Σχολιάστε

ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΑΠΟΔΟΣΙΣ ΤΗΣ ΜΕΓΑΛΗΣ ΕΟΡΤΗΣ ΤΗΣ ΠΕΝΤΗΚΟΣΤΗΣ(2017)

10 ΙΟΥΝΙΟΥ 2017

+ΑΠΟΔΟΣΙΣ ΕΟΡΤΗΣ ΤΗΣ ΠΕΝΤΗΚΟΣΤΗΣ

Αποτέλεσμα εικόνας για πεντηκοστη

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη κα  κφνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα…     

χος πλ.δ’

ὁ α’ χορὸς

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στχ. α’. ξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ..

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

Στχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στχ. γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορός

Ἀπολυτίκιον. Ἦχος πλ. δ.

Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ δι’ αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας, φιλάνθρωπε, δόξα σοι.  

ὁ β’ χορὸς

Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν,…

ὁ α’ χορὸς

Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν,…

Συναπτ μικρ μεθ’ ν κφνησις

τι σν τ κρτος…  

ΚΑΘΙΣΜΑΤΑ 

Μετὰ τὴν α´ Στιχολογίαν.

Ἦχος δ’

ὁ α’ χορὸς

Κατεπλάγη Ἰωσὴφ

Τὴν μεθέορτον πιστοί, καὶ τελευταίαν ἑορτήν, ἣν ἑορτάσωμεν φαιδρῶς, αὕτη ἐστὶ Πεντηκοστή, ἐπαγγελίας συμπλήρωσις, καὶ προθεσμίας, ἐν ταύτῃ γὰρ τὸ πῦρ, τοῦ Παρακλήτου εὐθύς, κατέβη ἐπὶ γῆς, ὥσπερ ἐν εἴδει γλωσσῶν, καὶ Μαθητὰς ἐφώτισε, καὶ τούτους οὐρανομύστας ἀνέδειξε. Τὸ φῶς ἐπέστη, τοῦ Παρακλήτου, καὶ τόν κόσμον, ἐφώτισε.

ὁ β’ χορὸς

Δόξα Πατρὶ…Καὶ νῦν…

Τὴν μεθέορτον πιστοί,…

Μετὰ τὴν β´ Στιχολογίαν.

ὁ α’ χορὸς

Κάθισμα  ὅμοιον

τοῦ Πνεύματος πηγή, ἐπιδημοῦσα τοῖς ἐν γῇ, εἰς πυρφόρους ποταμούς, μεριζομένη νοητῶς, τοὺς Ἀποστόλους ἐδρόσιζε φωταγωγοῦσα, καὶ γέγονεν αὐτοῖς, νέφος δροσῶδες τὸ πῦρ, φωτίζουσα αὐτούς, καὶ ὑετίζουσα φλόξ, δι’ ὧν ἡμεῖς ἐλάβομεν τὴν χάριν, διὰ πυρός τε καὶ ὕδατος, Τὸ φῶς ἐπέστη, τοῦ Παρακλήτου, καὶ τόν κόσμον ἐφώτισε. 

ὁ β’ χορὸς

Δόξα Πατρί…Καὶ νῦν…

τοῦ Πνεύματος πηγή,…

Καὶ εὐθὺς τὸν Ν'( χύμα)

 

Οἱ Κανόνες

 Ὁ τοῦ βαρέος μετὰ τῶν Εἱρμῶν, εἰς δ’ καὶ ὁ τοῦ δ’ μετὰ τῶν Εἱρμῶν, εἰς δ’. Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς. 

Πεντηκοστὴν ἑορτάζομεν. – Ποίημα Κοσμᾶ Μοναχοῦ.

ᾠδὴ α’ 

Ἦχος βαρὺς

 ὁ α’ χορὸς

  Ὁ Εἱρμὸς

Πόντῳ ἐκάλυψε Φαραὼ σὺν ἅρμασιν, ὁ συντρίβων πολέμους ἐν ὑψηλῷ βραχίονι, ᾄσωμεν αὐτῷ, ὅτι δεδόξασται.  

ὁ β’ χορὸς

Πόντῳ ἐκάλυψε Φαραὼ σὺν ἅρμασιν,…

ὁ α’ χορὸς

ργῳ, ὡς πάλαι τοῖς Μαθηταῖς ἐπηγγείλω, τὸ Παράκλητον Πνεῦμα ἐξαποστείλας Χριστέ, ἔλαμψας τῷ κόσμῳ φῶς, φιλάνθρωπε.

ὁ β’ χορὸς

Νόμῳ τὸ πάλαι προκηρυχθὲν καὶ Προφήταις, ἐπληρώθη, τοῦ θείου Πνεύματος σήμερον, πᾶσι γὰρ πιστοῖς χάρις ἐκκέχυται.

Ἕτερος Κανὼν ἰαμβικὸς

Οὗ ἡ ἀκροστιχὶς διὰ στίχων Ἡρωελεγείων

Θειογενὲς Λόγε, Πνεῦμα Παράκλητον πάλιν ἄλλον,

Ἐκ Γενέτου κόλπων ἧκας ἐπιχθονίοις

Οἷα πυρὸς γλώσςῃσι φέρον θεότητος ἀΰλου.

Σῆμα τεῆς φύτλης, καὶ χάριν ὑμνοπόλοις.

Ποίημα Κυρίου Ἰωάννου τοῦ Ἀρκλᾶ

ᾠδὴ α’ 

Ἦχος δ’

 ὁ α’ χορὸς

Ὁ Εἱρμὸς

Θείῳ καλυφθεὶς ὁ βραδύγλωσσος γνόφῳ.

Ἐῤῥητόρευσε τὸν θεόγραφον νόμον

Ἰλὺν γὰρ ἐκτινάξας ὄμματος νόου,

Ὁρᾷ τὸν ὄντα, καὶ μυεῖται Πνεύματος

Γνῶσιν, γεραίρων ἐνθέοις τοῖς ᾄσμασιν.

ὁ β’ χορὸς

Θείῳ καλυφθεὶς ὁ βραδύγλωσσος ….

ὁ α’ χορὸς

Δόξα Πατρὶ…

φη τὸ σεπτὸν καὶ σεβάσμιον στόμα.

Νοσφισμὸς ὑμῖν οὐ γενήσεται φίλοις.

Ἐγὼ γὰρ εἰς πατρῷον ὕψιστον θρόνον

Συνεδριάζων, ἐκχεῶ τοῦ Πνεύματος,

Λάμψαι ποθοῦσι, τὴν χάριν τὴν ἄφθονον.

ὁ β’ χορὸς

Καὶ νῦν…

ρος βεβηκώς, ἀτρεκέστατος Λόγος,

Γαληνόμορφον ἐκτελεῖ τὴν καρδίαν.

Ἔργον γὰρ ἐκπεράνας, εὔφρανε φίλους,

Πνοῇ βιαίᾳ, καὶ πυρὸς γλωττήμασι,

Νείμας τὸ Πνεῦμα Χριστός, ὡς ὑπέσχετο.

ᾠδὴ γ’

ὁ α’ χορὸς

 Ὁ Εἱρμὸς

Τὴν ἐξ ὕψους δύναμιν τοῖς Μαθηταῖς, Χριστέ, ἕως ἂν ἐνδύσησθε ἔφης, καθίσατε ἐν Ἱερουσαλήμ, ἐγὼ δὲ ὡς ἐμὲ Παράκλητον ἄλλον, Πνεῦμα τὸ ἐμόν τε καὶ Πατρός ἀποστελῶ, ἐν ᾧ στερεωθήσεσθε.

ὁ β’ χορὸς

Τὴν ἐξ ὕψους δύναμιν τοῖς Μαθηταῖς,…

ὁ α’ χορὸς

τοῦ θείου Πνεύματος ἐπιδημήσασα δύναμις, τὴν μερισθεῖσαν πάλαι φωνήν, κακῶς ὁμονοησάντων, εἰς μίαν ἁρμονίαν θείως συνῆψε, γνῶσιν συνετίζουσα πιστοὺς τῆς Τριάδος, ἐν ᾗ ἐστερεώθημεν.

ὁ β’ χορὸς

τοῦ θείου Πνεύματος ἐπιδημήσασα δύναμις,…

Εἱρμὸς ἄλλος

ὁ α’ χορὸς

ῤῥηξε γαστρὸς ἠτεκνωμένης πέδας,

Ὕβριν τε δυσκάθεκτον εὐτεκνουμένης,

Μόνη προσευχὴ τῆς Προφήτιδος πάλαι

Ἄννης, φερούσης πνεῦμα συντετριμμένον,

Πρὸς τὸν δυνάστην, καὶ Θεὸν τῶν γνώσεων.

ὁ β’ χορὸς

ῤῥηξε γαστρὸς ἠτεκνωμένης πέδας,…

ὁ α’ χορὸς

Δόξα Πατρὶ…

ληπτός ἐστιν ἡ θεαρχικωτάτη.

Ῥήτρας γὰρ ἐξέφηνε τοὺς ἀγραμμάτους,

Ἅλις σοφιστὰς συστομίζοντας λόγῳ,

Καὶ τῆς βαθείας νυκτὸς ἐξαιρουμένους,

Λαοὺς ἀπείρους, ἀστραπῇ τοῦ Πνεύματος.

ὁ β’ χορὸς

Καὶ νῦν…

ν ἐκπορευτὸν ἐξ ἀγεννήτου φάους,

Τὸ πανσθενουργόφωτον ἄφθιτον σέλας,

Οὗ τὴν δι’ Υἱοῦ πατρικῆς ἐξουσίας,

Νῦν ἐμφανίζει συμφυῆ φρυκτωρίαν,

Πυρῶδες ἦχος ἐν Σιὼν τοῖς ἔθνεσιν.

Συναπτ μικρ μεθ’ ν κφνησις

τι σ ε Θες μν…     

Κάθισμα  Ἦχος πλ. δ’ – Τὸ προσταχθὲν

ὁ α’ χορὸς

Οἱ τοῦ Σωτῆρος ἐρασταὶ χαρᾶς ἐπλήσθησαν, καὶ θάρσος ἔλαβον, οἱ πρῴην δειλιῶντες, ὡς τὸ Πνεῦμα τὸ ἅγιον σήμερον ἐξ ὕψους, κατῆλθεν ἐπὶ τὸν οἶκον τῶν Μαθητῶν, καὶ ἄλλος ἄλλα ἐλάλει πρὸς τοὺς λαούς, γλῶσσαι γὰρ διεσπάρησαν΄ Ὁρώμεναι ὡσεὶ πυρός, καὶ τούτους οὐ κατέφλεξαν, ἀλλὰ μᾶλλον ἐδρόσισαν.  

ᾠδὴ δ’

Ὁ Εἱρμὸς

Κατανοῶν ὁ Προφήτης, τὴν ἐπ’ ἐσχάτων σου Χριστὲ ἔλευσιν, ἀνεβόα, τὴν σὴν εἰσακήκοα Κύριε δυναστείαν, ὅτι πάντας τοῦ σῶσαι, τοὺς χρηστούς σου ἐλήλυθας.

 

ἐν Προφήταις λαλήσας, καὶ διὰ νόμου κηρυχθείς, πρῴην τοῖς ἀτελέσι, Θεὸς ἀληθὴς ὁ Παράκλητος, τοῖς τοῦ Λόγου ὑπηρέταις καὶ μάρτυσι, γνωρίζεται σήμερον.

 

Σῆμα θεότητος φέρον, τοῖς Ἀποστόλοις ἐν πυρί, Πνεῦμα κατεμερίσθη, καὶ ξέναις ἐν γλώσσαις ἐνέφηνεν, ὡς πατρόθεν θεῖον σθένος, ἐρχόμενον ἐστὶν αὐτοκέλευστον.

Εἱρμὸς  ἄλλος

ναξ ἀνάκτων, οἶος ἐξ οἲου μόνος,

Λόγος προελθών, Πατρὸς ἐξ ἀναιτίου.

Ἰσοσθενές σου Πνεῦμα τοῖς Ἀποστόλοις,

Νημερτὲς ἐξέπεμψας ὡς εὐεργέτης,

ᾌδουσι, Δόξα τῷ κράτει σου, Κύριε. \

Λουτρὸν τὸ θεῖον τῆς παλιγγενεσίας,

Λόγῳ κεραννὺς συντεθειμένῃ φύσει,

Ὀμβροβλυτεῖς μοι ῥεῖθρον ἐξ ἀκηράτου

Νενυγμένης σου πλευράς, ὤ Θεοῦ Λόγε,

Ἐπισφραγίζων τῇ ζέσει τοῦ Πνεύματος.

Δόξα Πατρί…

Κάμπτει τὰ πάντα τῷ Παρακλήτῳ γόνυ,

Γόνῳ τε Πατρός, Πατρὶ συμφυεστάτῳ.

Ἐν γὰρ προσώποις  oἶδε τριττοῖς οὐσίαν,

Νημερτές, ἀπρόσιτον, ἄχρονον, μίαν.

Ἔλαμψε φῶς γὰρ ἡ χάρις τοῦ Πνεύματος.

Καὶ νῦν…

Τελεῖσθε πάντες τῇ θεαρχικωτάτῃ,

Ὅσοι λατρευταὶ τῆς τριφεγγοῦς οὐσίας.

Ὑπερφυῶς τελεῖ γὰρ ὡς εὐεργέτης,

Καὶ πυρσολαμπεῖ Χριστὸς εἰς σωτηρίαν,

Ὅλην πορίζων τὴν χάριν τοῦ Πνεύματος.

ᾠδὴ ε’

Ὁ Εἱρμὸς

Τὸ διὰ τὸν φόβον σου ληφθὲν Κύριε, ἐν γαστρὶ τῶν Προφητῶν, καὶ κυηθὲν ἐπὶ τῆς γῆς πνεῦμα σωτηρίας, ἀποστολικὰς καρδίας κτίζει καθαράς, καὶ ἐν τοῖς πιστοῖς εὐθὲς ἐγκαινίζεται, φῶς γὰρ καὶ εἰρήνη, διότι τὰ σὰ προστάγματα.

 

ἐπιφοιτήσασα ἰσχὺς σήμερον, αὕτη Πνεῦμα ἀγαθόν, Πνεῦμα σοφίας Θεοῦ, Πνεῦμα ἐκ Πατρὸς ἐκπορευτόν, καὶ δι’ Υἱοῦ πιστοῖς ἡμῖν πεφηνός, μεταδοτικόν, ἐν οἷς κατοικίζεται φύσει, τῆς ἐν ᾗ κατοπτεύεται ἁγιότητος.

 

Εἱρμὸς ἄλλος

Λυτήριον κάθαρσιν ἀμπλακημάτων,

Πυρίπνοον δέξασθε Πνεύματος δρόσον,

Ὢ τέκνα φωτόμορφα τῆς Ἐκκλησίας,

Νῦν ἐκ Σιὼν γὰρ ἐξελήλυθε νόμος,

Ἡ γλωσσοπυρσόμορφος Πνεύματος χάρις.

 

Δόξα Πατρί…

Καθώς περ εὐδόκησεν αὐτεξουσίως,  

Ἀδέσποτον κάτεισι Πνεῦμα πατρόθεν,

Σοφίζον ἐν γλώσσησι τοὺς Ἀποστόλους,

Ἐπισφραγίζον τὸν φερέσβιον Λόγον,

Πατροσθενὲς ξύμμορφον, ὃν Σωτὴρ ἔφη.

 

Καὶ νῦν…

ῆτο τὰς φρένας μὲν ἐξ ἁμαρτίας,

Χ’ αὑτῷ κατεσκεύαζε τῶν Ἀποστόλων,

Θεὸς Λόγος πάνταρχος, ἄχραντον δόμον.

Ὁμοσθενοῦς δὲ καὶ συνουσιουμένου,

Νῦν ἐγκατοικίζεται Πνεύματος φάος.

ᾠδὴ ς’

  Ὁ Εἱρμὸς

Ναυτιῶν τῷ σάλῳ, τῶν βιοτικῶν μελημάτων, συμπλόοις ποντούμενος ἁμαρτίαις, καὶ ψυχοφθόρῳ θηρὶ προσριπτούμενος, ὡς ὁ Ἰωνᾶς Χριστὲ βοῶ σοι, Ἐκ θανατηφόρου με βυθοῦ ἀνάγαγε.

 

κ τοῦ Πνεύματός σου, σάρκα ἐπὶ πᾶσαν, ὡς εἶπας, πλουσίως ἐξέχεας, καὶ ἐπληρώθη τῆς σῆς ἡ σύμπασα γνώσεως Κύριε, ὅτι ἐκ Πατρὸς Υἱὸς ἀῤῥεύστως ἔφυς, καὶ τὸ Πνεῦμα ἀμερίστως πρόεισιν.

Εἱρμὸς ἄλλος

λασμὸς ἡμῖν Χριστὲ καὶ σωτηρία,

Ὁ Δεσπότης ἔλαμψας ἐκ τῆς Παρθένου,

Ἵν, ὡς Προφήτην θηρὸς ἐκ θαλαττίου,

Στέρνων Ἰωνᾶν, τῆς φθορᾶς διαρπάσῃς,

Ὅλον τὸν Ἀδάμ, παγγενῆ πεπτωκότα.

Δόξα Πατρί…

μερτὸν ἡμῖν εὐθὲς ἐν τοῖς ἐγκάτοις,

Αἰωνίως ἕξουσι Πνεῦμα καινίσαις,

Πατροπροβλήτως πάντοτε ξυνημμένον,

Ὕλης ἀπεχθοῦς καυστικῶν μολυσμάτων,

Ῥύπου τε φρενῶν ῥυπτικὸν Παντοκράτορ.

Καὶ νῦν…

ρεκτὸν ἀξίωμα τοῖς Ἀποστόλοις,  

Σιωνίταις μίμνουσι σὴν παρουσίαν,

Γνώρισμα Πνεῦμα πατρογεννήτου Λόγου,

Λέσχην ἀπηνῆ τῶν ἐθνῶν ποππυσμάτων,

Ὢκιστα δεικνύς, πυρπνόως καθιδρύεις.

Συναπτ μικρ μεθ’ ν κφνησις

Σ γρ ε βασιλες…   

Κοντάκιον  Ἦχος πλ. δ’

τε καταβὰς τὰς γλώσσας συνέχεε, διεμέριζεν ἔθνη ὁ Ὕψιστος, ὅτε τοῦ πυρὸς τὰς γλώσσας διένειμεν, εἰς ἑνότητα πάντας ἐκάλεσε, καὶ συμφώνως δοξάζομεν τὸ πανάγιον Πνεῦμα.

Ὁ Οἶκος

Ταχεῖαν καὶ σταθηρὰν δίδου παραμυθίαν τοῖς δούλοις σου, Ἰησοῦ, ἐν τῷ ἀκηδιάσαι τὰ πνεύματα ἡμῶν, μὴ χωρίζου τῶν ψυχῶν ἡμῶν ἐν θλίψεσι, μὴ μακρύνου τῶν φρενῶν ἡμῶν ἐν περιστάσεσιν, ἀλλὰ ἀεὶ ἡμᾶς πρόφθασον. Ἔγγισον ἡμῖν, ἔγγισον ὁ πανταχοῦ, ὥς περ καὶ τοῖς Ἀποστόλοις σου πάντοτε συνῇς, οὕτω καὶ τοῖς σὲ ποθοῦσιν ἕνωσον σαὐτὸν οἰκτίρμον, ἵνα συνημμένοι σοι ὑμνῶμεν, καὶ δοξολογῶμεν τὸ πανάγιόν σου Πνεῦμα.

Συναξάριον

ΤΙ‘ τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἀθλήσεως τῶν Ἁγίων Μαρτύρων Ἀλεξάνδρου καὶ Ἀντωνίνης.

Στίχοι

  • Εὕρατο Ἀλέξανδρος ἅμ’ Ἀντωνίνῃ

  • Τὸν βόθρον ἀκάτιον εἰς τρυφὴν φέρον.

  • Τῇ δεκάτῃ μόρον Ἀντωνῖνα ἐμπυρόπισσον,

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Τιμοθέου, ἐπισκόπου Προύσης.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Κανίδου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Θεοφάνους καὶ Πανσέμνης.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀπόλλωνος ἐπισκόπου, καὶ Ἀλεξίου Ἐπισκόπου Βιθυνίας.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

 Καταβασίαι

ὁ α’ χορὸς

ᾠδὴ α’

Ἦχος βαρὺς

Πόντῳ ἐκάλυψε Φαραὼ σὺν ἅρμασιν, ὁ συντρίβων πολέμους ἐν ὑψηλῷ βραχίονι, ᾄσωμεν αὐτῷ, ὅτι δεδόξασται.

ὁ β’ χορὸς

Ἦχος δ’

Θείῳ καλυφθεὶς ὁ βραδύγλωσσος γνόφῳ.

Ἐῤῥητόρευσε τὸν θεόγραφον νόμον

Ἰλὺν γὰρ ἐκτινάξας ὄμματος νόου,

Ὁρᾷ τὸν ὄντα, καὶ μυεῖται Πνεύματος

Γνῶσιν, γεραίρων ἐνθέοις τοῖς ᾄσμασιν.

ὁ α’ χορὸς

ᾠδὴ γ’

Ἦχος βαρὺς

Τὴν ἐξ ὕψους δύναμιν τοῖς Μαθηταῖς, Χριστέ, ἕως ἂν ἐνδύσησθε ἔφης, καθίσατε ἐν Ἱερουσαλήμ, ἐγὼ δὲ ὡς ἐμὲ Παράκλητον ἄλλον, Πνεῦμα τὸ ἐμόν τε καὶ Πατρός ἀποστελῶ, ἐν ᾧ στερεωθήσεσθε.

ὁ β’ χορὸς

Ἦχος δ’

ῤῥηξε γαστρὸς ἠτεκνωμένης πέδας,

Ὕβριν τε δυσκάθεκτον εὐτεκνουμένης,

Μόνη προσευχὴ τῆς Προφήτιδος πάλαι

Ἄννης, φερούσης πνεῦμα συντετριμμένον,

Πρὸς τὸν δυνάστην,…

 ὁ α’ χορὸς

..καὶ Θεὸν τῶν γνώσεων.

ὁ β’ χορὸς

ᾠδὴ δ’

Ἦχος βαρὺς

Κατανοῶν ὁ Προφήτης, τὴν ἐπ’ ἐσχάτων σου Χριστὲ ἔλευσιν, ἀνεβόα, τὴν σὴν εἰσακήκοα Κύριε δυναστείαν, ὅτι πάντας τοῦ σῶσαι, τοὺς χρηστούς σου ἐλήλυθας.

Ἦχος δ’

ὁ α’ χορὸς

ναξ ἀνάκτων, οἷος ἐξ οἵου μόνος,

Λόγος προελθών, Πατρὸς ἐξ ἀναιτίου.

Ἰσοσθενές σου Πνεῦμα τοῖς Ἀποστόλοις,

Νημερτὲς ἐξέπεμψας ὡς εὐεργέτης,

ᾌδουσι΄…  

ὁ β’ χορὸς

Δόξα τῷ κράτει σου, Κύριε.

 ὁ α’ χορὸς

ᾠδὴ ε’

Ἦχος βαρὺς

Τὸ διὰ τὸν φόβον σου ληφθὲν Κύριε, ἐν γαστρὶ τῶν Προφητῶν, καὶ κυηθὲν ἐπὶ τῆς γῆς πνεῦμα σωτηρίας, ἀποστολικὰς καρδίας κτίζει καθαράς, καὶ ἐν τοῖς πιστοῖς εὐθὲς ἐγκαινίζεται, φῶς γὰρ καὶ εἰρήνη, διότι τὰ σὰ προστάγματα.

ὁ β’ χορὸς

Ἦχος δ’

Λυτήριον κάθαρσιν ἀμπλακημάτων,

Πυρίπνοον δέξασθε Πνεύματος δρόσον,

Ὢ τέκνα φωτόμορφα τῆς Ἐκκλησίας,

Νῦν ἐκ Σιὼν γὰρ ἐξελήλυθε νόμος,

Ἡ γλωσσοπυρσόμορφος…

ὁ α’ χορὸς

Πνεύματος χάρις.

ὁ β’ χορὸς

ᾠδὴ ς’

Ἦχος βαρὺς

Ναυτιῶν τῷ σάλῳ, τῶν βιοτικῶν μελημάτων, συμπλόοις ποντούμενος ἁμαρτίαις, καὶ ψυχοφθόρω θηρὶ προσριπτούμενος, ὡς ὁ Ἰωνᾶς Χριστὲ βοῶ σοι, Ἐκ θανατηφόρου με βυθοῦ ἀνάγαγε.

ὁ α’ χορὸς   

Ἦχος δ’

λασμὸς ἡμῖν Χριστὲ καὶ σωτηρία,

Ὁ Δεσπότης ἔλαμψας ἐκ τῆς Παρθένου,

Ἵν, ὡς Προφήτην θηρὸς ἐκ θαλαττίου,

Στέρνων Ἰωνᾶν, τῆς φθορᾶς διαρπάσῃς,

Ὅλον τὸν Ἀδάμ,…

ὁ β’ χορὸς

παγγενῆ πεπτωκότα.

ὁ α’ χορὸς

ᾠδὴ ζ’

Ἦχος βαρὺς

Οἱ ἐν καμίνῳ τοῦ πυρὸς ἐμβληθέντες ὅσιοι Παῖδες, τὸ πῦρ εἰς δρόσον μετέβαλον, διὰ τῆς ὑμνῳδίας, οὕτω βοῶντες, Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

ὁ β’ χορὸς

Ἦχος δ’

Σύμφωνον ἐθρόησεν ὀργάνων μέλος,

Σέβειν τὸ χρυσότευκτον ἄψυχον βρέτας.

Ἡ τοῦ Παρακλήτου δὲ φωσφόρος χάρις,

Σεβασμιάζει τοῦ βοᾶν, Τριὰς μόνη,

Ἰσοσθενής,…

ὁ α’ χορὸς

ναρχος, εὐλογητὸς εἶ.

ὁ β’ χορὸς

Στίχ. Ανομεν, ελογομεν, καί προσκυνομεν τν Κριον

ᾠδὴ η’

Ἦχος βαρὺς

φλεκτος πυρὶ ἐν Σινᾷ προσομιλοῦσα, βάτος Θεὸν ἐγνώρισε, τῷ βραδυγλώσσῳ καὶ δυσήχῳ Μωσεῖ καὶ Παῖδας ζῆλος Θεοῦ, τρεῖς ἀναλώτους τῷ πυρὶ ὑμνῳδοὺς ἔδειξε, Πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

ὁ α’ χορὸς  

Ἦχος δ’

Λύει τὰ δεσμὰ καὶ δροσίζει τὴν φλόγα,

Ὁ τρισσοφεγγὴς τῆς θεαρχίας τύπος,

Ὑμνοῦσι Παῖδες, εὐλογεῖ δὲ τὸν μόνον,

Σωτῆρα καὶ παντουργόν, ὡς εὐεργέτην,

Ἡ δημιουργηθεῖσα σύμπασα κτίσις.

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ᾠδὴ θ’

 ὁ α’ χορὸς

Ὁ Εἱρμὸς

Μὴ τῆς φθορᾶς διαπείρᾳ κυοφορήσασα, καὶ παντεχνήμονι Λόγῳ σάρκα δανείσασα, Μῆτερ ἀπείρανδρε, Παρθένε Θεοτόκε, δοχεῖον τοῦ ἀστέκτου, χωρίον τοῦ ἀπείρου πλαστουργοῦ σου, σὲ μεγαλύνομεν.

ὁ β’ χορὸς

Μὴ τῆς φθορᾶς διαπείρᾳ κυοφορήσασα,… 

ὁ α’ χορὸς

πιπαφλάζοντος πάλαι πυρίνου ἅρματος, ὁ ζηλωτὴς καὶ πυρίπνους χαίρων ὀχούμενος, τὴν νῦν ἐκλάμψασαν ἐπίπνοιαν ἐδήλου, ἐξ ὕψους Ἀποστόλοις, ὑφ’ ἧς καταλαμφθέντες, τὴν Τριάδα πᾶσιν ἐγνώρισαν.

ὁ β’ χορὸς

Νόμου τῶν φύσεων δίχα ξένον ἠκούετο, τῶν Μαθητῶν τῆς μιᾶς γὰρ φωνῆς ἀπηχουμένης, Πνεύματος χάριτι, ποικίλως, ἐνηχοῦντο, λαοί, φυλαὶ καὶ γλῶσσαι, τὰ θεῖα μεγαλεῖα, τῆς Τριάδος γνῶσιν μυούμενοι.

ὁ α’ χορὸς

Εἱρμὸς ἄλλος

Χαίροις Ἄνασσα, μητροπάρθενον κλέος.

Ἅπαν γὰρ εὐδίνητον εὔλαλον στόμα,

Ῥητρεῦον, οὐ σθένει σε μέλπειν ἀξίως.

Ἰλιγγιᾷ δὲ νοῦς ἅπας σου τὸν τόκον

Νοεῖν, ὅθεν σὲ συμφώνως δοξάζομεν.

ὁ β’ χορὸς

Χαίροις Ἄνασσα, μητροπάρθενον κλέος….

ὁ α’ χορὸς

Δόξα Πατρὶ…

δειν ἔοικε τὴν φυσίζωον Κόρην.

Μόνη γὰρ ἐν δίνησι κεκρύφει Λόγον

Νοσοῦσαν ἀλθένοντα τὴν βροτῶν φύσιν.

Ὃς δεξιοῖς κλισμοῖσι νῦν ἱδρυμένος

Πατρός, πέπομφε τὴν χάριν τοῦ Πνεύματος.

ὁ β’ χορὸς

Καὶ νῦν…

σοις ἔπνευσεν ἡ θεόῤῥυτος χάρις,

Λάμποντες, ἀστράπτοντες, ἠλλοιωμένοι,

Ὀθνείαν ἀλλοίωσιν εὐπρεπεστάτην

Ἰσοσθενοῦσαν τὴν ἄτμητον εἰδότες,

Σοφὴν τρίφεγγον οὐσίαν δοξάζομεν.

Καταβασίαι

ὁ α’ χορὸς  

Ἦχος βαρὺς

Μὴ τῆς φθορᾶς διαπείρᾳ κυοφορήσασα, καὶ παντεχνήμονι Λόγῳ σάρκα δανείσασα, Μῆτερ ἀπείρανδρε, Παρθένε Θεοτόκε, δοχεῖον τοῦ ἀστέκτου, χωρίον τοῦ ἀπείρου πλαστουργοῦ σου, σὲ μεγαλύνομεν.

Ἦχος δ’

ὁ β’ χορὸς

Χαίροις Ἄνασσα, μητροπάρθενον κλέος.

Ἅπαν γὰρ εὐδίνητον εὔλαλον στόμα,

Ῥητρεῦον, οὐ σθένει σε μέλπειν ἀξίως.

Ἰλιγγιᾷ δὲ νοῦς ἅπας σου τὸν τόκον

Νοεῖν, ὅθεν σε συμφώνως δοξάζομεν.

Συναπτ μικρ μεθ’ ν κφνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…   

Ἐξαποστειλάριον  Ἦχος γ’

ὁ α’ χορὸς  

Ὁ οὐρανὸν τοῖς ἄστροις

Τὸ πανάγιον Πνεῦμα, τὸ προϊὸν ἐκ τοῦ Πατρός, καὶ δι’ Υἱοῦ ἐνδημῆσαν, τοῖς ἀγραμμάτοις Μαθηταῖς, τοὺς σὲ Θεὸν ἐπιγνόντας, σῶσον, ἁγίασον πάντας.

ὁ β’ χορὸς

Τὸ πανάγιον Πνεῦμα,…

ὁ α’ χορὸς

Ἕτερον  Ἦχος ὁ αὐτὸς

Φῶς ὁ Πατήρ, φῶς ὁ Λόγος, φῶς καὶ τὸ ἅγιον Πνεῦμα, ὅπερ ἐν γλώσσαις πυρίναις, τοῖς Ἀποστόλοις ἐπέμφθη, καὶ δι’ αὐτοῦ πᾶς ὁ κόσμος φωταγωγεῖται,…

ὁ β’ χορὸς

Τριάδα σέβειν ἁγίαν.   

ΑΙΝΟΙ

ὁ α’ χορός

Ἦχος δ

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. 

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ α’ χορὸς

Ἦχος δ’

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Παράδοξα σήμερον εἶδον τὰ ἔθνη πάντα ἐν πόλει Δαυΐδ, ὅτε τὸ Πνεῦμα κατῆλθε τὸ ἅγιον ἐν πυρίναις γλώσσαις, καθὼς ὁ θεηγόρος Λουκᾶς ἀπεφθέγξατο, Φησὶ γάρ, Συνηγμένων τῶν Μαθητῶν τοῦ Χριστοῦ, ἐγένετο ἦχος καθάπερ φερομένης βιαίας πνοῆς, καὶ ἐπλήρωσε τὸν οἶκον, οὗ ἦσαν καθήμενοι, καὶ πάντες ἤρξαντο φθέγγεσθαι, ξένοις ῥήμασι, ξένοις δόγμασι, ξένοις διδάγμασι, τῆς ἁγίας Τριάδος.

ὁ β’ χορὸς

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος , αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Παράδοξα σήμερον εἶδον τὰ ἔθνη…

ὁ α’ χορὸς

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

Τὸ Πνεῦμα τὸ ἅγιον, ἦν μὲν ἀεί, καὶ ἔστι καὶ ἔσται, οὐτε ἀρξάμενον, οὔτε παυσόμενον, ἀλλ’ ἀεὶ Πατρὶ καὶ Υἱῷ συντεταγμένον, καὶ συναριθμούμενον, ζωή, καὶ ζωοποιοῦν, φῶς, καὶ φωτὸς χορηγόν,  αὐτάγαθον, καὶ πηγὴ ἀγαθότητος, δι’ οὗ Πατὴρ γνωρίζεται, καὶ Υἱὸς δοξάζεται, καὶ παρὰ πάντων γινώσκεται, μία δύναμις, μία σύνταξις, μία προσκύνησις, τῆς ἁγίας Τριάδος.

ὁ β’ χορὸς 

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Τὸ Πνεῦμα τὸ ἅγιον, φῶς, καὶ ζωή, καὶ ζῶσα πηγὴ νοερά, Πνεῦμα σοφίας, Πνεῦμα συνέσεως, ἀγαθόν, εὐθές, νοερόν, ἡγεμονεῦον καθαῖρον τὰ πταίσματα, Θεὸς καὶ θεοποιοῦν, πῦρ, ἐκ πυρὸς προϊόν, λαλοῦν, ἐνεργοῦν, διαιροῦν τὰ χαρίσματα, δι’ οὗ Προφῆται ἅπαντες, καὶ Θεοῦ Ἀπόστολοι, μετὰ Μαρτύρων ἐστέφθησαν, Ξένον ἄκουσμα, ξένον θέαμα, πῦρ διαιρούμενον εἰς νομὰς χαρισμάτων.

ὁ α’ χορὸς

Δόξα πατρὶ…… Καὶ νῦν …Ἦχος πλ. β’

Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών, καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρὸς τῶν ἀγαθῶν, καὶ ζωῆς χορηγός, ἐλθέ, καὶ σκήνωσον ἐν ἡμῖν, καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος, καὶ σῶσον ἀγαθὲ…

ὁ β’ χορὸς

τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη

εἰς ἦχον πλ. β’ ( Ἀργή ἢ σύντομος )

ὁ α’ χορός

  • Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

ὁ β’ χορός

  • μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

ὁ α’ χορός

  • Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα,

ὁ β’ χορός

  • Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

ὁ α’ χορός

  • Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

  • τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

ὁ α’ χορός

  • Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ὁ β’ χορός

  • Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

ὁ β’ χορός

  • Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

ὁ α’ χορός

  • Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

ὁ β’ χορός

  • τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

ὁ α’ χορός

  • Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

              Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ β’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

Ἅγιος ὁ Θεός,
ὁ β’ χορός

Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός

γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

καὶ εὐθύς τὸ Ἀπολυτίκιον τῆς ἑορτῆς

ὁ β’ χορός

Ἦχος πλ. δ.

Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ δι’ αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας, φιλάνθρωπε, δόξα σοι.  

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Ἀντίφωνον Α’

Ἦχος β’

Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

Στίχ. μέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Στίχ. Οὐκ εἰσὶ λαλιαὶ οὐδὲ λόγοι ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου.

Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Δόξα Πατρὶ… Καὶ νῦν…

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Ἀντίφωνον Β’

Ἦχος ὁ αὐτὸς

Στίχ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως, ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ Θεοῦ Ἰακώβ.

Σῶσον ἡμᾶς, Παράκλητε ἀγαθέ, ψάλλοντάς σοι, Ἀλληλούϊα.

Στίχ. ξαποστείλαι σοι βοήθειαν ἐξ ἁγίου, καὶ ἐκ Σιὼν ἀντιλάβοιτό σου.

Σῶσον ἡμᾶς, Παράκλητε ἀγαθέ…

Στίχ. Μνησθείη πάσης θυσίας σου, καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω.

Σῶσον ἡμᾶς, Παράκλητε ἀγαθέ… 

Στίχ.Δῴη σοι Κύριος κατὰ τὴν καρδίαν σου καὶ πᾶσαν τὴν βουλήν σου πληρώσαι.

Σῶσον ἡμᾶς, Παράκλητε ἀγαθέ…

Δόξα Πατρὶ… Καὶ νῦν…

μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.  

Ἀντίφωνον Γ’

Στίχ. Κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ Βασιλεύς, καὶ ἐπὶ τῷ σωτηρίῳ σου ἀγαλλιάσεται σφόδρα.

Ἦχος πλ. δ’

Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ δι’ αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας, φιλάνθρωπε, δόξα σοι.

Στίχ. Τὴν ἐπιθυμίαν τῆς καρδίας αὐτοῦ ἔδωκας αὐτῷ καὶ τὴν θέλησιν τῶν χειλέων αὐτοῦ οὐκ ἐστέρησας αὐτόν.

Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν…

Στίχ. τι προέφθασας αὐτὸν ἐν εὐλογίαις χρηστότητος, ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου.

Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν…

Στίχ. Ζωὴν ᾐτήσατό σε, καὶ ἔδωκας αὐτῷ μακρότητα ἡμερῶν εἰς αἰῶνα αἰῶνος.

Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν…

Εἰσοδικὸν

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

ψώθητι, Κύριε, ἐν τῇ δυνάμει σου, ᾄσωμεν καὶ ψαλοῦμεν τὰς δυναστείας σου, Σῶσον ἡμᾶς, Παράκλητε ἀγαθέ,…

ψάλλοντάς σοι. Ἀλληλούϊα.

Τὸ Ἀπολυτίκιον

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Ἦχος πλ. δ’

Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ δι’ αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας, φιλάνθρωπε, δόξα σοι.

Κοντάκιον

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)  

Ἦχος πλ. δ’

τε καταβὰς τὰς γλώσσας συνέχεε, διεμέριζεν ἔθνη ὁ Ὕψιστος, ὅτε τοῦ πυρὸς τὰς γλώσσας διένειμεν, εἰς ἑνότητα πάντας ἐκάλεσε, καὶ συμφώνως δοξάζομεν τὸ πανάγιον Πνεῦμα.

Τρισάγιον

Ἀπόστολος

Προκείμενον

Ἦχος πλ. δ’

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν.

Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ.

Πρὸς Ῥωμαίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα. (Ῥωμ. α´ 7-12)

δελφοί, χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου ᾿Ιησοῦ Χριστοῦ. Πρῶτον μὲν εὐχαριστῶ τῷ Θεῷ μου διὰ ᾿Ιησοῦ Χριστοῦ ὑπὲρ πάντων ὑμῶν, ὅτι ἡ πίστις ὑμῶν καταγγέλλεται ἐν ὅλῳ τῷ κόσμῳ. Μάρτυς γάρ μού ἐστιν ὁ Θεός, ᾧ λατρεύω ἐν τῷ πνεύματί μου ἐν τῷ εὐαγγελίῳ τοῦ υἱοῦ αὐτοῦ, ὡς ἀδιαλείπτως μνείαν ὑμῶν ποιοῦμαι, πάντοτε ἐπὶ τῶν προσευχῶν μου δεόμενος εἴ πως ἤδη ποτὲ εὐοδωθήσομαι ἐν τῷ θελήματι τοῦ Θεοῦ ἐλθεῖν πρὸς ὑμᾶς. Ἐπιποθῶ γὰρ ἰδεῖν ὑμᾶς, ἵνα τι μεταδῶ χάρισμα ὑμῖν πνευματικὸν εἰς τὸ στηριχθῆναι ὑμᾶς, τοῦτο δέ ἐστι συμπαρακληθῆναι ἐν ὑμῖν διὰ τῆς ἐν ἀλλήλοις πίστεως μν τε κα μο.

 Ἀλληλούϊα  Ἦχος α’

Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν.

Στίχ. ξ οὐρανοῦ ἐπέβλεψεν ὁ Κύριος.

Εὐαγγέλιον

Ἐκ τοῦ κατὰ Ματθαῖον.

Εἶπεν ὁ Κύριος· Τῷ αἰτοῦντί σε δός, καὶ τὸν θέλοντα ἀπὸ σοῦ δανείσασθαι μὴ ἀποστραφῇς. ᾽Ηκούσατε ὅτι ἐρρέθη, ᾽Αγαπήσεις τὸν πλησίον σου καὶ μισήσεις τὸν ἐχθρόν σου. Ἐγὼ δὲ λέγω ὑμῖν, ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν καὶ προσεύχεσθε ὑπὲρ τῶν διωκόντων ὑμᾶς, ὅπως γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς, ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. Ἐὰν γὰρ ἀγαπήσητε τοὺς ἀγαπῶντας ὑμᾶς, τίνα μισθὸν ἔχετε; οὐχὶ καὶ οἱ τελῶναι τὸ αὐτὸ ποιοῦσιν; καὶ ἐὰν ἀσπάσησθε τοὺς ἀδελφοὺς ὑμῶν μόνον, τί περισσὸν ποιεῖτε; οὐχὶ καὶ οἱ ἐθνικοὶ τὸ αὐτὸ ποιοῦσιν; ῎Εσεσθε οὖν ὑμεῖς τέλειοι ὡς ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τλεις στιν.

Δόξα σοι, Κύριε, δόξα σοι.

Καὶ καθεξῆς Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου

Εἰς τὸ Ἐξαιρέτως

Ὁ Εἱρμὸς τῆς θ’ᾠδῆς ἦχος δ’

Χαίροις Ἄνασσα, μητροπάρθενον κλέος.

Ἅπαν γὰρ εὐδίνητον εὔλαλον στόμα,

Ῥητρεῦον, οὐ σθένει σε μέλπειν ἀξίως.

Ἰλιγγιᾷ δὲ νοῦς ἅπας σου τὸν τόκον

Νοεῖν, ὅθεν σὲ συμφώνως δοξάζομεν.

 

Κοινωνικὸν

ἦχος α’

Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. λληλούϊα.

ἦχος β’

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.  

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα

ἦχος β’

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).

πόλυσις

«…῾Ο ἐν εἴδει πυρίνων γλωσσῶν οὐρανόθεν καταπέμψας τό Πανάγιον Πνεῦμα, ἐπί τούς ῾Αγίους Αὐτοῦ μαθητάς καί ᾽Αποστόλους, Χριστός, ὁ ἀληθινός…».

https://agioskosmasoaitolos.wordpress.com

10 ΙΟΥΝ17 ΑΠΟΔΟΣΙΣ ΤΗΣ ΜΕΓΑΛΗΣ ΕΟΡΤΗΣ ΤΗΣ ΠΕΝΤΗΚΟΣΤΗΣ

Advertisements

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση / Αλλαγή )

Σύνδεση με %s

Αρέσει σε %d bloggers: