19 ΜΑΡΤΙΟΥ 2017
ΚΥΡΙΑΚΗ Γ’ ΝΗΣΤΕΙΩΝ (ΣΤΑΥΡΟΠΡΟΣΚΥΝΗΣΕΩΣ)
῏ Ηχος πλ. β´ – ῾ Εωθιν ό ν Ϛ ´
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὸν Ἑξάψαλμον,…
Συναπτὴ μεγάλη κα ὶ ἡ Ἐ κφ ώ νησις
Ὅτι πρέπει σοι πᾶσα δόξα…
Ἦ χος πλ.β’
ὁ α’ χορὸς
Ἀμήν.
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
ὁ β’ χορὸς
Στ ί χ, α’. Ἐ ξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ α’ χορὸς
Στ ί χ, β’. Π άντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ β’ χορὸς
Στ ί χ, γ’. Π αρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ΑΠΟΛΥΤΙΚΙΑ
ὁ α’ χορός
Ἀπολυτίκιον. Ἦχος πλ. β´ .
Ἀ γγελικαὶ δυνάμεις ἐπὶ τὸ μνῆμά σου, καὶ οἱ φυλάσσοντες ἀπενεκρώθησαν, καὶ ἵστατο Μαρία ἐν τῷ τάφῳ, ζητοῦσα τὸ ἄχραντόν σου σῶμα. Ἐσκύλευσας τὸν ᾅδην, μὴ πειρασθεὶς ὑπ᾽ αὐτοῦ, ὑπήντησας τῇ παρθένῳ, δωρούμενος τὴν ζωήν, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι.
ὁ β’ χορὸς
Δόξα Πατρὶ… ἦχος α’
Σ ῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα.
ὁ α’ χορός
Καὶ νῦν… Θεοτοκίον
Τ οῦ Γαβριὴλ φθεγξαμένου σοι, Παρθένε, τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.
Συναπτ ὴ μικρ ά κα ὶ ἡ Ἐ κφ ώ νησις
Ὅ τι σ ὸ ν τ ὸ κρ ά τος…
ΚΑΘΙΣΜΑΤΑ
Μετὰ τὴν α´ Στιχολογίαν.
ὁ α’ χορός
Ἦχος πλ. β´ .
Τ οῦ τάφου ἀνεωγμένου, τοῦ ᾅδου ὀδυρομένου, ἡ Μαρία ἐβόα πρὸς τοὺς κεκρυμμένους Ἀποστόλους· Ἐξέλθετε οἱ τοῦ ἀμπελῶνος ἐργάται, κηρύξατε τὸν τῆς Ἀναστάσεως λόγον· Ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
ὁ β’ χορός
Δόξα Πατρὶ…
Κ ύριε, παρίστατο τῷ τάφῳ σου Μαρία ἡ Μαγδαληνή, καὶ ἔκλαιε βοῶσα, καὶ κηπουρόν σε νομίζουσα ἔλεγε· Ποῦ ἔκρυψας τὴν αἰώνιον ζωήν; Ποῦ ἔθηκας τὸν ἐπὶ θρόνου Χερουβίμ; οἱ γὰρ τοῦτον φυλάσσοντες, ἀπὸ τοῦ φόβου ἀπενεκρώθησαν· ἢ τὸν Κύριόν μου δότε μοι, ἢ σὺν ἐμοὶ κραυγάσατε· Ὁ ἐν νεκροῖς καὶ τοὺς νεκροὺς ἀναστήσας δόξα σοι.
ὁ α’ χορός
Καὶ νῦν…Θεοτοκίον.
Ὁ τὴν εὐλογημένην καλέσας σου Μητέρα, ἦλθες ἐπὶ τὸ πάθος ἑκουσίᾳ βουλή, λάμψας ἐν τῷ Σταυρῷ, ἀναζητῆσαι θέλων τὸν Ἀδάμ, λέγων τοῖς Ἀγγέλοις· Συγχάρητέ μοι, ὅτι εὑρέθη ἡ ἀπολομένη δραχμή. Ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοι.
Μετὰ τὴν β´ Στιχολογίαν.
ὁ β’ χορός
Ἡ ζωή, ἐν τῷ τάφῳ ἀνέκειτο, καὶ σφραγὶς ἐν τῷ λίθῳ ἐπέκειτο· ὡς Βασιλέα ὑπνοῦντα, στρατιῶται ἐφύλαττον Χριστόν· καὶ τοὺς ἐχθροὺς αὐτοῦ ἀορασίᾳ πατάξας, ἀνέστη ὁ Κύριος.
ὁ α’ χορός
Δόξα Πατρὶ…
Π ροϊστορεῖ ὁ Ἰωνᾶς τὸν τάφον σου, καὶ ἑρμηνεύει Συμεὼν τὴν Ἔγερσιν τὴν ἔνθεον, ἀθάνατε Κύριε΄ κατέβης γὰρ ὡσεὶ νεκρὸς ἐν τῷ τάφῳ, ὁ λύσας ᾅδου τὰς πύλας΄ ἀνέστης δὲ ἄνευ φθορᾶς ὡς Δεσπότης, τοῦ κόσμου εἰς σωτηρίαν, Χριστὲ ὁ Θεὸς ἡμῶν, φωτίσας τοὺς ἐν σκότει.
ὁ β’ χορός
Καὶ νῦν…Θεοτοκίον.
Θ εοτόκε Παρθένε, ἱκέτευε τὸν Υἱόν σου, τὸν ἑκουσίως προσπαγέντα ἐν σταυρῷ, καὶ ἀναστάντα ἐκ νεκρῶν, Χριστὸν τὸν Θεὸν ἡμῶν, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
ὁ α’ χορός
Κάθισμα τοῦ Σταυροῦ
Ἦχος πλ. δ’. Τὸ προσταχθὲν μυστικῶς
Ἐ ν Παραδείσῳ με τὸ πρίν, ξύλῳ ἐγύμνωσεν, ἐπὶ τῇ γεύσει ὁ ἐχθρός, εἰσφέρων νέκρωσιν, τοῦ Σταυροῦ δὲ τὸ ξύλον, τῆς ζωῆς τὸ ἔνδυμα, ἀνθρώποις φέρον ἐπάγη ἐπὶ τῆς γῆς, καὶ Κόσμος ὅλος ἐπλήσθη πάσης χαρᾶς, ὃν ὁρῶντες προσκυνούμενον, Θεῷ ἐν πίστει λαοὶ συμφώνως ἀνακράξωμεν, Πλήρης δόξης ὁ οἶκος αὐτοῦ.
ὁ β’ χορός
Δόξα Πατρί… Καὶ νῦν…
Ἐν Παραδείσῳ με τὸ πρίν……….. Πλήρης δόξης ὁ οἶκος αὐτοῦ.
ὁ α’ χορός
Ἦχος πλ. α’
Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τ ῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾍδου πάντας ἐλευθερώσαντα.
ὁ β’ χορός
Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τ ί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὢ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις΄ Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε, ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.
ὁ α’ χορός
Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Λ ίαν πρωΐ, Μυροφόροι ἒδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι, ἀλλ’ ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε, θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.
ὁ β’ χορός
Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Μ υροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῷτερ ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου. Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.
ὁ α’ χορός
Δόξα Πατρί… Τριαδικὸν
Π ροσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.
ὁ β’ χορός
Καὶ νῦν… Θεοτοκίον
Ζ ωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.
ὁ α’ χορός
Ἀ λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.
ὁ β’ χορός
Ἀ λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.
ὁ α’ χορός
Ἀ λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.
Συναπτ ὴ μικρ ά κα ὶ ἡ Ἐ κφ ώ νησις
Ὅ τι η ὐ λ ό γητα ί σου…
Ἡ Ὑπακοὴ. Ἦχος πλ. β´
Τ ῷ ἑκουσίῳ καὶ ζωοποιῷ σου θανάτῳ Χριστέ, πύλας τοῦ ᾅδου συντρίψας ὡς Θεός, ἤνοιξας ἡμῖν τὸν πάλαι Παράδεισον· καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἐῤῥύσω ἐκ φθορᾶς τὴν ζωὴν ἡμῶν.
ΑΝΑΒΑΘΜΟΙ
Ἦχος πλ. β´
Ἀντίφωνον Α ’
ὁ α’ χορός
Ἐ ν τῷ οὐρανῷ τοὺς ὀφθαλμούς μου αἴρω, πρός σε Λόγε· οἴκτειρόν με, ἵνα ζῶ σοι.
ὁ β’ χορός
Ἐ λέησον ἡμᾶς τοὺς ἐξουθενουμένους, καταρτίζων εὔχρηστα, σκεύη σου Λόγε.
ὁ α’ χορός
Δόξα Πατρὶ…Καὶ νῦν…
Ἁ γίῳ Πνεύματι, πανσωστικὴ αἰτία· εἴ τινι τοῦτο κατ᾽ ἀξίαν πνεύσει, τάχει ἐξαίρει τῶν τῆς γῆς, πτεροῖ, αὔξει, τάττει ἄνω.
Ἀντίφωνον Β ’
ὁ β’ χορός
Ε ἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, οὐδεὶς ἡμῶν ἀντισχεῖν ἠδύνατο, ἐχθροῦ πάλαισμα, οἱ νικῶντες γὰρ ἔνθεν ὑψοῦνται.
ὁ α’ χορός
Τ οῖς ὀδοῦσιν αὐτῶν, μή μου ληφθήτω ἡ ψυχή, ὡς στρουθίον Λόγε· οἴμοι! πῶς μέλλω τῶν ἐχθρῶν ῥυσθῆναι, φιλαμαρτήμων ὑπάρχων;.
ὁ β’ χορός
Δόξα Πατρὶ…Καὶ νῦν…
Ἁ γίῳ Πνεύματι, ἐνθέωσις τοῖς πᾶσιν, εὐδοκία, σύνεσις, εἰρήνη καὶ ἡ εὐλογία· ἰσουργὸν γὰρ τῷ Πατρί ἐστι καὶ Λόγῳ.
Ἀντίφωνον Γ ’
ὁ α’ χορός
Ο ἱ πεποιθότες ἐπὶ Κύριον ἐχθροῖς φοβεροί, καὶ πᾶσι θαυμαστικοί· ἄνω γὰρ ὁρῶσιν.
ὁ β’ χορός
Ἐ ν ἀνομίαις χεῖρας αὐτῶν, ὁ τῶν δικαίων κλῆρος, ἐπίκουρόν σε ἔχων, Σῶτερ οὐκ ἐκτείνει.
ὁ α’ χορός
Δόξα Πατρὶ…Καὶ νῦν…
Ἁ γίῳ Πνεύματι, τὸ κράτος ἐπὶ πάντων· ὅπερ αἱ ἄνω στρατηγίαι προσκυνοῦσι,…
ὁ β’ χορός
… σ ὺν πάσῃ πνοῇ τῶν κάτω.
Προκείμενον
ὁ α’ χορός
Κ ύριε, ἐξέγειρον τὴν δυναστείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς.
ὁ β’ χορός
Κ ύριε, ἐξέγειρον τὴν δυναστείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς.
ὁ α’ χορός
Στίχ. Ὁ ποιμαίνων τὸν Ἰσραὴλ πρόσχες.
Κ ύριε, ἐξέγειρον τὴν δυναστείαν σου, …
ὁ β’ χορός
… κ αὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς.
Ἡ Τάξις τοῦ Ἑωθινοῦ Εὐαγγελίου
ὁ α΄ χορὸς
Ἦχος β’.
Π ᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
ὁ β’ χορὸς
Π ᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
ὁ α΄ χορὸς
Α ἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.
ΕΩΘΙΝΟΝ Ϛ’
Ἐ κ το ῦ κατ ὰ Λουκ ᾶ ν ( κδ’, 36-53)
Τ ῷ καιρῷ ἐκείνῳ, ἀναστὰς ὁ Ἰησοῦς ἐκ νεκρῶν ἔστη ἐν μέσῳ τῶν Μαθητῶν, καὶ λέγει αὐτοῖς΄ Εἰρήνη ὑμῖν. Πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι, ἐδόκουν πνεῦμα θεωρεῖν. Καὶ εἶπεν αὐτοῖς΄ Τὶ τεταραγμένοι ἐστέ, καὶ διατὶ διαλογισμοὶ ἀναβαίνουσιν ἐν ταῖς καρδίαις ὑμῶν; ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου, ὅτι αὐτὸς ἐγὼ εἰμι, ψηλαφήσατέ με καὶ ἴδετε΄ ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. Καὶ τοῦτο εἰπών, ἐπέδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας. Ἒτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς, καὶ θαυμαζόντων, εἶπεν αὐτοῖς΄ Ἔχετέ τι βρώσιμον ἐνθάδε; Οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος, καὶ ἀπὸ μελισσίου κηρίου. Καὶ λαβὼν, ἐνώπιον αὐτῶν ἔφαγεν. Εἶπε δὲ αὐτοῖς΄ Οὗτοι οἱ λόγοι, οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωσέως καὶ Προφήταις καὶ Ψαλμοῖς περὶ ἐμοῦ. Τότε διήνοιξεν αὐτῶν τὸν νοῦν, τοῦ συνιέναι τὰς Γραφάς΄ καὶ εἶπεν αὐτοῖς΄ Ὃτι οὕτω γέγραπται, καὶ οὕτως εἴδει παθεῖν τὸν Χριστόν, καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν καὶ ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη, ἀρξάμενον ἀπὸ Ἱερουσαλήμ. Ὑμεῖς δὲ ἐστε μάρτυρες τούτων. Καὶ ἰδοὺ ἐγὼ ἀποστέλλω τὴν ἐπαγγελίαν τοῦ πατρός μου ἐφ’ ὑμᾶς΄ ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει Ἱερουσαλήμ, ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους. Ἐξήγαγε δὲ αὐτοὺς ἔξω εἰς Βηθανίαν, καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ, εὐλόγησεν αὐτούς. Καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτόν αὐτούς, διέστη ἀπ’ αὐτῶν, καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν. Καὶ αὐτοὶ, προσκυνήσαντες αὐτόν, ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ μετὰ χαρᾶς μεγάλης. Καὶ ἦσαν διαπαντός ἐν τῷ Ἱερῷ, αἰνοῦντες καὶ εὐλογοῦντες τὸν Θεόν. Ἀ μ ή ν.
Δ όξα σοι, Κύριε, δόξα σοι.
Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης:
Ἀ νάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν, ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι’ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.
Καὶ εὐθὺς ὁ Ν ’ Ψαλμὸς εἰς ἦχον β ’
Ἐ λέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐ πὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅ τι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντὸς.
Σ οὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰ δοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰ δοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥ αντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀ κουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀ πόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
Κ αρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μ ὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ.
Ἀ πόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Δ ιδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν.
Ῥ ῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κ ύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅ τι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
Θ υσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον΄ καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀ γάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τ ότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τ ότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους, κα ὶ ἐλέησόν με ὁ Θεός.
ὁ α’ χορός
Δόξα Πατρί… Ἦχος πλ. δ’
Τ ῆς μετανοίας ἄνοιξόν μοι πύλας Ζωοδότα, ὀρθρίζει γὰρ τὸ πνεῦμά μου, πρὸς ναὸν τὸν ἅγιόν σου, ναὸν φέρον τοῦ σώματος, ὅλον ἐσπιλωμένον, ἀλλ’ ὡς οἰκτίρμων κάθαρον, εὐσπλάγχνῳ σου ἐλέει.
ὁ β’ χορός
Καὶ νῦν … Θεοτοκίον . Ἦχος ὁ αὐτός.
Τ ῆς σωτηρίας εὔθυνόν μοι τρίβους, Θεοτόκε, αἰσχραῖς γὰρ κατεῤῥύπωσα, τὴν ψυχὴν ἁμαρτίαις, ὡς ῥᾳθύμως τὸν βίον μου, ὅλον ἐκδαπανήσας, ταῖς σαῖς πρεσβείαις ῥῦσαί με, πάσης ἀκαθαρσίας.
ὁ α’ χορός
Ἦχος πλ. β’
Στίχ. Ἐ λέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ἐξάλειψον τὸ ἀνόμημά μου.
Τ ὰ πλήθη τῶν πεπραγμένων μοι δεινῶν, ἐννοῶν ὁ τάλας, τρέμω τὴν φοβερὰν ἡμέραν τῆς κρίσεως, ἀλλὰ θαῤῥῶν εἰς τὸ ἔλεος τῆς εὐσπλαγχνίας σου, ὡς ὁ Δαυΐδ βοῶ σοι. Ἐλέησόν με ὁ Θεός, κατ ὰ τ ὸ μέγα σου ἔ λεος.
Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…
ΚΑΝΩΝ
ὁ α’ χορός
ᾠδὴ α’ ἦχος α’. ὁ Εἱρμός «Ἀναστάσεως ἡμέρα»
Ὁ θειότατος προετύπωσε πάλαι Μωσῆς, ἐν ἐρυθρᾷ θαλάσσῃ, διαβιβάσας Ἰσραήλ, τῷ Σταυρῶ σου τὴν ὑγράν, τῇ ῥάβδῳ τεμών, ᾠδὴν σοι ἐξόδιον, ἀναμέλπων Χριστὲ ὁ Θεός.
ὁ β’ χορός
Ὁ θειότατος προετύπωσε πάλαι Μωσῆς…
ὁ α’ χορός
Στίχ. Δ όξα τῇ ἁγίᾳ Ἀναστάσει σου Κύριε.
Π ανηγύρεως ἡμέρᾳ, τῇ Ἐγέρσει Χριστοῦ θάνατος φροῦδος ὤφθη, ζωῆς ἀνέτειλεν αὐγή, ὁ Ἀδὰμ ἐξαναστὰς χορεύει χαρᾷ, διὸ ἀλαλάξωμεν ἐπινίκιον ᾂδοντες.
ὁ β’ χορός
Στίχ. Δ όξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Π ροσκυνήσεως ἡμέρα τοῦ τιμίου Σταυροῦ δεῦτε πρὸς τοῦτον πάντες, τῆς γὰρ Ἐγέρσεως Χριστοῦ, τὰς αὐγὰς φωτοβολῶν, προτίθεται νῦν, Αὐτὸν ἀσπασώμεθα ψυχικῶς ἀγαλλόμενοι.
ὁ α’ χορός
Στίχ. Δ όξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Ἐ πιφάνηθι ὁ μέγας, τοῦ Κυρίου Σταυρός, δεῖξόν μοι ὄψιν θείαν, τῆς ὡραιότητός σου νῦν ἄξιον προσκυνητήν, αἰνέσεώς σου, καὶ γὰρ ὡς ἐμψύχῳ σοι, καὶ φωνῶ, καὶ προσπτύσσομαι.
ὁ β’ χορός
Στίχ. Δ όξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Α ἰνεσάτωσαν συμφώνως, οὐρανὸς καὶ ἡ γῆ, ὅτι πρόκειται πᾶσιν, ὁ παμμακάριστος Σταυρός, ᾧ παγεὶς σωματικῶς, ἐτύθη Χριστός, Αὐτὸν ἀσπασώμεθα, ψυχικῶς ἀγαλλόμενοι.
ὁ α’ χορός
Δόξα Πατρὶ…
Τ ριὰς τοῖς χαρακτῆρσιν, ὢ Μονὰς τῇ μορφῇ, Πάτερ, Υἱὲ καὶ Πνεῦμα, ἡ ὁμοδύναμος Ἑνὰς ἐν βουλῇ καὶ θελήσει, καὶ κράτους ἀρχῇ, τὸν Κόσμον σου φύλαττε, τὴν εἰρήνην βραβεύουσα.
ὁ β’ χορός
Καὶ νῦν… Θεοτοκίον
Π εῖραν ὅλως ἡ Παρθένος, μὴ εἰδυῖα ἀνδρός, ἄσπορον τίκτεις βρέφος, ἄχραντον φέρεις τοκετόν, τὸν τῶν ὅλων ποιητήν, Χριστὸν τὸν Θεόν, Αὐτὸν ἐκδυσώπησον εἰρηνεῦσαι τὰ σύμπαντα.
ὁ α’ χορός
ᾠδὴ γ’. ὁ εἱρμός «Δεῦτε πόμα πίωμεν καινὸν»
Σ τερέωσον Δέσποτα Χριστέ, τῷ Σταυρῷ σου ἐν πέτρᾳ με τῇ τῆς πίστεως, μὴ σαλευθῆναι τὸν νοῦν, ἐχθροῦ προσβολαῖς τοῦ δυσμενοῦς, μόνος γὰρ εἶ ἅγιος.
ὁ β’ χορός
Σ τερέωσον Δέσποτα Χριστέ,…
ὁ α’ χορός
Στίχ. Δ όξα τῇ ἁγίᾳ Ἀναστάσει σου Κύριε.
Δ εῦτε ᾆσμα ᾄσωμεν καινόν, τὴν κατάλυσιν ᾅδου πανηγυρίζοντες, ἐκ γὰρ τοῦ τάφου Χριστός, ἀνέστη τὸν θάνατον ἑλών, καὶ σώσας τὰ σύμπαντα.
ὁ β’ χορός
Στίχ. Δ όξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Δ εῦτε ἀρυσώμεθα πιστοὶ οὐκ ἐκ κρήνης βρυούσης ὕδωρ φθειρόμενον, ἀλλὰ πηγὴν φωτισμοῦ, Σταυροῦ προσκυνήσει τοῦ Χριστοῦ, ἐν ᾧ καὶ καυχώμεθα.
ὁ α’ χορός
Στίχ. Δ όξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Π άλαι ὃν ἐτύπου Μωϋσῆς ταῖς παλάμαις Σταυρόν σου νῦν προσπτυσσόμενοι, τὸν νοητὸν Ἀμαλὴκ τροπούμεθα Δέσποτα Χριστέ, δι’ οὗ καὶ σεσώσμεθα.
ὁ β’ χορός
Στίχ. Δ όξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Ὄ μμασι καὶ χείλεσιν ἁγνοῖς, ἀνακρούοντες μέλος ἀγαλλιάσεως τὸν τοῦ Κυρίου Σταυρὸν χαρᾷ προσκυνήσωμεν πιστοί, κροτοῦντες ἐν ᾂσμασι.
ὁ α’ χορός
Δόξα Πατρὶ…
Ἕ να ὑποστάσεσι τρισὶ Θεὸν ἄναρχον σέβω μὴ διαιρούμενον τῇ τῆς οὐσίας μορφῇ, Πατέρα, Υἱὸν καὶ Πνεῦμα ζῶν, ἐν οἷς βεβαπτίσμεθα.
ὁ β’ χορός
Καὶ νῦν… Θεοτοκίον
Ἐ ν βάτῳ Μωσῆς σου τυπικῶς τὸ μυστήριον πάλαι Σεμνὴ ἑώρακεν, ὡς γὰρ ἐκείνην ἡ φλόξ, τὸ πῦρ τῆς θεότητος τὴν σήν, νηδὺν οὐ κατέφλεξεν.
Συναπτ ὴ μικρ ά κα ὶ ἡ Ἐ κφ ώ νησις
Ὅ τι σ ὺ ε ἶ ὁ Θε ὸ ς ἡ μ ῶ ν,…
Κοντάκιον
Ἦ χος πλ. β’ – Τ ὴ ν ὑ π ὲ ρ ἡ μ ῶ ν
Τ ῇ ζωαρχικῇ παλάμῃ τοὺς τεθνεῶτας, ἐκ τῶν ζοφερῶν κευθμώνων ὁ Ζωοδότης, ἀναστήσας ἅπαντας Χριστὸς ὁ Θεός, τὴν ἀνάστασιν ἐβράβευσε, τῷ βροτείῳ φυράματι΄ ὑπάρχει γὰρ πάντων Σωτήρ, ἀνάστασις καὶ ζωή, κα ὶ Θε ὸ ς το ῦ παντ ό ς.
Ὁ Ο ἶ κος
Τ ὸν Σταυρὸν καὶ τὴν Ταφήν σου Ζωοδότα, ἀνυμνοῦμεν οἱ πιστοὶ καὶ προσκυνοῦμεν, ὅτι τὸν ᾅδην ἔδησας Ἀθάνατε, ὡς Θεὸς παντοδύναμος, καὶ νεκροὺς συνανέστησας, καὶ πύλας τοῦ ᾅδου συνέτριψας, καὶ κράτος τοῦ θανάτου καθεῖλες ὡς Θεός. Διὸ οἱ γηγενεῖς δοξολογοῦμέν σε πόθῳ τὸν ἀναστάντα, καὶ καθελόντα ἐχθροῦ τὸ κράτος τοῦ πανώλους, καὶ πάντας ἀναστήσαντα τοὺς ἐπὶ σοὶ πιστεύσαντας, καὶ κόσμον λυτρωσάμενον ἐκ τῶν βελῶν τοῦ ὄφεως, καὶ ὡς μόνον δυνατόν, ἐκ τῆς πλάνης τοῦ ἐχθροῦ λυτρωσάμενον ἡμᾶς, ὅθεν ἀνυμνοῦμεν εὐσεβῶς τὴν Ἀνάστασίν σου, δι’ ἧς ἔσωσας ἡμᾶς, ὡ ς Θε ὸ ς το ῦ παντ ό ς.
ΚΑΘΙΣΜΑΤΑ ΣΤΑΥΡΩΣΙΜΑ
ὁ β’ χορός
Ἦχος πλ. β’
Ὁ Σταυρός σου Κύριε ἡγίασται, ἐν αὐτῷ γὰρ γίνονται ἰάματα τοῖς ἀσθενοῦσιν ἐν ἁμαρτίαις, δι’ αὐτοῦ σοι προσπίπτομεν΄ Ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
Στίχ. Ὑ ψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.
Σ ήμερον τὸ Προφητικὸν πεπλήρωται λόγιον, ἰδοὺ γὰρ προσκυνοῦμεν εἰς τὸν τόπον οὗ ἔστησαν οἱ πόδες σου Κύριε, καὶ ξύλου σωτηρίας γευσάμενοι τῶν ἐξ ἁμαρτίας παθῶν ἐλευθερίας ἐτύχομεν πρεσβείαις τῆς Θεοτόκου μόνε φιλάνθρωπε.
ὁ β’ χορός
Δόξα Πατρὶ…
Μ όνον ἐπάγη τὸ ξύλον Χριστὲ τοῦ Σταυροῦ σου, τὰ θεμέλια ἐσαλεύθησαν τοῦ θανάτου Κύριε, ὃν γὰρ κατέπιε πόθῳ ὁ ᾅδης ἀπέλυσε τρόμῳ, ἔδειξας ἡμῖν τὸ σωτήριόν σου Ἅγιε καὶ δοξολογοῦμέν σε Υἱὲ Θεοῦ, Ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
Καὶ νῦν… Θεοτοκίον
Θ εοτόκε Παρθένε ἱκέτευε τὸν Υἱόν σου τὸν ἑκουσίως προσπαγέντα ἐν Σταυρῷ καὶ ἀναστάντα ἐκ νεκρῶν Χριστὸν τὸν Θεὸν ἡμῶν σωθῆναι τὰς ψυχὰς ἡμῶν.
ᾠδὴ δ’. ὁ εἱρμός «Ἐπὶ τῆς θείας φυλακῆς»
Ἐ πὶ Σταυροῦ σε Δυνατὲ φωστὴρ ὁ μέγας κατιδὼν τρόμῳ ἐπαρθείς, τὰς ἀκτῖνας συνέστειλεν, ἔκρυψε, πᾶσα δὲ κτίσις ὕμνησεν, ἐν φόβῳ τὴν σὴν μακροθυμίαν, καὶ γάρ ἐπλήσθη ἡ γῆ, τῆς σῆς αἰνέσεως.
Στίχ. Δ όξα τῇ ἁγίᾳ Ἀναστάσει σου Κύριε.
Ἰ δοὺ ἀνέστη ὁ Χριστός, ταῖς Μυροφόροις Γυναιξίν, Ἄγγελος φησὶ μὴ θρηνεῖτε πορευθεῖσαι εἴπατε, τοῖς Ἀποστόλοις, Χαίρετε, σήμερον σωτηρία τῷ Κόσμῳ, ἡ τυραννίς τοῦ ἐχθροῦ, θανάτῳ λέλυται.
Στίχ. Δ όξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Τ οῦ ζωηφόρου σου Σταυροῦ, τὴν προσκυνήσιμον χαρὰν σήμερον Χριστὲ ὑπαντῶντες προπομπὴν ποιούμεθα τοῦ παναγίου Πάθους σου, εἰς σωτηρίαν τοῦ Κόσμου, ἐναπειργάσω Σωτήρ, ὡς παντοδύναμος.
Στίχ. Δ όξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Σ ήμερον γίνεται χαρά, ἐν οὐρανῷ καὶ ἐπὶ γῆς, ὅτι τοῦ Σταυροῦ τὸ σημεῖον, Κόσμῳ ἐμφανίζεται, Σταυρὸς ὁ τρισμακάριστος, οὗτος γὰρ προτεθεὶς ἀναβλύζει, τοῖς προσκυνοῦσιν αὐτόν, χάριν ἀένναον.
Στίχ. Δ όξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Τ ί σοι προσάξωμεν Χριστὲ; ὅτι τὸν τίμιον Σταυρὸν δέδωκας ἡμῖν προσκυνῆσαι ἐν ᾧ τὸ πανάγιον κατεκενώθη Αἷμά σου ᾧ καὶ ἡ Σάρξ σου ἣλοις ἐπάγη, ὃν ἀσπαζόμενοι νῦν, εὐχαριστοῦμέν σοι.
Δόξα Πατρὶ…
Μ ιᾶς θεότητος ὑμνῶ τρεῖς ὑποστάσεις ἀμερῶς φύσεως ἁπλῆς δογματίζων, τὸν Πατέρα ἄναρχον Υἱὸν καὶ Πνεῦμα ἅγιον, σύνθρονον κυριότητα μίαν, ὁμοβασίλειον ἕν κράτος ἀΐδιον.
Καὶ νῦν… Θεοτοκίον
Μ όνη ἐφάνης γυναικῶν, χρῆμα πανθαύμαστον Ἁγνή, πρᾶγμα φοβερόν, τὴν γὰρ φύσιν, σὺ ἐκαινοτόμησας ἄνευ σπορᾶς κυήσασα, μείνασα πάλιν ὡς πρὶν Παρθένος, ὁ γεννηθείς γὰρ ἐκ σοῦ. Θεὸς ἐστιν ἀληθής.
ᾠδὴ ε’. ὁ εἱρμός «Ὀρθρίσωμεν ὄρθρου βαθέος»
Ὀ ρθρίζοντες σὲ ἀνυμνοῦμεν, Σωτὴρ τοῦ Κόσμου εἰρήνην, εὑράμενοι τῷ Σταυρῷ σου, δι οὗ ἀνεκαίνισας, τὸ γένος τὸ ἀνθρώπινον, φῶς πρός ἀνέσπερον ἄγων ἡμᾶς.
Στίχ. Δ όξα τῇ ἁγίᾳ Ἀναστάσει σου Κύριε.
Ἀ νέτειλας ἀπὸ τοῦ τάφου ἄδυτον φάος τῷ Κόσμῳ ἀστράπτων τὴν ἀφθαρσίαν ἐκμειώσας Κύριε θανάτου τὴν κατήφειαν, ἐκ τῶν περάτων ὡς εὔσπλαγχνος.
Στίχ. Δ όξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Π ροσέλθωμεν κεκαθαρμένοι τῇ ἐγκρατείᾳ θερμῶς, προσπτυσσόμενοι ἐν αἰνέσει, Ξύλον τὸ πανάγιον ἐν ᾧ Χριστὸς σταυρούμενος ἔσωσε Κόσμον ὡς εὔσπλαγχνος.
Στίχ. Δ όξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Χ ορεύουσιν ἐν εὐφροσύνῃ Ἀγγέλων τάξεις σήμερον Σταυροῦ σου τῇ προσκυνήσει, ἐν αὐτῷ γὰρ τέθραυκας, τὰς τῶν δαιμόνων φάλαγγας, σώσας Χριστὲ τὸ ἀνθρώπινον.
Στίχ. Δ όξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Π αράδεισος ἄλλος ἐγνώσθη, ἡ Ἐκκλησία ὡς πρίν, ξύλον ἔχουσα ζωηφόρον, τὸν Σταυρόν σου Κύριε, ἐξ οὗ διὰ προσψαύσεως, ἀθανασίας μετέχομεν.
Δόξα Πατρὶ…
Σ υνάναρχα τρία δοξάζω μιᾶς οὐσίας Θεὸν τὸν Πατέρα, Υἱὸν καὶ Πνεῦμα φῶς ἓν τριλαμπέστατον, ὁμοκρατὲς βασίλειον, ἐν ἀσυγχύτῳ ταυτότητι.
Καὶ νῦν… Θεοτοκίον
Ἐ κύησας φύσεως νόμῳ, ἀλλ’ ὑπὲρ νόμον, σοῦ γὰρ μόνης ἄσπορος ἡ λοχεία φρικτὸς καὶ νοούμενος, ὁ τρόπος καὶ λεγόμενος, τοῦ τοκετοῦ σου Πανάμωμε.
ᾠδὴ Ϛ’. ὁ εἱρμός «Κατῆλθες ἐν τοῖς κατωτάτοις»
Τ ὸν τύπον τοῦ θείου Σταυροῦ Ἰωνᾶς, ἐν κοιλίᾳ τοῦ κήτους, τεταμέναις παλάμαις, προδιεχάραξε καὶ ἀνέθορε σεσωσμένος τοῦ θηρὸς τῇ δυνάμει σου Λόγε.
Στίχ. Δ όξα τῇ ἁγίᾳ Ἀναστάσει σου Κύριε.
Ἀ νέστης τὸν θάνατον θραύσας Χριστέ, ὥσπερ μέγας Βασιλεύς, ἐκ τῶν τοῦ ᾍδου ταμείων, ἀνακαλέσας ἡμᾶς, εἰς ἀπόλαυσιν Βασιλείας οὐρανῶν, εἰς γῆν ἀθανασίας.
Στίχ. Δ όξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Κ ροτοῦντες ἐν ᾄσμασι θείοις πιστοί, ἀλαλάξωμεν Θεῷ τὸν Σταυρὸν τοῦ Κυρίου κατασπαζόμενοι, ἁγιότητος ἀναβλύζει γὰρ πηγήν, πᾶσι τοῖς ἐν τῷ Κόσμῳ.
Στίχ. Δ όξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Π ληροῦται ἡ ᾀσματογράφος φωνή, προσκυνοῦμεν γὰρ ἰδοὺ τῶν ἀχράντων ποδῶν σου, τὸ ὑποπόδιον Παντοδύναμε, τὸν Σταυρόν σου τὸν σεπτόν, τὸ τριπόθητον ξύλον.
Στίχ. Δ όξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Ὃ εἶδε ξύλον τῷ σῷ ἄρτῳ βληθὲν, Προφητῶν ὁ θρηνητὴς, τὸν Σταυρόν σου οἰκτίρμον, κατασπαζόμενοι, ἀνυμνοῦμέν σου τὰ δεσμὰ καὶ τὴν ταφήν, λόγχην τε καὶ τούς ἥλους.
Στίχ. Δ όξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Ἐ π’ ὤμων ὃνπερ κατεδέξω Χριστέ, φέρειν ἅγιον Σταυρόν, καὶ ἐν τούτῳ ἀρθῆναι, καὶ σταυρωθῆναι σαρκὶ προσπτυσσόμενοι, κομιζόμεθα ἰσχὺν κατ’ ἐχθρῶν ἀοράτων.
Δόξα Πατρὶ…
Μ ονάδα τρισὶ χαρακτῆρσιν ὑμνῶ, καὶ Τριάδα ἐν μιᾷ, φύσει προσκυνουμένην, Θεὸν τὰ τρία ὁμοῦ, φῶς τρισήλιον τὸν Πατέρα καὶ Υἱόν, καὶ τὸ ἅγιον Πνεῦμα.
Καὶ νῦν… Θεοτοκίον
Θ αυμάτων τὸ μέγιστον θαῦμα ἐν σοὶ ὤφθη ἄσπιλε Ἀμνάς, τὸν γὰρ αἴροντα Κόσμου τὴν ἁμαρτίαν, Ἀμνὸν ἀπεκύησας, ὃν δυσώπει ἐκτενῶς, ὑπὲρ τῶν σὲ ὑμνούντων.
Συναπτ ὴ μικρ ά κα ὶ ἡ Ἐ κφ ώ νησις
Σ ὺ γ ὰ ρ ε ἶ ὁ Βασιλε ύ ς…
Κοντάκιον
Αὐτόμελον.Ἦχος βαρὺς
Ο ὐκέτι φλογίνη ῥομφαία φυλάττει τὴν πύλην τῆς Ἐδέμ, αὐτὴ γὰρ ἐπῆλθε παράδοξος σβέσις τὸ ξύλον τοῦ Σταυροῦ, θανάτου τὸ κέντρον, καὶ ᾅδου τὸ νῖκος ἐλήλαται, ἐπέστης δὲ Σωτήρ μου βοῶν τοῖς ἐν ᾅδη, Εἰσάγεσθε πάλιν εἰς τὸν Παράδεισον.
Ὁ Οἶκος
Τ ρεῖς σταυροὺς ἐπήξατο ἐν Γολγοθᾶ ὁ Πιλάτος, δύω τοῖς λῃστεύσασι, καὶ ἕνα τοῦ Ζωοδότου, ὃν εἶδεν ὁ ᾅδης, καὶ εἶπε τοῖς κάτω, Ὢ λειτουργοί μου καὶ δυνάμεις μου τὶς ὁ ἐμπήξας ἧλον τῇ καρδίᾳ μου, ξυλίνῃ με λόγχῃ ἐκέντησεν ἄφνω καὶ διαῤῥήσομαι, τὰ ἔνδον μου πονῶ, τὴν κοιλίαν μου ἀλγῶ, τὰ αἰσθητήριά μου, μαιμάσσει τὸ πνεῦμά μου, καὶ ἀναγκάζομαι ἐξερεύξασθαι τὸν Ἀδὰμ καὶ τοὺς ἐξ Ἀδάμ, ξύλῳ δοθέντας μοι΄ ξύλον γὰρ τούτους εἰσάγει πάλιν εἰς τὸν Παράδεισον.
Σ υ ν α ξ ά ρ ι ο ν
Τ ῇ ΙΘ ‘ τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων, Χρυσάνθου καὶ Δαρείας.
Στίχοι
Ζῶσι Χρύσανθος καὶ Δαρεία ἐν πόλῳ,
Κἂν ἐκπνέωσι, ζῶντες εἰσδύντες βόθρῳ.
Χῶσαν συζυγίην δεκάτῃ ἐνάτῃ ὁμόλεκτρον.
Τ ῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Κλαύδιος ὁ Τριβοῦνος, ἐν θαλάσσῃ βληθείς, τελειοῦται.
Στίχοι
Φυγὼν θάλασσαν Κλαύδιος, τὴν τῆς πλάνης.
Ἔνδον θαλάσσης βάλλεται παρὰ πλάνων.
Τ ῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Ἱλαρία, ἡ τούτου σύζυγος, ξίφει τελειοῦται.
Στίχοι
Ἱλαρία τμηθεῖσα τὴν κάραν ξίφει,
Θεοῦ πρόσωπον ἱλαρώτατα βλέπει.
Τ ῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες, Ἰάσων καὶ Μαῦρος, οἱ υἱοὶ αὐτῶν, ξίφει τελειοῦνται.
Στίχοι
Σὺν αὐταδέλφῳ τέμνεται Μαύρῳ κάραν,
Ἀδελφὰ τούτῳ συμφρονήσας Ἰάσων.
Τ ῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Παγχαρίου.
Στίχοι
Ὁ Παγχάριος πᾶσαν ἦν πλουτῶν χάριν,
Ὃν πρὸς τομὴν ἤλειψεν ἡ Θεοῦ χάρις.
Τ ῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Διόδωρος Πρεσβύτερος καὶ Μαριανὸς Διάκονος, σπηλαίῳ ἐγκλεισθέντες, τελειοῦνται.
Στίχοι
Ὡς βῆμα τὸ σπήλαιον· ἔνδον γὰρ φέρει
Θύτην τε Χριστοῦ καὶ σὺν αὐτῷ Λευΐτην.
Τ ῇ αὐτῇ ἡμέρᾳ , Κυριακῇ τρίτῃ τῶν Νηστειῶν, τὴν Προσκύνησιν ἑορτάζομεν τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ .
Στίχοι
Τὸν Σταυρὸν γῆ σύμπασα προσκυνησάτω,
Δι’ οὗ περ ἔγνωκε σὲ προσκυνεῖν, Λόγε.
Τ ῇ αὐτοῦ δυνάμει, Χριστὲ ὁ Θεός, καὶ ἡμᾶς τῶν τοῦ πονηροῦ διαφύλαξον ἐπηρειῶν, καὶ τὰ θεῖά σου Πάθη, καὶ τὴν ζωηφόρον Ἀνάστασιν προσκυνῆσαι ἀξίωσον, τὸ τεσσαρακονθήμερον εὐμαρῶς διανύσαντας στάδιον, καὶ ἐλέησον ἡμᾶς ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.
ΚΑΤΑΒΑΣΙΑΙ
ὁ α’ χορός
ᾨδὴ α’. Ἦχος α’. Ἀναστάσεως ἡμέρα
Ὁ θειότατος προετύπωσε πάλαι Μωσῆς, ἐν ἐρυθρᾷ θαλάσσῃ, διαβιβάσας Ἰσραήλ, τῷ Σταυρῶ σου τὴν ὑγράν, τῇ ῥάβδῳ τεμών, ᾠδὴν σοι ἐξόδιον, ἀναμέλπων Χριστὲ ὁ Θεός.
ὁ β’ χορός
ᾨδὴ γ’. Δεῦτε πόμα πίωμεν καινὸν
Σ τερέωσον Δέσποτα Χριστέ, τῷ Σταυρῷ σου ἐν πέτρᾳ με τῇ τῆς πίστεως μὴ σαλευθῆναι τὸν νοῦν, ἐχθροῦ προσβολαῖς τοῦ δυσμενοῦς,…
ὁ α’ χορός
… μ όνος γὰρ εἶ ἅγιος.
ὁ β’ χορός
ᾨδὴ δ’. Ἐπὶ τῆς θείας φυλακῆς
Ἐ πὶ Σταυροῦ σε Δυνατὲ φωστὴρ ὁ μέγας κατιδὼν τρόμῳ ἐπαρθείς, τὰς ἀκτῖνας συνέστειλεν, ἔκρυψε, πᾶσα δὲ κτίσις ὕμνησεν, ἐν φόβῳ τὴν σὴν μακροθυμίαν, καὶ γάρ ἐπλήσθη ἡ γῆ, τῆς σῆς αἰνέσεως.
ὁ α’ χορός
ᾨδὴ ε’. Ὀρθρίσωμεν ὄρθρου βαθέος
Ὀ ρθρίζοντες σὲ ἀνυμνοῦμεν, Σωτὴρ τοῦ Κόσμου εἰρήνην, εὑράμενοι τῷ Σταυρῷ σου, δι’ οὗ ἀνεκαίνισας, τὸ γένος τὸ ἀνθρώπινον, φῶς πρός ἀνέσπερον ἄγων ἡμᾶς.
ὁ β’ χορός
ᾨδὴ Ϛ’. Κατῆλθες ἐν τοῖς κατωτάτοις…
Τ ὸν τύπον τοῦ θείου Σταυροῦ Ἰωνᾶς, ἐν κοιλίᾳ τοῦ κήτους, τεταμέναις παλάμαις, προδιεχάραξε καὶ ἀνέθορε σεσωσμένος τοῦ θηρὸς τῇ δυνάμει σου Λόγε.
ὁ α’ χορός
ᾨδὴ ζ’. Ὁ Παῖδας ἐκ καμίνου…
Φ λογώσεως ὁ Παῖδας ῥυσάμενος σάρκα προσλαβόμενος, ἦλθεν ἐπὶ γῆς καὶ Σταυρῷ προσηλωθείς, σωτηρίαν ἡμῖν ἐδωρήσατο, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων Θεός, καὶ ὑπερένδοξος.
ὁ β’ χορός
ᾨδὴ η’. Αὕτη ἡ κλητή, καὶ ἁγία ἡμέρα…
Στίχ. Α ἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον.
Χ εῖρας ἐν τῷ λάκκῳ βληθεὶς τῶν λεόντων ποτὲ ὁ μέγας ἐν Προφήταις σταυροειδῶς ἐκπετάσας Δανιὴλ, ἀβλαβὴς ἐκ τῆς τούτων καταβρώσεως σέσωσται, εὐλογῶν Χριστόν τὸν Θεὸν εἰς τοὺς αἰῶνας.
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…
ΤΙΜΙΩΤΕΡΑ (Ἦχος α’)
ὁ α’ χορός
Στίχ. Μ εγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.
Τ ὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
ὁ β’ χορός
Στίχ. Ὅ τι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.
Τ ὴν Τιμιωτέραν…
ὁ α’ χορός
Στίχ. Ὅ τι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.
Τ ὴν Τιμιωτέραν…
ὁ β’ χορός
Στίχ. Ἐ ποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.
Τ ὴν Τιμιωτέραν…
ὁ α’ χορός
Στίχ. Κ αθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.
Τ ὴν Τιμιωτέραν…
ὁ β’ χορός
Στίχ. Ἀ ντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.
Τ ὴν Τιμιωτέραν…
Καταβασία
ὁ α’ χορός
ᾠδὴ θ’.
Φωτίζου, φωτίζου…
Ὢ Μῆτερ Παρθένε, καὶ Θεοτόκε ἀψευδής, ἡ τεκοῦσα ἀσπόρως, Χριστὸν τὸν Θεὸν ἡμῶν, τὸν ἐν Σταυρῷ ὑψωθέντα σαρκὶ σὲ οἱ πιστοί, ἅπαντες ἀξίως, σὺν τούτῳ νῦν μεγαλύνομεν.
Συναπτ ὴ μικρ ά κα ὶ ἡ Ἐ κφ ώ νησις
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ
ὁ α’ χορός
Ἦχος β’.
Ἅ γιος Κύριος ὁ Θεὸς ἡμῶν.
ὁ β’ χορός
Ἅ γιος Κύριος ὁ Θεὸς ἡμῶν.
ὁ α’ χορός
Ὑ ψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.
ὁ β’ χορός
Ὅ τι ἅγιος ἐστι.
ὁ α’ χορός
Ἐ ξαποστειλ ά ριον Ϛ’
Δ εικνύων ὅτι ἄνθρωπος, Σῶτερ εἶ κατ’ οὐσίαν, ἀναστὰς ἐκ τοῦ μνήματος, βρώσεως συμμετέσχες, καὶ μέσον στὰς ἐδίδασκες, μετάνοιαν κηρύσσειν΄ εὐθὺς δὲ πρὸς οὐράνιον, ἀνελήφθης Πατέρα, καὶ Μαθηταῖς, πέμπειν τὸν Παράκλητον ἐπηγγείλω, Ὑπέρθεε Θεάνθρωπε, δόξα τῇ σῇ Ἐγέρσει.
Καὶ τοῦ Σταυροῦ
ὁ β’ χορός
Τοῖς Μαθηταῖς
Σ ταυρὸν Χριστοῦ τὸν τίμιον, σήμερον προτεθέντα, ἰδόντες προσκυνήσωμεν, καὶ πιστῶς εὐφρανθῶμεν, κατασπαζόμενοι πόθῳ, τὸν ἐν τούτῳ θελήσει, σταυρωθέντα αἰτούμενοι, Κύριον ἀξιῶσαι, πάντας ἡμᾶς, τὸν Σταυρὸν τὸν τίμιον προσκυνῆσαι, καὶ φθάσαι τὴν Ἀνάστασιν, πάντας ἀκατακρίτως.
ὁ α’ χορός
Θεοτοκίον, Ὅμοιον
Τ ὸ ξύλον ἐν ᾧ Πάνσεμνε τὰς ἀχράντους παλάμας, ὑπὲρ ἡμῶν ἐξέτεινε, προσπαγεὶς ὁ Υἱός σου, νῦν εὐσεβῶς προσκυνοῦμεν, δὸς ἡμῖν τὴν εἰρήνην, καὶ τὰ κοσμοσωτήρια, φθάσαι πάνσεπτα Πάθη, καὶ τὴν λαμπράν, καὶ κοσμοχαρμόσυνον προσκυνῆσαι, τοῦ Πάσχα κυριώνυμον…
ὁ β’ χορός
… καὶ φωσφόρον ἡμέραν.
ΑΙΝΟΙ
ὁ α’ χορός
Ἦχος πλ. β´
Π ᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ β’ χορός
Α ἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ α’ χορός
Στιχηρὰ Ἀναστάσιμα δ´ .
Στίχ . Τ οῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
Ὁ Σταυρός σου Κύριε, ζωὴ καὶ ἀνάστασις ὑπάρχει τῷ λαῷ σου· καὶ ἐπ᾽ αὐτῷ πεποιθότες, σὲ τὸν ἀναστάντα, Θεὸν ἡμῶν ὑμνοῦμεν, ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Στίχ . Α ἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
Ἡ ταφή σου Δέσποτα, Παράδεισον ἤνοιξε τῷ γένει τῶν ἀνθρώπων· καὶ ἐκ φθορᾶς λυτρωθέντες, σὲ τὸν ἀναστάντα, Θεὸν ἡμῶν ὑμνοῦμεν, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
Στίχ . Α ἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Σ ὺν Πατρὶ καὶ Πνεύματι, Χριστὸν ἀνυμνήσωμεν, τὸν ἀναστάντα ἐκ νεκρῶν, καὶ πρὸς αὐτὸν ἐκβοῶμεν· Σὺ ζωὴ ὑπάρχεις, ἡμῶν καὶ ἀνάστασις, ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Στίχ . Α ἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Τ ριήμερος ἀνέστης Χριστέ, ἐκ τάφου καθὼς γέγραπται, συνεγείρας τὸν Προπάτορα ἡμῶν· διό σε καὶ δοξάζει, τὸ γένος τῶν ἀνθρώπων, καὶ ἀνυμνεῖ σου τὴν Ἀνάστασιν.
ὁ α’ χορός
Στίχ. Α ἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Ἦχος δ’ – Ὡς γενναῖον ἐν Μάρτυσι
Ἐ ν φωναῖς ἀλαλάξωμεν, ἐν ᾠδαῖς μεγαλύνωμεν, τὸν Σταυρὸν τὸν τίμιον, ἀσπαζόμενοι, καὶ πρὸς αὐτὸν ἐκβοήσωμεν, Σταυρὲ πανσεβάσμιε, καθαγίασον ἡμῶν τὰς ψυχάς καὶ τὰ σώματα, τῇ δυνάμει σου, καὶ παντοίας ἐκ βλάβης ἐναντίων, διατήρησον ἀτρώτους τοὺς εὐσεβῶς προσκυνοῦντάς σε.
ὁ β’ χορός
Στίχ. Α ἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Ἐ ν φωναῖς ἀλαλάξωμεν,…
ὁ α’ χορός
Στίχ. Ὑ ψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν, καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.
Π ροσελθόντες ἀρύσατε, μὴ κενούμενα νάματα, τοῦ Σταυροῦ τῇ χάριτι, προερχόμενα, ἰδοὺ προκείμενον βλέποντες τὸ Ξύλον τὸ ἅγιον, χαρισμάτων τὴν πηγὴν ἀρδομένην τῷ Αἵματι καὶ τῷ ὕδατι τοῦ Δεσπότου τῶν ὅλων, τοῦ ἐν τούτῳ, ἑκουσίως ὑψωθέντος καὶ τοὺς βροτοὺς ἀνυψώσαντος.
ὁ β’ χορός
Στίχ. Ὁ δὲ Θεὸς ἡμῶν πρὸ αἰώνων εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς.
Ἐ κκλησίας ἑδραίωμα, βασιλέων κραταίωμα μοναζόντων καύχημα καὶ διάσωσμα, σὺ εἶ Σταυρὲ πανσεβάσμιε, διὸ προσκυνοῦντές σε, καὶ καρδίας καὶ ψυχάς, φωτιζόμεθα σήμερον, θείᾳ χάριτι, τοῦ ἐν σοὶ προσπαγέντος, καὶ τὸ κράτος, τοῦ δολίου καθελόντος καὶ τὴν ἀρὰν ἀφανίσαντος.
ὁ α’ χορός
Δόξα Πατρί …Ἰδιόμελον τοῦ Τριωδίου Ἦχος πλ. δ’
Τ ὴν ὑψηλόφρονα γνώμην τῶν κακίστων Φαρισαίων ὁ πάντων Κύριος παραβολικῶς ἐκφεύγειν ταύτην ἐδίδαξε καὶ μὴ ὑψηλοφρονεῖν, παρ’ ὃ δεῖ φρονεῖν, πάντας ἐπαίδευσεν ὑπογραμμὸς καὶ τύπος ὁ αὐτὸς γενόμενος, μέχρι Σταυροῦ καὶ θανάτου, ἑαυτὸν ἐκένωσεν, Εὐχαριστοῦντες οὖν σὺν τῷ Τελώνῃ εἴπωμεν, ὁ παθὼν ὑπὲρ ἡμῶν καὶ ἀπαθὴς διαμείνας Θεὸς τῶν παθῶν ἡμᾶς ῥῦσαι, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.
ὁ β’ χορός
Καὶ νῦν… ἦχος β’ (πάντοτε)
Ὑ περευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε, διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν, διὸ ἀνυμνοῦντες βοῶμεν. Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.
Δοξολογία Μεγάλη εἰς ἦχον δ’ ΑΓΙΑ ( Ἀργή )
ὁ α’ χορός
Δ όξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
ὁ β’ χορός
Ὑ μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.
ὁ α’ χορός
Κ ύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.
ὁ β’ χορός
Κ ύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
ὁ α’ χορός
Π ρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Ὅ τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
ὁ α’ χορός
Κ αθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
ὁ β’ χορός
Κ αταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
ὁ α’ χορός
Ε ὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
ὁ β’ χορός
Γ ένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
ὁ α’ χορός
Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ β’ χορός
Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ α’ χορός
Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ β’ χορός
Κ ύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
ὁ α’ χορός
Κ ύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
ὁ β’ χορός
Ὅ τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
ὁ α’ χορός
Π αράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
Ἅ γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Ἅ γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
Ἅ γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός
Κ αὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ὁ β’ χορός
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ
Ἅγιος ὁ Θεός,
ὁ β’ χορός
Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός
Ἅ γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
Η ΤΑΞΙΣ ΤΗΣ ΣΤΑΥΡΟΠΡΟΣΚΥΝΗΣΕΩΣ
Εἰς τὸ ᾀσματικόν· «῞Αγιος ὁ Θεός … », γίνεται ἡ Εἴσοδος τοῦ Τιμίου Σταυροῦ ὡς ἐφεξῆς:
Οἱ Χοροί κατέρχονται καὶ μεταβαίνουσι εἰς τὴν Βόρειον Πύλην τοῦ ῾Ιεροῦ Βήματος. ῾Ο ῾Ιερεύς, λαμβάνει τὸ θυμιατὸν καὶ θυμιᾷ τρίς τὴν ῾Αγίαν Τράπεζαν καὶ τὸν ἐπ’ αὐτῇ ἐπί ηὐτρεπισμένου μετ’ ἀνθέων καὶ τριῶν κηρῶν δίσκου κείμενον Τίμιον Σταυρόν. Θυμιάσας καὶ ποιήσας τρεῖς μετανοίας ἀσπάζεται τὴν ῾Αγίαν Τράπεζαν καὶ αἴρει τὸν δίσκον μετά τοῦ Τιμίου Σταυροῦ ἐπί κεφαλῆς καὶ ἐξέρχεται ἀπὸ τῆς Βορείου Πύλης τοῦ ῾Ι. Βήματος προπορευομένων αὐτοῦ τῶν Χορῶν, ψαλλόντων τὸ ᾀσματικόν· «῞Αγιος ὁ Θεός », τῶν λαμπαδούχων μετά τῶν ῾Εξαπτερύγων ἄνευ τοῦ Σταυροῦ γίνεται ἡ περιφορά.
῾Η πομπή, ὅταν φθάσῃ εἰς τό μέσον τοῦ Σολέα, περιφέρεται πέριξ τοῦ τρισκελίου τρίς. ᾽Ακολούθως ὁ ῾Ιερεύς βλέπων πρὸς ἀνατολάς ὑψώνει τὸν δίσκον καὶ ἐκφωνεῖ· «Σοφία· ὀρθοί », εἶτα θέτει αὐτόν ἐπί τοῦ τρισκελίου καὶ ἀμέσως λαμβάνει τὸ θυμιατὸν καὶ θυμιᾷ σταυροειδῶς τὸν ἐπί τοῦ τρισκελίου εὑρισκόμενον δίσκον μετά τοῦ Τιμίου Σταυροῦ ψάλλων τό· «Σῶσον, Κύριε, τ ὸ ν λα ὸ ν σου… ». Τὸ αὐτὸ ψάλλουσι ἀνά μίαν οἱ Χοροί.
Εἶτα ὁ ῾Ιερεύς ἤ ὁ ᾽Αρχιερεύς, (ὅστις ἄν ᾖ χοροστατῶν κατέρχεται τοῦ θρόνου), ποιεῖ τρεῖς μετανοίας, προσκυνεῖ τὸν Τίμιον Σταυρόν καὶ ψάλλει τό· «Τ ὸ ν Σταυρόν σου προσκυνοῦμεν… ». Τὸ αὐτό ἐπαναλαμβάνουσι καὶ οἱ δύο Χοροί καὶ γίνεται ὑπό τοῦ λαοῦ ἡ προσκύνησις τοῦ Τιμίου Σταυροῦ, τῶν χορῶν ψαλλόντων τά ᾽Ιδιόμελα· «Δεῦτε, πιστοί… », κτλ.
Ποίημα Λέοντος Δεσπότου
Ἦχος β’
Δ εῦτε πιστοὶ τὸ ζωοποιὸν Ξύλον προσκυνήσωμεν, ἐν ᾧ Χριστὸς ὁ Βασιλεὺς τῆς δόξης ἑκουσίως χεῖρας ἐκτείνας ὕψωσεν ἡμᾶς εἰς τὴν ἀρχαίαν μακαριότητα, οὓς πρίν ὁ ἐχθρός, δι’ ἡδονῆς συλήσας ἐξορίστους Θεοῦ πεποίηκε΄ Δεῦτε πιστοὶ Ξύλον προσκυνήσωμεν, δι’ οὗ ἠξιώθημεν, τῶν ἀοράτων ἐχθρῶν συντρίβειν τὰς κάρας. Δεῦτε πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν τὸν Σταυρὸν τοῦ Κυρίου ὕμνοις τιμήσωμεν. Χαίροις Σταυρὲ τοῦ πεσόντος Ἀδὰμ ἡ τελεία λύτρωσις, ἐν σοὶ οἱ πιστότατοι Βασιλεῖς ἡμῶν καυχῶνται ὡς τῇ σῇ δυνάμει, Ἰσμαηλίτην λαόν, κραταιῶς ὑποτάττοντες. Σὲ νῦν μετὰ φόβου, Χριστιανοὶ ἀσπαζόμεθα, καὶ τὸν ἐν σοὶ προσπαγέντα Θεὸν δοξάζομεν λέγοντες, Κύριε ὁ ἐν αὐτῷ προσπαγείς, ἐλέησον ἡμᾶς ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.
῾Ο ᾽Αριστερός χορός ψάλλει τό ᾽Απολυτίκιον· «Σῶσον Κύριε, τόν λαόν σου… ».
ὁ χορός
ἦχος α’
Σ ῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα.
ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
᾽Αντίφωνα
῏Ηχος β´.
Στίχ . α´ . ᾽ Ε σημειώθη ἐφ’ ἡμᾶς τό φῶς τοῦ προσώπου Σου, Κύριε.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.
Στίχ . β´ . ῎Ε δωκας τοῖς φοβουμένοις Σε σημείωσιν τοῦ φυγεῖν ἀπό προσώπου τόξου.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου, …
Στίχ . γ´ . ᾽Α νέβης εἰς ὕψος, ᾐχμαλώτευσας αἰχμαλωσίαν.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου, …
Στίχ . δ´ . ῎Ε δωκας κληρονομίαν τοῖς φοβουμένοις τό ὄνομά Σου, Κύριε.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου, …
Δόξα Πατρὶ … Καὶ νῦν
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
᾽Αντίφωνον β ´.
῏Ηχος ὁ αὐτός .
Στίχ . α´ . Ε ἴδοσαν πάντα τά πέρατα τῆς γῆς τό σωτήριον τοῦ Θεοῦ ἡμῶν.
Σ ῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι, Ἀλληλούϊα.
Στίχ . β´ . Π ροσκυνήσωμεν εἰς τόν τόπον, οὗ ἔστησαν οἱ πόδες Αὐτοῦ.
Σ ῶσον ἡμᾶς, Υἱέ Θεοῦ, ὁ ἀναστάς ἐκ νεκρῶν, …
Στίχ . γ´ . ῾Ο δέ Θεός, βασιλεύς ἡμῶν, πρό αἰώνων εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς.
Σ ῶσον ἡμᾶς, Υἱέ Θεοῦ, ὁ ἀναστάς ἐκ νεκρῶν, …
Στίχ . δ´ . ῾Υ ψωθήσομαι ἐν τοῖς ἔθνεσιν· ὑψωθήσομαι ἐν τῇ γῇ.
Σ ῶσον ἡμᾶς, Υἱέ Θεοῦ, ὁ ἀναστάς ἐκ νεκρῶν, …
Δόξα Πατρὶ … Καὶ νῦν …
Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας. Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.
᾽Αντίφωνον γ´.
῏Ηχος α´.
Στίχ . α´ . ῾Υ ψοῦτε Κύριον τόν Θεόν ἡμῶν καί προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν Αὐτοῦ.
Σ ῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα.
Στίχ . β´ . Σ ῶσον, ὁ Θεός, τόν λαόν σου καί εὐλόγησον τήν κληρονομίαν σου.
Σ ῶσον Κύριε τόν λαόν σου…
Στίχ . γ´ . Κ αί ποίμανον αὐτούς καί ἔπαρον αὐτούς ἕως τοῦ αἰῶνος.
Σ ῶσον Κύριε τόν λαόν σου….
Μικρὰ Εἴσοδος.
Εἰσοδικὸν
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Δ εῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἀναστάς ἐκ νεκρῶν…..
…ψ άλλοντάς σοι, Ἀλληλούϊα.
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Ἀπολυτίκιον Ἦχος πλ.β’
Ἀ γγελικαὶ δυνάμεις ἐπὶ τὸ μνῆμά σου, καὶ οἱ φυλάσσοντες ἀπενεκρώθησαν, καὶ ἵστατο Μαρία ἐν τῷ τάφῳ, ζητοῦσα τὸ ἄχραντόν σου σῶμα. Ἐσκύλευσας τὸν ᾅδην, μὴ πειρασθεὶς ὑπ᾽ αὐτοῦ, ὑπήντησας τῇ παρθένῳ, δωρούμενος τὴν ζωήν, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι.
ἦχος α ‘
Σ ῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα.
Τοῦ Ναοῦ
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Κοντάκιον Ἦχος πλ.δ’
Τ ῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν, εὐχαριστήρια, ἀναγράφω σοι ἡ Πόλις σου, Θεοτόκε, ἀλλ’ ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον ἵνα κράζω σοι, Χαῖρε, Νύμφη ἀνύμφευτε.
Ἀντὶ δὲ τοῦ Τρισαγίου
Τ ὸν Σταυρόν σου προσκυνοῦμεν Δέσποτα, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν δοξάζομεν.
Ἀπόστολος
Προκείμενον Ἦχος πλ. β’
Σ ῶσον, Κύριε, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου.
Στίχ. Π ρὸς σέ, Κύριε κεκράξομαι, ὁ Θεός μου.
Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα
(Κεφ. Δ’,14-Ε’,6)
Ἀ δελφοί, ἔχοντες Ἀρχιερέα μέγαν, διεληλυθότα τοὺς οὐρανούς, Ἰησοῦν τὸν Υἱὸν τοῦ Θεοῦ, κρατῶμεν τῆς ὁμολογίας. Οὐ γὰρ ἔχομεν Ἀρχιερέα, μὴ δυνάμενον συμπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν, πεπειρασμένον δὲ κατὰ πάντα καθ’ὁμοιότητα, χωρὶς ἁμαρτίας. Προσερχώμεθα οὖν μετὰ παῤῥησίας τῷ θρόνῳ τῆς χάριτος, ἵνα λάβωμεν ἔλεον, καὶ χάριν εὕρωμεν εἰς εὔκαιρον βοήθειαν. Πᾶς γὰρ Ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβανόμενος, ὑπὲρ ἀνθρώπων καθίσταται τὰ πρὸς τὸν Θεόν, ἵνα προσφέρῃ δῶρά τε καὶ θυσίας ὑπὲρ ἁμαρτιῶν΄ μετριοπαθεῖν δυνάμενος τοῖς ἀγνοοῦσι καὶ πλανωμένοις, ἐπεὶ καὶ αὐτὸς περίκειται, ἀσθένειαν, καὶ διὰ ταύτην ὀφείλει, καθὼς περὶ τοῦ λαοῦ, οὕτω καὶ περὶ ἑαυτοῦ προσφέρειν ὑπὲρ ἁμαρτιῶν. Καὶ οὐχ ἑαυτῷ τις λαμβάνει τὴν τιμήν, ἀλλ’ ὁ καλούμενος ὑπὸ τοῦ Θεοῦ καθάπερ καὶ ὁ Ἀαρών. Οὕτω καὶ ὁ Χριστός, οὐχ ἑαυτὸν ἐδόξασε γενηθῆναι Ἀρχιερέα, ἀλλ’ ὁ λαλήσας πρὸς αὐτόν΄ Υἱός μου εἶ σὺ ἐγὼ σήμερον γεγέννηκά σε. Καθὼς καὶ ἐν ἑτέρῳ λέγει. Σὺ Ἱερεύς εἰς τὸν αἰῶνα κατ ὰ τ ὴ ν τ ά ξιν Μελχισεδ έ κ.
Ἀλληλούϊα Ἦχος β’
Μ νήσθητι τῆς συναγωγῆς σου, ἧς ἐκτήσω ἀπ’ ἀρχῆς.
Εὐαγγέλιον
Ἐ κ το ῦ κατ ὰ Μ ά ρκον (Κεφ.η´ 34 – θ´ 1)
Ε ἶπεν ὁ Κύριος· Ὅστις θέλει ὀπίσω μου ἐλθεῖν͵ ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι. Ὃς γὰρ ἐὰν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι ἀπολέσει αὐτήν· ὃς δ΄ ἂν ἀπολέσει τὴν ψυχὴν αὐτοῦ ἕνεκεν [ἐμοῦ καὶ] τοῦ Εὐαγγελίου σώσει αὐτήν. Τί γὰρ ὠφελείσει ἄνθρωπον ἐὰν κερδήσῃ τὸν κόσμον ὅλον, καὶ ζημιωθῇ τὴν ψυχὴν αὐτοῦ; ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; ὃς γὰρ ἂν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ͵ καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτὸν, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ, μετὰ τῶν ἀγγέλων τῶν ἁγίων. Καὶ ἔλεγεν αὐτοῖς΄ Ἀμὴν λέγω ὑμῖν, ὅτι εἰσίν τινες τῶν ὧδε ἑστηκότων, οἵτινες οὐ μὴ γεύσονται θανάτου, ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ Θεοῦ ἐ ληλυθυ ῖ αν ἐ ν δυν ά μει.
Δόξα σοι Κύριε, δόξα σοι.
Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Μεγάλου Βασιλείου ( ἦχος β’, μέλος ἀρχαῖον )
Ε ἰ ς τ ό , Ἐ ξαιρ έ τως
τὸ Μέγα Μεγαλυνάριον
Ἐμμελής ἀπαγγελία εἰς τὸ κλιτὸν
Ἐ πὶ σοὶ χαίρει, Κεχαριτωμένη, πᾶσα ἡ κτίσις, Ἀγγέλων τὸ σύστημα, καὶ ἀνθρώπων τὸ γένος· ἡγιασμένε ναέ, καὶ Παράδεισε λογικέ, παρθενικὸν καύχημα, ἐξ ἧς Θεός ἐσαρκώθη, καὶ παιδίον γέγονεν, ὁ πρὸ αἰώνων ὑπάρχων Θεὸς ἡμῶν. Τ ὴν γὰρ σὴν μήτραν, θρόνον ἐποίησε, καὶ τὴν σὴν γαστέρα, πλατυτέραν οὐρανῶν ἀπειργάσατο. Ἐπὶ σοὶ χαίρει Κεχαριτωμένη, πᾶσα ἡ κτίσις, δόξα σοι .
Κοινωνικόν
Ἐ σημειώθη ἐφ’ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε. Ἀλληλούϊα.
᾽Αντί τοῦ· « Εἴδομεν τό φῶς » τό
ἦχος α ‘
Σ ῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα.
Π ληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.
Ε ἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρὶς)
Ἀ πόλυσις «… ῾Ο ἀναστάς ἐκ νεκρῶν … »
19 ΜΑΡ17 ΚΥΡΙΑΚΗ Γ΄ΝΗΣΤΕΙΩΝ (ΣΤΑΥΡΟΠΡΣΚΥΝΗΣΕΩΣ)
Μου αρέσει αυτό: Μου αρέσει! Φόρτωση...
Πλοήγηση άρθρων
Τώρα σας συμβουλεύω να κάμετε από κομβολόγι μικροί και μεγάλοι και να το κρατήτε με το αριστερό χέρι, και με το δεξιό να κάμνετε τον σταυρόν σας και να λέγετε: Κύριε Ιησού Χριστέ, Υιέ και Λόγε του Θεού του ζώντος, διά της Θεοτόκου και πάντων των Αγίων ελέησόν με τον αμαρτωλόν και ανάξιον δούλον σου.