡμῶν Λουκᾶ τοῦ νέου, τοῦ ἰατροῦ καὶ ὁμολογητοῦ, Ἀρχιεπισκόπου Συμφερουπόλεως καὶ Κριμαίας, τοῦ Ῥώσου, ἐν ἔτει 1961 ἐν εἰρήνῃ τελειωθέντος.
Στίχοι.
-
Λουκᾶς Συμφερουπόλεως ἀρχιθύτης,
-
καὶ ἰατρὸς σωμάτων τιμάσθω ὕμνοις.
-
Ἑνδεκάτη Λουκᾶς θάνε ἰητῆρ καὶ θύτης πρῶτος.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμῃ τῶν ἁγίων ἀποστόλων Βαρθολομαίου καὶ Βαρνάβα.
Στίχοι.
Εἰς τὸν Βαρθολομαῖον.
-
Καὶ σὸς μαθητής, Χριστέ, Βαρθολομαῖος,
-
Μιμούμενος σέ, σταυρικὸν φέρει πάθος.
-
Ἑνδεκάτη σταύρωσαν ἐρίφρονα Βαρθολομαῖον.
Εἰς τὸν Βαρνάβαν.
-
Ὑπὲρ λίθον σάπφειρον, ὡς γραφὴ λέγει,
-
Τοὺς συντρίβοντας εἶχε Βαρνάβας λίθους.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τελεῖται τοῦ Ἀρχαγγέλου Γαβριὴλ ἐν τῷ Ἄδειν.
Στίχοι.
-
Ἦσας Γαβριὴλ πρὶν τὸ Χαῖρε τῇ Κόρῃ,
-
Ἄδεις δὲ καὶ νῦν, Ἄξιον σὲ ὑμνέειν.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ἅγιος Μάρτυς Θεόπεμπτος μετὰ καὶ ἑτέρων τεσσάρων, ξίφει τελειοῦται.
Στίχοι.
-
Ὁ Θεόπεμπτος τέσσαρας διὰ ξίφους,
-
Εὐρῶν συνάθλους πέμπτος αὐτὸς εὑρέθη.
Τῇ σήμερον ἡμέρᾳ, Κυριακῇ μετὰ τὴν Πεντηκοστήν, τὴν τῶν ἁπανταχοῦ τῆς οἰκουμένης ἐν Ἀσίᾳ, Λιβύῃ, καὶ Εὐρώπῃ, Βοῤῥᾷ τε καὶ Νότῳ, Ἁγίων πάντων Ἑορτὴν ἑορτάζομεν.
Στίχοι
-
Τοῦ Κυρίου μου πάντας ὑμνῶ τοὺς φίλους.
-
Εἴ τις δὲ μέλλων, εἰς τοὺς πάντας εἰσίτω.
Ταῖς τῆς ἀχράντου σου Μητρὸς πρεσβείαις, Χριστὲ ὁ Θεός, καὶ πάντων τῶν ἀπ’ αἰῶνος Ἁγίων σου, ἐλέησον καὶ σῶσον ἡμᾶς, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος. Ἀμήν.
ΚΑΤΑΒΑΣΙΑΙ
ὁ α’ χορός
Ἦχος δ’. ᾨδὴ α’
Ἀνοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.
ὁ β’ χορός
ᾨδὴ γ’
Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθορος πηγή, θίασον συγκροτήσαντας πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ σου…
ὁ α’ χορός
… στεφάνων δόξης ἀξίωσον.
ὁ β’ χορός
ᾨδὴ δ’
Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε΄ Δόξα τῇ δυνάμει σου Κύριε.
ὁ α’ χορός
ᾨδὴ ε’
Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου, σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα.
ὁ β’ χορός
ᾨδὴ ς’
Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.
ὁ α’ χορός
ᾨδὴ ζ’
Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον, Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
ὁ β’ χορός
ᾨδὴ η’
Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…
ΤΙΜΙΩΤΕΡΑ (Ἦχος δ’)
ὁ α’ χορός
Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
ὁ β’ χορός
Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.
Τὴν Τιμιωτέραν…
ὁ α’ χορός
Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.
Τὴν Τιμιωτέραν…
ὁ β’ χορός
Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.
Τὴν Τιμιωτέραν…
ὁ α’ χορός
Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.
Τὴν Τιμιωτέραν…
ὁ β’ χορός
Στίχ. Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.
Τὴν Τιμιωτέραν…
ᾨδὴ θ’, Κανὼν Ἀναστάσιμος.
Ἦχος πλ. δ΄
ὁ α’ χορός
Ὁ Εἱρμὸς
Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν∙ διό σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσι.
ὁ β’ χορός
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Τῇ θείᾳ καὶ ἀνάρχῳ φύσει ἁπλοῦς, πεφυκὼς συνετέθης προσλήψει σαρκός, ἐν σεαυτῷ, ταύτην ὑποστήσας Λόγε Θεοῦ, καὶ πεπονθὼς ὡς ἄνθρωπος, ἔμεινας ἐκτὸς πάθους ὡς Θεός∙ διό σε ἐν οὐσίαις, δυσὶν ἀδιαιρέτως, καὶ ἀσυγχύτως μεγαλύνομεν.
ὁ α’ χορός
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Πατέρα κατ’ οὐσίαν τὴν θεϊκήν, ὡς δὲ φύσει γενόμενος ἄνθρωπος, ἔφης Θεόν, Ὕψιστε τοῖς δούλοις συγκατιὼν ἐξαναστὰς τοῦ μνήματος, χάριτι Πατέρα τῶν γηγενῶν, τιθεὶς τὸν κατὰ φύσιν, Θεόν τε καὶ Δεσπότην, μεθ’ οὗ σε πάντες μεγαλύνομεν.
ὁ β’ χορός
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς
Ὠράθης ὦ Παρθένε Μήτηρ Θεοῦ, ὑπὲρ φύσιν τεκοῦσα ἐν σώματι, τὸν ἀγαθόν, Λόγον ἐκ καρδίας τῆς ἑαυτοῦ, ὃν ὁ Πατὴρ ἠρεύξατο, πάντων πρὸ αἰώνων ὡς Ἀγαθός, ὅν νῦν καὶ τῶν σωμάτων, ἐπέκεινα νοοῦμεν, εἰ καὶ τὸ σῶμα περιβέβληται.
ᾨδὴ θ’, τῶν Ἁγίων Πάντων
Ἦχος πλ. δ’Ἐξέστη ἐπὶ τούτῳ
ὁ α’ χορός
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἐλπίδι καὶ ἀγάπῃ θωρακισθέν, καὶ πιστῶς πεφραγμένον τὸ σύνταγμα, τῶν ἐκλεκτῶν, πάσας τῶν τυράννων τὰς ἀπειλάς, τοὺς αἰκισμοὺς καὶ μάστιγας, χαίροντες ὑπέμειναν εὐκλεῶς, Χριστὸν πεπλουτηκότες, νικοποιὸν ἐν ἄθλοις, τῆς ἀληθείας πρωτομάρτυρες.
ὁ α’ χορός
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Λιμένα σωτηρίας τὸν Βαπτιστήν, Ἀποστόλους, Προφήτας καὶ Μάρτυρας, σὺν Ἀσκηταῖς, θείους Διδασκάλους, καὶ Ἱερεῖς, Πατριαρχῶν τε σύλλογον, καὶ Ἱερομάρτυρας εὐκλεεῖς, γυναῖκας φιλοθέους, Ὁσίους καὶ Δικαίους, νῦν ἐπαξίως εὐφημήσωμεν.
ὁ α’ χορός
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Πυρὶ δοκιμασθέντες τῶν πειρασμῶν, καὶ τρυφαῖς μὴ θελχθέντες ἀγάλλεσθε, εἰλικρινῶς θρόνῳ τοῦ Δεσπότου φωτοειδεῖ, παρεστηκότες ἔνδοξοι, δῆμος τῶν Ἁγίων ἐν οὐρανοῖς, λυθέντων τῶν ἐσόπτρων, σκιᾶς τε παρειμένης, τῆς ἀληθείας ταῖς ἐμφάσεσι.
ὁ β’ χορός
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς
Ὡράθης διεστώτων συναπτική· διὰ σοῦ γὰρ Ἀγγέλοις ὁμόσκηνοι, ἐν οὐρανοῖς, ἄνθρωποι γεγόνασιν ἀληθῶς, καὶ μαρτυροῦσι τάγματα, πάντων τῶν Ἁγίων νῦν σὺν αὐτοῖς, ὑμνοῦντες τὸν σὸν τόκον, Παρθένε Θεοτόκε, ἐν αἰωνίοις μελῳδήμασι.
Ὠδὴ θ΄. Ἅπας γηγενής.
ὁ α’ χορός
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἴθυνας σοφῶς, τὸν σὸν βίον ἅγιε, πρὸς τὰ οὐράνια, ἔχων κατὰ νοῦν Λουκᾶ, τῆς βασιλείας Χριστοῦ τὰ ἄφθαρτα, διὸ καὶ τὰ ἐπίκηρα, καὶ ὄντως ῥέοντα, ἀπεστράφης, καὶ καλῶς ἐμίσησας, Ἱεράρχα Χριστοῦ ἀξιότιμε.
ὁ β’ χορός
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὥσπερ ποταμός, τοῖς ῥείθροις τῆς χάριτος, τὴν Συμφερούπολιν, καὶ Ῥωσίαν ἅπασαν, ἐν τοῖς ἐσχάτοις, χρόνοις ἐπότισας, ὡς ἰατρὸς γὰρ ἄριστος, τὰ ἀρρωστήματα, τῶν σωμάτων, καὶ ὡς θύτης πρώτιστος, ἁμαρτίας Λουκᾶ ἐθεράπευσας.
ὁ α’ χορός
Δόξα Πατρί…
Ἡ τοῦυ Σαγματᾶ, Μονὴ ἐπαγάλλεται, Λουκᾶ Ἐπίσκοπε, ὡς γὰρ δῶρον πάντιμον, τῶν σῶν λειψάνων σχοῦσα μερίσματα, πανηγυρίζει σήμερον, τὴν θείαν μνήμην σου, καὶ γεραίρει, τὰ σὰ πολυάριθμα, ἐν Ῥωσίᾳ καὶ ὧδε ἰάματα.
ὁ β’ χορός
Καὶ νῦν… Θεοτοκίον
Λάμπει σου ἁγνή, τὸ κάλλος ὡς ἥλιος, Θεογεννήτρια, καὶ αὐγάζει ἅπαντα, ἀΰλων νοῶν φῦλα ἀμύθητα, καὶ τῶν βροτῶν συστήματα, τὰ εὐσεβέστατα, καὶ βοῶντα· Χαίροις παμμακάριστε, Οὐρανοῦ τε καὶ γῆς ἐγκαλλώπισμα.
Καταβασία
ὁ α’ χορός
ᾠδὴ θ’.
Ἅπας γηγενής, σκιρτάτῳ τῷ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων, φύσις γεραίρουσα, τὰ ἱερὰ θαυμάσια, τῆς Θεομήτορος, καὶ βοάτω. Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνή, ἀειπάρθενε.
Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ
ὁ α’ χορός
Ἦχος β’.
Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν.
ὁ β’ χορός
Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν.
ὁ α’ χορός
Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.
ὁ β’ χορός
Ὅτι ἅγιος ἐστι.
ὁ α’ χορός
Ἐξαποστειλάριον Α’
Τοῖς Μαθηταῖς συνέλθωμεν, ἐν ὄρει Γαλιλαίας, πίστει Χριστὸν θεάσασθαι, λέγοντα ἐξουσίαν, λαβεῖν τῶν ἄνω καὶ κάτω, μάθωμεν πῶς διδάσκει, βαπτίζειν εἰς τὸ ὄνομα τοῦ Πατρός, ἔθνη πάντα, καὶ τοῦ Υἱοῦ, καὶ ἁγίου Πνεύματος, καὶ συνεῖναι, τοῖς Μύσταις ὡς ὑπέσχετο, ἕως τῆς συντελείας.
ὁ β’ χορός
Τῶν Ἁγίων Ὅμοιον
Τὸν Βαπτιστὴν καὶ Πρόδρομον, Ἀποστόλους Προφήτας, Μάρτυρας, Ἱεράρχας τε Ἀσκητὰς καὶ Ὁσίους, Ἱερομάρτυρας ἅμα, φιλοθέους γυναῖκας, καί τοὺς Δικαίους ἅπαντας, καί, Ἀγγέλων τὰς τάξεις χρεωστικῶς, ὕμνοις καταστέψωμεν δυσωποῦντες, τῆς δόξης τούτων τεύξασθαι, πρὸς Χριστοῦ τοῦ Σωτῆρος.
ὁ α’ χορός
Τοῖς μαθηταῖς συνέλθωμεν.
Λουκᾶν τὸν νέον ἅγιον, καὶ ἀρχιθύτην Κυρίου, καὶ τῆς Ῥωσίας κόσμημα, ἰατρῶν ποδηγέτην, Συμφερουπόλεως κλέος, Σαγματᾶ τὸν ἐπόπτην, τὸν ἔνδοξον Ἀνάργυρον, συζυγίας τὴν δόξαν καὶ μοναστῶν, θαυμαστὸν ὑπόδειγμα καὶ προστάτην, τοῖς ἱεροῖς μελίσμασιν, ἀνευφημήσωμεν πάντες.
ὁ β’ χορός
Θεοτοκίον Ὅμοιον
Χριστοῦ ναὸς ὁ ἔμψυχος, καὶ τὸ κατάσκιον ὅρος, καὶ ἡ λαβὶς τὸν ἄνθρακα, ἐνεγκοῦσα τῷ κόσμῳ, ἡ πορφυρὶς Βασιλέως, καὶ οὐράνιος πύλη, καὶ βάσις, στάσις, κίνησις, προφητῶν καὶ μαρτύρων καὶ ἀσκητῶν, ἀνεδείχθης Δέσποινα Θεοτόκε, διὸ μὴ παύσῃ πάντοτε, διαφυλάττουσα πάντας.
ΑΙΝΟΙ
ὁ α’ χορός
Ἦχος πλ. δ’.
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ β’ χορός
Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ α’ χορός
Στιχηρὰ Ἀναστάσιμα (3).
Στίχ. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
Κύριε, εἰ καὶ κριτηρίῳ παρέστης, ὑπὸ Πιλάτου κρινόμενος, ἀλλ’ οὐκ ἀπελείφθης τοῦ θρόνου, τῷ Πατρὶ συγκαθεζόμενος, καὶ ἀναστὰς ἐκ νεκρῶν, τὸν κόσμον ἠλευθέρωσας, ἐκ τῆς δουλείας τοῦ ἀλλοτρίου, ὡς οἰκτίρμων καὶ Φιλάνθρωπος.
ὁ β’ χορός
Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
Κύριε, ὅπλον κατὰ τοῦ διαβόλου, τὸν Σταυρόν σου ἡμῖν δέδωκας, φρίττει γὰρ καὶ τρέμει, μὴ φέρων καθορᾷν αὐτοῦ τὴν δύναμιν, ὅτι νεκροὺς ἀνιστᾷ καὶ θάνατον κατήργησε, διὰ τοῦτο προσκυνοῦμεν, τὴν ταφήν σου καὶ τὴν ἔγερσιν.
ὁ α’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Κύριε, εἰ καὶ ὡς νεκρὸν ἐν μνημείῳ, Ἰουδαῖοί σε κατέθεντο, ἀλλ’ ὡς Βασιλέα ὑπνοῦντα, στρατιῶται σὲ ἐφύλαττον, καὶ ὡς ζωῆς θησαυρόν, σφραγῖδι ἐσφραγίσαντο, ἀλλὰ ἀνέστης καὶ παρέσχες, ἀφθαρσίαν ταῖς ψυχαῖς ἡμῶν.
Στιχηρὰ Προσόμοια τῶν Ἁγίων(2)
ὁ β’ χορός
Ἦχος δ’
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Ὡς γενναῖον ἐν Μάρτυσιν
Τοὺς Ἁγίους ὁ Κύριος, τοὺς ἐν γῇ ἐθαυμάστωσε, τὰ αὐτοῦ γὰρ στίγματα καὶ παθήματα, ἐν τῇ σαρκὶ ἀνεδέξαντο, ἐν τούτοις κοσμούμενοι, καὶ ταῖς θείαις καλλοναῖς, προφανῶς ἀναθέμενοι, οὓς ὑμνήσωμεν, ὡς ἀμάραντα ἄνθη, ὡς ἀστέρας, ἀπλανεῖς τῆς Ἐκκλησίας, ὡς ἐθελόθυτα θύματα
ὁ α’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Σὺν προφήταις, Ἀπόστολοι, σὺν Ὁσίοις Διδάσκαλοι, σὺν Ἱερομάρτυσι πάντες Δίκαιοι, καὶ γυναικῶν αἱ ἀθλήσασαι, καὶ πόθῳ ἀσκήσασαι, τῶν Ἁγίων ἡ πληθύς, καὶ Δικαίων τὰ τάγματα, εὐφημείσθωσαν, ἱεραῖς μελῳδίαις, ὡς τῆς ἄνω, βασιλείας κληρονόμοι, ὡς Παραδείσου οἰκήτορες.
ΤΟΥ ΙΕΡΑΡΧΟΥ (3)
ὁ β’ χορός
Ἦχος πλ. δ΄.
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Ὤ τοῦ παραδόξου θαύματος.
Πάτερ Λουκᾶ ἀξιάγαστε, ὁ τῶν ἀθέων ἐσμός, ἀληθείας τὰ δόγματα, εὐμενῶς μὴ φέροντες, κατὰ σοῦ ἐκινήθησαν, ἐπιβουλάς τε καὶ ὀνειδίσματα, καὶ λοιδωρίας μυρίας ῥαπτοντες· ὤ τῆς ἐνστάσεως, τῆς στερρᾶς σου ἅγιε, δι ἧς ἱστόν, κακουργίας ἔλυσας, καὶ ἀθεότητος.
ὁ α’ χορός
Στίχ. Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν·
Πάτερ Λουκᾶ πανσεβάσμιε, Ἀρχιερέων στολήν, ἐνδυθεὶς τὸ φιλόχριστον, τῆς Ῥωσίας πλήρωμα, πρὸς Χριστὸν καθωδηγήσας, Ὀρθοδοξίας τοῖς παραγγέλμασι, καὶ πολιτείᾳ σου τῇ ὀρθότητι· ὢ τῆς συνέσεως, καὶ πολλῆς σοῦ χάριτος, δι ἧν σοφέ, τῆς σῆς ποίμνης πρόβατα, ἐποδηγέτησας.
ὁ β’ χορός
Στίχ.. Οἱ Ἱερεῖς σου Κύριε, ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί σου ἀγαλλιάσονται
Πάτερ Ἱεράρχα ἅγιε, μετ᾿ ἐπιστήμης πολλούς, τῶν νοσούντων ἐκούφισας, φανερώσας ἅπασι, τῆς σοφίας σου μέγεθος, καὶ μετὰ θάνατον τὰ ὀστέα σου, τῆς ἰατρείας τὰ ῥεῖθρα βλύζουσιν· ὢ τῆς σῆς λάρνακος, τῶν λειψάνων πάντιμε, δι ἧν Λουκᾶ, ἀφειδῶς ἰάματα, ἡμῖν μετέδωκας.
ὁ α’ χορός
Δόξα Πατρὶ… Ἦχος πλ. α΄.
Ἅγιε Πάτερ, εἰς πᾶσαν τὴν Ῥωσίαν ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων σου. Τὴν στερράν σου γὰρ ὁμολογίαν τῆς πίστεως, Ἱεράρχα θεόσοφε, ἄγγελοι ἀκούσαντες ἐπεκρότησαν, διάβολος μετὰ δαιμόνων ἐτραυματίσθη, καὶ ὁ Κύριος ταύτην, ἐν οὐρανοῖς ἐπεγράψατο. Τῇ δὲ ἰατρικῇ σου τέχνῃ, ἄνθρωποι νοσοῦντες ἰάθησαν, τῶν ἰατρῶν οἱ ὅμιλοι ἐδιδάχθησαν, καὶ τῶν ἀθέων φαλαγγαρχίαι κατεπλάγησαν. Διὸ ἐν χαρᾷ τὴν μνήμην σου ἄγοντες, Λουκᾶ παναοίδιμε, ἰκετικῶς βοῶμεν σοι· μὴ παύσῃ, καθικετεύων ταῖς σαῖς πρεσβείαις, Χριστὸν τὸν Θεὸν ἡμῶν, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
ὁ β’ χορός
Καὶ νῦν… ἦχος β’ (πάντοτε)
Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε, διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν, διὸ ἀνυμνοῦντες βοῶμεν. Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.
Δοξολογία Μεγάλη
εἰς ἦχον πλ. δ’ ( Ἀργή ἢ σύντομος )
ὁ α’ χορός
-
Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
ὁ β’ χορός
-
Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.
ὁ α’ χορός
-
Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.
ὁ β’ χορός
-
Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
ὁ α’ χορός
-
Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
-
Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
ὁ α’ χορός
-
Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
ὁ β’ χορός
-
Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
ὁ α’ χορός
-
Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
ὁ β’ χορός
-
Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
ὁ α’ χορός
-
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ β’ χορός
-
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ α’ χορός
-
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ β’ χορός
-
Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
ὁ α’ χορός
-
Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
ὁ β’ χορός
-
Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
ὁ α’ χορός
-
Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ὁ β’ χορός
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ
Ἅγιος ὁ Θεός,
ὁ β’ χορός
Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
καὶ εὐθύς τὸ παρόν Ἀναστάσιμον Τροπάριον
ὁ β’ χορός
Ἦχος πλ. δ’.
Σήμερον σωτηρία τῷ κόσμῳ γέγονεν, ᾄσωμεν τῷ ἀναστάντι ἐκ τάφου καὶ ἀρχηγῷ τῆς ζωῆς ἡμῶν· καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον, τὸ νῖκος ἔδωκεν ἡμῖν, καὶ τὸ μέγα ἔλεος.
ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
ΑΝΤΙΦΩΝΑ ( τῶν Κυριακῶν)
Ἀντίφωνον Α’
Ἦχος β´.
Στίχ.Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.
Στίχ.Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
Στίχ. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
Στίχ. Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
Δόξα Πατρί…Καὶ νῦν.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
Ἀντίφωνον Β’
Ἦχος β´.
Στίχ. Αἴνει, ἡ ψυχή μου τὸν Κύριον, αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι Ἀλληλούϊα.
Στίχ. Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς…
Στίχ. Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς·
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς..
Στίχ.. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.
Σῶσον, ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς…
Δόξα Πατρὶ…Καὶ νῦν…
Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.
Ἀντίφωνον Γ’
Στίχ. α´. Αὕτη ἡ ἡμέρα Κυρίου, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
Ἀπολυτίκιον. Ἦχος πλ. δ´.
Ἐξ ὕψους κατῆλθες ὁ εὔσπλαγχνος, ταφὴν καταδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῶν παθῶν· ἡ ζωὴ καὶ ἡ ἀνάστασις ἡμῶν, Κύριε δόξα σοι.
Στίχ. β´. Αἰνεσάτωσαν Αὐτὸν οἱ οὐρανοὶ καὶ ἡ γῆ.
Ἐξ ὕψους κατῆλθες ὁ εὔσπλαγχνος,…
Εἴσοδος.
Εἰσοδικὸν
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἀναστάς ἐκ νεκρῶν…..
…ψάλλοντάς σοι΄ Ἀλληλούϊα.
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Ἀπολυτίκιον. Ἦχος πλ.δ’.
Ἐξ ὕψους κατῆλθες ὁ εὔσπλαγχνος, ταφὴν καταδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῶν παθῶν· ἡ ζωὴ καὶ ἡ ἀνάστασις ἡμῶν, Κύριε δόξα σοι.
Τῶν Ἁγίων Ἦχος δ’
Τῶν ἐν ὅλῳ τῷ κόσμῳ Μαρτύρων σου, ὡς πορφύραν καὶ βύσσον τὰ αἵματα, ἡ Ἐκκλησία σου στολισαμένη, δι’ αὐτῶν βοᾷ σοι, Χριστὲ ὁ Θεός, τῷ λαῷ σου τοὺς οἰκτιρμούς σου κατάπεμψον, εἰρήνην τῇ πολιτείᾳ σου δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Ἰατρὸν καὶ ποιμένα, Λουκᾶν τιμήσωμεν, Συμφερουπόλεως ποίμνης, Ἀρχιερέα λαμπρόν, τὸν βαστάσαντα Χριστοῦ τὰ θεῖα στίγματα, τάς ἐξορίας τὰ δεινά, ἐγκλεισμοὺς ἐν φυλακαῖς, τάς θλίψεις καὶ τὰ ὀνείδη, τὸν ἐπ᾿ ἐσχάτων φανέντα, ἐν τῇ Ῥωσίᾳ νέον Ἅγιον
Τοῦ Ναοῦ
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Κοντάκιον Ἦχος πλ. δ’
Ὡς ἀπαρχὰς τῆς φύσεως, τῷ φυτουργῷ τῆς κτίσεως, ἡ οἰκουμένη προσφέρει σοι Κύριε, τοὺς θεοφόρους Μάρτυρας, ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ βαθείᾳ, τὴν Ἐκκλησίαν σου, διὰ τῆς Θεοτόκου συντήρησον, πολυέλεε.
Τρισάγιον.
᾽Απόστολος ΤΟΥ ΙΕΡΑΡΧΟΥ
Προκείμενον. Ἦχος α΄
Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν·
Στίχ. Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη.
Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ ᾽Ανάγνωσμα (7:26-28, 8:1-2)
Ἀδελφοί, τοιοῦτος ἡμῖν ἔπρεπεν ἀρχιερεύς, ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος, ὃς οὐκ ἔχει καθ᾿ ἡμέραν ἀνάγκην, ὥσπερ οἱ ἀρχιερεῖς, πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν, ἔπειτα τῶν τοῦ λαοῦ· τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ ἑαυτὸν ἀνενέγκας. Ὁ νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς ἔχοντας ἀσθένειαν, ὁ λόγος δὲ τῆς ὁρκωμοσίας τῆς μετὰ τὸν νόμον υἱὸν εἰς τὸν αἰῶνα τετελειωμένον. Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις, τοιοῦτον ἔχομεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς, τῶν ῾Αγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄνθρωπος.
Ἀλληλούϊα ( γ’) Ἦχος δ΄
Ἐκέκραξαν οἱ δίκαιοι καὶ ὁ Κύριος εἰσήκουσεν αὐτῶν
Στίχ. Πολλαὶ αἱ θλίψεις τῶν δικαίων καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ Κύριος.
Εὐαγγέλιον (Ματθ. ι´ 32-33, 37-38, ιθ´ 27-30).
Ἐκ τοῦ κατὰ Ματθαῖον.
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Πᾶς ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν [τοῖς] οὐρανοῖς· ὅστις δ᾽ ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν [τοῖς] οὐρανοῖς. ῾Ο φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος· καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ, οὐκ ἔστι μου ἄξιος· καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος. Τότε ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ· ᾽Ιδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν; Ὁ δὲ ᾽Ιησοῦς εἶπεν αὐτοῖς· ᾽Αμὴν λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι, ἐν τῇ παλιγγενεσίᾳ, ὅταν καθίσῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καθίσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους, κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ ᾽Ισραήλ. Καὶ πᾶς ὅστις ἀφῆκεν οἰκίας ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ πατέρα ἢ μητέρα ἢ τέκνα ἢ ἀγροὺς ἕνεκεν τοῦ ὀνόματός μου ἑκατονταπλασίονα λήψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει. Πολλοὶ δὲ ἔσονται πρῶτοι, ἔσχατοι· καὶ ἔσχατοι, πρῶτοι.
Δόξα σοι Κύριε, δόξα σοι.
Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου
Εἰς τό ᾽Εξαιρέτως
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Κοινωνικόν
Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀλληλούϊα
Καί
Εἰς μνημόσυνον αἰιώνιον ἔσται δίκαιος. Ἀλληλούϊα.
ἦχος β’
Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.
Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.
Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).
Ἀπόλυσις «῾Ο ἀναστάς ἐκ νεκρῶν…»
https://agioskosmasoaitolos.wordpress.com
11 ΙΟΥΝ17 ΚΥΡΙΑΚΗ ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ ΚΑΙ ΑΓΙΟΥ ΛΟΥΚΑ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΣΥΜΦΕΡΟΠΟΥΛΕΩΣ ΚΑΙ ΚΡΙΜΑΙΑΣ