Σχολιάστε

ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΕΟΡΤΗΣ ΑΓΙΟΥ ΧΡΙΣΤΟΦΟΡΟΥ ΤΟΥ ΜΑΡΤΥΡΟΣ(2017)

9 ΜΑΪΟΥ 2017

+ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Χριστοφόρου

Αποτέλεσμα εικόνας για αγιοσ χριστοφοροσ

ΟΡΘΡΟΣ

Μετά τό· «Εὐλογητὸς ὁ Θεός…» ψάλλεται τό· «Χριστός ἀνέστη…», τρίς, ἅπαξ ἀπό τοῦ ῾Ιεροῦ Βήματος καί ἀνά μίαν ὑπό τῶν Χορῶν.

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη κα  κφνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα… 

ὁ α’ χορὸς

χος γ’

Ἀμήν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στχ, α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ..

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

Στχ, β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στχ, γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ α’ χορὸς

Ἀπολυτίκιον  ἀναστάσιμον. Ἦχος γ’

Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐπίγεια, ὅτι ἐποίησε κράτος, ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος, ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον, πρωτότοκος τῶν νεκρῶν ἐγένετο, ἐκ κοιλίας ᾅδου ἐῤῥύσατο ἡμᾶς, καὶ παρέσχε τῷ κόσμῳ τὸ μέγα ἔλεος

ὁ β’ χορὸς

Δόξα Πατρί… Ἦχος δ’ Ταχὺ προκατάλαβε.

Στολαῖς ταῖς ἐξ αἵματος, ὡραϊζόμενος, Κυρίῳ παρίστασαι, τῷ Βασιλεῖ οὐρανῶν, Χριστοφόρε ἀοίδιμε· ὅθεν σὺν Ἀσωμάτων, καὶ Μαρτύρων χορείαις, ᾄδεις τῇ τρισαγίῳ, καὶ φρικτῇ μελῳδίᾳ· διὸ ταῖς ἱκεσίαις ταῖς σαῖς, σῷζε τοὺς δούλους σου.

  ὁ α’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Τὸ ἀπ’ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται. Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι’ οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Συναπτ μικρ μεθ’ ν κφνησις

τι σν τ κρτος…

ΚΑΘΙΣΜΑΤΑ

Μετὰ τὴν α´ Στιχολογίαν.

ὁ α’ χορὸς

Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.

Μυρίας ἀπειλάς, κατεφρόνησας Μάρτυς, τῷ ξίφει τοῦ Σταυροῦ, ὁπλισθεὶς Χριστοφόρε, φλογὸς γὰρ ἀπεμάρανας, ἀσινῶς τὴν ἐκπύρωσιν, νοτιζόμενος, τῇ θείᾳ δρόσῳ Κυρίου, Ὃν ἱκέτευε, ταῖς σαῖς ἁγίαις πρεσβείαις, ὑπὲρ τῶν τιμώντων σε.

ὁ β’ χορὸς

Δόξα. Ὅμοιον.

θαύματος φρικτοῦ, Χριστοφόρος ὁ θεῖος, χιτώνιον χαλκοῦν, πυρωθὲν ὑπ’ ἀνόμων, ἐνδύεται στεῤῥότατα, διαμένων ἀλώβητος, δι’ ὃ ἅπαντες, δοξολογοῦσι τὸν Κτίστην, ὁρῶντες τὸν Μάρτυρα.

ὁ α’ χορὸς

Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος γ’

Σαρκὶ τοῦ θανάτου γευσάμενος Κύριε, τὸ πικρὸν τοῦ θανάτου ἐξέτεμες τῇ Ἐγέρσει σου, καὶ τὸν ἄνθρωπον κατ’ αὐτοῦ ἐνισχύσας, τῆς ἀρχαίας κατάρας τὴν ἥτταν ἀνακαλούμενος, ὁ ὑπερασπιστὴς τῆς ζωῆς ἡμῶν, Κύριε δόξα σοι.

Μετὰ τὴν β´ Στιχολογίαν.

ὁ α’ χορὸς

Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνη σήμερον.

ς ἀρνία ἀκάκα, ξίφει σφαγέντα, μετὰ σοῦ ἐνήθλησαν, ἐκ τῶν συνόντων σοι πολλοί, ὅθεν τανῦν συγχορεύουσι, τοῖς πρωτοτόκοις, Χριστοῦ οἱ πανάριστοι.

ὁ β’ χορὸς

Δόξα. Ὅμοιον.

σελγῶν ἠλλοίωσας, γυναίων ἦθος, Χριστοφόρε ἔνδοξε, ἱερολόγῳ διδαχῇ, τῆς τρισηλίου θεότητος, ἀποξηράνας, εἰδώλων μυθεύματα.

ὁ α’ χορὸς

Καὶ νῦν … ΘεοτοκίονἮχος γ’

Καταφυγὴ καὶ δύναμις ἡμῶν Θεοτόκε, ἡ κραταιὰ βοήθεια τοῦ κόσμου, ταῖς πρεσβείαις σου σῷζε τοὺς δούλους σου, ἀπὸ πάσης ἀνάγκης, μόνη εὐλογημένη.

Μετὰ τὸν Πολυέλεον

ὁ β’ χορὸς

Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Τὸ κάλλος τὸ ἄῤῥητον τῆς φωταυγοῦς σου μορφῆς, Σωτὴρ περιήστραψε, τοῦ Χριστοφόρου ψυχήν, ὑπὲρ τὸν ὁρώμενον, ὅθεν καὶ τῶν τυράννων, φυγαδεύει τὸ θράσος, φλέγει δὲ τῶν δαιμόνων, φρυγανώδη ἀπάτην, διόπερ Χριστέ, ἀεὶ εὐλογοῦμέν σε.

ὁ α’ χορὸς

Δόξα Πατρὶ…  Ὅμοιον.

Εἰς φρέαρ σὲ δήμιοι, συντετριμμένον ποτέ, ὡς γράφει τὸ λόγιον, τοῦ Πατριάρχου Δαυΐδ, ἀπέρριψαν πάντιμε, δήσαντες τῇ ἁλύσει, τῶν χειρῶν ξυνωρίδα, σοῦ τοῦ ὑπὲρ τοῦ Κτίστου, γεγονότος θυσία· διό Χριστός, ταχὺ ἐξανέστησε.

ὁ β’ χορὸς

Καὶ νῦν… Ἦχος γ’ Τὴν ὡραιότητα

Πάρεσιν εὕραντο, τὴν ὁλοσώματον, οἱ παραλύσεσι, φθόνου σφιγγόμενοι, τὴν ἐν Σαββάτῳ Παραλύτου σφίγξιν κατανοοῦντες· λέγοντες· οὐκ ἔξεστι, θεραπεύειν τοῖς Σάββασι, λύειν τε τὴν πάτριον, τοῦ Σαββάτου κατάπαυσιν, τοῦ νόμου σε μὴ γνόντες Δεσπότην, καὶ θεραπευτὴν τῶν ψυχῶν ἡμῶν.

 

Καὶ εὐθὺς τ α’ ντφωνον το δ’ χου.

ὁ α’ χορός

κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

ὁ β’ χορός

κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

ὁ α’ χορός

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

ὁ β’ χορός

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

ὁ α’ χορός

Δξα Πατρί…

γίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.

ὁ β’ χορός

Κα νν…

γίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

Προκεμενον  χος δ’

ὁ α’ χορός

Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ κέρδος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

ὁ β’ χορός

Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ κέρδος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

ὁ α’ χορός

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ κέρδος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Τάξις Εὐαγγελίου τοῦ Ὄρθρου

ὁ α΄ χορὸς

Ἦχος β’.

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ β’ χορὸς

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ α΄ χορὸς

Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.

κ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα (κα΄ 12 – 19)

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Προσέχετε ἀπὸ τῶν ἀνθρώπων· ἐπιβαλοῦσιν ἐφ᾽ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσιν, παραδιδόντες εἰς τὰς συναγωγὰς καὶ φυλακάς, ἀπαγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου·ἀποβήσεται ὑμῖν εἰς μαρτύριον. Θέτε οὖν ἐν ταῖς καρδίαις ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι,ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν ᾗ οὐ δυνήσονται ἀντιστῆναι ἢ ἀντειπεῖν ἅπαντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ ἀδελφῶν καὶ συγγενῶν καὶ φίλων, καὶ θανατώσουσιν ἐξ ὑμῶν,καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου. Καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται. Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τς ψυχς μν.

 

Δόξα σοι, Κύριε, δόξα σοι.

Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης:

νάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν, ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι’ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.

Καὶ εὐθὺς ὁ Ν Ψαλμὸς χύμα

ὁ α χορὸς

Δόξα πατρὶ… Ἦχος β’

Ταῖς τοῦ Ἀθλοφόρου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ β’ χορὸς

Καὶ νῦν…

Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.  

ὁ α’ χορὸς

Ἦχος πλ. β΄.

Στίχ. λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Ἰδιόμελον.

Σήμερον ὁ Μάρτυς ξίφει τελειοῦται, καὶ καταισχύνης ὁ βρόχος συσφίγγει τὸν Βελίαρ. Σήμερον ὀρύξας τάφον, ὁ τῶν δημίων ἀπάνθρωπος τύραννος, ἐν αὐτῷ καταβαίνει. Σήμερον ὁ οὐρανὸς τὸν Μάρτυρα πανδημεὶ ὑποδέχεται, καὶ ἡ γῆ πιαίνεται, τοῖς ῥείθροις τῶν αἱμάτων. Διὸ πάντες Χριστοφόρε, τὸ χαῖρε προσφωνοῦμεν λέγοντες· χαίροις Μάρτυς ἀήττητε.

Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…

ΚΑΝΟΝΕΣ  

ᾨδὴ α’, τοῦ Παραλύτου

Ἦχος γ’  Ὁ Εἱρμὸς

ὁ α χορὸς

Θαυμαστὸς ἐνδόξως, ποιῶν τέρατα, σὺ εἶ Θεός, ὁ ἄβυσσον γεώσας, καὶ ἅρματα καλύψας, καὶ λαὸν διασώσας, ᾄδοντά σοι, ὡς λυτρωτῇ ἡμῶν Θεῷ.

ὁ β’ χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἐνεργῶν σημεῖα, ποιῶν τέρατα, μόνε Βασιλεῦ, σταυρὸν ἐθελουσίως ὑπέστης, ὡς οἰκτίρμων, καὶ θάνατον θανάτῳ θανατώσας, ἐζωοποίησας ἡμᾶς.

ὁ α’ χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τῇ Χριστοῦ Ἐγέρσει, λαοὶ σήμερον, χορεύσωμεν πιστῶς, ἐσκύλευται ὁ ᾍδης, δεσμίους οὓς κατεῖχεν, ἀπέδωκε σπουδαίως, ἀνυμνοῦντας τὰ μεγαλεῖα τοῦ Θεοῦ.

          ὁ β’ χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ὁ δυνάμει θείᾳ ποτὲ Παράλυτον, λόγῳ σου Χριστέ, συσφίγξας καὶ προστάξας, αὐτῷ τὴν κλίνην ἆραι, χρονίως ἀσθενοῦντι, τὴν ψυχήν μου νοσοῦσαν, ἴασαι δεινῶς.

ὁ α’ χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἐν τῇ κολυμβήθρᾳ, ποτὲ Ἄγγελος, τῇ Προβατικῇ, κατήρχετο, καὶ ἕνα ἰᾶτο κατὰ χρόνον· Βαπτίσματι δὲ θείῳ νῦν καθαίρει, ἄπειρα πλήθη ὁ Χριστός.

          ὁ β’ χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἀρχηγὲ Ἀγγέλων, Ἀρχιστράτηγε τῶν ἄνω λειτουργῶν, τοὺς συναθροιζομένους, ἐν τῷ σεπτῷ ναῷ σου, καὶ τὸν Θεὸν ἀνυμνοῦντας, σκέπε, φρούρει, ἀπὸ παντοίων πειρασμῶν.

          ὁ α’ χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἐν τρισὶ προσώποις, μιᾷ φύσει δέ, ἄναρχον Θεόν, ὑμνήσωμεν ἀπαύστως μετὰ τῶν ἀσωμάτων, Πατέρα, Λόγον, Πνεῦμα, βασιλείαν ἔχουσαν, καὶ κράτος ἀμερές.

            βχορὸς

Στίχ.περαγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον

Τὴν τιμῶσαν ταύτην, Ἁγνὴ πόλιν σου πάντοτε πιστῶς, περίσῳζε κινδύνων, ἁλώσεως βαρβάρων, πολέμου ἐμφυλίου, καὶ μαχαίρας, καὶ πάσης ἄλλης ἀπειλῆς.

ΤΟΥ ΜΑΡΤΥΡΟΣ

ᾨδὴ α΄. Ἦχος δ΄. Ἄσομαί σοι Κύριε.

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Δεῦτε πάντες σήμερον χριστοφόροι, τοῦ Χριστοφόρου τὴν μνήμην, τοῦ τῆς ἀληθείας, Μάρτυρος θεόφρονες, εὐσεβῶς ἀνυμνήσωμεν.

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Δεῦτε πάντες σήμερον χριστοφόροι,….

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

  νδρείως ἠγωνίσω κατὰ τῆς πλάνης, καὶ τὰς Τυράννων ἀπειλάς, Μάρτυς ἀθλοφόρε, ἰσχὺϊ ῥωννύμενος, τοῦ Σταυροῦ κατεπάτησας.

ὁ β’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον

άβδον προορῶν σε τὴν Θεοτόκον, ἄνθος δὲ πάλιν τὸ ἐκ σοῦ, σαρκούμενον Λόγον, προήγγειλεν ὁ ἔνδοξος, Ἡσαΐας Πανάχραντε.

Ἕτερος, τοῦ Ἰωήλ, οὗ ἡ ἀκροστιχίς: Τοῦ Χριστοφόρου ἄγομεν μνήμην ὕμνοις.

ᾨδὴ α΄. Ἦχος πλ. β΄. Ὡς ἐν ἠπείρῳ πεζεύσας.

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Τοὺς ποταμοὺς τῶν αἰμάτων σου Ἀθλητά, ἀνυμνείσθω σήμερον, πᾶσα γλωσσῶν γηγενῶν, ἐν ᾠδαῖς καὶ ὕμνοις ψαλμικῶς, Χριστοφόρε τοῦ Χριστοῦ, τὸ θεῖον σφάγιον.

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

θεϊκὴν παντευχίαν ἀναλαβών, καὶ τῆς πλάνης φρύαγμα, ἀνασπάσας ἀνδρικῶς, μετετέθης Μάρτυς πρὸς μονάς, Βασιλείας τῆς καινῆς, θεοφορούμενε.

ὁ α’ χορὸς

Δξα Πατρί…

πομονῆς τὸ κειμήλιον ἀληθῶς, Χριστοφόρε ἔνδοξε, ἀνεδείχθης ἐν δεινοῖς, καὶ φωτὶ τῷ θείῳ λαμπρυνθείς, τῶν εἰδώλων σκοτασμόν, μάκαρ ἐδίωξας.

 ὁ β’ χορὸς

Καὶ νῦν…Θεοτοκίον

Χαῖρε Μαρία Κυρία πάντων ἡμῶν, χαῖρε Κόρη ἄσπιλε, χαῖρε Μῆτερ τῆς ζωῆς, χαῖρε ἄστρον ἄδυτον βροτῶν, χαῖρε ὄρος τοῦ Θεοῦ τὸ ἀλατόμητον.

ᾨδὴ γ’, τοῦ Παραλύτου

Ἦχος γ’

Ὁ Εἱρμὸς

ὁ α’ χορὸς

Στεῖρα ψυχὴ καὶ ἄγονε, κτῆσαι καρπὸν εὐκλεῆ, εὐτεκνουμένη βόησον· Ἐστερεώθη ἡ καρδία μου, οὐκ ἔστιν ἅγιος, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε.

ὁ β’ χορὸς

Στεῖρα ψυχὴ καὶ ἄγονε,…

          ὁ α’ χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

ρῶν σε πάλαι ἥλιος, ξύλῳ κρεμάμενον, Λόγε τὸ φῶς συνέστειλε, καὶ ἐδονεῖτο ἡ γῆ ἅπασα, νεκροὶ ἐξανίσταντο, νεκροῦ γενομένου σου, παντοδύναμε.

ὁ β’ χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Μετὰ ψυχῆς ἐλθόντος σου, ἐν τῇ κοιλίᾳ τῆς γῆς, ψυχὰς ἅσπερ ἐκέκτητο, ἐναπεδίδου ᾍδης σπουδῇ, βοώσας τῷ κράτει σου, ᾠδὴν χαριστήριον, μόνε Κύριε.

ὁ α’ χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τὴν ἐπὶ χρόνους πλείονας, ἐξασθενοῦσαν δεινῶς, ψυχήν μου ὑπεράγαθε, ὡς τὸν Παράλυτον πρίν, ὑγίωσον, ὡς ἂν βηματίζω σου, τὰς τρίβους, ἃς ἔδειξας τοῖς ποθοῦσί σε.

ὁ β’ χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Μετὰ τῶν ἄνω τάξεων, Θεοῦ Ἀρχάγγελε, ἱκετηρίαν ποίησον, ὑπὲρ τῶν πίστει ἀνυμνούντων σε φρουρῶν, συντηρῶν ἡμᾶς τοῦ βίου τοῖς πάθεσι περιπίπτοντας.

ὁ α’ χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Δόξα, Πατρὶ βοήσωμεν, Υἱῷ, καὶ Πνεύματι· εἷς γὰρ ὑπάρχει φύσει Θεός, ὃν αἱ δυνάμεις πᾶσαι τῶν οὐρανῶν, ἐν φόβῳ δοξάζουσι, τό, Ἅγιος, Ἅγιος, Ἅγιος, κράζουσι.

ὁ β’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον

σπορον ἔσχες σύλληψιν, καὶ ὑπὲρ νοῦν τοκετόν, Παρθενομῆτορ ἄχραντε, ἔργον φρικῶδες, θαῦμα μέγιστον, Ἀγγέλοις τιμώμενον, βροτοῖς δοξαζόμενον, Κόρη Δέσποινα.

ᾨδὴ γ΄. Τόξον δυνατῶν.

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

πλῳ τοῦ Σταυροῦ φραξάμενος, Μάρτυς Ἀθλοφόρε, τὰς ἀλγηδόνας ὑπέμεινας, ἀενάως τῷ ποθουμένῳ, ἐντρυφῶν καὶ ἀγαλλόμενος.

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

πλῳ τοῦ Σταυροῦ φραξάμενος,….

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Σάρξ μὲν αἰκισμοῖς ἐτέμνετο, ἡ θεοφιλὴς δέ σου ψυχή, δι’ ἀγάπης ἐτρέφετο, μελετῶσα τῆς βασιλείας, Χριστοφόρε τὴν ἀπόλαυσιν.

ὁ β’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον

ῆσις ἀληθῶς πεπλήρωται, ἡ τοῦ Ἡσαΐου· ἡ Παρθένος γὰρ τέτοκε, σαρκωθέντα τὸν ζωοδότην, καὶ Σωτῆρα τῶν ψυχῶν ἡμῶν.

Ἕτερος. Οὐκ ἔστιν Ἅγιος.

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

υσθῆναι μάκαρ τῶν κακῶν, ἐπεπόθεις εἰδώλων, καὶ δεινῆς τυραννίδος, διαῤῥῆξαι τοῦ Σατᾶν, διό σοι ὤφθη Σωτήρ, κατηφείας πάσης σε λυτρούμενος.

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

λὺν ἀτόπων ἡδονῶν, τῶν φυσάντων γονέων, καὶ τῶν σῶν προπατόρων, ἐκτινάξας πρὸς τὸ φῶς, τὸ ἄκτιστον γεγηθώς, Χριστοφόρε ἔνδοξε προσέδραμες.

ὁ α’ χορὸς

Δξα Πατρὶ…

Σταυροῦ δυνάμει θαυμαστῶς, τοῦ Βελίαρ τοὺς πλόκους, καταλύσας παμμάκαρ, ἐδειγμάτισας αὐτόν, σὺν τοῖς ἀγγέλοις αὐτοῦ καὶ ψυχήν σου Μάρτυς ἠλευθέρωσας.

ὁ β’ χορὸς

Καὶ νῦν…Θεοτοκίον

Τῷ κράτει Μῆτερ τῶν παθῶν, ῥιπισθεὶς ἐν τῷ λάκκῳ λογισμῶν τῶν κακούργων, καταβέβηκα Ἁγνή, καὶ ἐν ὀδύνῃ βοῶν, νοητῶν δρακόντων με ἐξάρπασον.

Συναπτ μικρ μεθ’ ν κφνησις

τι σ ε Θες μν… 

Κοντάκιον

Ἦχος γ’ Ἡ Παρθένος σήμερον

Τὴν ψυχήν μου Κύριε, ἐν ἁμαρτίαις παντοίαις, καὶ ἀτόποις πράξεσι, δεινῶς παραλελυμένην, ἔγειρον τῇ θεϊκῇ σου ἐπιστασίᾳ, ὥσπερ καὶ τὸν Παράλυτον, ἤγειρας πάλαι, ἵνα κράζω σεσωσμένος· Οἰκτίρμον δόξα, Χριστέ, τῷ κράτει σου.

Ὁ Οἶκος

χειρί σου δρακὶ περικρατῶν τὰ πέρατα, Ἰησοῦ ὁ Θεός, ὁ τῷ Πατρὶ συνάναρχος, καὶ Πνεύματι ἁγίῳ συνδεσπόζων ἁπάντων, σαρκὶ ἐφάνης, νόσους ἰώμενος, καὶ πάθη ἀπήλασας, τυφλοὺς ἐφώτισας, καὶ τὸν Παράλυτον λόγῳ θεϊκῷ σὺ ἐξανέστησας, περιπατεῖν ἀθρόως προστάξας, καὶ τὴν βαστάσασαν αὐτὸν κλίνην ἐπὶ τῶν ὤμων ἆραι· ὅθεν πάντες σὺν τούτῳ ἀνυμνοῦμεν καὶ ἐκβοῶμεν· Οἰκτίρμον δόξα, Χριστὲ τῷ κράτει σου.

ὁ β’ χορὸς  

 Ἦχος πλ. δ’. Τὴν Σοφίαν καὶ Λόγον

Εὐσεβείας τὴν γνῶσιν καταλαβών, ἀγνωσίας τὸν ζόφον ἀποβαλών, Μάρτυς κατεπάτησας, τὸν ἀρχέκακον ὄφιν, τῷ γὰρ θείῳ πόθῳ, τὸν νοῦν πυρπολούμενος, τῶν εἰδώλων ἔσβεσας, τὸ ἄθεον φρύαγμα· ὅθεν ἐπαξίως, ἀμοιβὴν τῶν ἀγώνων, ἐδέξω τὸν στέφανον, καὶ παρέχεις ἰάματα, Χριστοφόρε πολύαθλε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι,ωτοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

ὁ α’ χορὸς

Δόξα Πατρί…Καὶ νῦν… Ἦχος γ’ Τὴν ὡραιότητα

ῆμα Παράλυτον, μόνον συνέσφιγξεν, ὡς ὁ παγκόσμιος, λόγος ἐφθέγξατο, τοῦ δι’ ἡμᾶς ἐπὶ τῆς γῆς ὀφθέντος δι’ εὐσπλαγχνίαν, ὅθεν καὶ τὸν κράββατον, ἐπιφέρων διήρχετο, κἂν οἱ Γραμματεῖς ὁρᾶν, τὸ πραχθὲν οὐχ ὑπέφερον, κακίας κατεχόμενοι φθόνῳ, τῷ ψυχὰς παραλύοντι.

Συναπτ μικρ μεθ’ ν κφνησις

Σ γρ ε βασιλες…

Κοντάκιον.Ἦχος β΄. Τὰ ἄνω ζητῶν.

Τομαῖς σπαθισθείς, καὶ ἄθλοις ἐγκοσμούμενος, τυράννου ἰσχύν, ἐκ ῥίζης ἀνέσπασας, Χριστοφόρε χάριτι,ὅθεν πάντα τὰ λίθινα, τῷ σῷ αἵματι ἔπληξας, ὡς Μάρτυς ἀήττητος πανόλβιε.

Ὁ Οἶκος.

ιζοτομήσας τῆς πλάνης τὸ δαιμονῶδες γαυρίαμα, καὶ ὁλοκαρδίως ποθήσας, τῆς κάρας τὴν ἔκτμησιν, ἔκλινας τὸν αὐχένα, Ἀθλητὰ τοῦ Χριστοῦ πανεύφημε. Σὺ γὰρ ὁλοκάρπωμα γέγονας, προσκομίζων τὸ ἴδιον αἷμα τῷ σῷ Δεσπότῃ φαιδρῶς, διὸ ἐμβατεύεις εἰς οὐρανοὺς μετὰ τῶν Μαρτύρων συναγαλλόμενος καὶ κοινωνῶν τῆς λαμπρότητος τοῦ Κυρίου· ὅθεν μὴ παύση πρεσβεύων ὑπὲρ τῶν τιμώντων σε Χριστοφόρε, ὡς Μάρτυς ἀήττητος πανόλβιε.

  Σ υ ν α ξ ά ρ ι ο ν

Τ Θ’ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Χριστοφόρου.

Στίχοι

  • Τὸν Χριστοφόρον οἶδά σε Χριστοφόρος,

  • Χριστῷ τυθέντα τῷ Θεῷ διὰ ξίφους.

  • Φασγάνῳ ἀμφ’ ἐνάτῃ Χριστοφόρος ἀπῆρε βίου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἀθλήσεως τοῦ Ἁγίου ἐνδόξου Προφήτου Ἡσαΐου.

Στίχοι

  • Ὃς ἄσπορον προεῖδεν υἱομητρίαν,

  • Πρισθεὶς ἄναρχον εἶδεν υἱοπατρίαν.

  • Ἡσαΐας δ’ ὁρόων μέλλοντ’ ἐνάτῃ χερὶ πρίσθη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων, Ἐπιμάχου καὶ Γορδιανοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, αἱ ἅγιαι μάρτυρες Καλλινίκη καὶ Ἀκυλῖνα, αἱ διὰ τοῦ ἁγίου Χριστοφόρου πιστεύσασαι τῷ Χριστῷ, σούβλαις ἀπὸ ποδῶν ἕως ὤμων διαπαρεῖσαι τελειοῦνται.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. μήν.

ΚΑΤΑΒΑΣΙΑΙ

ὁ α’ χορὸς

Καταβασα

ναστάσεως ἡμέρα λαμπρυνθῶμεν λαοί, Πάσχα Κυρίου, Πάσχα, ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας. 

ὁ β’ χορὸς

Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ’ ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ,…

ὁ α’ χορὸς

ν ᾧ στερεούμεθα.

ὁ β’ χορὸς

πὶ τῆς θείας φυλακῆς ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ’ ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα, σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστός ὡς παντοδύναμος. 

ὁ α’ χορὸς

ρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μύρου τὸν ὕμνον προσοίσομεν τῷ Δεσπότῃ, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα. 

ὁ β’ χορὸς

Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου. 

ὁ α’ χορὸς

Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ Πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

ὁ β’ χορὸς

Στίχ. Ανομεν, ελογομεν, καί προσκυνομεν τν Κριον

Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας. 

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ΤΙΜΙΩΤΕΡΑ

Ἦχος α’

ὁ α’ χορός

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ. τι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. τι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…  

ὁ β’ χορός

Στίχ. ποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλεν κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. ντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησεν πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…

ᾨδὴ θ’, τοῦ Παραλύτου

Ἦχος γ’

Ὁ Εἱρμὸς

ὁ α’ χορὸς

ν Σιναίῳ τῷ ὄρει κατεῖδέ σε, ἐν τῇ βάτῳ Μωϋσῆς, τὴν ἀφλέκτως τὸ πῦρ τῆς Θεότητος, δεξαμένην ἐν γαστρί, Δανιὴλ δέ σε εἶδεν, ὄρος ἀλατόμητον, ῥάβδον βλαστήσασαν, Ἡσαΐας κέκραγε, τὴν ἐκ ῥίζης Δαυΐδ.

ὁ β’ χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε

ησοῦ ἐπὶ ξύλου ὑψούμενος, συνανύψωσας ἡμᾶς, καὶ τεθεὶς ἑκουσίως ἐν μνήματι, ἐκ μνημάτων τοὺς νεκρούς, ἐξανέστησας πάντας, ὑμνοῦντας τὸ κράτος σου τὸ ἀκατάληπτον, καὶ τὴν δυναστείαν τὴν σὴν τὴν ἀήττητον.

ὁ α’ χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε

ραιότατος τάφου ἀνέτειλας, ὡς νυμφίος ἐκ παστοῦ, ὡραιότατε Λόγε, καὶ ἔλυσας τὸ τοῦ ᾍδου ἀμειδές, καὶ δεσμώτας ἐξῆρας, συμφώνως κραυγάζοντας· Δόξα τῇ δόξῃ σου, δόξα Ἰησοῦ ὁ Θεὸς τῇ Ἐγέρσει σου.

ὁ β’ χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε

Στεναγμούς τε καὶ δάκρυα φέρουσαι, μετὰ μύρων ἐν σπουδῇ, τὸ πανάγιον μνῆμα κατέλαβον αἱ γυναῖκες, καὶ Χριστοῦ ἐδιδάσκοντο πίστει τὴν ἔνδοξον Ἔγερσιν, ἥν ἑορτάζομεν, ἐν ἀγαλλιάσει ψυχῆς εὐφραινόμενοι.

ὁ α’ χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε

κολούθει ἡ ῥῶσις τοῦ σώματος, τῇ προστάξει σου Χριστέ, καὶ ὡρᾶτο ὁ πρῴην Παράλυτος, διερχόμενος σπουδῇ, καὶ τὸν κράββατον φέρων ἐφ’ ὃν κατεκλίνετο, ἔτεσι πλείοσιν, ἀνυμνολογῶν τὴν πολλὴν δυναστείαν σου.

ὁ β’ χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε

Φωτισμὸν ἡμῖν αἴτησαι μέγιστε, Ἀρχιστράτηγε, ἀεὶ τῷ μεγάλῳ φωτὶ παριστάμενος, καὶ εἰρήνευσον ἡμῶν, τὴν ζωὴν ἐπηρείαις, πάντοτε τοῦ ὄφεως, καὶ περιστάσεσι, βίου δονουμένην ἀεὶ ἀξιάγαστε.

ὁ α’ χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε

Φῶς καὶ φῶτα ζωήν τε δοξάζω σε, καὶ ζωὰς πανευσεβῶς, Πάτερ Λόγε, καὶ Πνεῦμα τὸ ἅγιον, τρισυπόστατε μονάς, ἀδιαίρετον κράτος, Θεότης ἀσύγχυτε, Ἅγιος, Ἅγιος, Ἅγιος, βοῶν, σὺν ταῖς ἄνω δυνάμεσι.

ὁ β’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον

Φωτοφόρου προῆλθε νηδύος σου, μέγας Ἥλιος Χριστός, καὶ τὸν κόσμον ἐφώτισεν ἄχραντε, ἐπιλάμψεσι φαιδραῖς, καὶ τὸ σκότος ἐξῆρε, τὸ τῆς παραβάσεως· ὅθεν ὑμνοῦμέν σε, πάντων ὡς αἰτίαν καλῶν Θεονύμφευτε.

ᾨδὴ θ΄. Εὔα μὲν τῷ τῆς παρακοῆς.

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

 

Στέφανον ὡς νικητὴς λαμπρὸν δεξάμενος, Χριστοφόρε παναοίδιμε, συμβασιλεύεις τῷ Δεσπότῃ, τῷ σὲ ἐν ταῖς βασάνοις κρατύναντι, καὶ χεῖρα ζωηφόρον ὀρέξαντι, καταπαλαῖσαι τὸν ἀρχέκακον.

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Στέφανον ὡς νικητὴς λαμπρὸν……..

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Αἵματι μαρτυρικῷ φαιδρῶς λουσάμενος, κατηυγάσθης Ὑπερένδοξε, νῦν δὲ παρθένων ἐν νυμφῶνι, σὺν τῷ νυμφίῳ χαίρων εἰσέδραμες, εἰρήνην δὲ τῷ κόσμῳ αἰτούμενος, μὴ διαλίπῃς Μάρτυς ἔνδοξε.

ὁ β’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον

νθρακα τὸν νοητὸν ἁγνὴ Θεόνυμφε, Ἡσαΐας ὃν τεθέαται, φέρεις ἀγκάλαις Θεομῆτορ, μορφῇ τῇ ἡμετέρᾳ ἑνούμενον, καὶ κόσμῳ τὴν σωτηρίαν δωρούμενον· ὅθεν σε πάντες μεγαλύνομεν.

Ἕτερος. Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον.

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Νοὸς τρισμάκαρ, τὸν ζόφον λέλυσο καὶ τὴν πυκνὴν ὁμίχλην ὀφλημάτων ἀπέλασον, ἀφ’ ἡμῶν τῶν σήμερον βοώντων πιστῶς, σὸν ὕμνον Χριστοφόρε, ὅθεν εἰκόνι σου, πίστει παρεστῶτες τὸν αὐχένα ὑποκλίνομεν.

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Νοὸς τρισμάκαρ,…..

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

φθεὶς τῷ κάλλει Χριστὲ προσώπου Σου, ὃ οὐ τολμᾷ ὁ δῆμος τῶν Ἀγγέλων θεάσασθαι, Χριστοφόρου ψυχὴν περιήστραψας, πᾶσαν μηχανουργίαν, τοῦ πολεμήτορος, σὺν ταῖς κακουργίαις δυναστῶν κατατροπούμενος.

ὁ α’ χορὸς

Δξα Πατρὶ…

ᾶται πάνας σεμνὲ ἡ κλῆσίς σου, τῶν ἁμαξῶν ὑπάρχει ἡ λυχνία ἀείφωτος, τῆς πανώλους ἐστὶν ἡ ἀφάνεια, λύμης τε ἀνιάτου τὸ καθαρτήριον, καὶ τῶν δαιμονώντων ἐλατὴρ θεομακάριστε.

ὁ β’ χορὸς

Καὶ νῦν…Θεοτοκίον

Σαρκός Σου Μῆτερ Παρθένε φύραμα, ὁ τῷ Πατρὶ ὁμότιμος Υἱὸς καὶ τῷ Πνεύματι, δανεισθεὶς τῇ χάριτι, λαμπρύνεις Ἁγνή, φύσιν τὴν ἡμετέραν, τὴν ἁμαρτήμασιν, ὅλως σκοτισθεῖσα, συνεργείᾳ τοῦ πτερνίσαντος.

Καταβασα

ὁ α’χορὸς

ᾠδὴ θ’

Στίχ. ῎Αγγελος ἐβόα τῇ Κεχαριτωμένῃ· ῾Αγνή, Παρθένε χαῖρε, καί πάλιν ἐρῶ χαῖρε, ὁ σός Υἱός ἀνέστη, τριήμερος ἐκ τάφου.

Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ, ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε, Χόρευε νῦν, καὶ ἀγάλλου Σιών, σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ν τ γρσει το τκου σου. 

Συναπτ μικρ μεθ’ ν κφνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

ὁ α’ χορὸς

Ὁ οὐρανὸς τοῖς ἄστροις.

Πεφοινιγμένην χλαῖναν, τοῖς τῶν αἰμάτων σου κρουνοῖς, περιβληθεὶς Χριστοφόρε, νικητικῶς εἰς τὰς μονάς, τῶν Οὐρανῶν μετετέθης, ὡς στεφανίτης Κυρίου.

ὁ β’ χορὸς

Πεπυρσευμένος Μάρτυς, τῷ θείῳ ἔρωτι Χριστοῦ, αὐτοθελῶς προσκομίζεις, τῷ σῷ Δεσπότῃ σεαυτόν, ὡς ὁλοκάρπωμα θεῖον, ὦ Ἀθλητὰ Χριστοφόρε.

ὁ α’ χορὸς

τερον το Παραλτου – Γυνακες κουτσθητε

πέστη ὁ φιλάνθρωπος, καὶ πανοικτίρμων Κύριος, Προβατικῇ κολυμβήθρᾳ, τοῦ θεραπεῦσαι τὰς νόσους, εὗρε δὲ κατακείμενον, ἄνθρωπον πλείστοις ἔτεσι, καὶ πρός αὐτὸν ἐβόησεν, Ἆρον τὸν κράββατον, ἴθι,..

ὁ β’ χορὸς

….. πρς τς δος τς εθεας.

Εἰς τοὺς  Α ἴ ν ο υ ς  

ὁ α’ χορός

Ἦχος α’

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. 

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Τῶν οὐρανίων ταγμάτων.

Ἡ τοῦ Χριστοῦ Ἐκκλησία λαμπρῶς ἀγάλλεται, ἐπὶ τῇ θείᾳ μνήμῃ, τοῦ κλεινοῦ Χριστοφόρου, τῆς πλάνης γὰρ τὸ δένδρον ῥιζοτομῶν, τῶν ἀθέων σεβάσματα, καὶ τοῦ τυράννου τὸ θράσος τὸ μανικόν, θεοφρόνως ὑπεσκέλισε.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Τοῖς φεγγοβόλοις σου λόγοις νοὸς τὸ ἄστατον, τῶν πορνικῶν γυναίων, καὶ δημίων ἰθύνας, πρὸς τρίβον σωτηρίας τὴν ἀσφαλῆ, καὶ πολλῶν ὁμοφρόνων σοι, ἐπιστηρίξας τὴν πίστιν εἰς τὸν Χριστόν, πρὸς τὰ σκάμματα ἐχώρησας.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ

Κολαστηρίων ἀφάτων τὰ κινδυνεύματα, τῇ θεοψίᾳ Μάρτυς, τοῦ προσώπου Κυρίου, παμμάκαρ ἐνηδόμενος θαυμαστῶς, ὡς τὸ ἄσειστον τείχισμα, ἐν τῷ σταδίῳ συνέτριψας κραταιῶς, Χριστοφόρε πανσεβάσμιε.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ΄ Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

λοκαρδίως τὸ αἷμα τὸ σὸν πανόλβιε, ὑπὲρ Χριστοῦ ἐκχύσας, τῶν δαιμόνων τὰ στίφη, ἐπόντισας ὡς πάλαι τὸν Φαραώ, τῇ δυνάμει ὁ Κύριος, καὶ συμπολίτης Μαρτύρων ἐν οὐρανῷ, ἀνεδείχθης παναοίδιμε.

ὁ α’ χορός

Δόξα Πατρί… Ἦχος πλ. α΄.

Σαλπίσωμεν ἐν σάλπιγγι ἀσμάτων, βοήσωμεν τῷ πνεύματι, ψαλμικῶς δὲ πανηγυρίσωμεν, τῇ χαρμοσύνῳ μνήμῃ τοῦ Ἀθλοφόρου Χριστοῦ. Βασιλεῖς καὶ ἄρχοντες συνελθέτωσαν, καὶ τὸν στεφανίτην τιμάσθωσαν ἐν ὕμνοις, ὡς τὸ σκότος λύσαντα, τῶν σεβασμάτων ψευδῶν θεῶν, τῇ ἰσχύϊ τοῦ Παρακλήτου. Φιλεόρτων τὰ συστήματα, τὸν τῆς Ἐκκλησίας τροπαιοφόρον ὁπλίτην, συνδραμόντες εὐφημήσωμεν· εὐσθενείας τὸν θησαυρόν, τῶν ἀσθενῶν θεραπείαν, τῆς πολυθεΐας τὴν λύσιν, τὸν τρόμον τῶν γλυπτῶν θεῶν, τὴν ἡδύφθογγον τῆς εὐσεβείας λύραν, τὸν καθαιρέτην δεινοῦ βελίαρ, τὸν ποταμὸν τῶν πολλῶν χαρίτων, ἁπάντων τῶν γηγενῶν ἰατρὸν ἄριστον, Μάρτυρα τοῦ Κυρίου, ἐγκωμιάζοντες οὕτως εἴπωμεν· Χριστοφόρε θεόληπτε, ἐμφρούρησον ἡμᾶς τῇ σῇ ἐπιστασίᾳ καὶ πρέσβευε τῷ σῷ Δεσπότῃ, ὑπὲρ τῶν τιμώντων σε.

ὁ β’ χορός

Καὶ νῦν… χος πλ. δ’

Κύριε, τὸν Παράλυτον οὐχ ἡ κολυμβήθρα ἐθεράπευσεν, ἀλλ’ ὁ σὸς λόγος ἀνεκαίνισε, καὶ οὐδὲ ἡ πολυχρόνιος αὐτῷ ἐνεπόδισε νόσος, ὅτι τῆς φωνῆς σου ὀξυτέρα ἡ ἐνέργεια ἐδείχθη, καὶ τὸ δυσβάστακτον βάρος ἀπέῤῥιψε, καὶ τὸ φορτίον τῆς κλίνης ἐβάστασεν, εἰς μαρτύριον τοῦ πλήθους τῶν οἰκτιρμῶν σου, δόξα σοι.

Δοξολογία Μεγάλη

εἰς ἦχον πλ.α’  ( Ἀργή ἢ σύντομος )

ὁ α’ χορός

  • Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνῃ, ἐν ἀνθρώποις εὐδοκία.

ὁ β’ χορός

  • μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

ὁ α’ χορός

  • Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.

ὁ β’ χορός

  • Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

ὁ α’ χορός

  • Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

  • τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

ὁ α’ χορός

  • Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ὁ β’ χορός

  • Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

ὁ β’ χορός

  • Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

ὁ α’ χορός

  • Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

ὁ β’ χορός

  • τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

ὁ α’ χορός

  • Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

              Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ β’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

Ἅγιος ὁ Θεός,
ὁ β’ χορός

Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός

γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

καὶ εὐθύς

ὁ β’ χορός

Ἀπολυτίκιον  ἀναστάσιμον. Ἦχος γ’

Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐπίγεια, ὅτι ἐποίησε κράτος, ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος, ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον, πρωτότοκος τῶν νεκρῶν ἐγένετο, ἐκ κοιλίας ᾍδου ἐῤῥύσατο ἡμᾶς, καὶ παρέσχε τῷ κόσμῳ τὸ μέγα ἔλεος. 

Ες τν Λειτουργαν

Μετά τό· «Εὐλογημένη ἡ βασιλεία…» ψάλλεται τό· «Χριστός ἀνέστη…», τρίς, ἅπαξ ἀπό τοῦ ῾Ιεροῦ Βήματος καί ἀνά μίαν ὑπό τῶν Χορῶν.

ντφωνον α’

 χος β’

ὁ α’ χορός

Στχ. λαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου Σῶτερ σῶσον ἡμᾶς.

ὁ β’ χορός

Στχ. Ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ, δότε δόξαν ἐν αἰνέσει αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ὁ α’ χορός

Στχ. Εἴπατε τῷ Θεῷ, Ὡς φοβερὰ τὰ ἔργα σου. Ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ὁ β’ χορός

Στχ. Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν δὴ τῷ ὀνόματι σου Ὕψιστε.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ὁ α’ χορός

Δξα Πατρὶ…

ὁ β’ χορός

Κα νν…

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ντφωνον β’

χος ατς

ὁ β’ χορός

Στχ. Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι. Ἀλληλούϊα.

ὁ α’ χορός

Στχ. Τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, ἐν πᾶσιν ἔθνεσι τὸ σωτήριόν σου.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ…

ὁ β’ χορός

Στχ.ξομολογησάσθωσάν σοι λαοί, ὁ Θεός, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ…

ὁ α’ χορός

Στχ. Εὐλογήσαι ἡμᾶς ὁ Θεός, καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ…  

ὁ β’ χορός

Δξα Πατρὶ… Κα νν…

Μονογενὴς Υἱὸς καὶ Λόγος του Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὤν τῆς Ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

ντφωνον γ’

χος πλ. α’

ὁ α’ χορός

Στχ. ναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

ὁ β’ χορός

Στχ. ς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.

Χριστὸς ἀνέστη…

ὁ α’ χορός

Στχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.

Χριστὸς ἀνέστη…

ὁ β’ χορός

Στχ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Χριστὸς ἀνέστη… 

Εσοδικν

  ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

ν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν, Κύριον ἐκ πηγῶν Ἰσραήλ, σῷσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν,…

 …ψάλλοντάς σοι΄ Ἀλληλούϊα.

Ετα

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Ἀπολυτίκιον  ἀναστάσιμον. Ἦχος γ’

Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐπίγεια, ὅτι ἐποίησε κράτος, ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος, ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον, πρωτότοκος τῶν νεκρῶν ἐγένετο, ἐκ κοιλίας ᾍδου ἐῤῥύσατο ἡμᾶς, καὶ παρέσχε τῷ κόσμῳ τὸ μέγα ἔλεος. 

Ἦχος δ’ Ταχὺ προκατάλαβε.

Στολαῖς ταῖς ἐξ αἵματος, ὡραϊζόμενος, Κυρίῳ παρίστασαι, τῷ Βασιλεῖ οὐρανῶν, Χριστοφόρε ἀοίδιμε· ὅθεν σὺν Ἀσωμάτων, καὶ Μαρτύρων χορείαις, ᾄδεις τῇ τρισαγίῳ, καὶ φρικτῇ μελῳδίᾳ· διὸ ταῖς ἱκεσίαις ταῖς σαῖς, σῷζε τοὺς δούλους σου.

τὸ ἀπολυτίκιον τοῦ Ναοῦ

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Κοντάκιον  Ἦχος γ’  Ἡ Παρθένος σήμερον

Τὴν ψυχήν μου Κύριε, ἐν ἁμαρτίαις παντοίαις, καὶ ἀτόποις πράξεσι, δεινῶς παραλελυμένην, ἔγειρον τῇ θεϊκῇ σου ἐπιστασίᾳ, ὥσπερ καὶ τὸν Παράλυτον, ἤγειρας πάλαι, ἵνα κράζω σεσωσμένος· Οἰκτίρμον δόξα, Χριστέ, τῷ κράτει σου.

Τρισάγιον

᾽Απόστολος

Προκείμενον. Ἦχος α΄

Μνήσθητι τῆς συναγωγῆς σου ἧς ἐκτήσω ἀπ’ ἀρχῆς.

Στίχ. Ὁ δὲ Θεὸς βασιλεύς ἡμῶν πρὸ αἰώνων εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς.

Πράξεων τν ποστόλων τ νάγνωσμα.

Κατ᾿ ἐκεῖνον τὸν καιρὸν ἐπέβαλεν ῾Ηρῴδης ὁ βασιλεὺς τὰς χεῖρας κακῶσαί τινας τῶν ἀπὸ τῆς ἐκκλησίας. Ἀνεῖλε δὲ ᾿Ιάκωβον τὸν ἀδελφὸν ᾿Ιωάννου μαχαίρᾳ. Καὶ ἰδὼν ὅτι ἀρεστόν ἐστι τοῖς ᾿Ιουδαίοις, προσέθετο συλλαβεῖν καὶ Πέτρον· ἦσαν δὲ αἱ ἡμέραι τῶν ἀζύμων· ὃν καὶ πιάσας ἔθετο εἰς φυλακήν, παραδοὺς τέσσαρσι τετραδίοις στρατιωτῶν φυλάσσειν αὐτόν, βουλόμενος μετὰ τὸ Πάσχα ἀναγαγεῖν αὐτὸν τῷ λαῷ. Ὁ μὲν οὖν Πέτρος ἐτηρεῖτο ἐν τῇ φυλακῇ·προσευχὴ δὲ ἦν ἐκτενὴς γινομένη ὑπὸ τῆς ἐκκλησίας πρὸς τὸν Θεὸν ὑπὲρ αὐτοῦ. ῞Οτε δὲ ἔμελλεν αὐτὸν προάγειν ὁ ῾Ηρῴδης, τῇ νυκτὶ ἐκείνῃ ἦν ὁ Πέτρος κοιμώμενος μεταξὺ δύο στρατιωτῶν δεδεμένος ἁλύσεσι δυσί, φύλακές τε πρὸ τῆς θύρας ἐτήρουν τὴν φυλακήν. Καὶ ἰδοὺ ἄγγελος Κυρίου ἐπέστη καὶ φῶς ἔλαμψεν ἐν τῷ οἰκήματι· πατάξας δὲ τὴν πλευρὰν τοῦ Πέτρου ἤγειρεν αὐτὸν λέγων· Ἀνάστα ἐν τάχει. Καὶ ἐξέπεσον αὐτοῦ αἱ ἁλύσεις ἐκ τῶν χειρῶν. Εἶπέ τε ὁ ἄγγελος πρὸς αὐτόν· Περίζωσαι καὶ ὑπόδησαι τὰ σανδάλιά σου. Ἐποίησε δὲ οὕτω. Καὶ λέγει αὐτῷ· Περιβαλοῦ τὸ ἱμάτιόν σου καὶ ἀκολούθει μοι. Καὶ ἐξελθὼν ἠκολούθει αὐτῷ, καὶ οὐκ ᾔδει ὅτι ἀληθές ἐστι τὸ γινόμενον διὰ τοῦ ἀγγέλου, ἐδόκει δὲ ὅραμα βλέπειν. Διελθόντες δὲ πρώτην φυλακὴν καὶ δευτέραν ἦλθον ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν τὴν φέρουσαν εἰς τὴν πόλιν, ἥτις αὐτομάτη ἠνοίχθη αὐτοῖς, καὶ ἐξελθόντες προῆλθον ῥύμην μίαν, καὶ εὐθέως ἀπέστη ὁ ἄγγελος ἀπ᾿ αὐτοῦ. Καὶ ὁ Πέτρος γενόμενος ἐν ἑαυτῷ εἶπε· Νῦν οἶδα ἀληθῶς ὅτι ἐξαπέστειλε Κύριος τὸν ἄγγελον αὐτοῦ καὶ ἐξείλετό με ἐκ χειρὸς ῾Ηρῴδου καὶ πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν ᾿Ιουδαίων.

λληλούϊα (γ’)

Εὐαγγέλιον

Ἐκ τοῦ κατὰ Ἰωάννην

ιε΄ 17 – ιστ΄ 2

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. 18Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. 19εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ’ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. 20μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν· οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν. 21ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με. 22εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἴχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. 23ὁ ἐμὲ μισῶν καὶ τὸν πατέρα μου μισεῖ. 24εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἴχον· νῦν δὲ καὶ ἑωράκασι καὶ μεμισήκασι καὶ ἐμὲ καὶ τὸν πατέρα μου. 25ἀλλ’ ἵνα πληρωθῇ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν, ὅτι ἐμίσησάν με δωρεάν. 26ὅταν δὲ ἔλθῃ ὁ παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ· 27καὶ ὑμεῖς δὲ μαρτυρεῖτε, ὅτι ἀπ’ ἀρχῆς μετ’ ἐμοῦ ἐστε. 1Ταῦτα λελάληκα ὑμῖν ἵνα μὴ σκανδαλισθῆτε. 2ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ’ ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ.

 

Δόξα Σοι, Κύριε, δόξα Σοι.

Εἰς τό᾽Εξαιρέτως

ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σ μεγαλνομεν.

Κοινωνικόν

Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. λληλούϊα.

ντ το «Εἴδομεν τὸ φῶς…» λγεται τ, Χριστς νστη.

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.

                                                   

ἦχος β’

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρὶς)

πόλυσις  

«…ὁ ἀναστάς ἐκ νεκρῶν…»

https://agioskosmasoaitolos.wordpress.com

9 ΜΑΪ17 ΕΟΡΤΗ ΑΓΙΟΥ ΜΑΡΤΥΡΟΣ ΧΡΙΣΤΟΦΟΡΟΥ

 

 

 

 

Advertisements

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση / Αλλαγή )

Σύνδεση με %s

Αρέσει σε %d bloggers: