26 ΜΑΡΤΙΟΥ 20 1 7
ΚΥΡΙΑΚΗ Δ’ ΝΗΣΤΕΙΩΝ
+ΑΠΟΔΟΣΙΣ ΕΟΡΤΗΣ ΤΟΥ ΕΥΑΓΓΕΛΙΣΜΟΥ
ΣΥΝΑΞΙΣ ΤΟΥ ΑΡΧΙΣΤΡΑΤΗΓΟΥ ΓΑΒΡΙΗΛ
Ἦ χος βαρύς , ῾ Εωθιν ό ν Ζ´
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὸν Ἑξάψαλμον,…
Συναπτὴ μεγάλη κα ὶ ἡ Ἐ κφ ώ νησις
Ὅτι πρέπει σοι πᾶσα δόξα…
ὁ α’ χορὸς
Ἦ χος βαρὺς
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
ὁ β’ χορὸς
Στ ί χ. α’. Ἐ ξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ α’ χορὸς
Στ ί χ. β’. Π άντα τὰ ἔθνη ἐκύκλωςάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ β’ χορὸς
Στ ί χ. γ’. Π αρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ α’ χορός
Ἀ πολυτ ί κιον ἦ χος βαρ ὺ ς
Κ ατέλυσας τῷ Σταυρῷ σου τὸν θάνατον, ἠνέωξας τῷ λῃστῇ τὸν Παράδεισον, τῶν Μυροφόρων τὸν θρῆνον μετέβαλες, καὶ τοῖς σοῖς Ἀποστόλοις κηρύττειν ἐπέταξας, ὅτι ἀνέστης Χριστὲ ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
ὁ β’ χορός
Δόξα Πατρί… Ἀπολυτίκιον. Ἦχος δ´.
Σ ήμερον τῆς σωτηρίας ἡμῶν τὸ Κεφάλαιον, καὶ τοῦ ἀπ’ αἰῶνος Μυστηρίου ἡ φανέρωσις, ὁ Υἱὸς τοῦ Θεοῦ, Υἱὸς τῆς Παρθένου γίνεται, καὶ Γαβριὴλ τὴν χάριν εὐαγγελίζεται. Διὸ σὺν αὐτῷ τῇ Θεοτόκῳ βοήσωμεν· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.
ὁ α’ χορός
Καὶ νῦν…
Σ ήμερον τῆς σωτηρίας ἡμῶν ……
Συναπτ ὴ μικρ ά κα ὶ ἡ Ἐ κφ ώ νησις
Ὅ τι σ ὸ ν τ ὸ κρ ά τος…
ΚΑΘΙΣΜΑΤΑ
Μετὰ τὴν α´ Στιχολογίαν.
ὁ α’ χορός
Ἦ χος βαρ ὺ ς
Ἡ Ζωὴ ἐν τῷ τάφῳ ἀνέκειτο, καὶ σφραγὶς ἐν τῷ λίθῳ ἐπέκειτο, ὡς Βασιλέα ὑπνοῦντα, στρατιῶται ἐφύλαττον Χριστόν, καὶ Ἄγγελοι ἐδόξαζον, ὡς Θεὸν ἀθάνατον. Γυναῖκες δὲ ἐκραύγαζον, Ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
ὁ β’ χορὸς
Δ ό ξα Πατρὶ…
Τ ῇ τριημέρῳ ταφῇ σου σκυλεύσας τὸν θάνατον, καὶ φθαρέντα τὸν ἄνθρωπον, τῇ ζωηφόρῳ Ἐγέρσει σου, ἀναστήσας Χριστὲ ὁ Θεός, ὡς φιλάνθρωπος δόξα σοι.
ὁ α’ χορὸς
Κα ὶ ν ῦ ν… Ἦχος α ’ . Τὸν τάφον σου Σωτὴρ
Ὁ μέγας Στρατηγός, τῶν ἀΰλων ταγμάτων, εἰς πόλιν Ναζαρέτ, ἐπιστὰς Βασιλέα, μηνύει σοι Ἄχραντε, τῶν αἰώνων καὶ Κύριον, Χαῖρε, λέγων σοι, Εὐλογημένη Μαρία, ἀκατάληπτον, καὶ ἀνερμήνευτον θαῦμα, βροτῶν ἡ ἀνάκλησις.
Μετὰ τὴν β´ Στιχολογίαν.
ὁ β’ χορὸς
Ἐ σφραγισμένου τοῦ μνήματος, ἡ Ζωὴ ἐκ τάφου ἀνέτειλας Χριστὲ ὁ Θεός΄ καὶ τῶν θυρῶν κεκλεισμένων, τοῖς Μαθηταῖς ἐπέστης, ἡ πάντων ἀνάστασις΄ Πνεῦμα εὐθὲς δι’ αὐτῶν ἐγκαινίζων ἡμῖν, κατὰ τὸ μέγα σου ἔλεος.
ὁ α’ χορὸς
Δ ό ξα Πατρὶ…
Ἐ πὶ τὸ μνῆμα ἔδραμον Γυναῖκες, μετὰ δακρύων μύρα φέρουσαι, καὶ στρατιωτῶν φυλασσόντων σε, τὸν τῶν ὅλων Βασιλέα, ἔλεγον πρὸς ἑαυτάς΄ Τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον; Καὶ φωνῆς ἀσωμάτων ἤκουον βοώσης΄ ἀνέστη ὁ μεγάλης Βουλῆς Ἄγγελος, πατήσας τὸν θάνατον Παντοδύναμε Κύριε, δόξα σοι.
ὁ β’ χορὸς
Καὶ νῦν… Ἦχος γ ’ . Τὴν ὡραιότητα
Σ ήμερον ἅπασα κτίσις ἀγάλλεται, ὅτι τὸ χαῖρε σοι φωνεῖ Ἀρχάγγελος, εὐλογημένη σὺ Σεμνή, καὶ Ἄχραντε πανάμωμε, Σήμερον τοῦ ὄφεως, ἀμαυροῦται τὸ φρύαγμα, ἀρᾶς γὰρ διαλέλυται, τοῦ Προπάτορος σύνδεσμος, Διὸ καὶ κατὰ πάντα βοῶμέν σοι, Χαῖρε ἡ Κεχαριτωμένη.
Τὰ ἀναστάσιμα εὐλογητάρια.
ὁ α’ χορός
Ἦ χος πλ. α ’
Στίχ. Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τ ῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾅδου πάντας ἐλευθερώσαντα.
ὁ β’ χορός
Στίχ. Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τ ί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὢ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις, Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε, ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.
ὁ α’ χορός
Στίχ. Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου,
Λ ίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι, ἀλλ’ ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε΄ θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.
ὁ β’ χορός
Στίχ. Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου,
Μ υροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῶτερ ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου. Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.
ὁ α’ χορός
Δ ό ξα Πατρὶ… Τριαδικ ὸ ν
Π ροσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.
ὁ β’ χορός
Κα ὶ ν ῦ ν… Θεοτοκ ί ον
Ζ ωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.
ὁ α’ χορός
Ἀ λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.
ὁ β’ χορός
Ἀ λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.
ὁ α’ χορός
Ἀ λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δ ό ξα σο ι ὁ Θε ό ς.
Συναπτ ὴ μικρ ά κα ὶ ἡ Ἐ κφ ώ νησις
Ὅ τι η ὐ λ ό γητα ί σου…
Ἡ Ὑπακοὴ. Ἦχος βαρύς.
Ὁ ἡμετέραν μορφὴν ἀναλαβών, καὶ ὑπομείνας Σταυρὸν σωματικῶς, σῶσόν με τῇ ἀναστάσει σου, Χριστὲ ὁ Θεός, ὡς φιλάνθρωπος.
ΑΝΑΒΑΘΜΟΙ
Ἀντίφωνον Α´
ὁ α’ χορός
Τ ὴν αἰχμαλωσίαν Σιών, ἐκ πλάνης ἐπιστρέψας, κἀμὲ Σωτὴρ ζῴωσον, ἐξαίρων δουλοπαθείας.
ὁ β’ χορός
Ἐ ν τῷ νότῳ ὁ σπείρων θλίψεις, νηστείας μετὰ δακρύων, οὗτος χαρᾶς δρέψεται, δράγματα ἀειζωοτροφίας.
ὁ α’ χορός
Δόξα Πατρὶ…Καὶ νῦν…
Ἁ γίῳ Πνεύματι, πηγὴ τῶν θείων θησαυρισμάτων, ἐξ οὗ σοφία, σύνεσις, φόβος· αὐτῷ αἴνεσις, δόξα, τιμὴ καὶ κράτος.
Ἀντίφωνον Β´
ὁ β’ χορός
Ἐ ὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον τὸν τῆς ψυχῆς, μάτην κοπιῶμεν, πλὴν γὰρ αὐτοῦ, οὐ πρᾶξις, οὐ λόγος τελεῖται.
ὁ α’ χορός
Τ οῦ καρποῦ τῆς γαστρός, οἱ Ἅγιοι πνευματοκινήτως, ἀναβλαστοῦσι πατρῷα δόγματα υἱοθεσίας.
ὁ β’ χορός
Δόξα Πατρὶ…Καὶ νῦν…
Ἁ γίῳ Πνεύματι, τὰ σύμπαντα τὸ εἶναι ἔχει, πρὸ πάντων γὰρ Θεός, τῶν ὅλων κυριότης, φῶς ἀπρόσιτον, ζωὴ τῶν πάντων.
Ἀντίφωνον Γ´
ὁ α’ χορός
Ο ἱ φοβούμενοι τὸν Κύριον, ὁδοὺς ζωῆς εὑρόντες, νῦν καὶ ἀεὶ μακαριοῦνται, δόξῃ ἀκηράτῳ.
ὁ β’ χορός
Κ ύκλῳ τῆς τραπέζης σου, ὡς στελέχη βλέπων τὰ ἐκγονά σου, χαῖρε εὐφραίνου, προσάγων ταῦτα, τῷ Χριστῷ Ποιμενάρχα.
ὁ α’ χορός
Δόξα Πατρί…Καὶ νῦν…
Ἁ γίῳ Πνεύματι, βυθὸς χαρισμάτων, πλοῦτος δόξης, κριμάτων βάθος μέγα, ὁμόδοξον Πατρὶ καὶ Υἱῷ,…
ὁ β’ χορός
…λ ατρευτὸν γάρ.
Προκείμενον
ὁ α’ χορός
Ἀ νάστηθι, Κύριε ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος.
ὁ β’ χορός
Ἀ νάστηθι, Κύριε ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος.
ὁ α’ χορός
Στίχ. Ἐ ξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου διηγήσομαι πάντα τὰ θαυμάσια σου.
Ἀ νάστηθι, Κύριε ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ…
ὁ β’ χορός
…τ ῶν πενήτων σου εἰς τέλος.
Ἡ Τάξις τοῦ Ἑωθινοῦ Εὐαγγελίου
ὁ α΄ χορὸς
Ἦχος β’.
Π ᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
ὁ β’ χορὸς
Π ᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
ὁ α΄ χορὸς
Α ἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.
ΕΩΘΙΝΟΝ Ζ’ (Ἰωάν. 20,1-10)
Τ ῇ μιᾷ τῶν Σαββάτων, Μαρία ἡ Μαγδαληνὴ ἔρχεται πρωΐ, σκοτίας ἔτι οὔσης, εἰς τὸ μνημεῖον΄ καὶ βλέπει τὸν λίθον ἠρμένον ἐκ τοῦ μνημείου. Τρέχει οὖν, καὶ ἔρχεται πρὸς Σίμωνα Πέτρον, καὶ πρὸς τὸν ἄλλον μαθητὴν, ὃν ἐφίλει ὁ Ἰησοῦς, καὶ λέγει αὐτοῖς΄ Ἦραν τὸν Κύριον ἐκ τοῦ μνημείου, καὶ οὐκ οἴδαμεν ποῦ ἔθηκαν αὐτόν. Ἐξῆλθεν οὖν ὁ Πέτρος καὶ ὁ ἄλλος μαθητής, καὶ ἤρχοντο εἰς τὸ μνημεῖον. Ἔτρεχον δὲ οἱ δύο ὁμοῦ΄ καὶ ὁ ἄλλος μαθητὴς προέδραμε τάχιον τοῦ Πέτρου, καὶ ἦλθε πρῶτος εἰς τὸ μνημεῖον, καὶ παρακύψας, βλέπει κείμενα τὰ ὀθόνια΄ οὐ μέντοι εἰσῆλθεν. Ἒρχεται οὖν Σίμων Πέτρος ἀκολουθῶν αὐτῷ, καὶ εἰσῆλθεν εἰς τὸ μνημεῖον, καὶ θεωρεῖ τὰ ὀθόνια κείμενα΄ καὶ τὸ σουδάριον, ὃ ἦν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, οὐ μετὰ τῶν ὀθονίων κείμενον, ἀλλὰ χωρὶς ἐντετυλιγμένον εἰς ἕνα τόπον. Τότε οὖν εἰσῆλθε καὶ ὁ ἄλλος μαθητὴς ὁ ἐλθὼν πρῶτος εἰς τὸ μνημεῖον, καὶ εἶδε, καὶ ἐπίστευσεν. Οὐδέπω γὰρ ᾔδεισαν τὴν Γραφήν, ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι. Ἀπῆλθον οὖν πάλιν πρ ὸ ς ἑ αυτο ὺ ς ο ἱ μαθητα ί .
Δ όξα σοι, Κύριε, δόξα σοι.
Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης:
Ἀ νάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν, ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι’ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.
Καὶ εὐθὺς ὁ Ν ’ Ψαλμὸς εἰς ἦχον β ’
Ἐ λέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐ πὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅ τι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντὸς.
Σ οὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰ δοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰ δοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥ αντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀ κουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀ πόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
Κ αρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μ ὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ.
Ἀ πόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Δ ιδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν.
Ῥ ῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κ ύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅ τι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
Θ υσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον΄ καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀ γάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τ ότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τ ότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους, καὶ ἐλέησόν με ὁ Θεός.
Καὶ μετὰ ταῦτα, ψάλλομεν τὰ παρόντα Ἰδιόμελα.
ὁ α’ χορός
Δόξα Πατρὶ… Ἦχος πλ. δ’
Τ ῆς μετανοίας ἄνοιξόν μοι πύλας Ζωοδότα, ὀρθρίζει γὰρ τὸ πνεῦμά μου, πρὸς ναὸν τὸν ἅγιόν σου, ναὸν φέρον τοῦ σώματος, ὅλον ἐσπιλωμένον, ἀλλ’ ὡς οἰκτίρμων κάθαρον, εὐσπλάγχνῳ σου ἐλέει.
ὁ β’ χορός
Καὶ νῦν… Θεοτοκίον . Ἦχος ὁ αὐτός.
Τ ῆς σωτηρίας εὔθυνόν μοι τρίβους, Θεοτόκε, αἰσχραῖς γὰρ κατεῤῥύπωσα, τὴν ψυχὴν ἁμαρτίαις, ὡς ῥᾳθύμως τὸν βίον μου, ὅλον ἐκδαπανήσας, ταῖς σαῖς πρεσβείαις ῥῦσαί με, πάσης ἀκαθαρσίας.
ὁ α’ χορός
Ἦχος πλ. β’
Στίχ. Ἐ λέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ἐξάλειψον τὸ ἀνόμημά μου.
Τ ὰ πλήθη τῶν πεπραγμένων μοι δεινῶν, ἐννοῶν ὁ τάλας, τρέμω τὴν φοβερὰν ἡμέραν τῆς κρίσεως, ἀλλὰ θαῤῥῶν εἰς τὸ ἔλεος τῆς εὐσπλαγχνίας σου, ὡς ὁ Δαυΐδ βοῶ σοι. Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα σου ἔλεος.
Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…
ΚΑΝΟΝΕΣ
ὁ Ἀναστάσιμος εἰς δ´
ὁ α’ χορός
ᾠδὴ α´ .Ἦχος βαρύς.Ὁ Εἱρμός.
Ν εύσει σου πρὸς γεώδη, ἀντιτυπίαν μετήχθη, ἡ πρὶν εὐδιάχυτος, ὑδάτων φύσις Κύριε· ὅθεν ἀβρόχως πεζεύσας, ᾄδει Ἰσραήλ σοι, ᾠδὴν ἐπινίκιον.
ὁ β’ χορός
Στίχ. Δ όξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Κ έκριται τοῦ θανάτου, ἡ τυραννὶς διὰ ξύλου, ἀδίκῳ θανάτῳ σου, κατακριθέντος Κύριε· ὅθεν ὁ ἄρχων τοῦ σκότους, σοῦ μὴ κατισχύσας, δικαίως ἐκβέβληται.
ὁ α’ χορός
Στίχ. Δ όξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
ᾍ δης σοι προσπελάσας, καὶ τοῖς ὁδοῦσι μὴ σθένων, συντρῖψαι τὸ σῶμά σου, τὰς σιαγόνας τέθλασται· ὅθεν Σωτὴρ τὰς ὀδύνας, λύσας τοῦ θανάτου, ἀνέστης τριήμερος.
ὁ β’ χορός
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Λ έλυνται αἱ ὠδῖνες, αἱ τῆς προμήτορος Εὔας· ὠδῖνας λαθοῦσα γάρ, ἀπειρογάμως τέτοκας· ὅθεν σαφῶς Θεοτόκον, Πάναγνε εἰδότες, σὲ πάντες δοξάζομεν.
Καν ὼν τ ῆ ς Ἑ ορτ ῆ ς
ο ὗ ἡ ἀ κροστιχ ί ς , κατὰ Ἀλφάβητον.
Ποίημα Ἰωάννου Μοναχοῦ
ᾠδὴ α ’ .Ἦχος δ ’ . Ὁ Εἱρμὸς
Ἀνοίξω τὸ στόμα μου
ὁ α’ χορός
Στίχ.Ὑ περαγία Θεοτόκε σῶσον ἡμᾶς
Ἀ δέτω σοι Δέσποινα, κινῶν τὴν λύραν τοῦ Πνεύματος, Δαυΐδ ὁ Προπάτωρ σου, Ἄκουσον θύγατερ, τὴν χαρμόσυνον, φωνὴν τὴν τοῦ Ἀγγέλου, χαρὰν γὰρ μηνύει σοι, τὴν ἀνεκλάλητον.
ὁ β’ χορός
Στίχ.Ὑ περαγία Θεοτόκε σῶσον ἡμᾶς
Β οῶ σοι γηθόμενος, κλῖνον τὸ οὖς σου καὶ πρόσχες μοι, Θεοῦ καταγγέλλοντι, σύλληψιν ἄσπορον, εὗρες χάριν γάρ, ἐνώπιον Κυρίου, ἣν εὗρεν οὐδέποτε, ἄλλη τις Πάναγνε.
ὁ α’ χορός
Στίχ.Ὑ περαγία Θεοτόκε σῶσον ἡμᾶς
Γ νωσθήτω μοι Ἄγγελε, τῶν σῶν ῥημάτων ἡ δύναμις, πῶς ἔσται ὃ εἴρηκας; λέγει σαφέστατα, πῶς συλλήψομαι, Παρθένος οὖσα Κόρη; πῶς δὲ καὶ γενήσομαι, Μήτηρ τοῦ Κτίστου μου;
ὁ β’ χορός
Στίχ.Ὑ περαγία Θεοτόκε σῶσον ἡμᾶς
Δ ολίως με φθέγγεσθαι, διαλογίζῃ ὡς ἔοικε, καὶ χαίρω θεώμενος, τὴν σὴν ἀσφάλειαν, θάρσει Δέσποινα, Θεοῦ γὰρ βουλομένου, ῥαδίως περαίνεται, καὶ τὰ παράδοξα
ΤΟΥ ΑΡΧΙΣΤΡΑΤΗΓΟΥ ΓΑΒΡΙΗΛ
ᾨδὴ α’
Ἦχος δ’ Ἀνοίξω τὸ στόμα μου
ὁ α’ χορός
Στίχ. Ἀρχάγγελε τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἡμῶν
Ὡ ς φῶς χρηματίζοντα, ταὶς πρὸς τὸ φῶς τὸ ἀκρότατον, ἀΰλοις μεθέξεσι, θεῖον καὶ ἄϋλον, ἱκετεύω σε, Ἀρχάγγελε τὸν νοῦν μου, φώτισον πρεσβείαις σου, ὅπως ὑμνήσω σε.
ὁ β’ χορός
Στίχ. Ἀρχάγγελε τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἡμῶν
Σ τησώμεθα σήμερον, χοροὺς ἐνθέους γηθόμενοι, τὸν πρῶτον γεραίροντες, τῶν ἀσωμάτων Νοῶν, τὸν τὴν ἄρρητον, χαρὰν μεμηνυκότα, ἐν κόσμῳ φοιτήσασαν δι’ ἀγαθότητα.
ὁ α’ χορός
Δόξα Πατρὶ…
Π ροστάτην σε μέγιστον, καὶ πρὸς Θεὸν ἀντιλήπτορα, καὶ τεῖχος καὶ στήριγμα, Γαβριὴλ ἔχοντες, οἱ ποθοῦντές σε, ῥυόμεθα κινδύνων, καὶ βλάβης τοῦ ὄφεως ἀνευφημοῦντές σε.
ὁ β’ χορός
Καὶ νῦν… Θεοτοκίο ν
Ἁ γνὴν σε πανάμωμον, ὁ Γαβριὴλ ὡς ἑώρακε, τὸ Χαῖρέ σοι Δέσποινα, λαμπρῶς ἐβόησεν, ἀπειρόγαμε, βροτῶν ἡ σωτηρία, Ἀγγέλων τὸ καύχημα, καὶ σεμνολόγημα.
ὁ α’ χορός
ᾨδὴ γ’.Ὁ Εἱρμός.
Ὁ κατ’ ἀρχὰς τοὺς οὐρανούς, παντοδυνάμῳ σου Λόγῳ, στερεώσας, Κύριε Σωτήρ, καὶ τῷ παντουργῷ καὶ θείῳ Πνεύματι, πᾶσαν τὴν δύναμιν αὐτῶν, ἐν ἀσαλεύτῳ με πέτρᾳ, τῆς ὁμολογίας σου στερέωσον.
ὁ β’ χορός
Στίχ. Δ όξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Σ ὺ ἀνελθὼν ἐπὶ ξύλου, ὑπὲρ ἡμῶν ὀδυνᾶσαι, ἑκουσίως εὔσπλαγχνε Σωτήρ, καὶ φέρεις πληγὴν εἰρήνης πρόξενον, καὶ σωτηρίας τοῖς πιστοῖς, δι’ ἧς τῷ σῷ Ἐλεῆμον, πάντες κατηλλάγημεν Γεννήτορι.
ὁ α’ χορός
Στίχ. Δ όξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Σ ὺ με καθῇρας τῆς πληγῆς, τὸν τῇ ψυχῇ τετρωμένον, δρακοντίῳ δήγματι Χριστέ, καὶ ἔδειξας φῶς ἐν σκότει πάλαι μοι, κατῳκισμένῳ καὶ φθορᾷ· διὰ Σταυροῦ γάρ εἰς ᾅδην, καταβεβηκώς με συνανέστησας.
ὁ β’ χορός
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τ ῆς ἀπειράνδρου σου Μητρός, ταῖς ἱκεσίαις τῷ κόσμῳ, τὴν εἰρήνην βράβευσον Σωτήρ, καὶ τῷ Βασιλεῖ τὴν νίκην δώρησαι, κατὰ βαρβάρων δυσμενῶν, καὶ τῆς ἀφράστου σου δόξης, τοὺς δοξολογοῦντάς σε ἀξίωσον.
ᾠδὴ γ ’ Ὁ Εἱρμὸς
Τοὺς σοὺς ὑμνολόγους
ὁ α’ χορός
Στίχ.Ὑ περαγία Θεοτόκε σῶσον ἡμᾶς
Ἐ ξέλιπεν Ἄρχων ἐξ Ἰούδα, ὁ χρόνος ἐφέστηκε λοιπόν, καθ’ ὃν ἀναφανήσεται, ἡ τῶν ἐθνῶν ἐλπὶς ὁ Χριστός, σὺ δὲ πῶς τοῦτον τέξομαι, Παρθένος οὖσα, σαφήνισον.
ὁ β’ χορός
Στίχ.Ὑ περαγία Θεοτόκε σῶσον ἡμᾶς.
Ζ ητεῖς παρ’ ἐμοῦ γνῶναι Παρθένε, τὸν τρόπον συλλήψεως τῆς σῆς, ἀλλ’ οὗτος ἀνερμήνευτος, τὸ Πνεῦμα δὲ τὸ Ἅγιον, δημιουργῷ δυνάμει σοι, ἐπισκιάσαν ἐργάσεται.
ὁ α’ χορός
Στίχ.Ὑ περαγία Θεοτόκε σῶσον ἡμᾶς.
Ἡ ἐμὴ Προμήτωρ δεξαμένη, τὴν γνώμην τοῦ ὄφεως Τρυφῆς, τῆς θείας ἐξωστράκισται, διὸ περ κἀγὼ δέδοικα, τὸν ἀσπασμὸν τὸν ξένον σου, εὐλαβουμένη τὸν ὄλισθον.
ὁ β’ χορός
Στίχ.Ὑ περαγία Θεοτόκε σῶσον ἡμᾶς.
Θ εοῦ παραστάτης ἀπεστάλην, τὴν θείαν μηνύσων σοι βουλήν, τὶ με φοβῇ Πανάμωμε, τὸν μᾶλλόν σε φοβούμενον, τὶ εὐλαβῇ με Δέσποινα, τὸν σὲ σεπτῶς εὐλαβούμενον;
ᾨδὴ γ’
Ἦχος δ’ Τοὺς σοὺς ὑμνολόγους
ὁ α’ χορός
Στίχ. Ἀρχάγγελε τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἡμῶν
Μεθέξει φωτὸς ἀϋλοτάτου, ὡς ἄϋλος ὄντως Γαβριήλ, ἀΰλως φωτιζόμενος, φῶς καθωράθης δεύτερον, τοὺς ὑλικοὺς ἑκάστοτε, βροτοὺς φωτίζων ὑμνοῦντάς σε.
ὁ β’ χορός
Στίχ. Ἀρχάγγελε τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἡμῶν
Μεγίστης εὐκλείας ἠξιώθης, τὸ μέγα μυστήριον ἡμῖν, ἀνακαλύψας μέγιστε, Ἀγγέλων δι’ οὗ ἤρθημεν, οἱ ἀπὸ γῆς πρὸς μέγιστον, ὕψος μεγάλως τιμῶντές σε.
ὁ α’ χορός
Δόξα Πατρὶ…
Ἐπίφανον πᾶσιν οὐρανόθεν, τοῖς πόθῳ ζητοῦσί σε ἀεί, καὶ παῦσον τὸ κλυδώνιον, καθ’ ἡμῶν κινούμενον, τῶν πειρασμῶν καὶ θλίψεων, ὦ Γαβριὴλ Ἀρχιστράτηγε.
ὁ β’ χορός
Καὶ νῦν… Θεοτοκίο ν
Γνωρίζων τὸ πάλαι κεκρυμμένον, Μυστήριον Κόρη σοι ποτέ, ὁ Γαβριὴλ ἐκραύγαζε· Χαῖρε Θεοῦ παλάτιον, ἐν ᾧ οἰκήσας ἅπαντας, βροτοὺς θεώσει ὡς εὔσπλαγχνος.
Συναπτ ὴ μικρ ά κα ὶ ἡ Ἐ κφ ώ νησις
Ὅ τι σ ὺ ε ἶ ὁ Θε ὸ ς ἡ μ ῶ ν,…
ὁ β’ χορός
Κάθισμα Ἦχος α’ Τὸν τάφον σου Σωτὴρ
Ὁ μέγας Γαβριήλ, Ἀρχηγὸς τῶν Ἀγγέλων, δεικνύμενος ἀεί, σὺν αὐτοῖς ἀνακράζει, τὸ θεῖον μελῴδημα, τῇ Τριάδι γηθόμενος. Τοῦτον ἅπαντες, μεγαλοφώνως ἐν πίστει, ἀνυμνήσωμεν, καὶ καθαρᾷ διανοίᾳ, αἰσίως δοξάσωμεν.
ὁ α’ χορός
Δόξα Πατρὶ… Καὶ νῦν… Ἦχος δ’ Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ
Των ἀσωμάτων Λειτουργῶν ὡς πρωτεύων, τὸ πρὸ αἰώνων ὁρισθὲν φρικτὸν ὄντως, σοὶ Γαβριὴλ πεπίστευται Μυστήριον, τόκον τὸν ἀπόρρητον, τῆς Ἁγίας Παρθένου· Χαῖρε προσφωνῶν αὐτῇ, ἡ Κεχαριτωμένη· χρεωστικῶς σὲ ὅθεν οἱ πιστοί, ἐν εὐφροσύνῃ ἀεὶ μακαρίζομεν.
ᾠ δ ὴ δ’
Ὁ Ε ἱ ρμ ὸ ς
Ὁ Πατρικοὺς κόλπους μὴ λιπών, καὶ καταβὰς ἐπὶ τῆς γῆς, Χριστὲ ὁ Θεός, τὸ μυστήριον ἀκήκοα τῆς οἰκονομίας σου, καὶ ἐδόξασά σε μόνε Φιλάνθρωπε.
Στ ί χ. Δ όξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Τ ὸν ἑαυτοῦ νῶτον δεδωκὼς, ὁ ἐκ Παρθένου σαρκωθεὶς εἰς μάστιγας, δούλου πταίσαντος αἰκίζεται, Δεσπότης ἀνεύθυνος, διαλύων μου τὰ ἐγκλήματα.
Στ ί χ. Δ όξα τῇ Ἁγία Ἀναστάσει σου, Κύριε.
Π αρεστηκὼς βήματι κριτῶν, παρανομούντων ὡς κριτὸς εὐθύνεται, καὶ ῥαπίζεται πηλίνῃ χειρί, ὁ πλάσας τὸν ἄνθρωπον, ὡς Θεὸς καὶ κρίνων δικαίως τὴν γῆν.
Στ ί χ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκ ί ον
Ὡ ς ἀληθῶς Μήτηρ τοῦ Θεοῦ, τὸν Ποιητήν σου καὶ Υἱὸν ἱκέτευε, πρὸς σωτήριον ἰθῦναί με, λιμένα Πανάμωμε, τοῦ αὐτοῦ ἐνδόξου θελήματος.
ᾠ δ ὴ δ’
Ὁ Ε ἱ ρμ ὸ ς
Ὁ καθ ή μενος ἐ ν δ ό ξ ῃ…
Στίχ.Ὑ περαγία Θεοτόκε σῶσον ἡμᾶς .
Ἱ εράν τινα Παρθένον, τεξομένην ἀκήκοα, τοῦ Προφήτου πάλαι, τὸν Ἐμμανουὴλ προθεσπίσαντος, ἐπιποθῶ δε τοῦ γνῶναι, πῶς θεότητος, τὴν ἀνάκρασιν, φύσις βροτῶν ὑποστήσεται;
Στίχ.Ὑ περαγία Θεοτόκε σῶσον ἡμᾶς
Κ ατεμήνυσεν ἡ βάτος, ἀκατάφλεκτος μείνασα, δεξαμένη φλόγα, Κεχαριτωμένη ἀνύμφευτε, τοῦ κατὰ σὲ Μυστηρίου τὸ ἀπόῤῥητον, μετὰ τόκον γάρ, μενεῖς Ἁγνή, ἀειπάρθενος.
Στίχ.Ὑ περαγία Θεοτόκε σῶσον ἡμᾶς
Λ αμπρυνόμενος τῷ φέγγει, τοῦ Θεοῦ παντοκράτορος, ἀληθείας κῆρυξ, λέγε, Γαβριήλ, ἀληθέστατα, πῶς, ἀκηράτου μενούσης τῆς ἁγνείας μου; Λόγον τέξομαι, μετὰ σαρκὸς τὸν ἀσώματον.
Στίχ.Ὑ περαγία Θεοτόκε σῶσον ἡμᾶς
Μ ετὰ δέους σοι ὡς δοῦλος, τῇ Κυρίᾳ παρίσταμαι, μετὰ φόβου Κόρη, νῦν κατανοεῖν εὐλαβοῦμαί σε, ὡς ὑετὸς ἐπὶ πόκον καταβήσεται, ἐπὶ σὲ Λόγος, ὁ τοῦ Πατρός ὡς ηὐδόκησε.
ᾨδὴ δ’
Ἦχος δ’ Τὴν ἀνεξιχνίαστον
Στίχ. Ἀρχάγγελε τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἡμῶν
Ἵστασο μεθέξεσι θεαρχικαῖς, πάλαι Γαβριὴλ ἀξιάγαστε, καταφαιδρύνων, τὸν Προφήτην Δανιήλ, καὶ ἐντιθεὶς τὴν δήλωσιν, τῶν ἀγνοουμένων ἐν πνεύματι.
Στίχ. Ἀρχάγγελε τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἡμῶν
Στόμασι πηλίνοις σε χαρμονικῶς, πύρινον τῇ φύσει ὑπάρχοντα, ἀνευφημοῦμεν, ἐξελοῦ ἡμᾶς πυρός, διηνεκῶς φλογίζοντος, θείαις Γαβριὴλ μεσιτείαις σου.
Δόξα Πατρὶ…
Τὴν ὑπὲρ τὸν ἥλιον θείαν στολήν, δόξῃ ἀπορρήτῳ ἀστράπτουσαν, ἠμφιεσμένος, Στρατηγὲ τῶν Λειτουργῶν, τῷ Βασιλεῖ παρίστασαι, τῷ ἐπουρανίῳ γηθόμενος.
Καὶ νῦν…Θεοτοκίον
Ὅλην σε τῷ Πνεύματι ὁ Γαβριήλ, περιηγνισμένην Πανάμωμε, κατανοήσας, ἐκβοᾷ σοι ἐμφανῶς· Χαῖρε ἀρᾶς ἡ λύτρωσις, καὶ τῶν Προπατόρων ἀνάκλησις.
ᾠ δ ὴ ε’
Ὁ Ε ἱ ρμ ὸ ς
Ν ὺξ ἀφεγγὴς τοῖς ἀπίστοις Χριστέ, τοῖς δὲ πιστοῖς φωτισμός, ἐν τῇ τρυφῇ τῶν θείων λόγων σου, διὰ τοῦτο πρὸς σὲ ὀρθρίζω, καὶ ἀνυμνῶ σου τὴν θεότητα.
Στ ί χ. Δ όξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ὑ πὲρ σῶν δούλων πιπράσκῃ Χριστέ, καὶ ῥαπισμὸν καρτερεῖς, ἐλευθερίας πρόξενον, τοῖς μελῳδοῦσί σοι. Πρὸς σὲ ὀρθρίζω, καὶ ἀνυμνῶ σου τὴν θεότητα.
Στ ί χ. Δ όξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Τ ῇ θεϊκῇ σου δυνάμει Χριστέ, δι’ ἀσθενείας σαρκός, τὸν ἰσχυρὸν κατέβαλες, καὶ νικητὴν με θανάτου Σῶτερ, δι’ Ἀναστάσεως ἀνέδειξας.
Στ ί χ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκ ί ον
Θ εὸν ἐγέννησας Μήτηρ ἁγνή, σεσαρκωμένον ἐκ σοῦ, θεοπρεπῶς Πανύμνητε΄ ἐπεὶ οὐκ ἔγνως ἄῤῥενος εὐνήν, ἀλλ’ ἐξ ἁγίου κύεις Πνεύματος.
ᾠ δ ὴ ε’
Ὁ Ε ἱ ρμ ὸ ς
Ἐ ξ έ στη τ ὰ σ ύ μπαντα ,
Στίχ.Ὑ περαγία Θεοτόκε σῶσον ἡμᾶς.
Ν οεῖν σου οὐ δύναμαι, τῶν λόγων τὴν ἀκρίβειαν, θαύματα γὰρ γέγονε πολλάκις, θείᾳ δυνάμει τερατουργούμενα, σύμβολα καὶ τύποι νομικοί, τέτοκε Παρθένος δέ, ἀπειράνδρως οὐδέποτε.
Στίχ.Ὑ περαγία Θεοτόκε σῶσον ἡμᾶς.
Ξ ενίζῃ Πανάμωμε, καὶ ξένον γὰρ τὸ θαῦμά σου, μόνη γὰρ τὸν πάντων Βασιλέα, δέξῃ ἐν μήτρᾳ σαρκωθησόμενον, καὶ σὲ προτυποῦσι Προφητῶν, ῥήσεις καὶ αἰνίγματα, καὶ τοῦ Νόμου τὰ σύμβολα
Στίχ.Ὑ περαγία Θεοτόκε σῶσον ἡμᾶς.
Ὁ πᾶσιν ἀχώρητος, καὶ πᾶσιν ἀθεώρητος, πῶς οὗτος δυνήσεται Παρθένου, μήτραν οἰκῆσαι, ἣν αὐτὸς ἔπλασε; πῶς δὲ καὶ συλλήψομαι Θεόν, Λόγον τὸν συνάναρχον, τῷ Πατρὶ καὶ τῶ Πνεύματι;
Στίχ.Ὑ περαγία Θεοτόκε σῶσον ἡμᾶς.
Π ρὸς τὸν σὸν Προπάτορα, Δαυΐδ ἐπαγγειλάμενος, θήσειν ἐκ καρποῦ τοῦ τῆς κοιλίας, ἐπὶ τὸν θρόνον τῆς Βασιλείας αὐτοῦ, τὴν τοῦ Ἰακὼβ σὲ καλλονήν, μόνην ἐξελέξατο, λ ογικὸν ἐνδιαίτημα.
ᾨδὴ ε’
Ἦχος δ’ Ἐξέστη τὰ σύμπαντα
Στίχ. Ἀρχάγγελε τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἡμῶν
Νοὸς κατὰ μέθεξιν, τοῦ πρώτου φωτιζόμενος, δεύτερον ὡράθης φῶς κραυγάζων, σὺν ταῖς ἀπείροις Ἀγγέλων τάξεσιν· Ἅγιος ὁ Θεὸς ὁ παντουργός, Υἱὸς ὁ συνάναρχος, καὶ τὸ Πνεῦμα τὸ σύνθρονον.
Στίχ. Ἀρχάγγελε τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἡμῶν
Τὸ εἶδός σου πύρινον, τὸ κάλλος ὑπερθαύμαστον, ἅπασαν διάνοιαν ἐκπλῆττον, μέγα τὸ κλέος Γαβριὴλ μέγιστε, θείων Ἀσωμάτων ἀρχηγέ, πάντων ἐγκαλλώπισμα, τῶν πιστῶς ἀνυμνούντων σε.
Δόξα Πατρὶ…
Ὁ θεῖος ὡς εἶδὲ σε, καιρῷ τοῦ θυμιάματος, πάλαι συνεστῶτα Ζαχαρίας, μένει κωφεύων· οὐ γὰρ ἐπίστευσε, σοῦ τῇ ἀγγελία τῇ φρικτῇ, ἣν περ ἐξεφώνησας, Γαβριήλ Ἀρχιστράτηγε.
Καὶ νῦν…Θεοτοκίον
Ναὸς ἁγιάσματος, ὑπάρχουσα Πανάμωμε, φωνῇ Γαβριὴλ τοῦ Ἀρχαγγέλου, τὸν ἐν Ἁγίοις ἀναπαυόμενον, τέτοκας πανάγιον Θεόν, πάντας ἁγιάζοντα, καὶ δεινῶν ἐξαιρούμενον.
ᾠ δ ὴ ς’
ὁ β’ χορός
Ὁ Ε ἱ ρμ ὸ ς
Ν αυτιῶν τῷ σάλῳ, τῶν βιωτικῶν μελημάτων, συμπλόοις ποντούμενος ἁμαρτίαις, καὶ ψυχοφθόρῳ θηρὶ προσριπτούμενος, ὡς Ἰωνᾶς Χριστὲ βοῶ σοι΄ Ἐκ θανατηφόρου με βυθοῦ ἀνάγαγε.
ὁ α’ χορός
Στ ί χ. Δ όξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ἐ μνημόνευόν σου, αἱ κατακλεισθεῖσαι τῷ ᾅδῃ ψυχαί, καὶ ἐκλείπουσαι τῶν Δικαίων, καὶ παρὰ σοῦ σωτηρίαν προσηύχοντο΄ ἣν διὰ Σταυροῦ Χριστὲ παρέσχες, τοῖς καταχθονίοις ἐπιβὰς ὡς εὔσπλαγχνος.
ὁ β’ χορός
Στ ί χ. Δ όξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Π ρὸς τὸν ἔμψυχόν σου, καὶ ἀχειροποίητον δόμον, λυθέντα παθήμασιν, ἐπιβλέψαι πάλιν χορὸς Ἀποστόλων ἀπήλπισεν΄ ἀλλ’ ὑπὲρ ἐλπίδα προσκυνήσας, ἀνεγηγερμένον, πανταχοῦ ἐκήρυξε.
ὁ α’ χορός
Στ ί χ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκ ί ον
Τ οῦ ἀφράστου τόκου, σοῦ τῆς παναμώμου τὸν τρόπον, Παρθένε Θεόνυμφε, τοῦ δι’ ἡμᾶς, τὶς ἑρμηνεῦσαι ἀνθρώπων δυνήσεται; ὅτι ὁ Θεὸς ἀπεριγράπτως, Λόγος ἑνωθείς σοι, σάρξ ἐκ σοῦ ἐγένετο.
ᾠ δ ὴ ς’
Ὁ Ε ἱ ρμ ὸ ς Ἐ β ό ησε, προτυπ ῶ ν
Στίχ.Ὑ περαγία Θεοτόκε σῶσον ἡμᾶς
Ῥ ημάτων σου, τὴν φωνὴν Γαβριήλ, τὴν χαρμόσυνον, δεξαμένη, εὐφροσύνης ἐνθέου πεπλήρωμαι, χαρὰν γὰρ μηνύεις, καὶ χαρὰν καταγγέλλεις τὴν ἄληκτον.
Στίχ.Ὑ περαγία Θεοτόκε σῶσον ἡμᾶς
Σ οὶ δέδοται, ἡ χαρὰ Θεομῆτορ ἡ ἔνθεος, σοὶ τὸ Χαῖρε, πᾶσα κτίσις κραυγάζει Θεόνυμφε, σὺ γὰρ μόνη Μήτηρ, τοῦ Υἱοῦ τοῦ Θεοῦ προωρίσθης Ἁγνή.
Στίχ.Ὑ περαγία Θεοτόκε σῶσον ἡμᾶς
Τ ῆς Εὔας νῦν, δι ἐμοῦ καταργείσθω κατάκριμα, ἀποδότω, δι’ ἐμοῦ τὸ ὀφείλημα σήμερον, δι’ ἐμοῦ τὸ χρέος, τὸ ἀρχαῖον δοθήτω πληρέστατον.
Στίχ.Ὑ περαγία Θεοτόκε σῶσον ἡμᾶς
Ὑ πέσχετο, ὁ Θεός, Ἀβραὰμ τῷ προπάτορι, εὐλογεῖσθαι, ἐν τῷ σπέρματι τούτου τὰ Ἔθνη Ἁγνή, διὰ σοῦ δὲ πέρας, ἡ ὑπόσχεσις δέχεται σήμερον.
ᾨδὴ ς’
Ἦχος δ’ Τὴν θείαν ταύτην
Στίχ. Ἀρχάγγελε τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἡμῶν
Γεώδεις γλῶσσαι γεραίρειν σε, τὸν νοῦν τὸν φωταυγῆ καὶ οὐράνιον, οὐκ ἐξισχύουσι, περιφανῶς λαμπρυνόμενον, ταῖς ὑπὲρ νοῦν καὶ λόγον, θείαις λαμπρότησιν.
Στίχ. Ἀρχάγγελε τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἡμῶν
Ἀκτὶς Ἡλίου πολύφωτε, πυρίνων Λειτουργῶν Ἀρχιστράτηγε, ταῖς σελασφόροις σου, πρὸς τὸν Δεσπότην δεήσεσι, τοὺς ὑμνητάς σου σκότους, παθῶν ἐξάρπασον.
Δόξα Πατρὶ…
Βουλὰς ἐθνῶν διασκέδασον, τὴν Πίστιν τὴν ὀρθόδοξον κράτυνον, παῦσον τὰ σχίσματα, τῆς Ἐκκλησίας, Ἀρχάγγελε, ταῖς πρὸς τὸν Κτίστην πάντων, σοῦ παρακλήσεσι.
Καὶ νῦν…Θεοτοκίον
Ῥημάτων θείων ὑπήκοος, Ἁγνὴ τοῦ Γαβριὴλ ἐχρημάτισας, καὶ τὸν προάναρχον, Λόγον σαρκὶ ἀπεκύησας, τῆς ἀλογίας κόσμον ἀπολυτρούμενον.
Συναπτ ὴ μικρ ά κα ὶ ἡ Ἐ κφ ώ νησις
Σ ὺ γ ὰ ρ ε ἶ ὁ Βασιλε ύ ς …
Κοντάκιον Ἀναστάσιμον.
Ἦχος βαρύς. Οὐκέτι φλογίνη ῥομφαία.
Ο ὐκέτι τὸ κράτος τοῦ θανάτου, ἰσχύσει κατέχειν τοὺς βροτούς· Χριστὸς γὰρ κατῆλθε συντρίβων, καὶ λύων τὰς δυνάμεις αὐτοῦ· δεσμεῖται ὁ ᾅδης, Προφῆται συμφώνως ἀγάλλονται· Ἐπέστη, λέγοντες, Σωτήρ, τοῖς ἐν σκότει· ἐξέρχεσθε οἱ πιστοὶ εἰς τὴν ἀνάστασιν.
Ὁ Οἶκος
Ἔ τρεμε κάτωθεν τὰ καταχθόνια σήμερον, ὁ ᾅδης καὶ ὁ θάνατος τὸν ἕνα τῆς Τριάδος· ἡ γῆ ἐκλονεῖτο, πυλωροὶ δὲ ᾅδου ἰδόντες σὲ ἔπτηξαν· ἡ κτίσις δὲ πᾶσα σύν τοῖς Προφήταις χαίρουσα ψάλλει σοι, ἐπινίκιον ᾠδὴν τῷ λυτρωτῇ ἡμῶν Θεῷ τῷ καταλύσαντι νῦν θανάτου τὴν δύναμιν. Ἀλαλάξωμεν καὶ βοήσωμεν τῷ Ἀδάμ, καὶ τοῖς ἐξ Ἀδάμ· Ξύλον τοῦτον εἰσήγαγεν· ἐξέρχεσθε οἱ πιστοὶ εἰς τὴν ἀνάστασιν.
Σ υ ν α ξ ά ρ ι ο ν
Τ ῇ ΚΣΤ’ τοῦ αὐτοῦ μηνός, τὴν Σύναξιν ἐπιτελοῦμεν τοῦ Ἀρχαγγέλου Γαβριήλ, ἐξ ἀρχῆς καὶ ἄνωθεν παραδεδομένην, ὡς τῷ θείῳ καὶ ὑπερφυεῖ Μυστηρίῳ καὶ ἀπορρήτῳ καθυπουργήσαντος.
Στίχοι
Τὸν σὴν ἀπαγγείλαντα σάρκωσιν Νόα,
Τιμῇ πρεπούσῃ πᾶσα σάρξ τιμᾷ, Λόγε.
Εἰκάδι ἀμ’ ὕμνους Γαβριὴλ κτίσιν ἕκτῃ ἐγείρει.
Τ ῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων κς´, Μαρτύρων, τῶν ἐν Γοτθίᾳ μαρτυρησάντων· ἐξ ὧν εἰσι Πρεσβύτεροι δύο· Βαθούσις καὶ Οὐΐρκας, μετὰ δύο υἱῶν αὐτοῦ καὶ τριῶν θυγατέρων, καὶ Ἀρπύλας μονάζων, λαϊκοὶ δέ, Ἀβήπας, Ἁγνάς, Ῥύαξ, Ἠγάθραξ, Ἠσκόος, Σύλλας, Σίγητζας, Σουηρίλλας, Σεΐμβλας, Θέρμας, Φίλγας· καὶ ἐκ τῶν γυναικῶν Ἄννα, Ἀλλάς, Βάρις, Μωϊκώ, Μαμύκα, Οὐϊρκώ, καὶ Ἀνιμάϊς.
Στίχοι
Τόσην πυρὶ φλέγουσι πληθὺν Μαρτύρων,
Ὄσας ἄγει Μὴν σήμερον τὰς ἡμέρας.
Τ ῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Κοδράτου, Θεοδοσίου, Ἐμμανουήλ, καὶ ἑτέρων Μ’ τῶν ἐν Ἀνατολῇ.
Στίχοι
Κοδρᾶτε, θαυμάζω σὲ τῆς εὐανδρίας!
Πῶς ὑπτιάζων ἀνδρικῶς σφάττῃ μάκαρ.
Θεοδόσιος τῷ Θεῷ ζῶν καὶ μόνῳ,
Ζωὴν δι’ αὐτὸν ἐκ ξίφους καταστρέφει.
Ξίφει χεθήτω, κἂν κοτύλη φησὶ μοι,
Ἐμμανουήλ, πέφυκεν αἵματος μία.
Τ ῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἠιμῶν Στεφάνου τοῦ Ὁμολογητοῦ, τοῦ Τριγλίας Ἡγουμένου.
Στίχο ι
Θείου Στέφανος ἀμπελῶνος ἐργάτης,
Θεῷ παραστάς, καμάτου μισθὸν λάβῃ.
Τ ῇ αὐτῇ ἡμέρᾳ ἀναγινώσκεται διήγησις ὠφέλιμος Μάλχου μοναχοῦ αἰχμαλωτισθέντος.
Τ αῖς αὐτῶν πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον, καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ΚΑΤΑΒΑΣΙΑΙ
ὁ α’ χορός
Ἦχος δ ’ . ᾨδὴ α ’
Ἀ νοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.
ὁ β’ χορός
ᾨδὴ γ’
Τ οὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθορος πηγή, θίασον συγκροτήσαντας πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ σου…
ὁ α’ χορός
…σ τεφάνων δόξης ἀξίωσον.
ὁ β’ χορός
ᾨδὴ δ’
Ὁ καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ παλάμῃ καὶ διέσωσε, τοὺς κραυγάζοντας, Δόξα Χριστὲ τῇ δυνάμει σου.
ὁ α’ χορός
ᾨδὴ ε’
Ἐ ξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου, σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα.
ὁ β’ χορός
ᾨδὴ Ϛ’
Τ ὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.
ὁ α’ χορός
ᾨδὴ ζ’
Ο ὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον, Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
ὁ β’ χορός
ᾨδὴ η’
Στ ί χ. Α ἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον.
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…
ΤΙΜΙΩΤΕΡΑ (Ἦχος δ’)
ὁ α’ χορός
Στίχ. Μ εγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.
Τ ὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
ὁ β’ χορός
Στίχ. Ὅ τι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.
Τ ὴν Τιμιωτέραν…
ὁ α’ χορός
Στίχ. Ὅ τι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.
Τ ὴν Τιμιωτέραν…
ὁ β’ χορός
Στίχ. Ἐ ποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.
Τ ὴν Τιμιωτέραν…
ὁ α’ χορός
Στίχ. Κ αθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.
Τ ὴν Τιμιωτέραν…
ὁ β’ χορός
Στίχ. Ἀ ντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.
Τ ὴν Τιμιωτέραν…
Καταβασία
ὁ α’ χορός
ᾠδὴ θ’.
Ἅ πας γηγενής, σκιρτάτῳ τῷ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων, φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν τῆς Θεομήτορος, καὶ βοάτω. Χαίροις παμμακάριστε, Θεοτ ό κε ἁ γν ή , ἀ ειπ ά ρθενε.
Συναπτ ὴ μικρ ά κα ὶ ἡ Ἐ κφ ώ νησις
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ
ὁ α’ χορός
Ἦχος β’.
Ἅ γιος Κύριος ὁ Θεὸς ἡμῶν.
ὁ β’ χορός
Ἅ γιος Κύριος ὁ Θεὸς ἡμῶν.
ὁ α’ χορός
Ὑ ψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.
ὁ β’ χορός
Ὅ τι ἅγιος ἐστι.
ὁ α’ χορός
Ἐ ξαποστειλ ά ριον Ζ ’
Ὅ τι ᾖραν τὸν Κύριον, τῆς Μαρίας εἰπούσης, ἐπὶ τὸν τάφον ἔδραμον, Σίμων Πέτρος, καὶ ἄλλος, Μύστης Χριστοῦ, ὃν ἠγάπα, ἔτρεχον δὲ οἱ δύο, καὶ εὗρον τὰ ὀθόνια, ἔνδον κείμενα μόνα, καὶ κεφαλῆς, ἦν δὲ τὸ σουδάριον χωρὶς τούτων, διὸ πάλιν ἡσύχασαν, τὸν Χριστὸν ἕως εἶδον.
ὁ β’ χορός
Ἦχος β ’ .Τοῖς Μαθηταῖς συνέλθωμεν
Ἀ γγελικῶν δυνάμεων, Στρατηγὸς ἀπεστάλη, ἐκ Θεοῦ Παντοκράτορος, πρὸς Ἁγνὴν καὶ Παρθένον, εὐαγγελίσασθαι ξένον, καὶ ἀπόῤῥητον θαῦμα, ὅτι Θεὸς ὡς ἄνθρωπος, ἐξ αὐτῆς βρεφουργεῖται, ἄνευ σπορᾶς, ἀναπλάττων βρότειον ἅπαν γένος, Λαοὶ εὐαγγελίζεσθε, τὴν ἀνάπλασιν κόσμου.
ὁ α’ χορός
Ὅμοιον
Χ αῖρε κατάρας λύτρωσις, τοῦ Ἀδὰμ Θεοτόκε, χαῖρε σεμνὴ Μητρόθεε, χαῖρε ἔμψυχε βάτε, χαῖρε λαμπάς, χαῖρε θρόνε, χαῖρε κλῖμαξ καὶ πύλη, χαῖρε τὸ θεῖον ὄχημα, χαῖρε κούφη νεφέλη, χαῖρε ναέ, χαῖρε στάμνε πάγχρυσε, χαῖρε ὄρος, χαῖρε σκηνὴ καὶ τράπεζα,….
ὁ β’ χορός
……χ αῖρε Εὔας ἡ λύσις.
ΑΙΝΟΙ
ὁ α’ χορός
Ἦχος βαρύς.
Π ᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ β’ χορός
Α ἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ α’ χορός
Στιχηρὰ Ἀναστάσιμα δ’.
Στίχ. Τ οῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
Ἀ νέστη Χριστὸς ἐκ νεκρῶν, λύσας θανάτου τὰ δεσμά, εὐαγγελίζου γῆ χαρὰν μεγάλην, αἰνεῖτε οὐρανοὶ Θεοῦ τὴν δόξαν.
ὁ β’ χορός
Στίχ. Α ἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
Ἀ νάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν ἅγιον Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον.
ὁ α’ χορός
Στίχ. Α ἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Χ ριστοῦ τὴν Ἀνάστασιν, προσκυνοῦντες οὐ παυόμεθα, αὐτὸς γὰρ ἡμᾶς ἔσωσεν, ἐκ τῶν ἀνομιῶν ἡμῶν, ἅγιος Κύριος Ἰησοῦς, ὁ δείξας τὴν Ἀνάστασιν.
ὁ β’ χορός
Στίχ. Α ἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Τ ί ἀνταποδώσωμεν τῷ Κυρίῳ, περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν, δι’ ἡμᾶς Θεὸς ἐν ἀνθρώποις, διὰ τὴν καταφθαρεῖσαν φύσιν, ὁ Λόγος σάρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, πρὸς τοὺς ἀχαρίστους ὁ Εὐεργέτης, πρὸς τοὺς αἰχμαλώτους ὁ Ἐλευθερωτής, πρὸς τοὺς ἐν σκότει καθημένους, ὁ Ἥλιος τῆς δικαιοςύνης· ἐπὶ τὸν Σταυρόν ὁ ἀπαθής, ἐπὶ τὸν ᾅδην τὸ φῶς, ἐπὶ τὸν θάνατον ἡ ζωή , ἡ ἀνάστασις διὰ τοὺς πεσόντας, πρὸς ὃν βοήσωμεν· ὁ Θεὸς ἡμῶν δόξα σοι.
ὁ α’ χορός
Ἦχος α’.
ὁ α’ χορός
Στίχ. Α ἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ
Τῶν οὐρανίων ταγμάτων
Τ ῶν οὐρανίων ἁψίδων, ὁ Γαβριὴλ καταπτάς, εἰς Ναζαρὲτ ἐπέστη, πρὸς Παρθένον Μαρίαν, βοῶν αὐτῇ τὸ Χαῖρε, συλλήψῃ Υἱόν, τοῦ Ἀδὰμ ἀρχαιότερον, τὸν ποιητὴν τῶν ἁπάντων καὶ λυτρωτήν, τῶν βοώντών σοι, τὸ Χαῖρε Ἁγνή.
ὁ β’ χορός
Στίχ. Α ἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Τ ῶν οὐρανίων ἁψίδων,…
ὁ α’ χορός
Στίχ . Ε ὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας, τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν.
Ὁ Γαβριὴλ τῇ Παρθένῳ, τὸ Εὐαγγέλιον, ἐξ οὐρανοῦ κομίσας, ἀνεβόα τὸ Χαῖρε΄ συλλήψῃ ἐν γαστρί σου τὸν σοὶ χωρητόν, καὶ τῷ κόσμῳ ἀχώρητον, καὶ κυοφόρος ὀφθήσῃ τοῦ ἐκ Πατρός, πρὸ ἑωσφόρου ἀνατείλαντος.
ὁ β’ χορός
Στίχ. ᾌ σατε τῷ Κυρίῳ ᾆσμα καινόν, ᾄσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.
Ὁ συναΐδιος Λόγος, τοῦ προανάρχου Πατρός, μὴ χωρισθεὶς τῶν ἄνω, νῦν ἐπέστη τοῖς κάτω, δι’ ἄκραν εὐσπλαγχνίαν οἶκτον λαβών, τοῦ καθ’ ἡμᾶς ὀλισθήματος, καὶ τοῦ Ἀδὰμ τὴν πτωχείαν ἀναλαβών, ἐμορφώθη τὸ ἀλλότριον.
Δόξα Πατρὶ… Τὸ παρὸν Ἰδιόμελον
Ἦχος α’
Δ εῦτε ἐργασώμεθα ἐν τῷ μυστικῷ ἀμπελῶνι καρποὺς μετανοίας, ἐν τούτῳ ποιούμενοι οὐκ ἐν βρώμασι καὶ πόμασι κοπιῶντες, ἀλλ’ ἐν προσευχαῖς καὶ νηστείαις τάς ἀρετὰς κατορθοῦντες, τούτοις ἀρεσκόμενος, ὁ Κύριος τοῦ ἔργου δηνάριον παρέχει δι’ οὗ ψυχὰς λυτροῦται, χρέους ἁμαρτίας, ὁ μόνος πολυέλεος.
ὁ β’ χορός
Καὶ νῦν… ἦχος β’ ( πάντοτε)
Ὑ περευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε, διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν, διὸ ἀνυμνοῦντες βοῶμεν. Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.
Δοξολογία Μεγάλη
εἰς ἦχον βαρύς’ ( Ἀργή ἢ σύντομος )
ὁ α’ χορός
Δ όξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
ὁ β’ χορός
Ὑ μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.
ὁ α’ χορός
Κ ύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.
ὁ β’ χορός
Κ ύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
ὁ α’ χορός
Π ρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Ὅ τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
ὁ α’ χορός
Κ αθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
ὁ β’ χορός
Κ αταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
ὁ α’ χορός
Ε ὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
ὁ β’ χορός
Γ ένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
ὁ α’ χορός
Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ β’ χορός
Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ α’ χορός
Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ β’ χορός
Κ ύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
ὁ α’ χορός
Κ ύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
ὁ β’ χορός
Ὅ τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
ὁ α’ χορός
Π αράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
Ἅ γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Ἅ γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
Ἅ γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός
Κ αὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ὁ β’ χορός
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ
Ἅγιος ὁ Θεός,
ὁ β’ χορός
Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός
Ἅ γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
καὶ εὐθύς
ὁ β’ χορός
τὸ παρόν Ἀναστάσιμον Τροπάριον
Ἦχος βαρύς
Σ ήμερον σωτηρία τῷ κόσμῳ γέγονεν, ᾄσωμεν τῷ ἀναστάντι ἐκ τάφου καὶ ἀρχηγῷ τῆς ζωῆς ἡμῶν· καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον, τὸ νῖκος ἔδωκεν ἡμῖν, καὶ τὸ μέγα ἔλεος.
ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
ΑΝΤΙΦΩΝΑ
Ἀ ντ ί φωνον Α’
ὁ α’ χορὸς
Στίχος α ’ . Ὁ Θεὸς τὸ κρίμα σου τῷ Βασιλεῖ δός, καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως.
T αῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.
ὁ β’ χορὸς
Στίχος β ’ . Ἀ ναλαβέτω τὰ ὄρη εἰρήνην τῷ λαῷ, καὶ οἱ βουνοὶ δικαιοσύνην.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
ὁ α’ χορὸς
Στίχος γ ’ . Ε ὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας, τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
ὁ β’ χορὸς
Στίχος δ ’ . Ὤ μοσε Κύριος τῷ Δαυΐδ ἀλήθειαν καὶ οὐ μὴ ἀθετήσει αὐτήν.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
ὁ α’ χορὸς
Δ ό ξα Πατρὶ…
ὁ β’ χορὸς
Κα ὶ ν ῦ ν…
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
Ἀ ντ ί φωνον Β’
ὁ β’ χορὸς
Στίχος α ’ . Κ αταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον, καὶ ὡσεὶ σταγὼν ἡ στάζουσα ἐπὶ τὴν γῆν.
Σ ῷσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ δι’ ἡμᾶς σαρκωθείς, ψάλλοντάς Σοι,ἀλληλούϊα.
ὁ α’ χορός
Στίχος β ’ . Ἡ γίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος.
Σ ῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ δι’ ἡμᾶς σαρκωθείς,…
ὁ β’ χορὸς
Στίχος γ ’ . Ὁ Θεὸς ἐμφανῶς ἤξει, ὁ Θεὸς ἡμῶν καὶ οὐ παρασιωπήσεται.
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ δι’ ἡμᾶς σαρκωθείς,…
ὁ α’ χορός
Στίχος δ ’ . Ἀ νατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη, καὶ πλῆθος εἰρήνης.
Σ ῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ δι’ ἡμᾶς σαρκωθείς,…
ὁ β’ χορός
Δόξα Πατρὶ …
ὁ α’ χορός
Καὶ νῦν …
ὁ β’ χορός
Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.
Ἀ ντ ί φωνον Γ ‘
ὁ α ’ χορὸς
Στίχος α ’ . Ἔ σται τὸ ὄνομα αὐτοῦ εὐλογημένον εἰς τοὺς αἰῶνας.
Ἦχος δ ‘
Σ ήμερον τῆς σωτηρίας ἡμῶν τὸ Κεφάλαιον, καὶ τοῦ ἀπ’ αἰῶνος Μυστηρίου ἡ φανέρωσις, ὁ Υἱὸς τοῦ Θεοῦ, Υἱὸς τῆς Παρθένου γίνεται, καὶ Γαβριὴλ τὴν χάριν εὐαγγελίζεται, Διὸ σὺν αὐτῷ τῇ Θεοτόκῳ βοήσωμεν, Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.
ὁ β’ χορός
Στίχος β ’ . Ε ὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Ἰσραήλ, ὁ ποιῶν θαυμάσια μόνος.
Σ ήμερον τῆς σωτηρίας ἡμῶν τὸ Κεφάλαιον,…
ὁ α ’ χορὸς
Στίχος γ ‘ . Ε ὐλογημένον τὸ ὄνομα αὐτοῦ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Σ ήμερον τῆς σωτηρίας ἡμῶν τὸ Κεφάλαιον,…
Μικρὰ Εἴσοδος.
Εἰσοδικὸν
Ἦχος β ‘
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Δ εῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ , ὁ ἀναστὰς ἐκ νεκρῶν,…
…ψ άλλοντάς σοι, Ἀλληλούϊα.
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Ἀπολυτίκιον Ἦχος βαρύς.
Κ ατέλυσας τῷ Σταυρῷ σου τὸν θάνατον, ἠνέῳξας τῷ Ληστῇ τὸν Παράδεισον, τῶν Μυροφόρων τὸν θρῆνον μετέβαλες, καὶ τοῖς σοῖς Ἀποστόλοις κηρύττειν ἐπέταξας, ὅτι ἀνέστης Χριστὲ ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Ἦχος δ ‘
Σ ήμερον τῆς σωτηρίας ἡμῶν τὸ Κεφάλαιον, καὶ τοῦ ἀπ’ αἰῶνος Μυστηρίου ἡ φανέρωσις, ὁ Υἱὸς τοῦ Θεοῦ, Υἱὸς τῆς Παρθένου γίνεται, καὶ Γαβριὴλ τὴν χάριν εὐαγγελίζεται, Διὸ σὺν αὐτῷ τῇ Θεοτόκῳ βοήσωμεν, Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.
Τοῦ Ναοῦ
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Κοντ ά κιον
ἦχος πλ.δ’
Τ ῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν, εὐχαριστήρια, ἀναγράφω σοι ἡ Πόλις σου, Θεοτόκε, ἀλλ’ ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον ἵνα κράζω σοι, Χαῖρε, Νύμφη ἀνύμφευτε.
Τρισάγιον.
Ὁ Ἀπόστολος
Προκείμενον ἦχος βαρύς .
Κ ύριος ἰσχὺν τῷ λαῷ αὐτοῦ δώσει.
Στίχ. Ἐ νέγκατε τῷ Κυρίῳ υἱοὶ Θεοῦ,…ἐνέγκατε τῷ Κυρίῳ δόξαν καὶ τιμὴν.
Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου, τὸ Ἀνάγνωσμα
(Κεφ. Ϛ ‘, 13-20)
Ἀ δελφοί, τῷ Ἀβραὰμ ἐπαγγειλάμενος ὁ Θεὸς ἐπεὶ κατ’ οὐδενὸς εἶχε μείζονος ὀμόσαι, ὤμοσε καθ’ ἑαυτοῦ, λέγων. Ἦ μὴν εὐλογῶν εὐλογήσω σε καὶ πληθύνων πληθυνῶ σε. Καὶ οὕτω μακροθυμήσας, ἐπέτυχε τῆς ἐπαγγελίας. Ἄνθρωποι μὲν γὰρ κατὰ τοῦ μείζονος ὀμνύουσι, καὶ πάσης αὐτοῖς ἀντιλογίας πέρας, εἰς βεβαίωσιν, ὁ ὅρκος. Ἐν ᾧ περισσότερον βουλόμενος ὁ Θεὸς ἐπιδεῖξαι τοῖς κληρονόμοις τῆς ἐπαγγελίας, τὸ ἀμετάθετον τῆς βουλῆς αὐτοῦ ἐμεσίτευσεν ὅρκῳ, ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι Θεόν, ἰσχυρὰν παράκλησιν ἔχωμεν οἱ καταφυγόντες, κρατῆσαι τῆς προκειμένης ἐλπίδος. Ἣν ὡς ἄγκυραν ἔχομεν τῆς ψυχῆς, ἀσφαλῆ τε καὶ βεβαίαν καὶ εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος, ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς, κατὰ τὴν τάξιν Μελχισεδέκ, Ἀρχιερεὺς γεν ό μενος ε ἰ ς τ ὸ ν α ἰῶ να.
Ἀ λληλούϊα Ἦχος βαρύς
Ἀ γαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ.
Στίχ . Τ οῦ ἀναγγέλλειν τῷ πρωΐ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.
Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Μάρκον… (Μαρκ. θ´ 17-31).
Τ ῷ καιρῷ ἐκείνῳ, ἄνθρωπός τις προσῆλθε τῷ Ἰησοῦ λέγων, Διδάσκαλε͵ ἤνεγκα τὸν υἱόν μου πρὸς σέ͵ ἔχοντα πνεῦμα ἄλαλον·καὶ ὅπου ἐὰν αὐτὸν καταλάβῃ ῥήσσει αὐτόν͵ καὶ ἀφρίζει καὶ τρίζει τοὺς ὀδόντας καὶ ξηραίνεται· καὶ εἶπα τοῖς μαθηταῖς σου ἵνα αὐτὸ ἐκβάλωσιν͵ καὶ οὐκ ἴσχυσαν. Ὁ δὲ ἀποκριθεὶς αὐτοῖς λέγει͵ Ὦ γενεὰ ἄπιστος͵ ἕως πότε πρὸς ὑμᾶς ἔσομαι; ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετε αὐτὸν πρός με. Καὶ ἤνεγκαν αὐτὸν πρὸς αὐτόν. καὶ ἰδὼν αὐτὸν τὸ πνεῦμα εὐθὺς συνεσπάραξεν αὐτόν͵ καὶ πεσὼν ἐπὶ τῆς γῆς ἐκυλίετο ἀφρίζων. Καὶ ἐπηρώτησεν τὸν πατέρα αὐτοῦ͵ Πόσος χρόνος ἐστὶν ὡς τοῦτο γέγονεν αὐτῷ; ὁ δὲ εἶπεν͵ Ἐκ παιδιόθεν·καὶ πολλάκις καὶ εἰς πῦρ αὐτὸν ἔβαλεν καὶ εἰς ὕδατα ἵνα ἀπολέσῃ αὐτόν· ἀλλ΄ εἴ τι δύνῃ͵ βοήθησον ἡμῖν σπλαγχνισθεὶς ἐφ΄ ἡμᾶς. Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ τὸ΄ εἰ δύνασαι πιστεῦσαι πάντα δυνατὰ τῷ πιστεύοντι. Εὐθὺς κράξας ὁ πατὴρ τοῦ παιδίου ἔλεγεν͵ Πιστεύω· βοήθει μου τῇ ἀπιστίᾳ. Ἰδὼν δὲ ὁ Ἰησοῦς ὅτι ἐπισυντρέχει ὄχλος ἐπετίμησεν τῷ πνεύματι τῷ ἀκαθάρτῳ λέγων αὐτῷ τὸ πνεῦμα τὸ ἄλαλον καὶ κωφὸν ͵ ἐγὼ ἐπιτάσσω σοι͵ ἔξελθε ἐξ αὐτοῦ καὶ μηκέτι εἰσέλθῃς εἰς αὐτόν. Καὶ κράξας καὶ πολλὰ σπαράξας ἐξῆλθεν· καὶ ἐγένετο ὡσεὶ νεκρός͵ ὥστε τοὺς πολλοὺς λέγειν ὅτι ἀπέθανεν. Ὁ δὲ Ἰησοῦς κρατήσας τῆς χειρὸς αὐτοῦ ἤγειρεν αὐτόν͵ καὶ ἀνέστη. Καὶ εἰσελθόντος αὐτοῦ εἰς οἶκον οἱ μαθηταὶ αὐτοῦ κατ΄ ἰδίαν ἐπηρώτων αὐτόν΄ Ὅτι ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό; καὶ εἶπεν αὐτοῖς΄ Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ. Κἀκεῖθεν ἐξελθόντες παρεπορεύοντο διὰ τῆς Γαλιλαίας͵ καὶ οὐκ ἤθελεν ἵνα τις γνῶ· ἐδίδασκεν γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων͵ καὶ ἀποκτενοῦσιν αὐτόν͵ καὶ ἀποκτανθεὶς μετὰ τρεῖς ἡ μ έ ρας ἀ ναστ ή σ εται.
Δόξα σοι Κύριε, δόξα σοι.
Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Μεγάλου Βασιλείου ( ἦχος β’, μέλος ἀρχαῖον)
Ε ἰ ς τ ό , Ἐ ξαιρ έ τως
τὸ Μέγα Μεγαλυνάριον
Ἐμμελής ἀπαγγελία εἰς τὸ κλιτὸν
Ἐ πὶ σοὶ χαίρει, Κεχαριτωμένη, πᾶσα ἡ κτίσις, Ἀγγέλων τὸ σύστημα, καὶ ἀνθρώπων τὸ γένος· ἡγιασμένε ναέ, καὶ Παράδεισε λογικέ, παρθενικὸν καύχημα, ἐξ ἧς Θεός ἐσαρκώθη, καὶ παιδίον γέγονεν, ὁ πρὸ αἰώνων ὑπάρχων Θεὸς ἡμῶν.
Τ ὴν γὰρ σὴν μήτραν, θρόνον ἐποίησε, καὶ τὴν σὴν γαστέρα, πλατυτέραν οὐρανῶν ἀπειργάσατο. Ἐπὶ σοὶ χαίρει Κεχαριτωμένη, πᾶσα ἡ κτίσις, δόξα σοι .
Κοινωνικόν
Α ἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀλληλούϊα.
ἦχος β ’
Ε ἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.
Π ληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.
ἦχος β ’
Ε ἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).
Μου αρέσει αυτό: Μου αρέσει! Φόρτωση...
Πλοήγηση άρθρων
Τώρα σας συμβουλεύω να κάμετε από κομβολόγι μικροί και μεγάλοι και να το κρατήτε με το αριστερό χέρι, και με το δεξιό να κάμνετε τον σταυρόν σας και να λέγετε: Κύριε Ιησού Χριστέ, Υιέ και Λόγε του Θεού του ζώντος, διά της Θεοτόκου και πάντων των Αγίων ελέησόν με τον αμαρτωλόν και ανάξιον δούλον σου.
Τι γίνεται με τους κανόνες μετά την στ΄ ωδή . Καταλιμπάνονται???