12 ΜΑΡΤΙΟΥ 2017
ΚΥΡΙΑΚΗ Β’ ΝΗΣΤΕΙΩΝ
Το ῦ ἐ ν Ἁ γ ί οις Πατρ ὸ ς ἡ μ ῶ ν Γρηγορ ί ου Ἀ ρχιεπισκ ό που Θεσσαλον ί κης το ῦ Παλαμ ᾶ .
Ἦ χος πλ.α’ – ῾ Εωθιν ό ν Ε’ .
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὸν Ἑξάψαλμον,…
Συναπτὴ μεγάλη κα ὶ ἡ Ἐ κφ ώ νησις
Ὅτι πρέπει σοι πᾶσα δόξα…
ΑΠΟΛΥΤΙΚΙΑ
Ἦ χος πλ.α’
ὁ α’ χορὸς
Ἀμήν.
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
ὁ β’ χορὸς
Στ ί χ. α’. Ἐ ξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ..
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ α’ χορὸς
Στ ί χ. β’. Π άντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ β’ χορὸς
Στ ί χ. γ’. Π αρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ α’ χορός
Ἀπολυτίκιον Ἦχος πλ. α’
Τ ὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν, ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.
ὁ β’ χορός
Δόξα Πατρὶ… Ἦχος πλ. δ ´
Ὀ ρθοδοξίας ὁ φωστὴρ Ἐκκλησίας τὸ στήριγμα καὶ διδάσκαλε τῶν μοναστῶν ἡ καλλονὴ τῶν θεολόγων ὑπέρμαχος ἀπροσμάχητος Γρηγόριε θαυματουργὲ Θεσσαλονίκης τὸ καύχημα κῆρυξ τῆς χάριτος ἱκέτευε διὰ παντός, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
ὁ α’ χορός
Καὶ νῦν…Θεοτοκίον
Ὁ δι’ ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ Ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου, δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῷσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.
Συναπτ ὴ μικρ ά κα ὶ ἡ Ἐ κφ ώ νησις
Ὅ τι σ ὸ ν τ ὸ κρ ά τος…
ΚΑΘΙΣΜΑΤΑ
Μετὰ τὴν α´ Στιχολογίαν.
ὁ α’ χορός
Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον
Τ ὸν Σταυρὸν τοῦ Κυρίου ἐγκωμιάσωμεν, τὴν ταφὴν τὴν ἁγίαν ὕμνοις τιμήσωμεν, καὶ τὴν Ἀνάστασιν αὐτοῦ ὑπερδοξάσωμεν, ὅτι συνήγειρε νεκρούς, ἐκ τῶν μνημάτων ὡς Θεός, σκυλεύσας κράτος θανάτου, καὶ ἰσχὺν διαβόλου, καὶ τοῖς ἐν ᾅδῃ φῶς ἀνέτειλε.
ὁ β’ χορός
Δόξα Πατρὶ…
Κ ύριε, νεκρὸς προσηγορεύθης, ὁ νεκρώσας τὸν θάνατον, ἐν μνήματι ἐτέθης, ὁ κενώσας τὰ μνήματα, ἄνω στρατιῶται τὸν τάφον ἐφύλαττον, κάτω τοὺς ἀπ’ αἰῶνος νεκροὺς ἐξανέστησας, Παντοδύναμε καὶ ἀκατάληπτε, Κύριε δόξα σοι.
ὁ α’ χορὸς
Καὶ νῦν… Θεοτοκίον
Χ αῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.
Μετὰ τὴν β´ Στιχολογίαν.
ὁ β’ χορός
Κ ύριε, μετὰ τὴν τριήμερόν σου Ἀνάστασιν, καὶ τὴν τῶν Ἀποστόλων προσκύνησιν, ὁ Πέτρος ἐβόα σοι. Γυναῖκες ἀπετόλμησαν, κἀγὼ ἐδειλίασα. Λῃστὴς ἐθεολόγησε, κἀγὼ ἠρνησάμην σε, ἄρα καλέσεις με τοῦ λοιποῦ μαθητήν, ἢ πάλιν δείξεις με ἁλιέα βυθοῦ; ἀλλὰ μετανοοῦντά με δέξαι, ὁ Θεὸς καὶ σῶσον με.
ὁ α’ χορός
Δόξα Πατρὶ…
Κ ύριε, ἐν μέσῳ σε προσήλωσαν, οἱ παράνομοι τῶν καταδίκων, καὶ λόγχῃ τὴν πλευράν σου ἐξεκέντησαν, ὢ Ἐλεῆμον, ταφὴν δὲ κατεδέξω, ὁ λύσας ᾅδου τὰς πύλας, καὶ ἀνέστης τριήμερος, ἔδραμον Γυναῖκες ἰδεῖν σε, καὶ ἀπήγγειλαν Ἀποστόλοις τὴν ἔγερσιν. Ὑπερυψούμενε Σωτήρ, ὃν ὑμνοῦσιν Ἄγγελοι, εὐλογημένε Κύριε δόξα σοι.
ὁ β’ χορός
Καὶ νῦν… Θεοτοκίον
Ἀ πειρόγαμε Νύμφη θεογεννήτρια, ἡ τῆς Εὔας τὴν λύπην χαροποιήσασα, ἀνυμνοῦμεν οἱ πιστοὶ καὶ προσκυνοῦμέν σε, ὅτι ἀνήγαγες ἡμᾶς ἐκ τῆς ἀρχαίας ἀρᾶς, καὶ νῦν δυσώπει ἀπαύστως, πανύμνητε Παναγία, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὰ ἀναστάσιμα εὐλογητάρια.
ὁ α’ χορός
Ἦ χος πλ. α ’
Στίχ. Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τ ῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾅδου πάντας ἐλευθερώσαντα.
ὁ β’ χορός
Στίχ. Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τ ί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὢ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις, Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε, ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.
ὁ α’ χορός
Στίχ. Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου,
Λ ίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι, ἀλλ’ ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε΄ θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.
ὁ β’ χορός
Στίχ. Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου,
Μ υροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῶτερ ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου. Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.
ὁ α’ χορός
Δ ό ξα Πατρὶ… Τριαδικ ὸ ν
Π ροσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.
ὁ β’ χορός
Κα ὶ ν ῦ ν… Θεοτοκ ί ον
Ζ ωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.
ὁ α’ χορός
Ἀ λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.
ὁ β’ χορός
Ἀ λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.
ὁ α’ χορός
Ἀ λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δ ό ξα σο ι ὁ Θε ό ς.
Συναπτ ὴ μικρ ά κα ὶ ἡ Ἐ κφ ώ νησις
Ὅ τι η ὐ λ ό γητα ί σου…
Ἡ Ὑπακοὴ Ἦχος πλ. α’
Ἀ γγελικῇ ὁράσει τὸν νοῦν ἐκθαμβούμεναι, καὶ θεϊκῇ Ἐγέρσει τὴν ψυχὴν φωτιζόμεναι, αἱ Μυροφόροι τοῖς Ἀποστόλοις εὐηγγελίζοντο. Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι, τὴν Ἀνάστασιν τοῦ Κυρίου, συνεργοῦντος τοῖς θαύμασι, καὶ παρέχοντος ἡμῖν μέγα ἔλεος.
ΑΝΑΒΑΘΜΟΙ
ὁ α’ χορός
Ἀντίφωνον Α ’
Ἐ ν τῷ θλίβεσθαί με Δαυϊτικῶς, ᾄδω σοι Σωτήρ μου. Ῥῦσαί μου τὴν ψυχὴν ἐκ γλώσσης δολίας.
ὁ β’ χορός
Τ οῖς ἐρημικοῖς ζωὴ μακαρία ἐστί, θεϊκῷ ἔρωτι πτερουμένοις.
ὁ α’ χορός
Δόξα Πατρὶ… Καὶ νῦν…
Ἁ γίῳ Πνεύματι, περικρατεῖται πάντα τὰ ὁρατά τε σὺν τοῖς ἀοράτοις, αὐτοκρατὲς γὰρ ὂν, τῆς Τριάδος ἕν ἐστιν ἀψεύστως.
ὁ β’ χορός
Ἀντίφωνον Β ’
Ε ἰς τὰ ὄρη ψυχὴ ἀρθῶμεν, δεῦρο ἐκεῖσε, ὅθεν βοήθεια ἥκει.
ὁ α’ χορός
Δ εξιά σου χεὶρ κἀμέ, Χριστὲ ἱπταμένη, σκαιωρίας πάσης περιφυλαξάτω.
ὁ β’ χορός
Δόξα Πατρὶ… Καὶ νῦν…
Ἁ γίῳ Πνεύματι, θεολογοῦντες φῶμεν, Σὺ εἶ Θεός, ζωή, ἔρως, φῶς, νοῦς, σὺ χρηστότης, σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας.
ὁ α’ χορός
Ἀντίφωνον Γ ’
Ἐ πὶ τοῖς εἰρηκόσι μοι. Εἰς τὰς αὐλὰς προσβῶμεν Κυρίου, χαρᾶς πολλῆς πλησθεὶς εὐχὰς ἀναπέμπω.
ὁ β’ χορός
Ἐ πὶ οἶκον Δαυΐδ, τὰ φοβερὰ τελεσιουργεῖται, πῦρ γὰρ ἐκεῖ φλέγον, ἅπαντα αἰσχρὸν νοῦν.
ὁ α’ χορός
Δόξα Πατρὶ… Καὶ νῦν…
Ἁ γίῳ Πνεύματι, ζωαρχικὴ ἀξία, ἐξ οὗ πᾶν ζῷον ἐμψυχοῦται, ὡς ἐν Πατρί,…
ὁ β’ χορός
…ἅ μα τε καὶ Λόγῳ.
ὁ α’ χορός
Προκείμενον
Ἀ νάστηθι Κύριε ὁ Θεός μου, ὅτι σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας.
ὁ β’ χορός
Ἀ νάστηθι Κύριε ὁ Θεός μου, ὅτι σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας.
ὁ α’ χορός
Στίχ. Ἐ ξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου διηγήσομαι πάντα τὰ θαυμάσια σου.
Ἀ νάστηθι Κύριε ὁ Θεός μου,…
ὁ β’ χορός
… ὅ τι σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας.
Ἡ Τάξις τοῦ Ἑωθινοῦ Εὐαγγελίου
ὁ α΄ χορὸς
Ἦχος β’.
Π ᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
ὁ β’ χορὸς
Π ᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
ὁ α΄ χορὸς
Α ἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.
ΕΩΘΙΝΟΝ Ε’ (Λουκ. 24,12-35 )
Τ ῷ καιρῷ ἐκείνῳ, ὁ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον, καὶ παρακύψας βλέπει τὰ ὀθόνια κείμενα μόνα΄ καὶ ἀπῆλθε, πρὸς ἑαυτὸν θαυμάζων τὸ γεγονός. Καὶ ἰδοὺ δύο ἐξ αὐτῶν ἦσαν πορευόμενοι ἐν αὐτῇ τῇ ἡμέρᾳ εἰς κώμην ἀπέχουσαν σταδίους ἑξήκοντα ἀπὸ Ἱερουσαλήμ, ᾗ ὄνομα Ἐμμαούς΄ καὶ αὐτοὶ ὡμίλουν πρὸς ἀλλήλους περὶ πάντων τῶν συμβεβηκότων τούτων. Καὶ ἐγένετο ἐν τῷ ὁμιλεῖν αὐτοὺς καὶ συζητεῖν, καί αὐτὸς ὁ Ἰησοῦς ἐγγίσας συνεπορεύετο αὐτοῖς΄ οἱ δὲ ὀφθαλμοὶ αὐτῶν ἐκρατοῦντο τοῦ μὴ ἐπιγνῶναι αὐτόν. Εἶπε δὲ πρὸς αὐτούς΄ Τίνες οἱ λόγοι οὗτοι οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους περιπατοῦντες, καὶ ἐστὲ σκυθρωποὶ; Ἀποκριθείς δὲ ὁ εἷς, ᾧ ὄνομα Κλεόπας, εἶπε πρὸς αὐτόν ΄ Σὺ μόνος παροικεῖς ἐν Ἱερουσαλήμ, καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις; καὶ εἶπεν αὐτοῖς, Ποῖα; Οἱ δὲ εἶπον αὐτῷ, Τὰ περὶ Ἰησοῦ τοῦ Ναζωραίου, ὃς ἐγένετο ἀνὴρ προφήτης δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ ἐναντίον τοῦ Θεοῦ καὶ παντὸς τοῦ λαοῦ΄ ὅπως τε παρέδωκαν αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντες ἡμῶν εἰς κρῖμα θανάτου, καὶ ἐσταύρωσαν αὐτόν΄ ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτὸς ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν Ἰσραήλ. Ἀλλὰ γε οὖν σὺν πᾶσι τούτοις τρίτην ταύτην ἡμέραν ἄγει σήμερον, ἀφ’ οὗ ταῦτα ἐγένετο. ἀλλὰ καὶ γυναῖκές τινες ἐξ ἡμῶν ἐξέστησαν ἡμᾶς, γενόμεναι ὂρθριαι ἐπὶ τὸ μνημεῖον, καὶ μὴ εὑροῦσαι τὸ σῶμα αὐτοῦ, ἦλθον λέγουσαι καὶ ὀπτασίαν ἀγγέλων ἑωρακέναι, οἳ λέγουσιν αὐτὸν ζῆν. Καὶ ἀπῆλθόν τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνημεῖον, καὶ εὗρον οὕτω καθὼς καὶ αἱ γυναῖκες εἶπον΄ αὐτὸν δὲ οὐκ εἶδον. Καὶ αὐτὸς εἶπε πρὸς αὐτούς΄ Ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ τοῦ πιστεύειν ἐπὶ πᾶσιν οἷς ἐλάλησαν οἱ Προφῆται. Οὐχὶ ταῦτα ἔδει παθεῖν τὸν Χριστὸν καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ; Καὶ ἀρξάμενος ἀπὸ Μωσέως καὶ ἀπὸ πάντων τῶν προφητῶν, διηρμήνευεν αὐτοῖς ἐν πάσαις ταῖς Γραφαῖς τὰ περὶ ἑαυτοῦ. Καὶ ἤγγισαν εἰς τὴν κώμην οὗ ἐπορεύοντο, καὶ αὐτὸς προσεποιεῖτο ποῤῥωτέρω πορεύεσθαι. Καὶ παρεβιάσαντο αὐτόν , λέγοντες΄ Μεῖνον μεθ’ ἡμῶν, ὅτι πρὸς ἑσπέραν ἐστὶ καὶ κέκλικεν ἡ ἡμέρα. Καὶ εἰσῆλθε τοῦ μεῖναι σὺν αὐτοῖς. Καὶ ἐγένετο ἐν τῷ κατακλιθῆναι αὐτὸν μετ’ αὐτῶν, λαβὼν τὸν ἄρτον εὐλόγησε, καὶ κλάσας ἐπεδίδου αὐτοῖς. Αὐτῶν δὲ διηνοίχθησαν οἱ ὀφθαλμοί, καὶ ἐπέγνωσαν αὐτόν΄ καὶ αὐτὸς ἄφαντος ἐγένετο ἀπ’ αὐτῶν. Καὶ εἶπον πρὸς ἀλλήλους΄ Οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ἐν ἡμῖν, ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ, καὶ ὡς διήνοιγεν ἡμῖν τὰς Γραφάς; Καὶ ἀναστάντες αὐτῇ τῇ ὥρᾳ, ὑπέστρεψαν εἰς Ἱερουσαλήμ, καὶ εὗρον συνηθροισμένους τοὺς ἕνδεκα καὶ τοὺς σὺν αὐτοῖς, λέγοντας, ὅτι ἠγέρθη ὁ Κύριος ὄντως, καὶ ὤφθη Σίμωνι. Καὶ αὐτοὶ ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ, καὶ ὡς ἐγνώσθη αὐτοῖς ἐ ν τ ῇ κλ ά σει το ῦ ἄ ρτου .
Δ όξα σοι, Κύριε, δόξα σοι.
Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης:
Ἀ νάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν, ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι’ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.
Καὶ εὐθὺς ὁ Ν ’ Ψαλμὸς εἰς ἦχον β ’
Ἐ λέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐ πὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅ τι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντὸς.
Σ οὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰ δοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰ δοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥ αντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀ κουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀ πόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
Κ αρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μ ὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ.
Ἀ πόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Δ ιδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν.
Ῥ ῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κ ύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅ τι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
Θ υσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον΄ καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀ γάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τ ότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τ ότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους, κα ὶ ἐλέησόν με ὁ Θεός.
ὁ α’ χορός
Δόξα Πατρὶ… Ἦχος πλ. δ’
Τ ῆς μετανοίας ἄνοιξόν μοι πύλας Ζωοδότα, ὀρθρίζει γὰρ τὸ πνεῦμά μου, πρὸς ναὸν τὸν ἅγιόν σου, ναὸν φέρον τοῦ σώματος, ὅλον ἐσπιλωμένον, ἀλλ’ ὡς οἰκτίρμων κάθαρον, εὐσπλάγχνῳ σου ἐλέει.
ὁ β’ χορός
Καὶ νῦν … Θεοτοκίον . Ἦχος ὁ αὐτός.
Τ ῆς σωτηρίας εὔθυνόν μοι τρίβους, Θεοτόκε, αἰσχραῖς γὰρ κατεῤῥύπωσα, τὴν ψυχὴν ἁμαρτίαις, ὡς ῥᾳθύμως τὸν βίον μου, ὅλον ἐκδαπανήσας, ταῖς σαῖς πρεσβείαις ῥῦσαί με, πάσης ἀκαθαρσίας.
ὁ α’ χορός
Ἦχος πλ. β’
Στίχ. Ἐ λέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ἐξάλειψον τὸ ἀνόμημά μου.
Τ ὰ πλήθη τῶν πεπραγμένων μοι δεινῶν, ἐννοῶν ὁ τάλας, τρέμω τὴν φοβερὰν ἡμέραν τῆς κρίσεως, ἀλλὰ θαῤῥῶν εἰς τὸ ἔλεος τῆς εὐσπλαγχνίας σου, ὡς ὁ Δαυΐδ βοῶ σοι. Ἐλέησόν με ὁ Θεός, κατ ὰ τ ὸ μέγα σου ἔ λεος.
Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…
ΚΑΝΟΝΕΣ
ὁ Ἀναστάσιμος
ὁ α’ χορός
ᾠδὴ α’ Ἦχος πλ. α’. Ὁ Εἱρμὸς
Ἵ ππον καὶ ἀναβάτην, εἰς θάλασσαν Ἐρυθράν, ὁ συντρίβων πολέμους, ἐν ὑψηλῷ βραχίονι, Χριστὸς ἐξετίναξεν, Ἰσραὴλ δὲ ἔσωσεν, ἐπινίκιον ὕμνον ᾄδοντα.
ὁ β’ χορός
Στίχ. Δ όξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Σ ὲ ἡ ἀκανθηφόρος, Ἑβραίων συναγωγή, οὐ στοργὴν εὐεργέτα, πρὸς σὲ φυλάξασα, μητρικὴν Χριστὲ ἐστεφάνωσε, τὸν γενάρχην λύοντα, τῆς ἀκάνθης τὸ ἐπιτίμιον.
ὁ α’ χορός
Στίχ. Δ όξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ἢ γειράς με πεσόντα, τῷ βόθρῳ ἐπικληθείς, ζωοδότα ἀπτώτως, καὶ τῆς ἐμῆς δυσώδους φθορᾶς, Χριστὲ ἀνασχόμενος, ἀπειράστως θείας οὐσίας, μύρῳ με εὐωδίασας.
ὁ β’ χορός
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Λ έλυται ἡ κατάρα, ἡ λύπη πέπαυται, ἡ γὰρ εὐλογημένη, καὶ κεχαριτωμένη, πιστοῖς χαρὰν ἐξανέτειλεν, εὐλογίαν πᾶσιν ἀνθηφοροῦσα, Χριστὸν τοῖς πέρασι.
Ὁ Καν ὼ ν το ῦ Ἁ γ ί ου
ὁ α’ χορός
ὠ δ ὴ α ’. Ἦ χος δ ’ .
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἡμῶν
Ἀ νο ί ξω τ ὸ στ ό μα μου
Ῥ ητόρων οἱ ἔνθεοι καὶ θεολόγων οἱ πρόκριτοι καὶ γλῶσσαι θεόφθογγοι, δεῦτε συνέλθετε εἰς ἑνότητα ὑμνῆσαι κατ’ ἀξίαν τὸν πνευματοῤῥήτορα θεῖον Γρηγόριον.
ὁ β’ χορός
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἡμῶν
Ὁ στῦλος τῆς Πίστεως τῆς Ἐκκλησίας ὁ πρόμαχος, ὁ μέγας Γρηγόριος, ἀνευφημείσθω μοι, ὁ πανάριστος ποιμὴν Θεσσαλονίκης ὁ κόσμος τοῦ τάγματος Ἱεραρχῶν ἀληθῶς.
ὁ α’ χορός
Δόξα Πατρὶ …
Ἐ κ βρέφους ἐπόθησας, κρείττονα βίον καὶ τέλειον Πάτερ ἐκ νεότητος, ἔστερξας φρόνημα καὶ ὁμότροπος καὶ σύμφρων ἀνεδείχθης, τοῦ συνωνυμοῦντός σοι, θεῖε Γρηγόριε.
ὁ β’ χορός
Καὶ νῦν… Θεοτοκίον
Γ ενοῦ μοι Πανάμωμε, ζωῆς ὁδὸς ὁδηγοῦσά με, πρὸς θεῖα σκηνώματα, ἀπεπλανήθην γὰρ καὶ πρὸς βάραθρα κακίας ὀλισθαίνω, ἐξ ὧν με ἀνάγαγε τῇ μεσιτείᾳ σου.
ὁ Ἀναστάσιμος
ὁ α’ χορός
ᾠδὴ γ’. Ὁ Εἱρμὸς
Ὁ πήξας ἐπ’ οὐδενὸς τὴν γῆν τῇ προστάξει σου, καὶ μετεωρίσας ἀσχέτως βρίθουσαν, ἐπὶ τὴν ἀσάλευτον Χριστέ, πέτραν τῶν ἐντολῶν σου, τὴν Ἐκκλησίαν σου στερέωσον, μόνε ἀγαθὲ καὶ φιλάνθρωπε.
ὁ β’ χορός
Στίχ. Δ όξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Χ ολὴν μὲν οἱ ἐκ πέτρας τὸ μέλι θηλάσαντες, τῷ ἐν τῇ ἐρήμῳ τερατουργήσαντι, σοὶ προσενηνόχασι Χριστέ, ὄξος δ’ ἀντὶ τοῦ μάννα, εὐεργεσίαν σοι ἠμείψαντο, παῖδες Ἰσραὴλ οἱ ἀγνώμονες.
ὁ α’ χορός
Στίχ. Δ όξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ο ἱ πάλαι φωτοειδεῖ νεφέλῃ σκεπόμενοι, τὴν ζωὴν ἐν τάφῳ Χριστὲ κατέθεντο, ἀλλ’ αὐτεξουσίως ἀναστάς, πᾶσι πιστοῖς παρέσχες, τὴν μυστικῶς ἐπισκιάζουσαν, ἄνωθεν τοῦ Πνεύματος ἔλλαμψιν.
ὁ β’ χορός
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον.
Σ ὺ Μήτηρ Θεοῦ ἀσυνδυάστως γεγένησαι, τοῦ ἐξ ἀκηράτου Πατρὸς ἐκλάμψαντος, ἄνευθεν ὠδίνων μητρικῶν, ὅθεν σε Θεοτόκον, σεσαρκωμένον γὰρ ἐκύησας, Λόγον ὀρθοδόξως κηρύττομεν.
τοῦ Ἁγίου
ᾠ δ ὴ γ ’ .
ὁ α’ χορός
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἡμῶν.
Το ὺ ς σο ὺ ς ὑ μνολ ό γους Θεοτ ό κε
Τ ὰ ῥεῖθρα τῶν θείων διδαχῶν σου φυλάττοντες πᾶσαν μηχανὴν τῶν κακοδόξων φεύγομεν, καὶ πάσας ἐκκρουόμεθα, σοῖς ἱεροῖς συγγράμμασι, φάλαγγας τούτων Γρηγόριε.
ὁ β’ χορός
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἡμῶν
Σ οφίας μωρὰς τῶν κακοδόξων, διέλυσας Μάκαρ τοῦ Θεοῦ, σοφίαν ἐνυπόστατον, ἔχων ἐν τῇ καρδίᾳ σου δι’ ἧς μετ’ ἤχου ἔθραυσας, τὰ σαθρὰ τούτων φρυάγματα.
ὁ α’ χορός
Δόξα Πατρί…
Ν εκρώσας σαρκὸς τῆς φθειρομένης πᾶσαν ἡδυπάθειαν σοφὲ ἀσκητικῶς ἐζώωσας ψυχῆς σου τὰ κινήματα καὶ ταύτην θεῖον ὄργανον, θεολογίας ἀνέδειξας.
ὁ β’ χορός
Καὶ νῦν…Θεοτοκ ί ον
Ἐ ν γνώσει φρενῶν καὶ προαιρέσει αἰσχρὰν τε καὶ ἄσωτον ζωήν, ἐπιμελῶς ἠγάπησα, ἀλλὰ στοργῇ τῇ θείᾳ με Παρθένε Θεονύμφευτε, δ έ σμευσον θε ί ᾳ πρεσβε ί ᾳ σου.
Συναπτ ὴ μικρ ά κα ὶ ἡ Ἐ κφ ώ νησις
Ὅ τι σ ὺ ε ἶ ὁ Θε ὸ ς ἡ μ ῶ ν,…
Κοντάκιον.
Τ ῇ ὑ περμ ά χῳ στρατηγ ῷ
Τ ὸ τῆς σοφίας ἱερὸν καὶ θεῖον ὄργανον, θεολογίας τὴν λαμπρὰν συμφώνως σάλπιγγα ἀνυμνοῦμέν σε Γρηγόριε θεοῤῥῆμον, Ἀλλ’ ὡς νοῦς Νοΐ τῷ πρώτῳ παριστάμενος, πρὸς αὐτὸν τὸν νοῦν ἡμῶν Πάτερ ὁδήγησον, ἵνα κράζωμεν΄ Χ αῖρε Κῆρυξ τῆς χάριτος.
Ὁ Ο ἶ κος
Πρ ὸ ς τ ὸ «Ἄ γγελος πρωτοστ ά της »
Ἄ γγελος ἀνεφάνης ἐπὶ γῆς τῶν ἀῤῥήτων, τὰ θεῖα τοῖς βροτοῖς ἐξαγγέλλων, ταῖς γὰρ τῶν Ἀσωμάτων φωναῖς ἀνθρωπίνῳ νοΐ τε καὶ σαρκὶ χρώμενος, ἐξέστησας ἡμᾶς, καὶ βοᾶν σοι θεοῤῥῆμον, ἔπεισας ταῦτα.
Χαῖρε δι’ οὗ τὸ σκότος ἠλάθη, χαῖρε, δι’ οὗ τὸ φῶς ἀντεισῆλθε.
Χαῖρε τῆς ἀκτίστου θεότητος Ἄγγελε, χαῖρε τῆς κτιστῆς καὶ μωρὰς ὄντως ἔλεγχε.
Χαῖρε, ὕψος ἀνεπίβατον, τὴν Θεοῦ φύσιν εἰπών, χαῖρε, βάθος δυσθεώρητον, τὴν ἐνέργειαν εἰπών.
Χαῖρε ὅτι τὴν δόξαν τοῦ Θεοῦ καλῶς εἶπας, χαῖρε, ὅτι τὰς δόξας τῶν κακούργων ἐξεῖπας.
Χαῖρε, φωστὴρ ὁ δείξας τὸν Ἥλιον, χαῖρε κρατὴρ τοῦ νέκταρος πάροχε.
Χαῖρε, δι’ οὗ ἡ ἀλήθεια λάμπει, χαῖρε, δι οὗ ἐσκοτίσθη τὸ ψεῦδος.
Χαῖρε Κῆρυξ τῆς χάριτος.
ΜΕΣῼΔΙΑ ΚΑΘΙΣΜΑΤΑ
ὁ β’ χορός
Ἦ χος δ ’ . Ταχ ὺ προκατ ά λαβε
Τ ὴν πλάνην κατέφλεξας, τῶν κακοδόξων Σοφὲ τὴν πίστιν ἐτράνωσας, τῶν ὀρθοδόξων καλῶς, καὶ κόσμον ἐφώτισας, ὅθεν τροπαιοφόρος νικητὴς ἀνεδείχθης, στῦλος τῆς Ἐκκλησίας, ἀληθὴς Ἱεράρχης, πρεσβεύων μὴ ἐλλίπῃς Χριστῷ, σωθῆναι πάντας ἡμᾶς.
ὁ α’ χορός
Δ ό ξα Πατρὶ… Κα ὶ ν ῦ ν… Θεοτοκ ί ον
Τ αχὺ δέξαι Δέσποινα, τὰς ἱκεσίας ἡμῶν καὶ ταύτας προσάγαγε τῷ σῷ Υἱῷ καὶ Θεῷ Κυρία Πανάμωμε, σβέσον τὰς περιστάσεις, τῶν δυσφήμων γλωσσάλγων πράϋνον μηχανίας, καὶ κατάβαλε θράσος τῶν ὁπλιζομένων ἀθέων, Ἄχραντε κατὰ τῶν δούλων σου.
ὁ Ἀναστάσιμος
ᾠδὴ δ’. Ὁ Εἱρμὸς
Τ ὴν θείαν ἐννοήσας σου κένωσιν, προβλεπτικῶς ὁ Ἀββακούμ, Χριστὲ ἐν τρόμῳ ἐβόα σοι. Εἰς σωτηρίαν λαοῦ σου, τοῦ σῶσαι τοὺς χριστούς σου ἐλήλυθας.
Στίχ. Δ όξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Τ ῆς Μεῤῥᾶς τὰ πικρότατα νάματα, ὡς ἐν εἰκόνι προτυπῶν, τὸν ἄχραντόν σου Σταυρὸν ἀγαθέ, τῆς ἁμαρτίας νεκροῦντα, τὴν γεῦσιν διὰ ξύλου ἐγλύκανας.
Στίχ. Δ όξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Σ ταυρὸν κατὰ τοῦ ξύλου τῆς γνώσεως, κατὰ γλυκείας ἐδωδῆς, χολὴν Σωτήρ μου προσίεσαι, κατὰ φθορᾶς δὲ θανάτου, τὸ αἷμά σου τὸ θεῖον ἐξέχεας.
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Ἐ κτὸς μὲν συναφείας συνέλαβες, ἀδιαφθόρως ἐν γαστρί, καὶ πρὶν ὠδινῆσαι τέτοκας, καὶ μετὰ τόκον Παρθένος, Θεὸν σαρκὶ τεκοῦσα πεφύλαξαι.
Τοῦ Ἅγίου
ὁ Ε ἱ ρμ ὸ ς
Τ ὴ ν ἀ νεξιχν ί αστον θε ί αν βουλ ὴ ν
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Ἀ νοίξας τὸ στόμα σου Πάτερ σοφὲ τοῦ Θεοῦ σοφίαν ἐκήρυξας, ἣν ἐμελέτας ἐν καρδίᾳ σου ἀεί΄ καὶ Βαρλαὰμ τὸν μάταιον ἄφρονα καὶ ἄνουν ἀπέδειξας.
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Ἔδυς ὁ γλυκύτατος ἐπὶ τὴν γῆν Ἥλιος τῷ νόμῳ τῆς φύσεως΄, ἀνατελεῖς δέ, τῷ πρωΐ σὺν τῷ Χριστῷ, Ἥλιος ὁ ἀνέσπερος πάντας ἐποπτεύων πρεσβείαις σου.
Δόξα Πατρὶ…
Ἔ δειξεν ἡ χάρις σε Μάκαρ Θεοῦ, καύχημα καὶ στήριγμα μέγιστον, τῶν Ὀρθοδόξων καὶ Ποιμένα ἀγαθόν, καὶ Θεολόγον δεύτερον, καὶ τῆς ποίμνης ἄγρυπνον φύλακα.
Κα ὶ ν ῦ ν… Θεοτοκίον
Ὦ τά μοι διάνοιξον τὰ τῆς ψυχῆς, Μῆτερ τοῦ Θεοῦ ἡ γεννήσασα τὸν πρὶν τὰ ὦτα, διανοίξαντα κωφοῦ, καὶ θείους ἐνωτίζεσθαι λόγους, καὶ πληροῦν καταξίωσον.
ὁ Ἀναστάσιμος
ᾠδὴ ε’. Ὁ Εἱρμὸς
Ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, πρὸς σὲ ὀρθρίζω, καὶ σοὶ κραυγάζω, τὴν ψυχήν μου φώτισον τὴν ἐσκοτισμένην, Χριστὲ ὡς μόνος εὔσπλαγχνος.
Στίχ. Δ όξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ὁ τῆς δόξης Κύριος, ἐν ἀδοξίας μορφῇ, ἐπὶ τοῦ ξύλου ἠτιμωμένος, ἑκουσίως κρέμαται, τὴν θείαν μοι δόξαν, ἀφράστως προμηθούμενος.
Στίχ. Δ όξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Σ ύ με μετημφίασας, πρὸς ἀφθαρσίαν Χριστέ, φθορᾶς θανάτου ἀδιαφθόρως, τῇ σαρκὶ γευσάμενος, καὶ ἐξανατείλας τοῦ μνήματος τριήμερος.
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον.
Σ ὺ δικαιοσύνην τε, καὶ ἀπολύτρωσιν ἡμῖν, τεκοῦσα Χριστὸν ἀσπόρως, ἐλευθέραν ἔδρασας ἀρᾶς, Θεοτόκε τὴν φύσιν τοῦ προπάτορος.
ὁ Ε ἱ ρμ ὸ ς
Ἐ ξ έ στη τ ὰ σ ύ μπαντα
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Δ ρεπάνῃ τῶν λόγων σου, καὶ ἱεροῖς συγγράμμασιν ἔτεμες αἱρέσεις ἀκανθώδεις, καὶ ζιζανίων νόθα βλαστήματα, τῆς Ὀρθοδοξίας δ’ εὐσεβῆ, κατεβάλου σπέρματα, Ἱεράρχα Γρηγόριε.
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Ο ἱ λόγοι σου Πάνσοφε καὶ τὰ σεπτὰ συγγράμματα, δρόσος οὐρανία μέλι πέτρας ἄρτος Ἀγγέλων τοῖς ἐντυγχάνουσι, νέκταρ ἀμβροσία γλυκασμός, ἥδυσμα Γρηγόριε καὶ πηγὴ ζῶντος ὕδατος.
Δόξα Πατρὶ…
Κ οινὸν σε Διδάσκαλον, γνωρίζει γῆ καὶ θάλασσα στήλην ἱερὰν Ὀρθοδοξίας καὶ ὁπλοθήκην θείων δογμάτων σεπτὴν σοφὸν θεολόγον ἱερόν, σύσκηνον συμμέτοχον Ἀποστόλων ὁμότροπον.
Κα ὶ ν ῦ ν… Θεοτοκίον
Ῥ είθροις κατανύξεως, τοὺς ῥύπους τῆς καρδίας μου, ἄχραντε ἀπόπλυνον Παρθένε καὶ μετανοίας τρόπους μοι δώρησαι, σαῖς πρὸς τὸν οἰκτίρμονα Θεὸν ἱεραῖς δεήσεσιν, ὃν ἀῤῥήτως ἐγέννησας.
ὁ Ἀναστάσιμος
ᾠδὴ ς’. Ὁ Εἱρμὸς
Μαινομένην κλύδωνι, ψυχοφθόρῳ, Δέσποτα Χριστέ, τῶν παθῶν τὴν θάλασσαν κατεύνασον, καὶ ἐκ φθορᾶς, ἀνάγαγέ με ὡς εὔσπλαγχνος.
Στίχ. Δ όξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ε ἰς φθορὰν κατώλισθεν, ὁ Γενάρχης, Δέσποτα Χριστέ, παρηκόου βρώσεως γευσάμενος, καὶ πρὸς ζωὴν ἀνῆκται διὰ τοῦ πάθους σου.
Στίχ. Δ όξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ἡ ζωὴ κατήντησας, πρὸς τὸν ᾍδην, Δέσποτα Χριστέ, καὶ φθορᾷ τῷ φθείραντι γενόμενος, διὰ φθορᾶς ἐπήγασας τὴν Ἀνάστασιν.
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Ἡ Παρθένος ἔτεκε, καὶ τεκοῦσα, ἔμεινεν ἁγνή, ἐν χερσὶ τὸν φέροντα τὰ σύμπαντα, ὡς ἀληθῶς παρθένος Μήτηρ βαστάσασα.
ὁ Ε ἱ ρμ ὸ ς
Τ ὴ ν θε ί αν τα ύ την κα ὶ π ά ντιμον
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Ἐ ῤῥάγη μάταιον φρύαγμα καὶ γλῶσσα Βαρλαὰμ τοῦ παράφρονος, λόγοις καὶ δόγμασι, καὶ διανοίας ὀξύτητι τοῦ σοφοῦ Βασιλέως καὶ σοῦ Γρηγόριε.
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Τ ὴν θείαν λύραν τοῦ Πνεύματος τὴν σάλπιγγα τρανῶς τὴν κηρύξασαν, Θεοῦ μυστήρια Θεσσαλονίκης τὸν Πρόεδρον, τὴν θεολόγον γλῶσσαν, ὕμνοις τιμήσωμεν.
Δόξα Πατρὶ…
Λ αοῦ ποτὲ προηγούμενος ὡς στῦλος τοῦ πυρὸς τοὺς τῆς Πίστεως ἐχθροὺς κατέφλεξας, τῶν δὲ πιστῶν τὰ συστήματα, ἐφώτισας θεόφρον Πάτερ Γρηγόριε.
Κα ὶ ν ῦ ν… Θεοτοκίον
Γ ενοῦ μοι πάναγνε Δέσποινα γαλήνη καὶ λιμὴν παρακλήσεως, διαβιβάζουσα πρὸς θεῖον ὅρμον ἀκύμαντον τὴν ζάλην τῶν παθῶν μου, καταπραΰνουσα.
Συναπτ ὴ μικρ ά κα ὶ ἡ Ἐ κφ ώ νησις
Σ ὺ γ ὰ ρ ε ἶ ὁ Βασιλε ύ ς…
Κοντάκιον Ἦχος πλ. α’. Μιμητὴς ὑπάρχων
Π ρὸς τὸν ᾅδην Σωτήρ μου συγκαταβέβηκας, καὶ τὰς πύλας συντρίψας ὡς παντοδύναμος, τοὺς θανόντας ὡς Κτίστης συνεξανέστησας, καὶ θανάτου τὸ κέντρον Χριστὲ συνέτριψας, καὶ Ἀδὰμ τῆς κατάρας ἐῤῥύσω Φιλάνθρωπε, διὸ πάντες σοι κράζομεν. Σῶσον ἡμᾶς Κύριε.
Ὁ Οἶκος
Ἀ κούσασαι αἱ Γυναῖκες τοῦ Ἀγγέλου τὰ ῥήματα, ἀπεβάλοντο τὸν θρῆνον, προσχαρεῖς γενόμεναι, καὶ σύντρομοι τὴν Ἀνάστασιν ἔβλεπον, καὶ ἰδοὺ Χριστὸς προσήγγισεν αὐταῖς, λέγων τό, Χαίρετε, θαρσεῖτε, ἐγὼ τὸν κόσμον νενίκηκα, καὶ τοὺς δεσμίους ἐῤῥυσάμην, σπουδάσατε οὖν πρὸς τοὺς Μαθητάς, ἀπαγγέλλουσαι αὐτοῖς, ὅτι προάγω ὑμᾶς, ἐν τῇ πόλει Γαλιλαίᾳ τοῦ κηρῦξαι. Διὸ πάντες σοὶ κράζομεν. Σῶσον ἡμᾶς Κύριε.
Σ υ ν α ξ ά ρ ι ο ν
Τ ῇ ΙΒ ‘ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου, Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Θεοφάνους τῆς Σιγγριανῆς, τοῦ ἐν τῷ μεγάλῳ ἀγρῷ κειμένου.
Στίχοι
Θεόφανες, φάνηθι πιστοῖς προστάτης,
Τιμῶσι πιστῶς σὸν μετ’ εἰρήνης τέλος,
Δωδεκάτῃ φθινύθοντος ἀπῆρε βίου Θεοφάνης.
Τ ῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Γρηγορίου, Πάπα Ῥώμης τοῦ Διαλόγου.
Στίχοι
Ὁ Γρηγόριος ἐκ μέσου μὲν τοῦ βίου.
Ἐν τῷ μέσῳ δὲ τοῦ χοροῦ τῶν Ἀγγέλων.
Τ ῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι ἐννέα Μάρτυρες πυρὶ τελειοῦνται.
Στίχοι
Πρὸς τὴν κάμινον θαρσύνει τοὺς ἐννέα,
Θείου πόθου κάμινος ἐκκεκαυμένη.
Τ ῇ αὐτῇ ἡμέρᾳ, ὁ δίκαιος Φινεὲς ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Ἔστι Φινεές, ἀλλὰ τοῦ Θεοῦ πέλας,
Ἡμῖν ἱλασμῷ ψυχικὴν θραῦσιν λύων.
Τ ῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος καὶ θεοφόρος Πατὴρ ἡμῶν Συμεὼν ὁ νέος Θεολόγος ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Πρώην μὲν εἶχες γλώτταν ἀντὶ τῆς βίβλου,
Γλώττης δὲ ἀντί, σὴν ἔχεις ἤδη βίβλον.
Τ ῇ αὐτῇ ἡμέρᾳ , Κυριακ ῇ δευτ έ ρᾳ τ ῶ ν Νηστει ῶ ν, μν ή μην ἐ πιτελο ῦ μεν το ῦ ἐ ν Ἁ γ ί οις Πατρ ὸ ς ἡ μ ῶ ν Γρηγορ ί ου Ἀ ρχιεπισκ ό που Θεσσαλον ί κης το ῦ Παλαμ ᾶ .
Στ ί χοι
Φωτὸς λαμπρὸν κήρυκα νῦν ὄντως μέγαν,
Πηγὴ φάους ἄδυτον ἄγει πρὸς φέγγος.
Τ αῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ΚΑΤΑΒΑΣΙΑΙ
ὁ α’ χορός
Ἦχος δ ’ . ᾠδὴ α ’
Ἀ νοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.
ὁ β’ χορός
ᾠδὴ γ’
Τ οὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθορος πηγή, θίασον συγκροτήσαντας πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ σου…
ὁ α’ χορός
… σ τεφάνων δόξης ἀξίωσον.
ὁ β’ χορός
ᾠδὴ δ’
Ὁ καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου θεότητος, ἐν νεφέλῃ κούφη, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ παλάμῃ καὶ διέσωσε, τοὺς κραυγάζοντας, Δόξα Χριστὲ τῇ δυνάμει σου.
ὁ α’ χορός
ᾠδὴ ε’
Ἐ ξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξη σου, σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα.
ὁ β’ χορός
ᾠδὴ ς’
Τ ὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.
ὁ α’ χορός
ᾠδὴ ζ’
Ο ὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον, Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
ὁ β’ χορός
ᾠδὴ η’
Στίχ. Α ἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον.
Π αῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, ε ἰ ς π ά ντας το ὺ ς α ἰῶ νας.
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…
ΤΙΜΙΩΤΕΡΑ (Ἦχος δ’)
ὁ α’ χορός
Στίχ. Μ εγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.
Τ ὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
ὁ β’ χορός
Στίχ. Ὅ τι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.
Τ ὴν Τιμιωτέραν…
ὁ α’ χορός
Στίχ. Ὅ τι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.
Τ ὴν Τιμιωτέραν…
ὁ β’ χορός
Στίχ. Ἐ ποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.
Τ ὴν Τιμιωτέραν…
ὁ α’ χορός
Στίχ. Κ αθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.
Τ ὴν Τιμιωτέραν…
ὁ β’ χορός
Στίχ. Ἀ ντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.
Τ ὴν Τιμιωτέραν…
ὁ α’ χορός
Καταβασία
ᾠδὴ θ’.
Ἅ πας γηγενής, σκιρτάτῳ τῷ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων, φύσις γεραίρουσα, τὰ ἱερὰ θαυμάσια, τῆς Θεομήτορος, καὶ βοάτω. Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνή, ἀ ειπ ά ρθενε.
Συναπτ ὴ μικρ ά κα ὶ ἡ Ἐ κφ ώ νησις
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ
ὁ α’ χορός
Ἦχος β’.
Ἅ γιος Κύριος ὁ Θεὸς ἡμῶν.
ὁ β’ χορός
Ἅ γιος Κύριος ὁ Θεὸς ἡμῶν.
ὁ α’ χορός
Ὑ ψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.
ὁ β’ χορός
Ὅ τι ἅγιος ἐστι.
ὁ α’ χορός
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ Ε’
Ἡ ζωὴ καὶ ὁδὸς Χριστός, ἐκ νεκρῶν τῷ Κλεόπᾳ καὶ τῷ Λουκᾷ συνώδευσεν, οἷς περ καὶ ἐπεγνώσθη, εἰς Ἐμμαοὺς κλῶν τὸν ἄρτον, ὧν ψυχαὶ καὶ καρδίαι, καιόμεναι ἐτύγχανον, ὅτε τούτοις ἐλάλει ἐν τῇ ὁδῷ, καὶ Γραφαῖς ἡρμήνευεν, ἃ ὑπέστη, μεθ’ ὧν, ἠγέρθη, κράξωμεν, ὤφθη τε καὶ τῷ Πέτρῳ.
ὁ β’ χορός
Ἦχος β’.Το ῖ ς Μαθητα ῖ ς συν έ λθωμεν
Χ αῖρε Πατέρων καύχημα θεολόγων τὸ στόμα, τῆς ἡσυχίας σκήνωμα, τῆς σοφίας ὁ οἶκος, τῶν Διδασκάλων ἀκρότης πέλαγος τὸ τοῦ λόγου, πράξεως χαῖρε ὄργανον θεωρίας ἀκρότης θεραπευτά, καὶ τῶν νόσων τῶν ἀνθρωπίνων, Πνεύματος χαῖρε τέμενος καὶ θανὼν καὶ ζῶν Πάτερ.
ὁ α’ χορός
Θεοτοκ ί ον, Ὅ μοιον
Δ έσποινα πάντων Ἄνασσα, πρόφθασον ἐν κινδύνοις πρόφθασον ἐν ταῖς θλίψεσι πάρεσο ἐν ἀνάγκαις τῆς τελευταίας ἡμέρας ,μὴ Σατὰν ἡμᾶς λάβῃ, μὴ ᾅδης μὴ ἀπώλεια, βήματι τοῦ Υἱοῦ σου τῷ φοβερῷ, ἀνευθύνους ἅπαντας παραστῆναι, ὢ Θεομῆτορ Δέσποινα,…
ὁ β’ χορός
…πο ί ησον σα ῖ ς πρεσβε ί αις.
ΑΙΝΟΙ
ὁ α’ χορός
Ἦχος πλ.α’.
Π ᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ β’ χορός
Α ἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ α’ χορός
Στίχ. Τ οῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
Κ ύριε, ἐσφραγισμένου τοῦ τάφου ὑπὸ τῶν παρανόμων, προῆλθες ἐκ τοῦ μνήματος, καθὼς ἐτέχθης ἐκ τῆς Θεοτόκου, οὐκ ἔγνωσαν πῶς ἐσαρκώθης, οἱ ἀσώματοί σου Ἄγγελοι, οὐκ ᾔσθοντο πότε ἀνέστης, οἱ φυλάσσοντές σε στρατιῶται, ἀμφότερα γὰρ ἐσφράγισται τοῖς ἐρευνῶσι, πεφανέρωται δὲ τὰ θαύματα, τοῖς προσκυνοῦσιν, ἐν πίστει τὸ μυστήριον, ὃ ἀνυμνοῦσιν, ἀπόδος ἡμῖν ἀγαλλίασιν, καὶ τὸ μέγα ἔλεος.
ὁ β’ χορός
Στίχ. Α ἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
Κ ύριε, τοὺς μοχλοὺς τοὺς αἰωνίους συντρίψας, καὶ δεσμὰ διαῤῥήξας, τοῦ μνήματος ἀνέστης, καταλιπὼν σου τὰ ἐντάφια, εἰς μαρτύριον τῆς ἀληθοῦς τριημέρου ταφῆς σου, καὶ προῆγες ἐν τῇ Γαλιλαίᾳ, ὁ ἐν σπηλαίῳ τηρούμενος. Μέγα σου τὸ ἔλεος, ἀκατάληπτε Σωτήρ, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
Στίχ. Α ἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Κ ύριε, αἱ Γυναῖκες ἔδραμον ἐπὶ τὸ μνῆμα, τοῦ ἰδεῖν σε τὸν Χριστόν, τὸν δι’ ἡμᾶς παθόντα, καὶ προσελθοῦσαι, εὗρον Ἄγγελον ἐπὶ τὸν λίθον καθήμενον, τῷ φόβῳ κυλισθέντα, καὶ πρὸς αὐτὰς ἐβόησε λέγων Ἀνέστη ὁ Κύριος, εἴπατε τοῖς μαθηταῖς, ὅτι ἀνέστη ἐκ νεκρῶν, ὁ σῴζων τὰς ψυχὰς ἡμῶν.
ὁ β’ χορός
Στίχ. Α ἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Κ ύριε, ὥσπερ ἐξῆλθες ἐσφραγισμένου τοῦ τάφου, οὕτως εἰσῆλθες καὶ τῶν θυρῶν κεκλεισμένων, πρὸς τοὺς μαθητάς σου, δεικνύων αὐτοῖς τὰ τοῦ σώματος πάθη, ἅπερ κατεδέξω Σωτὴρ μακροθυμήσας, ὡς ἐκ σπέρματος Δαυΐδ, μώλωπας ὑπήνεγκας, ὡς Υἱὸς δὲ τοῦ Θεοῦ, κόσμον ἠλευθέρωσας. Μέγα σου τὸ ἔλεος, ἀκατάληπτε Σωτήρ, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
Στ ί χ. Α ἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Ἦ χος α ’. Τ ῶ ν ο ὐ ραν ί ων ταγμ ά των
Τ ὴν μακαρίαν ἐν κόσμῳ ζωὴν διήνυσας, καὶ νῦν τῶν μακαρίων συνευφραίνῃ τοῖς δήμοις, καὶ γῆν τὴν τῶν πρᾳέων, ὡς πρᾷος οἰκεῖς Ἱεράρχα Γρηγόριε, χάριν θαυμάτων πλουτεῖς δὲ παρὰ Θεοῦ ἣν παρέχεις τοῖς τιμῶσί σε.
ὁ β’ χορός
Στίχ . Α ἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Τ ὴν μακαρίαν ἐν κόσμῳ…
ὁ α’ χορός
Στίχ . Σ τόμα δικαίου μελετήσει σοφίαν καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν.
Ὀ ρθοδοξίας τὰ δόγηματα κατεφύτευσας, κακοδοξίας Μάκαρ ἐκτεμὼν τὰς ἀκάνθας, καὶ Πίστεως τὸν σπόρον πληθύνας καλῶς, τῇ ἐπομβρίᾳ τῶν λόγων σου, ἑκατοστεύοντα στάχυν ὡς πρακτικὸς γεωργὸς Θεῷ προσήνεγκας.
ὁ β’ χορός
Στίχ . Ο ἱ Ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.
Τ ὴν τοῦ ἀμέμπτου σου βίου Μάκαρ λαμπρότητα, ἐθαύμασαν, Ἀγγέλων, καὶ ἀνθρώπων οἱ δῆμοι, καὶ γὰρ τῇ προαιρέσει, στεῤῥὸς ἀθλητής, καὶ ἀσκητὴς ἀναδέδειξαι, καὶ Ἱεράρχης καὶ ἄξιος λειτουργός, τοῦ Θεοῦ καὶ φίλος γνήσιος.
ὁ α’ χορός
Δ ό ξα Πατρί…
Ἰ δι ό μελον το ῦ Τριῳδ ί ου. Ἦ χος πλ. β ’
Τ οῖς ἐν σκότει ἁμαρτημάτων πορευομένοις φῶς ἀνέτειλας Χριστέ, τῷ καιρῷ τῆς ἐγκρατείας, καὶ τὴν εὔσημον ἡμέραν τοῦ Πάθους σου δεῖξον ἡμῖν, ἵνα βοῶμέν σοι΄ Ἀνάστα ὁ Θεὸς ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Καὶ νῦν… ἦχος β’ (πάντοτε)
Ὑ περευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε, διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν, διὸ ἀνυμνοῦντες βοῶμεν. Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.
Δοξολογία Μεγάλη
εἰς ἦχον δ’ ( Ἀργή ἢ σύντομος )
ὁ α’ χορός
Δ όξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
ὁ β’ χορός
Ὑ μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.
ὁ α’ χορός
Κ ύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.
ὁ β’ χορός
Κ ύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
ὁ α’ χορός
Π ρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Ὅ τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
ὁ α’ χορός
Κ αθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
ὁ β’ χορός
Κ αταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
ὁ α’ χορός
Ε ὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
ὁ β’ χορός
Γ ένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
ὁ α’ χορός
Ε ὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου.
ὁ β’ χορός
Ε ὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου.
ὁ α’ χορός
Ε ὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου.
ὁ β’ χορός
Κ ύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
ὁ α’ χορός
Κ ύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
ὁ β’ χορός
Ὅ τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
ὁ α’ χορός
Π αράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
Ἅ γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Ἅ γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
Ἅ γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός
Κ αὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ὁ β’ χορός
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ
Ἅγιος ὁ Θεός,
ὁ β’ χορός
Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός
Ἅ γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
καὶ εὐθύς
ὁ β’ χορός
τὸ παρόν Ἀναστάσιμον Τροπάριον
Ἦχος δ ’.
Σ ήμερον σωτηρία τῷ κόσμῳ γέγονεν, ᾄσωμεν τῷ ἀναστάντι ἐκ τάφου καὶ ἀρχηγῷ τῆς ζωῆς ἡμῶν· καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον, τὸ νῖκος ἔδωκεν ἡμῖν, καὶ τὸ μέγα ἔλεος.
ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
ΑΝΤΙΦΩΝΑ ( τῶν Κυριακῶν)
Ἀντίφωνον Α’
Ἦχος β´.
Στίχ .Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.
Στίχ .Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
Στίχ . Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
Στίχ . Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
Δόξα Πατρί…Καὶ νῦν.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
Ἀντίφωνον Β’
Ἦχος β´.
Στίχ . Αἴνει, ἡ ψυχή μου τὸν Κύριον, αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.
Σ ῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι Ἀλληλούϊα.
Στίχ. Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ.
Σ ῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς…
Στίχ. Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς·
Σ ῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς..
Στίχ .. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.
Σ ῶσον, ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς…
Δόξα Πατρὶ…Καὶ νῦν…
Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.
Ἀντίφωνον Γ ‘
Στίχ . α´ . Α ὕτη ἡ ἡμέρα Κυρίου, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
Ἀπολυτίκιον. Ἦχος πλ. α ´ .
Τ ὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν, ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.
Στίχ . β´ . Α ἰνεσάτωσαν αὐτὸν οἱ οὐρανοὶ καὶ ἡ γῆ.
Τ ὸν συνάναρχον Λόγον …..
Μικρὰ Εἴσοδος.
Εἰσοδικὸν
Ἦχος β ‘
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Δ εῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἀναστάς ἐκ νεκρῶν…..
…ψ άλλοντάς σοι, Ἀ λληλούϊα.
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Ἀπολυτίκιον Ἦχος πλ. α’
Τ ὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν, ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.
Ἦχος πλ. δ ´
Ὀ ρθοδοξίας ὁ φωστὴρ Ἐκκλησίας τὸ στήριγμα καὶ διδάσκαλε τῶν μοναστῶν ἡ καλλονὴ τῶν θεολόγων ὑπέρμαχος ἀπροσμάχητος Γρηγόριε θαυματουργὲ Θεσσαλονίκης τὸ καύχημα κῆρυξ τῆς χάριτος ἱκέτευε διὰ παντός, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Τοῦ Ναοῦ
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Κοντάκιον Ἦχος πλ.δ’
Τ ῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν, εὐχαριστήρια, ἀναγράφω σοι ἡ Πόλις σου, Θεοτόκε, ἀλλ’ ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον ἵνα κράζω σοι, Χαῖρε, Νύμφη ἀνύμφευτε.
Τρισάγιον.
᾽Απόστολος
Προκε ί μενον Ἦ χος πλ. α’
Σ ὺ Κύριε, φυλάξαις ἡμᾶς καὶ διατηρήσαις ἡμᾶς.
Σ ῶσόν με Κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος.
Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα ( ῾ Εβρ. α´ 10 – β´ 3)
Κ ατ΄ ἀρχάς͵ Κύριε͵ τὴν γῆν ἐθεμελίωσας͵ καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί· αὐτοὶ ἀπολοῦνται͵ σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται͵ καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτούς͵ ὡς ἱμάτιον καὶ ἀλλαγήσονται· σὺ δὲ ὁ αὐτὸς εἶ καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν. Πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέν ποτε͵ Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου; Οὐχὶ πάντες εἰσὶν λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν; Διὰ τοῦτο δεῖ περισσοτέρως προσέχειν ἡμᾶς τοῖς ἀκουσθεῖσιν͵ μήποτε παραρυῶμεν. Εἰ γὰρ ὁ δι΄ ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος͵ καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν͵ πῶς ἡμεῖς ἐκφευξόμεθα τηλικαύτης ἀμελήσαντες σωτηρίας; Ἥτις͵ ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ Κυρίου͵ ὑπὸ τῶν ἀκουσάντων ε ἰ ς ἡ μ ᾶ ς ἐ βεβαι ώ θη .
Ἀ λληλο ύ ϊα (γ΄) Ἦ χος πλ. α’
Τ ὰ ἐλέη σου, Κύριε, εἰς τὸν αἰῶνα ἄσομαι.
Ὅ τι εἶπας· Εἰς τὸν αἰῶνα ἔλεος οἰκοδομηθήσεται.
Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Μάρκον… (Μαρκ. β´ 1-12).
Τ ῷ καιρῷ ἐκείνῳ, εἰσῆλθεν ὁ Ἰησοῦς εἰς Καπερναοὺμ καὶ ἠκούσθη ὅτι εἰς οἶκον ἐστι. Καὶ συνήχθησαν πολλοὶ ὥστε μηκέτι χωρεῖν μηδὲ τὰ πρὸς τὴν θύραν͵ καὶ ἐλάλει αὐτοῖς τὸν λόγον. Καὶ ἔρχονται φέροντες πρὸς αὐτὸν παραλυτικὸν αἰρόμενον ὑπὸ τεσσάρων. Καὶ μὴ δυνάμενοι προσενέγκαι αὐτῷ διὰ τὸν ὄχλον ἀπεστέγασαν τὴν στέγην ὅπου ἦν͵ καὶ ἐξορύξαντες χαλῶσι τὸν κράβαττον ὅπου ὁ παραλυτικὸς κατέκειτο. Καὶ ἰδὼν ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν λέγει τῷ παραλυτικῷ͵ Τέκνον͵ ἀφίενταί σου αἱ ἁμαρτίαι. Ἦσαν δέ τινες τῶν γραμματέων ἐκεῖ καθήμενοι καὶ διαλογιζόμενοι ἐν ταῖς καρδίαις αὐτῶν͵ Τί οὗτος οὕτως λαλεῖ; βλασφημεῖ· τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ εἷς ὁ Θεός; καὶ εὐθὺς ἐπιγνοὺς ὁ Ἰησοῦς τῷ πνεύματι αὐτοῦ ὅτι οὕτως διαλογίζονται ἐν ἑαυτοῖς λέγει αὐτοῖς͵ Τί ταῦτα διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν; τί ἐστιν εὐκοπώτερον͵ εἰπεῖν τῷ παραλυτικῷ͵ Ἀφίενταί σου αἱ ἁμαρτίαι͵ ἢ εἰπεῖν͵ Ἔγειρε καὶ ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει; ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἀφιέναι ἁμαρτίας ἐπὶ τῆς γῆς λέγει τῷ παραλυτικῷ͵ Σοὶ λέγω͵ ἔγειρε ἆρον τὸν κράβαττόν σου καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. Καὶ ἠγέρθη καὶ εὐθὺς ἄρας τὸν κράβαττον ἐξῆλθεν ἔμπροσθεν πάντων͵ ὥστε ἐξίστασθαι πάντας καὶ δοξάζειν τὸν Θεὸν λέγοντας ὅτι ο ὕ τως ο ὐ δ έ ποτε ε ἴ δομεν.
Δόξα σοι Κύριε, δόξα σοι.
Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Μεγάλου Βασιλείου ( ἦχος β’, μέλος ἀρχαῖον )
Ε ἰ ς τ ό , Ἐ ξαιρ έ τως
τὸ Μέγα Μεγαλυνάριον
Ἐ πὶ σοὶ χαίρει, Κεχαριτωμένη, πᾶσα ἡ κτίσις, Ἀγγέλων τὸ σύστημα, καὶ ἀνθρώπων τὸ γένος· ἡγιασμένε ναέ, καὶ Παράδεισε λογικέ, παρθενικὸν καύχημα, ἐξ ἧς Θεός ἐσαρκώθη, καὶ παιδίον γέγονεν, ὁ πρὸ αἰώνων ὑπάρχων Θεὸς ἡμῶν. Τὴν γὰρ σὴν μήτραν, θρόνον ἐποίησε, καὶ τὴν σὴν γαστέρα, πλατυτέραν οὐρανῶν ἀπειργάσατο. Ἐπὶ σοὶ χαίρει Κεχαριτωμένη, πᾶσα ἡ κτίσις, δόξα σοι .
Κοινωνικόν
Α ἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀ λληλούϊα.
Ε ἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.
Π ληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.
Ε ἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρὶς)
Ἀ πόλυσις «…῾Ο ἀναστάς ἐκ νεκρῶν…»
12-%ce%bc%ce%b1%cf%8117-%ce%ba%cf%85%cf%81%ce%b9%ce%b1%ce%ba%ce%b7-%ce%b2%ce%84%ce%bd%ce%b7%cf%83%cf%84%ce%b5%ce%b9%cf%89%ce%bd
Μου αρέσει αυτό: Μου αρέσει! Φόρτωση...
Πλοήγηση άρθρων
Τώρα σας συμβουλεύω να κάμετε από κομβολόγι μικροί και μεγάλοι και να το κρατήτε με το αριστερό χέρι, και με το δεξιό να κάμνετε τον σταυρόν σας και να λέγετε: Κύριε Ιησού Χριστέ, Υιέ και Λόγε του Θεού του ζώντος, διά της Θεοτόκου και πάντων των Αγίων ελέησόν με τον αμαρτωλόν και ανάξιον δούλον σου.
Θερμα σας ευχαριστουμεν για όλα τα πολύτιμα αγαθα που μας αποστελλετε.Τα αρθρα, το τυπικον των ακολουθιων και αλλα.Ολα είναι ανεκτιμητης αξιας.Εμενα ως ιεροψαλτη με ενδιαφερει πολύ, αν μπορειτε να μου στελλετε τα μουσικα κειμενα των ακολουθιων που θα ψαλουν.Θα το εκτιμησω πολύ.Ευχαριστω.Να ειστε παντα καλα.
ΚΑΛΗ ΣΑΡΑΚΟΣΤΗ ΚΑΙ ΚΑΛΟΝ ΑΓΩΝΑ ΣΕ ΟΛΟΥΣ
Ευχαριστώ πάρα πολύ όλους σας για τα καλά σας λόγια. Για τα μουσικά κείμενα των ακολουθιών υπάρχει η πολύ καλη ιστοσελίδα http://www.melodos.com.
ΘΕΑΡΕΣΤΟ ΕΡΓΟ. ΜΑΚΑΡΙ ΝΑ ΜΠΟΡΟΥΣΑΝ ΟΛΟΙ ΟΙ ΧΡΙΣΤΙΑΝΟΙ ΝΑ ΕΙΧΑΝ ΟΛΗ ΤΗΝ ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ ΚΥΡΙΑΚΗΣ ΩΣΤΕ ΝΑ ΚΑΤΑΝΟΟΥΝ ΤΑ ΨΑΛΟΜΕΝΑ. ΒΕΒΑΙΑ ΘΑ ΗΤΑΝ ΕΥΧΗΣ ΕΡΓΟ ΣΕ ΚΑΘΕ ΣΠΙΤΙ ΤΟΣΑΒΒΑΤΟΒΡΑΔΟ ΝΑ ΔΙΑΒΑΖΑΝ ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΚΑΙ ΤΟΝ ΑΠΟΣΤΟΛΟ ΤΗΣ ΚΥΡΙΑΚΗΣ. ΚΑΛΟ ΥΠΟΛΟΙΠΟ ΣΑΡΑΚΟΣΤΗΣ ΑΠΟ ΕΝΑΝ ΑΜΑΡΤΩΛΟ ΚΑΙ ΡΑΘΥΜΟ ΣΤΗΝ ΠΡΟΣΕΥΧΗ. Ο ΘΕΟΣ ΑΣ ΔΕΙΞΕΙ ΓΙΑ ΜΙΑ ΑΚΟΜΗ ΦΟΡΑ ΤΟ ΑΠΕΙΡΟ ΕΛΕΟΣ ΤΟΥ.
Λατρευω την σειραν των ακολουθειων καθημερινως να εχετε του Χριστου και Θεοτοκου τοις ευλογιες μην μας τοις υστερησεται