Σχολιάστε

ΕΣΠΕΡΙΝΟΣ ΤΗΣ ΕΟΡΤΗΣ ΤΗΣ ΣΥΝΑΞΕΩΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ ΠΕΦΑΝΕΡΩΜΕΝΗΣ ΛΕΥΚΑΔΟΣ (2017)

5 ΙΟΥΝΙΟΥ 2017

+ΔΕΥΤΕΡΑ ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ.

+ΣΥΝΑΞΙΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ ΤΗΣ ΠΕΦΑΝΕΡΩΜΕΝΗΣ

Αποτέλεσμα εικόνας για παναγια φανερωμενη λευκαδα

Τ  ΚΥΡΙΑΚ ΕΣΠΕΡΑΣ (04/06/17)

 

ὁ Ἱερες: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ὁ α’ χορός: μήν.

ναγνστης:

  •    Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.

  • Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

  • Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Ψαλμς ργ’ (103)

  • Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.

  • Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.

  • Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ.

  • Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων.

  • Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.

  • Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

  • Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα.

  • Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν.

  • Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τόπον, ὃν ἐθεμελίωσας αὐτά.

  • Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν.

  • Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνάμεσον τῶν ὀρέων διελεύσονται ὕδατα.      

  • Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν.

  • Ἐπ’ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν.

  • Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.

  • Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων.

  • Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου.

  • Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.

  • Χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας.

  • Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν.

  •   Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγῳοῖς.

  •   Ἐποίησε σελήνην εἰς καιρούς ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ.

  • Ἔθου σκότος, καὶ ἐγένετο νύξ ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ.

  • Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς.

  • Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται.

  • Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας.

  • Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου.

  • Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων.

  • Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ.

  • Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον δόντος σου αὐτοῖς συλλέξουσιν.

  • Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται.

  • Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.

  • Ἐξαποστελεῖς τὸ πνεῦμα σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.

  • Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ.

  • Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται.

  • ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.

  • Ἠδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ.

  • Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

Κα πλιν

  • Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ ἔθου σκότος, καὶ ἐγένετο νύξ.

  • Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε πάντα ἐν σοφίᾳ ἐποίησας.

Δξα ΠατρίΚα νν

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ’).

ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.

                       ὁ διάκονος:

  • ν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. ……

ὁ α’ χορς

Ἦχος α’  Ψαλμς ρμ’ (140)

  • Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.

     ὁ β’ χορός

  • Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.

          ὁ α’ χορός

Στίχ. κ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.

Πεντηκοστὴν ἑορτάζομεν, καὶ Πνεύματος ἐπιδημίαν, καὶ προθεσμίαν ἐπαγγελίας, καὶ ἐλπίδος συμπλήρωσιν, καὶ τὸ μυστήριον ὅσον, Ὡς μέγα τε καὶ σεβάσμιον! Διὸ βοῶμέν σοι, Δημιουργὲ τοῦ παντὸς Κύριε, δόξα σοι.

ὁ β’ χορός

Στίχ.  Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.

Πεντηκοστὴν ἑορτάζομεν,…..

αχορός

Στίχ. ὰν ἀνομίας παρατηρήσης, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶὁἱλασμός ἐστιν.

Γλώσσαις ἀλλογενῶν, ἐκαινούργησας Χριστὲ τοὺς σοὺς Μαθητάς, ἵνα δι’ αὐτῶν σε κηρύξωσι, τὸν ἀθάνατον Λόγον καὶ Θεόν, τὸν παρέχοντα ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

βχορός

Στίχ. νεκεν τοῦὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

Πάντα χορηγεῖ τὸ Πνεῦμα τὸ ἅγιον, βρύει προφητείας, ἱερέας τελειοῖ, ἀγραμμάτους σοφίαν ἐδίδαξεν, ἁλιεῖς θεολόγους ἀνέδειξεν, ὅλον συγκροτεῖ τὸν θεσμὸν τῆς Ἐκκλησίας. Ὁμοούσιε καὶ Ὁμόθρονε, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, Παράκλητε, δόξα σοι.

ΤΗΣ ΘΕΟΤΟΚΟΥ ΤΗΣ ΠΕΦΑΝΕΡΩΜΕΝΗΣ

ΣΤΙΧΗΡΑ ΠΡΟΣΟΜΟΙΑ

ὁ α’ χορός

Ἦχος α’

Στίχ. πὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.

Ὢ τοῦ παραδόξου θαύματος

Σήμερον φαιδρῶς ἀγάλλονται, Θεοτόκε λίαν, οἱ πιστοί φιλέορτοι, μνησθέντες περιχαρῶς, τῶν θαυμασίων σου.  καί χαίρουσιν ἐπί γῆς, ὡς οἱ  ἐν πόλῳτῇ θεία Εἰκόνι σου. ἀσπάζονται εὐλαβῶς, καί λιτανεύοντες ταῦτά σοι φθέγγονται.. Θεοτόκε μή παρίδῃς, τούς ἐν ταύτῃ δούλους σου, Λευκαδίᾳ τῇ Νήσῳ, τούς τιμῶντας σου τήν σύναξιν.

ὁ β’ χορός

Στίχ. τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ’ αὐτῷ λύτρωσις’ καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Σήμερον ἡμῖν ἐπέφανεν, ἑορτῆς ἡμέρα, σῆς Ἀγνῆς συνάξεως, ἐν ταύτῃ σου τῇ Μονῇ, ἐν ᾖ προώρισας οἰκεῖν μεγαλοπρεπῶς, διά τοῦ σοῦ χαρακτῆρος πανύμνητε. διό καί τοῦ σοῦ Υἱοῦ, οἱ θεῖοι μύσται αὐτήν ἐδομήσαντο, οἱ μετά τοῦ Κορυφαίου Πέτρου, θεῖοι κήρυκες, προκηρύξαντες ταύτην, σοῦ ἐν τῇδε θείαν ἔλευσιν.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

Βαβαὶ τῶν σῶν μεγαλείων Ἁγνή! Θεοτόκε μόνη, σὺ ἐγνώσθης ἄχραντε, καὶ  Μήτηρ τοῦ Ποιητοῦ· ὢ ξένον ἄκουσμα! εὐφραίνονται οἱ πιστοί, καὶ σοὶ ἐξαίρετον ὕμνον προσφέρουσι· δοξάξει σε ὁ χορός, τῶν νοερῶν Ἀσωμάτων Δυνάμεων· καὶ ὁ ἐν τῇ νήσῳ σύμπας, Λευκαδίων σύλλογος, νῦν συγχαίρει τῇ θέᾳ τοῦ ἀμώμου χαρακτῆρος σου

ὁ β’ χορός

Στίχ. τι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

Τὴν σὴν δοξάζουσι σύναξιν, ἐν Λευκάδι νήσῳ, ᾽Ηπειρῶται ἅπαντες, οἱ Ἴονες καὶ λοιποί, Ἁγνὴ φιλέορτοι· συγχαίρει πᾶς ὁ λαός, διπλῆν πανήγυριν ἄγων ἐν Πνεύματι, τὴν πλήρωσιν τῆς αὐτῆς, ἐπαγγελίας Θεοῦ ἣν προώρισεν, ἅμα τε τῇ σῇ ἐλεύσει, διὰ τοῦ ἁγίου σου, θαυμαστοῦ χαρακτῆρος, Θεοτόκε ἀειπάρθενε.

ὁ α’ χορός

Δόξα Πατρί… Ἦχοςπλ.δ’ Λέοντος Δεσπότου

Δεῦτε λαοί, τὴν τρισυπόστατον θεότητα προσκυνήσωμεν, Υἱὸν ἐν τῷ Πατρί, σὺν ἁγίῳ Πνεύματι, Πατὴρ γὰρ ἀχρόνως ἐγέννησεν Υἱόν, συναΐδιον καὶ σύνθρονον, καὶ Πνεῦμα ἅγιον ἦν ἐν τῷ Πατρί, σὺν Υἱῷ δοξαζόμενον΄ μία δύναμις, μία οὐσία, μία Θεότης, ἣν προσκυνοῦντες πάντες λέγομεν΄ Ἅγιος ὁ Θεός, ὁ τὰ πάντα δημιουργήσας δι’ Υἱοῦ, συνεργίᾳ τοῦ Ἁγίου Πνεύματος. Ἅγιος ἰσχυρός, δι’ οὗ τὸν Πατέρα ἐγνώκαμεν, καὶ τὸ Πνεῦμα τὸ Ἅγιον ἐπεδήμησεν ἐν κόσμῳ. Ἅγιος ἀθάνατος, τὸ παράκλητον Πνεῦμα, τὸ ἐκ Πατρὸς ἐκπορευόμενον, καὶ ἐν Υἱῷ ἀναπαυόμενον. Τριὰς ἁγία, δόξα σοι.

ὁ β’ χορός

Καὶ νῦν. Θεοτοκίον. ῏Ηχος ὁ αὐτός.

Δεῦτε λαοί, τὴν τῆς Θεοτόκου παναγίαν σύναξιν, τὴν ἐν τοῖς Λευκαδίοις ἡμῖν ἑορτάσωμεν. Ὁ γὰρ πανάγιος αὐτῆς Ναός, ἄλλη τις πηγὴ τῶν ἰαμάτων, τοῖς μετὰ πίστεως αὐτῷ προστρέχουσι δείκνυται· νόσοι θεραπεύονται, δαίμονες ἐλαύνονται, συμφοραὶ σκεδάννυνται καὶ θλίψεις, καὶ αἱ αἰτήσεις ἐκπληροῦνται τῶν δεομένων. Ὡς γὰρ ἡ δόξα τῆς Παρθένου ἐξαίρετος, οὕτω καὶ τὰ ἑαυτῆς θαυμάσια, ἐξαίρετα ὑπάρχει καὶ ὑπερκόσμια· οὕτω τοὺς μὲν εὐθύφρονας βραβεύει, τοὺς δὲ ἀγνώμονας ἀμύνεται. Διὸ Αὐτῇ προσείπωμεν λέγοντες· Πᾶσα ἡ ἐλπὶς ἡμῶν Ἁγνή, ἐπὶ σοὶ πέποιθεν· Ἀειπάρθενε, δόξα σοι.

Εσοδος.

Σοφα ρθοί !

Ἦχος β’

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.

ὁ Διάκονος: σπέρας Προκείμενον

Προκείμενον  Ἦχος βαρὺς

  • ὁ α’χορὸς

Τίς Θεὸς μέγας, ὡς ὁ Θεὸς ἡμῶν;  σὺ εἶ ὁ Θεός, ὁ ποιῶν θαυμάσια μόνος.

Στίχ. α’. γνώρισας ἐν τοῖς λαοῖς τὴν δύναμίν σου.

  • ὁ β’χορὸς

Τίς Θεὸς μέγας…

Στίχ. β’. Kαὶ εἶπα. Νῦν ἠρξάμην, αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ὑψίστου.

Τίς Θεὸς μέγας…

  • ὁ α’χορὸς

Στίχ. γ’. μνήσθην τῶν ἔργων Κυρίου, ὅτι μνησθήσομαι ἀπὸ τῆς ἀρχῆς τῶν θαυμασίων σου.

Τίς Θεὸς μέγας… 

καὶ τὰ Ἀναγνώσματα.

Γενέσεως τὸ Ἀνάγνωσμα.

(Κεφ. κη΄, 10-17)

ξῆλθεν Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου, καὶ ἐπορεύθη εἰς Χαῤῥὰν καὶ ἀπήντησε τόπῳ καὶ ἐκοιμήθη ἐκεῖ· ἔδυ γὰρ ὁ ἥλιος. Καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου, καὶ ἔθηκεν πρὸς κεφαλῆς αὐτοῦ· καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ, καὶ ἐνυπνιάσθη. Καὶ ἰδοὺ κλίμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανόν· καὶ οἱ Ἄγγελοι τοῦ Θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ᾿ αὐτῆς· ὁ δὲ Κύριος ἐπεστήρικτο ἐπ᾿ αὐτῆς· καὶ εἶπεν· Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ τοῦ πατρός σου, καὶ ὁ Θεὸς Ἰσαάκ· μὴ φοβοῦ. Ἡ γῆ, ἐφ᾿ ἧς σὺ καθεύδεις ἐπ᾿ αὐτῆς, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου. Καὶ ἔσται τὸ σπέρμα σου ὡς ἡ ἄμμος τῆς γῆς, καὶ πλατυνθήσεται ἐπὶ θάλασσαν, καὶ ἐπὶ λίβα, καὶ ἐπὶ βοῤῥᾶν, καὶ ἐπ᾿ ἀνατολάς· καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς, καὶ τῷ σπέρματί σου. Καὶ ἰδοὺ ἐγώ εἰμι μετὰ σοῦ, διαφυλάσσων σε ἐν τῇ ὁδῷ πάσῃ, οὗ ἂν πορευθῇς, καὶ ἀποστρέψω σε εἰς τὴν γῆν ταύτην· ὅτι οὐ μή σε ἐγκαταλίπω, ἕως τοῦ ποιῆσαί με πάντα ὅσα ἐλάλησά σοι. Καὶ ἐξηγέρθη Ἰακὼβ ἀπὸ τοῦ ὕπνου αὐτοῦ καὶ εἶπεν· Ὅτι ἔστι Κύριος ἐν τῷ τόπῳ τούτῳ, ἐγὼ δὲ οὐκ ᾔδειν. Καὶ ἐφοβήθη καὶ εἶπεν· Ὡς φοβερὸς ὁ τόπος οὗτος! οὐκ ἔστι τοῦτο, ἀλλ᾿ ἤ οἶκος Θεοῦ· καὶ αὕτη ἡ πύλη τοῦ οὐρανοῦ.

Προφητείας Ἰεζεκιὴλ τὸ Ἀνάγνωσμα.

(Κεφ. μγ΄, 27-μδ΄, 4)

σται ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπέκεινα, ποιήσουσιν οἱ ἱερεῖς ἐπὶ τὸ θυσιαστήριον τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰ τοῦ σωτηρίου ὑμῶν· καὶ προσδέξομαι ὑμᾶς, λέγει Κύριος. Καὶ ἐπέστρεψέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς ἐξωτέρας, τῆς βλεπούσης κατὰ ἀνατολάς· καὶ αὕτη ἦν κεκλεισμένη. Καὶ εἶπε Κύριος πρός με· Ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς οὐ μὴ διέλθῃ δι᾿ αὐτῆς, ὅτι Κύριος ὁ Θεὸς Ἰσραὴλ εἰσελεύσεται δι᾿ αὐτῆς, καὶ ἔσται κεκλεισμένη. Διότι ὁ ἡγούμενος οὗτος καθήσεται ἐν αὐτῇ, τοῦ φαγεῖν ἄρτον ἐναντίον Κυρίου. Κατὰ τὴν ὁδὸν τοῦ Αἰλάμ τῆς πύλης εἰσελεύσεται καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται. Καὶ εἰσήγαγέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς οῤῥᾶν, κατέναντι τοῦ οἴκου· καὶ εἶδον, καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος τοῦ Κυρίου.

Παροιμιῶν τὸ Ἀνάγνωσμα.

(Κεφ. θ΄, 1-11)

Σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον, καὶ ὑπήρεισε στύλους ἑπτά. Ἔσφαξε τὰ ἑαυτῆς θύματα, ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον, καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν. Ἀπέστειλε τοὺς ἑαυτῆς δούλους, συγκαλοῦσα μετὰ ὑψηλοῦ κηρύγματος ἐπὶ κρατῆρα λέγουσα· Ὅς ἐστιν ἄφρων, ἐκκλινάτω πρός με. Καὶ τοῖς ἐνδεέσι φρενῶν εἶπεν· Ἔλθετε, φάγετε τῶν ἐμῶν ἄρτων, καὶ πίετε οἶνον, ὅν κεκέρακα ὑμῖν. Ἀπολείπετε ἀφροσύνην, ἵνα εἰς τὸν αἰῶνα βασιλεύσητε· καὶ ζητήσατε φρόνησιν, καὶ κατορθώσατε ἐν γνώσει σύνεσιν. Ὁ παιδεύων κακούς, λήψεται ἑαυτῷ ἀτιμίαν· ἐλέγχων δὲ τὸν ἀσεβῆ, μωμήσεται ἑαυτόν. Μὴ ἔλεγχε κακούς, ἵνα μὴ μισήσωσί σε· ἔλεγχε σοφόν, καὶ ἀγαπήσει σε. Δίδου σοφῷ ἀφορμήν, καὶ σοφώτερος ἔσται· γνώριζε δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι. Ἀρχὴ σοφίας, φόβος Κυρίου· καὶ βουλὴ ἁγίων, σύνεσις· τὸ δὲ γνῶναι νόμον, διανοίας ἐστὶν ἀγαθῆς. Τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσεις χρόνον, καὶ προστεθήσεταί σοι ἔτη ζωῆς.

  • Ὁ διάκονος:

  • Εἴπωμεν πάντες

Ὁ Προεστὼς ἢ ὁ ναγνστης:

Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. μν.

  • Ὁ διάκονος:

  • Πληρώσωμεν τὴν ἑσπερινὴν …….

πστιχα

Στιχηρὰ Προσόμοια

ὁ α’ χορός

Ἦχος πλ.α’

Χαίροις ἀσκητικῶν

Χαίρει σου ὁ λαὸς καὶ σκιρτᾷ Δέσποινα ἔχων, σὸν Ναὸν τὸν πανάγιον, καὶ σοῦ τὴν σεπτὴν Εἰκόνα, ἔνδον ἑστῶσαν ἀεί· πάλιν ἐρῶ χαίρει, καὶ ἐξίσταται. Τοῦ γὰρ θείου οἴκου σου, οἱ Ἀπόστολοι πέλουσι, κτίτορες πρῶτοι, οἱ τοῦ Παύλου ἀκόλουθοι· ἡ δὲ Χάρις σου, τὴν εἰκόνα σου ᾽Αχραντε, Κόρη αὐτοσχεδίασε, καὶ χάριτος ἔπλησεν, ἐν τῇ ἐξόχῳ σου Πόλει, ἣν κατεκόσμησε χρώμασι, τοῦ θαύματος ὅλως, ἐξιστάμενος ὁ θύτης, ζωγράφος Κάλλιστος.

ὁ β’ χορός

Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

Ἔλυσεν ἀνομβρίας αὐχμόν, τῆς νήσου Λήμνου, ἡ Εἰκὼν ἐρχομένη σου, ἐνταῦθα ποντοποροῦσα, Θεοκυῆτορ Ἁγνή· ὅθεν ἡγιάσθη, γῆ καὶ θάλασσα· διὸ καὶ ἡ πόλις σου, τὴν αὐτὴν ἀπολαύσασα, Ἁγία Μαύρα, πλήρης χάριτος γέγονε, προϋπάρχουσα, κατηφείας τε ἔμπλεως· νόσους καὶ γὰρ ἰάσατο, αὐχμόν τε διέλυσε, καὶ κατεπαύσατο κλόνους, τῆς γῆς καὶ δαίμονας ὤθησεν, ἐκ γένους βροτείου, καὶ ἰάσατο τοὺς πάντας, καὶ πάντας ἔσωσεν.

ὁ α’ χορός

Στίχ. Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ· ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ῞Υψιστος.

φοδον τῶν ἀκρίδων ποτέ, πρὸς Λευκαδίαν, ἐρχομένων Θεόνυμφε, ἀπέπνιξας ἐν θαλάσσῃ, παρακαλοῦντος τοῦ λαοῦ, καὶ γυνῆς τὸ σφάλμα ἀπεσόβησας, τοὺς δὲ συνικάνωσας, ἐκμαθεῖν τὸ ἀτόπημα, διὰ τοῦ ἔργου, καὶ ἑτέροις ἐπέδωκας, τὰ αἰτήματα, ἐκ κινδύνων τε σώσασα· ὅθεν καὶ σοῦ εὐγνώμονες, Παρθένε ἐδείχθησαν, καὶ μονασταὶ διὰ τοῦτο, περιωπῇ τῇ τοῦ κλήρου σου, συνάμα φοιτῶσι, προσδοκῶντες τοῦ Υἱοῦ σου, τὸ μέγα ἔλεος.

ὁ β’ χορός

Δόξα…. Τῆς ῾Εορτῆς. ῏Ηχος πλ. δ’.

Γλῶσσαι ποτὲ συνεχύθησαν, διὰ τὴν τόλμαν τῆς πυργοποιΐας· γλῶσσαι δὲ νῦν ἐσοφίσθησαν, διὰ τὴν δόξαν τῆς Θεογνωσίας. ᾽Εκεῖ κατεδίκασε Θεός, τοὺς ἀσεβεῖς τῷ πταίσματι· ἐνταῦθα ἐφώτισε Χριστός, τοὺς ἁλιεῖς τῷ Πνεύματι· τότε κατειργάσθη ἡ ἀφωνία πρὸς τιμωρίαν· ἄρτι καινουργεῖται ἡ συμφωνία, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

ὁ α’ χορός

Καὶ νῦν. Τῆς Θεοτόκου. ῏Ηχος ὁ αὐτός.

Γλώσσας πιστῶν κατεσόφισας, μελετώσας τὴν θεοσοφίαν, καὶ προσφερούσας σοι Ἁγνὴ τὸν ὕμνον· καὶ γλώσσας σοφῶν κατεμώρανας, μελετώσας ματαιολογίας, καὶ προσφερούσας σοι ἀεὶ τὰ φαῦλα.῾Ως οὖν βραβεύεις τοὺς εὐθεῖς καὶ λείους, οὕτω καὶ προσκρούεις, τοὺς τὰ ἀντίθετά σοι πράττουσι. Σῶζε διὸ τοὺς δούλους σου, τούς τε κληρικούς καὶ τοὺς δημότας, τούς εὐσεβῶς τιμῶντάς σου Παρθένε, τὴν ἐνταῦθά σου ἁγίαν σύναξιν, καὶ τὸν χαρακτῆρά σου ἀσπαζομένους, τὸν ἀχειροποίητον καὶ ἅγιον· καὶ ῥῦσαι τοὺς ἐλπίζοντας εἰς σέ, ἐκ παντοίων κινδύνων καὶ θλίψεων.

ὁ προεστὼς: Νῦν ἀπολύεις …Τρισάγιον…

ὁ α’ χορός

Ἀπολυτίκιον. Τῆς ῾Εορτῆς ἦχος πλ. δ’

Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ δι’ αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας, φιλάνθρωπε, δόξα σοι.

ὁ β’ χορός

Δόξα Πατρὶ… Τῆς Θεοτόκου ἦχος πλ. δ’

ν τῇ Μονῇ σου Παρθένε πόθῳ προστρέχοντες καί προσκυνοῦντες τήν θαυμαστήν σου Εἰκόνα, μετ’εὐλαβείας ἀντλοῦμεν τάς χάριτας· καί δι’αὐτῆς ἔκ τε σεισμοῦ, λιμοῦ, λοιμοῦ, αὐχμοῦ καί νόσων, ταῖς πρεσβείαις σου σωζόμεθα.

ὁ α’ χορὸς

Καὶ νῦν……ἦχος α’  Τοῦ λίθου σφραγισθέντος

Τόν τύπον τῆς μορφῆς σου Θεοτόκε Πανάχραντε, τόν ἀχειροποίητον πάντες, προσκυνοῦντες τιμῶμέν σε. δι’ οὖ ἡμεῖς λοιμοῦ τε καί σεισμοῦ, βαρβάρων καί ἐχθρῶν ἐπιδρομῆς, καί κινδύνων ἐκ παντοίων καί πειρασμῶν, λυτρούμενοί σοι βοῶμεν. δόξα τῇ παναγάθῳ σου βουλῇ. δόξα τῇ εὐσπλαχνίᾳ σου. δόξα τῆ εἰς ἡμᾶς Ἁγνή θείᾳ προνοίᾳ σου.

https://agioskosmasoaitolos.wordpress.com

4 ΙΟΥΝ17 ΕΣΠΕΡΙΝΟΣ ΣΥΝΑΞΕΩΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ ΤΗΣ ΦΑΝΕΡΩΜΕΝΗΣ

 

Advertisements

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση / Αλλαγή )

Σύνδεση με %s

Αρέσει σε %d bloggers: