Σχολιάστε

ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΣΑΒΒΑΤΟΝ Α΄ΝΗΣΤΕΙΩΝ (2017)

4 ΜΑΡΤΙΟΥ 2017

Σάββατον Α´ ἑβδομάδος τῶν Νηστειῶν.

+ Μνήμη τοῦ διά τῶν κολλύβων θαύματος τοῦ ῾Αγίου καί ἐνδόξου Μεγαλομάρτυρος Θεοδώρου τοῦ Τήρωνος.

Αποτέλεσμα εικόνας για ΣΑΒΒΑΤΟΝ Α΄ΝΗΣΤΕΙΩΝ

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη κα  κφνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα… 

χος β’

ὁ α’ χορὸς

Ἀμήν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στχ, α’. ξομολογεῖσθε τῷ Κυρίῳ,. ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

Στχ, β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στχ, γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

πολυτκιον  χος β’

Μεγάλα τὰ τῆς πίστεως κατορθώματα! ἐν τῇ πηγὴ τῆς φλογός, ὡς ἐπὶ ὕδατος ἀναπαύσεως, ὁ Ἅγιος Μάρτυς Θεόδωρος ἠγάλλετο, πυρὶ γὰρ ὁλοκαυτωθείς, ὡς ἄρτος ἡδύς, τῇ Τριάδι προσήνεκται. Ταῖς αὐτοῦ ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

ὁ β’ χορὸς

Δξα Πατρ

Μεγάλα τὰ τῆς πίστεως κατορθώματα!,…

ὁ α’ χορός

Κα νν… Θεοτοκον  ατς

Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα τὰ σὰ Θεοτόκε Μυστήρια, τῇ ἁγνείᾳ ἐσφραγισμένη, καὶ παρθενίᾳ φυλαττομένη, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν. Αὐτὸν ἱκέτευε, σωθναι τς ψυχς μν.

Συναπτ μικρ κα  κφνησις

  τι σν τ κρτος… 

Μετ τν α’ Στιχολογαν

Καθίσματα Μαρτυρικὰ

Ἦχος γ

ὁ α’ χορὸς  

σοι φιλομάρτυρες, εὐφράνθητε καὶ νῦν, συμφώνως ἀναμέλποντες τὴν ὑμνῳδίαν τῷ Χριστῷ· ὡς γὰρ φωστῆρες ἐν Κόσμῳ, ἀνέτειλεν ἡμῖν τὴν ἐτήσιον μνήμην τῶν Ἀθλοφόρων αὐτοῦ, θαυμάτων χάριν ἐκπέμπουσαν, καὶ φωτίζουσαν τὸν νοῦν, καὶ τὰς ψυχὰς ἡμῶν.

.

ὁ β’ χορὸς

Στχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ΄ ὁ Θεὸς Ἰσραὴλ΄ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ, εὐλογητὸς ὁ Θεός.

Τὸ εὔψυχον τῆς καρτερίας ὑμῶν, ἐνίκησε τὰ μηχανήματα τοῦ ἀρχεκάκου ἐχθροῦ, Ἀθλοφόροι πανεύφημοι· διὰ τοῦτο τῆς αἰωνίου κατηξιώθητε μακαριότητος. Ἀλλὰ πρεσβεύσατε τῷ Κυρίῳ, τοῦ φιλοχρίστου λαοῦ, σῶσαι τὸ ποίμνιον, Μάρτυρες ὑπάρχοντες τῆς ἀληθείας.

ὁ α’ χορὸς  

Στχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς.

κλάμπετε διὰ τῆς πίστεως, ὑπέρλαμπροι φωστῆρες Ἅγιοι, θεοσεβείας ἰατροί, ἀθλοφόροι πανεύφημοι· τῶν τυράννων γὰρ τοὺς αἰκισμοὺς μὴ δειλανδρίσαντες, τῶν εἰδώλων τὰς δυσφημίας κατηδαφίσατε, τρόπαιον ἔχοντες ἀήττητον, τὸν Σταυρὸν τῆς ἀληθείας.

 

ὁ β’ χορὸς  

Δξα Πατρί… Κα νν… Θεοτοκίον

Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Μετ τν β’ Στιχολογαν

ὁ α’ χορὸς

Καθσματα το γου Θεοδρου

χος γ’  Θεας πστεως

Ζέων πίστεως ὀρθοδοξίᾳ, πλάνην ἔσβεσας κακοδοξίας, καταργήσας τῶν εἰδώλων τὸ ἄθεον, καὶ ὁλοκαύτωμα θεῖον γενόμενος, θαυματουργίαις δροσίζεις τὰ πέρατα. Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

ὁ β’ χορὸς

Δξα Πατρί… Ὅμοιον

Θεῖον δῶρόν σε πρὸς σωτηρίαν, πάσῃ δέδωκε τῇ οἰκουμένῃ, ὁ ἐν τοῖς ἄθλοις δυναμώσας σε Κύριος, τὰς ψυχικὰς ἡμῶν νόσους ἰώμενος, καὶ τῶν σωμάτων τὰ πάθη τροπούμενος. Μάρτυς Θεόδωρε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

ὁ α’ χορὸς

Κα νν… Θεοτοκίον

τὸν ἀχώρητον, Θεὸν ἐν μήτρᾳ σου, Παρθένε ἄχραντε, κυοφορήσασα, τὸν πρὸ αἰώνων ἐκ Πατρὸς ἀῤῥεύστως ἀνατείλαντα, Λόγον ἐνυπόστατον, καὶ Υἱὸν ὁμοούσιον, τοῦτον ἐκδυσώπησον, σὺν Προφήταις καὶ Μάρτυσιν. Ὁσίοις, Ἀσκηταῖς, καὶ Δικαίοις, δοναι μν λσιν πλημμελημτων.

Ν’ ψαλμὸς χύμα 

KANΟΝΕΣ ΤΟΥ ΑΓΙΟΥ ΤΟΥ ΝΑΟΥ

ΚΑΙ ΤΟΥ ΑΓΙΟΥ ΘΕΟΔΩΡΟΥ
δ α’ Ἦχος δ’

Ἀνοίξω τὸ στόμα μου

αχορός

Στίχ.  γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.  

πάντων ἐπέκεινα, σὲ τὴν ἀῤῥήτως γεννήσασαν, ἁπάντων προέθηκε, τῶν ἑαυτοῦ ἐκλεκτῶν, ὅθεν σήμερον, τὸν τούτου στεφανίτην, ὑμνοῦντες Πανύμνητε, σοὶ προεξάρχομεν.

β’ χορός

Στίχ.  γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

πάντων ἐπέκεινα,

   αχορός

Στίχ.  γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.  

Τν μέγαν ἐν Μάρτυσι, τὸν ἀθλητὴν τὸν ὑπέρλαμπρον, τὸν ὀνομαστότατον, καὶ περιβόητον, τὸν ἐν θαύμασιν, ἀπ ἄκρων γῆς εἰς ἄκρα, ἐπίσημον ᾄσματι, μέλψω Θεόδωρον.

βχορός 

 Στίχ.  γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.  

μέρα εὐφρόσυνος, ἐν ταῖς πενθίμοις ἀνέτειλε, καὶ τὴν σκυθρωπότητα, τούτων ἐφαίδρυνε, προεόρτια, προοίμια μακρόθεν, ἐκλάμψασα χάριτι, τοῦ θείου Μάρτυρος.

αχορός   

Στίχ.  γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

αντίζει καθάρσια, τὴν Ἐκκλησίαν τοῖς αἵμασι, τὸ ἅγιον σφάγιον, ὃ προσελάβετο, ὁ τεθυμένος, καὶ θῦμα δεδεγμένος, τὸν ὑπεραθλήσαντα, τῆς θείας δόξης αὐτοῦ.

αχορός  

Στίχ.  περαγία Θεοτόκε σῶσον ἡμᾶς.Θεοτοκον

ραῖον κἂν ἄωρον, τὸ ἑορτάζειν νενόμισται, ἡ γὰρ ὡραΐσασα, τὰ πάντα Δέσποινα, καὶ νῦν ἔδειξε, τῆς μνήμης κοινωνοῦσα, τῷ προκινδυνεύοντι ταύτης δι’ αἵματος.

Ἕτερος Κανὼν

ᾠδὴ α’  Ἦχος πλ. β’

αχορός

Ὡς ἐν ἠπείρῳ

Στίχ.  γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

θαυμαστὸς ἐν Ἁγίοις ὄντως Θεός, ἐν ἐμοὶ θαυμάστωσαν, τὰ ἐλέη σου Χριστέ, λόγον μοι δωρούμενος, ὡς ἄν, τὰ θαυμάσια τοῦ σοῦ, αἰνέσω Μάρτυρος.

βχορός

Στίχ.  γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.  

Τὸ σταθερὸν ἐν τοῖς ἄθλοις καὶ καρτερόν, ἐν τοῖς πόνοις ἔδειξας, Ἀθλοφόρε τοῦ Χριστοῦ, τὸ ταχὺ δὲ πάλιν ἐφ’ ἡμᾶς, βοηθείας φανερῶν, τῆς σῆς Θεόδωρε.

αχορός  

Δξα Πατρὶ…

Τὴν εὐσεβῆ τῶν Πατέρων πίστιν ψυχῆς, τῆς αὐτοῦ ὁ τύραννος, ἀπωσάμενος κακῶς, ἀσεβῆ ἠθέλησε βουλήν, τῷ Θεῷ προσκεκρουκώς, ἀεὶ πορεύεσθαι.

βχορός

Κα νν… Θεοτοκίον

Θεοῤῥημόνων προῤῥήσεις πάλαι ἀνδρῶν, ἐπὶ σοὶ πεπλήρωνται, Μητροπάρθενε σαφῶς, ὡς Θεὸν τεκοῦσαν ἀληθῆ, καὶ Θεὸν ἀληθινόν, ὑπερφυῶς καὶ φρικτῶς.

δ γ’ – Ερμς

Τοὺς σοὺς ὑμνολόγους

αχορός  

Στίχ.  γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Νικᾷ πᾶσι τρόποις τὰ βελτίω, ὁ μέγιστος γὰρ ἐν ἀθληταῖς, εἰς εὐφροσύνην ἤμειψε, τὴν τοῦ καιροῦ κατήφειαν, τῆς εὐαγοῦς τὸ σύντονον, νηστείας τρέψας εἰς ἄνεσιν.

βχορός  

Στίχ.  γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Νικᾷ πᾶσι τρόποις ταὰ βελτίω,….

αχορός

Στίχ.  γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Οἰκεῖον καὶ πρέπον σοι τὸ δῶρον, καὶ γὰρ ἐξ οἰκείων Ἀθλητά, οὓς γὰρ αὐτὸς κατῴκισας, ἐν ταύτῃ τῇ μερίδι σου, περιχαρῶς τὰ δῶρά σοι, τὰ τῶν ἐπαίνων προσάγομεν.

βχορός  

Στίχ.  γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Καλλίστην κρηπῖδα κατεβάλου, ταῖς σαῖς ἀριστείαις Ἀριστεῦ, τὸν θῆρα τὸν ὀλέθριον, τὸν πῦρ καὶ φόνον πνέοντα, καταβαλὼν ὡς πάρεργον, ὑπερφυοῦς γενναιότητος.

αχορός  

Στίχ.  γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Λυττήσας ὁ νέος ἀποστάτης, κατ’ ἴσον δεινῶς τῷ παλαιῷ, καθάρματα τοῖς βρώμασιν, ὥσπερ ἰῷ συνέφυρεν, ἀλλὰ ψευσθεὶς ὁ δείλαιος, κατεσοφίσθη τῷ Μάρτυρι.

βχορός  

Στίχ.  περαγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκον

πλήσθην μὲν σύμπασα Παρθένε, τοῦ γνῶναι τὸν Κύριον ἡ γῆ, ἐκ σοῦ τῷ Κόσμῳ φάναντα΄ ἀλλὰ τοῖς θείοις Μάρτυσι, χάρις πολλὴ κρατύνασι, δι’ ἑαυτῶν τὴν ἀλήθειαν.

Εἱρμὸς ἄλλος

αχορός  

Οὐκ ἔστιν Ἅγιος

Στίχ.  γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.  

πρὶν τῆς Εὔας τοῖς ὠσί, ψιθυρίσας δολίως, τὸν Ἀδὰμ δι’ αὐτῆς δέ, ἀπατήσας δολερῶς, αὐτὸς καὶ νῦν τὸν ἰόν, τῆς κακίας πρὸς ἀπάτην κέχυκε.

βχορός

Στίχ.  γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Τὸν δόλον εἶχε κατ’ αὐτοῦ, ἔτρεφε τὴν μανίαν, κατὰ τῶν εὐθηνούντων, καιρὸν ἐζήτει εὐθῆ, καθ’ ὃν τὸ μῖσος τελεῖν, ἐμελέτα, ὁ παρανομώτατος.

αχορός

Δξα Πατρὶ…

Τῶν ἡμερῶν ἡ ἀπαρχή, τῶν ἁγίων ἐπέστη Νηστειῶν, ἐν αἷς ἅπας, Χριστιανὸς ἑαυτόν, δι’ ἐγκρατείας πολλῆς, ἐκκαθαίρει, πάντων ἀπεχόμενος.

βχορός  

Κα νν… Θεοτοκον

λπὶς τοῦ Κόσμου κραταιά, σκέπη καὶ προστασία, Παναγία Παρθένε, μὴ παρίδῃς ἀγαθὴ τὴν δέησιν οἰκετῶν, τῶν ἐκ πόθου, σὲ μακαριζόντων ἀεί.

 Συναπτ μικρ κα  κφνησις

 Ὅτι σ ε Θες μν,…

αχορός

Κθισμα  χος πλ. δ’ – Τν σοφαν κα Λγον

Θεϊκὴν παντευχίαν ἀναλαβών, καὶ εἰδώλων τὴν πλάνην καταβαλών, Ἀγγέλους διήγειρας, εὐφημεῖν τοὺς ἀγῶνάς σου, τῷ γὰρ θείῳ πόθῳ, τὸν νοῦν πυρπολούμενος, τοῦ ἐν πυρὶ θανάτου, στεῤῥῶς κατεφρόνησας, ὅθεν φερωνύμως, τοῖς αἰτοῦσί σε νέμεις, τὰ θεῖα δωρήματα, ἰαμάτων χαρίσματα. Ἀθλοφόρε Θεόδωρε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

βχορός  

Δξα Πατρί… μοιον

Μαξιμίνου θωπείαις μὴ ἐκλυθείς, τοῦ Χριστοῦ δὲ τοῖς λόγοις ἀνδρειωθείς, εἰδώλων τὰ τεμένη, ἐν πυρὶ ἀπετέφρωσας, ἀθλητικῶς νικήσας, καλῶς τὸν ἀντίπαλον, προφητικῶς διῆλθες, τὸ πῦρ ὡς ἐν ὕδατι, ὅθεν ἐπαξίως, ἀμοιβὴν τῶν ἀγώνων, πηγάζεις ἰάματα, τοῖς αἰτοῦσιν ἐκ πίστεως. Ἀθλοφόρε Θεόδωρε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

αχορός  

Κα νν… Θεοτοκον  μοιον

ς πανάμωμος Νύμφη τοῦ Ποιητοῦ, ὡς ἀπείρανδρος Μήτηρ τοῦ Λυτρωτοῦ, δοχεῖον ὡς ὑπάρχουσα, τοῦ Ὑψίστου Πανύμνητε ἀνομιῶν μὲ ὄντα, αἰσχρὸν καταγώγιον καὶ ἐν γνώσει γενόμενον, τοῖς δαίμοσι παίγνιον, σπεῦσον καὶ τῆς τούτων, κακουργίας μὲ ῥῦσαι, λαμπρὸν οἰκητήριον, δι’ ἀρετῆς ἀπαρτίσασα, φωτοδόχε ἀκήρατε, δίωξον τὸ νέφος τῶν παθῶν, καὶ τῆς ἄνω λαμπρότητος ἀξίωσον, καὶ ἀκιβδήλου αἴγλης, φωτὸς ἀνεσπέρου σου.

δ δ’

καθήμενος ἐν δόξῃ,

Στίχ.  γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

καινῆς καὶ παραδόξου, μίξεώς τε, καὶ κράσεως! παρθενία τόκον, ἥνωσε τεχθεὶς ὁ θεάνθρωπος, ταῖς σκυθρωπαῖς δὲ ἡμέραις, τὴν εὐφρόσυνον, τὸν οἰκεῖον τιμῶν, Ἀθλητὴν ἐγκατέμιξεν.

Στίχ.  γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

δε πῶς Χριστὸν ἐφίλει, ὁ Χριστῷ στρατευόμενος, τοὺς ἐχθροὺς γὰρ τούτου, ζήλῳ καὶ πυρὶ κατηνάλωσε, καὶ ἑαυτὸν τελευταῖον καλλιέργημα, καὶ δεκτὸν αὐτῷ θῦμα, προθύμως ἀπέδωκε.

Στίχ.  γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Νικηφόρος ἐκ τῶν ἄθλων, ὁ Γεννάδας ἀνέλυσε, παῤῥησίᾳ λόγων, καὶ ὑπεροψίᾳ κολάσεων, τοὺς θεατὰς καταπλήξας, καὶ γενόμενος, πάσῃ κτίσει καινόν, καὶ παράδοξον θέατρον.

Στίχ.  γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

στοῦν μὲν οὐ συνετρίβη, τοῦ Θεοῦ καὶ Δεσπότου μου, ὢ μακροθυμίας! καὶ μετὰ τὴν νέκρωσιν πάσχοντος, τὸν δὲ αὐτοῦ Στρατιώτην πῦρ δεξάμενον, καὶ τροχὸς ηὐλαβήθη, θανόντος προσάψασθαι.

Στίχ. περαγία Θεοτόκε σῶσον ἡμᾶς.  Θεοτοκον

Συνθανόντες τῷ Δεσπότῃ, τῆς ζωῆς οἱ θεράποντες, καὶ συναναστάντες, ζῶσι παρ’ αὐτῷ νῦν αἰώνια, καὶ τῷ Υἱῷ τὴν Μητέρα συνδοξάζουσιν, εὐλογοῦντες Πατέρα, Υἱόν, Πνεῦμα ἅγιον.

Ἄλλος

Χριστός μου δύναμις

Στίχ.  γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Βουλὴν βουλεύεται, ὁ ἀσεβέστατος, καὶ σκοπεῖται, ὡς ὄντως ἐστὶ φρικτή, ἔγνω γὰρ ὁ δείλαιος, διὰ βρωμάτων μιαρῶν, τὸν λαὸν καταμολύνειν Χριστοῦ.

Στίχ.  γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Εἰς ἔργον ἤνεγκε, βουλὴν τὴν ἄθεσμον, συσταλῆναι προστάξας τῶν καθαρῶν, ἐδεσμάτων ἔνθεσιν, καὶ προτεθῆναι ἃ αὐτός, κατεμόλυνε τοῖς αἵμασι.  

Δξα Πατρὶ…

Γέγονεν ἔκπυστον, καὶ διαβόητον, τὸ ἀνόμημα πᾶσι Χριστιανοῖς, ὅθεν ὡς ἐπέγνωσε, καὶ συνδρομὴ πάντων ὁμοῦ, εἰς Ναὸν Κυρίου ἅγιον.

Κα νν…

Τὴν σὲ Κυήσασαν, τὸν προαιώνιον, ἐκ Πατρὸς γεννηθέντα νῦν οἱ πιστοί, πρέσβιν προβαλλόμεθα, ταύτης δεήσεσι καμφθείς, εὐμενὴς γενοῦ τοῖς δούλοις σου.

δ ε’

Ἐξέστη τὰ σύμπαντα,

Στίχ.  γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

νοίγεται σήμερον, τὰ πρόθυρα τῆς χάριτος, καὶ ἡ καταπαύσιμος νῦν αὕτη, προεικονίζει τὴν ἀναστάσιμον, οὕτω λαμπροφόρος τὴν λαμπράν, Δέσποιναν γεραίρουσα, καὶ τὸν ἔνδοξον Μάρτυρα.

Στίχ.  γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Δωρεῖται φερώνυμον, δῶρον Θεὸς Θεόδωρον τοῖς ἠγαπηκόσι τοῦ φανέντος, ἠγαπημένου τὴν ἐπιφάνειαν, παραδόξων ἔργων ποιητὴν θείων τε δυνάμεων, αὐτουργὸν ἐργασάμενον.

Στίχ.  γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Οὐδὲν πρὸς τὸν Μάρτυρα, τὰ τόξα καὶ τὰ βέλη σου, ἐχθρὲ τῆς ἀνθρώπων σωτηρίας, καὶ τεθνηκώς γάρ, ζῇ καὶ ἐγρήγορε, καὶ τοῖς κακουργήμασι τοῖς σοῖς, ἀντικαθιστάμενος, σώζει πάντα ὀρθόδοξον.

 Στίχ.  περαγία Θεοτόκε σῶσον ἡμᾶς.  Θεοτοκον

Ξενίζον ἦν πρότερον, τὸ θαῦμα τῆς θεόπαιδος, ταῖς τῶν Ἀθλητῶν δὲ μαρτυρίαις, εἴληφε πίστιν, τὴν ἀναμφίβολον, καὶ τὸ πιστευόμενον ἀεί, μένει θαυμαζόμενον, καὶ πιστῶς προσκυνούμενον.

Ἄλλος

Τῷ θείῳ φέγγει σου Ἀγαθὲ

Στίχ.  γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

τότε τοίνυν Ἀρχιερεὺς ὅλος θαμβηθεὶς τοῦ ἀσεβοῦς, ὡς ἔγνω τὸ διαβούλιον, ὕμνοις ἐν παννύχοις Θεὸν ἱκέτευε, μὴ παριδεῖν εἰς τέλος, λαὸν τὸν κλῆρον αὐτοῦ.

Στίχ.  γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

λλ’ ὁ ταχὺς ὄντως βοηθός, τῶν ἐν ἀληθείᾳ καὶ θερμῇ, προσκαλουμένων δεήσει αὐτόν, οὐ παρεῖδεν ὅλως, ἀλλὰ ταχίστην αὐτοῖς ἐργάζεται τὴν λύσιν τοῦ ἐγχειρήματος.

Δξα Πατρὶ…

κ τῶν ὑψίστων ὁ βοηθός, πέμπεται ὡς τάχιστα πρὸς γῆν, ὁ ἀθλοφόρος Θεόδωρος, καὶ τῷ Ἀρχιποίμενι ἐποπτάνεται, τὴν λύσιν ἐκδιδάσκων, τῆς παρανόμου βουλῆς.

Κα νν… Θεοτοκον

Οὐδεὶς προστρέχων ἐπὶ τὴν σήν, Δέσποινα ἀντίληψιν θερμῶς, καταισχυνθήσεται πώποτε, ἀλλ’ αἰτεῖται χάριν, καὶ δῶρον δέχεται, πρὸς τὸ συμφέρον θᾶττον,  τῆς ἐξαιτήσεως..

δ Ϛ

Τὴν θείαν ταύτην

Στίχ.  γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Νηστεύειν Σῶτερ οὐ δύνανται, οἱ φίλοι καὶ υἱοὶ τοῦ νυμφῶνός σου, σὲ τὸν Νυμφίον γάρ, σὺν τῇ Μητρὶ καὶ τῷ φίλῳ σου, ξενίζουσι παρόντα, καὶ θεραπεύουσιν.

Στίχ.  γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

πέστη Θεοῦ τοῦ σώζοντος, ἀπέστη καὶ φρενῶν ὁ δυσώνυμος, καὶ πρὸς ἀπόνοιαν, κατεξανέστη τῆς πίστεως, ἀλλ’ ἀντὶ ταύτης εὗρε, τὸν μεγαλώνυμον.

Στίχ.  γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Παθῶν κατέστη σοφώτερος, καὶ δράσας ὁ γενναῖος θερμότερος, τὴν πρὸς τυράννους γάρ, πάλην καὶ νίκην καλῶς ἀσκηθείς, οὐδὲ θανὼν ἀπέστη, τοῦ κατορθώματος. 

Στίχ.  περαγία Θεοτόκε σῶσον ἡμᾶς.  Θεοτοκον

υσθέντες σήμερον Δέσποινα, κινδύνου ψυχοφθόρου τῷ θαύματι, τοῦ Ἀθλοφόρου σου, κατὰ τὴν σὴν θείαν πρόνοιαν, τὴν χάριν ἀμφοτέροις, ἀντιτιθέαμεν.

Ἄλλος

Τοῦ βίου τὴν θάλασσαν

Στίχ.  γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Τὸν ξένον θαμβούμενος, τῆς ὁράσεως τῆς σῆς, Ἀρχιερεὺς ἀντέφησε. Σὺ τὶς εἶ Κύριε, ὁ λαλὼν ἐμοὶ; γνώρισον καὶ δίδαξον, πῶς εὑρήσωμεν θᾶττον τὴν βοήθειαν.

Στίχ.  γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Θεόδωρος ἔφησεν΄ Ἐγὼ πέφυκα σαφῶς, ὁ ἀθλητὴς καὶ ἄκουσον΄ Σῖτον ἑψήσας, μέρισον τοῖς λαοῖς, καὶ οὕτω σωθήσεσθε, κεχραμένων βρωμάτων τοῦ ἀλάστορος.

Δξα Πατρὶ…

ς μέγα τὸ θαῦμά σου, καὶ παράδοξος ἡ σή, ἀντίληψις Θεόδωρε! διὸ θαῤῥοῦντες πάντες εἰλικρινῶς, πρὸς σὲ καταφεύγομεν, καὶ δεόμεθα΄ Σῶσον τοὺς οἰκέτας σου.

Κα νν… Θεοτοκον

Φωτὸς οἰκητήριον, καὶ δοχεῖον καθαρόν, τοῦ Λόγου ἐχρημάτισας, Πατρὸς τῇ εὐδοκίᾳ, καὶ τῇ ἐν σοί, ἐπισκέψει Πνεύματος, τοῦ ἁγίου, διό με φωταγώγησον.

Συναπτ μικρ κα  κφνησις

Σ γρ ε Βασιλες…

Κοντάκιον  Αὐτόμελον

Ἦχος πλ. δ’

Πίστιν Χριστοῦ ὡσεὶ θώρακα, ἔνδον λαβὼν ἐν καρδίᾳ σου, τὰς ἐναντίας δυνάμεις κατεπάτησας Πολύαθλε, καὶ στέφει οὐρανίῳ ἐστέφθης αἰωνίως, ὡς ἀήττητος.

Ὁ Οἶκος

Τὸν ἐν θρόνῳ φωτὸς ἐποχούμενον, εὐχαρίστως ἐν πίστει ὑμνοῦμέν σε, ὅτι δώρημα θεῖον δεδώρησαι, τὸν γενναῖον τοῖς ἄθλοις Θεόδωρον, τὸν ἐν τῷ βίῳ τρισμακάριστον, ὡς ὑπέρμαχον ὄντα τῆς ἀληθείας, εὐσεβεῖ λογισμῷ κεκτημένος Χριστόν, ἀνεδείχθη κραταιὸς νικητὴς κατὰ τοῦ δολεροῦ, ὡς ἀήττητος.

Συναξριον

ΤΔ‘ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Γερασίμου τοῦ ἐν τῷ Ἰορδάνῃ.

Στίχοι

  • Ὑπηρέτης θὴρ τῷ Γερασίμῳ γέρας,

  • Θῆρας παθῶν κτείναντι πρὶν λῆξαι βίου.

  • Τῇ δὲ τετάρτῃ Γεράσιμος βιότοιο ἀπέπτη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Παύλου καὶ Ἰουλιανῆς τῆς αὐτοῦ ἀδελφῆς.

Στίχοι

  • Ὁ κείμενος μὲν Παῦλος, ἡ δὲ κειμένη

  • Ἰουλιανή, σύγγονοι τετμημένοι.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ ἀνωτέρω, Κοδρᾶτος, Ἀκάκιος καὶ Στρατόνικος οἱ ἀπὸ δημίων, ξίφει τελειοῦνται.

Στίχοι

  • Τρεῖς ἐκχέαντες αἷμα πολλῶν ὡς ὕδωρ,

  • Σοφῶν αἷμα, Χριστὲ σοὶ χέουσιν ἐκ ξίφους.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Γρηγόριος Κύπρου, ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι

  • Ἐλαφος ὥσπερ ἐκ βρόχου ῥυσθεὶς βίου,

  • Ἄνεισι Γρηγόριος, ἔνθα ζῶν ὕδωρ.

Τῇ αὐτῇ ἡμέρᾳ, Σαββάτῳ τῆς πρώτης Ἑβδομάδος τῶν Νηστειῶν, τὸ διὰ τῶν Κολλύβων παράδοξον θαῦμα τοῦ ἁγίου καὶ ἐνδόξου Μεγαλομάρτυρος Θεοδώρου τοῦ Τήρωνος ἑορτάζομεν.

Στίχοι

  • Τροφὴ κολλύβων, ἑστιᾷ Τήρων πόλιν,

  • Τροφὴν τιθεὶς ἄπρακτον, ἠλιγισμένην.

Ταῖς αὐτοῦ πρεσβείαις, ὁ Θεός, ἐλέησον, καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ΚΑΤΑΒΑΣΙΑΙ

ὁ α’ χορός

Ἦχος δ. ᾠδὴ α 

νοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ἄσω γηθόμενος, ταύτης τὰ θαύματα.

ὁ β’ χορός

ᾠδὴ γ’

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθορος πηγή, θίασον συγκροτήσαντας πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ σου…

ὁ α’ χορός

στεφάνων δόξης ἀξίωσον.

ὁ β’ χορός

ᾠδὴ δ’

καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ παλάμῃ καὶ διέσωσε, τοὺς κραυγάζοντας, Δόξα Χριστὲ τῇ δυνάμει σου.

ὁ α’ χορός

ᾠδὴ ε’ 

ξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξη σου, σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα.

ὁ β’ χορός

ᾠδὴ ς’

Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.

ὁ α’ χορός

ᾠδὴ ζ’

Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον, Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

ὁ β’ χορός
ᾠδὴ η’

Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον.

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, ες πντας τος αἰῶνας.

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ΤΙΜΙΩΤΕΡΑ (Ἦχος δ’)

ὁ α’ χορός

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ. τι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. τι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. ποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. ντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησεν πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…

Καταβασία

 ὁ α’ χορός

ᾠδὴ θ’.

πας γηγενής, σκιρτάτῳ τῷ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων, φύσις γεραίρουσα, τὰ ἱερὰ θαυμάσια, τῆς Θεομήτορος, καὶ βοάτω. Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνή, ειπρθενε.

Συναπτ μικρκα  κφνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

ξαποστειλρια

ὁ α’ χορὸς

χος β’

Τοῖς Μαθηταῖς

Στεφανηφόρος Ἅγιε, παρεστὼς σὺν Ἀγγέλοις, τῷ τοῦ Χριστοῦ νῦν Βήματι, καὶ φωτὸς τοῦ ἐκεῖθεν, πληρούμενος Ἀθλοφόρε, τὴν εἰρήνην τῷ Κόσμῳ, ἀδιαλείπτως πρέσβευε, καὶ ἡμῖν σωτηρίαν τοῖς εὐσεβῶς, τὴν φωσφόρον μνήμην σου ἐκτελοῦσι, Θεόδωρε πανόλβιε, Μάρτυς ἠγλαϊσμένε.

ὁ β’ χορός

Θεοτοκίον

ν τῇ γαστρί σου Κύριος, ἀπολλύμενον Κόσμον, φθορᾶς ἀνακαλέσασθαι, βουληθεὶς ὥσπερ οἶδεν, ἐσκήνωσε Θεοτόκε. Σωτηρίαν οὖν πάντες, εὑρόντες ἐκβοῶμέν σοι΄ Χαῖρε τὸ τοῦ Ἀγγέλου, πανευκλεές, γυναιξὶν ἐν πάσαις εὐλογημένῃ, καὶ γὰρ χαρὰν ἐκύησας, πάσῃ τῇ οἰκουμένῃ.

ΑΙΝΟΙ

Ἦχος α’

ὁ α’ χορός

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν·  αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Τῶν οὐρανίων ταγμάτων

Τὸν ἀριστέα τῆς ἄνω, στρατολογίας πιστοί, ὡς καρτερὸν ὁπλίτην, τῆς ἡμῶν εὐσεβείας, συμφώνως συνελθόντες, ᾠδαῖς μυστικαῖς, εὐφημήσωμεν λέγοντες. Ἀξιοθαύμαστε Μάρτυς τοῦ Ἰησοῦ, εὔχου ὑπὲρ τῶν τιμώντων σε.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. 

Τῇ φερωνύμῳ σου κλήσει, δῶρον Θεοῦ ἀληθῶς, τοῖς θλιβομένοις πᾶσι, θυμηδία ἐδόθης, Θεόδωρε τρισμάκαρ, πᾶς γὰρ τῷ σῷ, προσπελάζων Ναῷ ἀληθῶς, μετ’ εὐφροσύνης λαμβάνων τὰς ἀμοιβάς, τῶν θαυμάτων σου γεραίρει Χριστόν.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

Τῆς εὐσεβείας τὸν πλοῦτον, καὶ τὴν λαμπρότητα, ἀθλητικοῖς καμάτοις, σεαυτῷ θησαυρίσας, πᾶσαν τὴν ἰσχύν σου, δῶρον δεκτόν, τῷ Θεῷ προσενήνοχας, ἀναπληρῶν ἐν τοῖς ἄθλοις μετὰ σπουδῆς, Θεοδώρητόν σου πρόσκλησιν.  

  β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Τῇ παμφαεῖ πανηγύρει, τοῦ θείου Μάρτυρος, εὐωχηθῶμεν πάντες, καὶ πιστῶς εὐφρανθῶμεν, φιλέορτοι τιμῶντες, φαιδρὰν ἑορτήν, τῆς αὐτοῦ τελειώσεως, ᾀσματικῶς ἀνυμνοῦντες τὸν Ἰησοῦν, τὸν δοξάσαντα τὴν μνήμην αὐτοῦ.

ὁ α’ χορός  

Δξα Πατρί…

χος πλ. β’

Ἁγιωσύνης δωρεά, καὶ πλοῦτος θείας ζωῆς, πεφανέρωσαι τῷ Κόσμῳ Θεόδωρε΄ Χριστὸς γάρ σου σοφέ, τὴν μνήμην ἐδόξασεν, ἐν ᾗ συμφώνως οἱ πιστοί, γεγηθότες ὑμνοῦμεν, τοὺς ἀγῶνας τῶν πόνων σου.

ὁ β’ χορός

Κα νν… Θεοτοκον

Θεοτόκε σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς, Σὲ ἱκετεύομεν, πρέσβευε Δέσποινα μετὰ τοῦ Ἀθλοφόρου, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη

εἰς ἦχον πλ.β’ ( Ἀργή ἢ σύντομος )

ὁ α’ χορός

  • Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

ὁ β’ χορός

  • μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

ὁ α’ χορός

  • Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.

ὁ β’ χορός

  • Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

ὁ α’ χορός

  • Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

  • τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

ὁ α’ χορός

  • Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ὁ β’ χορός

  • Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

ὁ β’ χορός

  • Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

ὁ α’ χορός

  • Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

ὁ β’ χορός

  • τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

ὁ α’ χορός

  • Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

              Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ β’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

Ἅγιος ὁ Θεός,
ὁ β’ χορός

Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός

γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

καὶ εὐθύς

 ὁ β’ χορός

τὸ Ἀπολυτίκιον 

Ἦχος β’

Μεγάλα τὰ τῆς πίστεως κατορθώματα! ἐν τῇ πηγὴ τῆς φλογός, ὡς ἐπὶ ὕδατος ἀναπαύσεως, ὁ Ἅγιος Μάρτυς Θεόδωρος ἠγάλλετο, πυρὶ γὰρ ὁλοκαυτωθείς, ὡς ἄρτος ἡδύς, τῇ Τριάδι προσήνεκται. Ταῖς αὐτοῦ ἱκεσίαις Χριστὲ ὁ Θεός, σσον τς ψυχς μν.  

 ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

 ΑΝΤΙΦΩΝΑ

                                                    Ἀντίφωνον Α’      

Ἦχος β´.

Στίχ. α’. γαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

Στίχ. β’. Τοῦ ἀναγγέλλειν τῷ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Στίχ γ΄τι  εὔφρανάς με, Κύριε, ἐν τοῖς ποιήμασί Σου καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν Σου ἀγαλλιάσομαι.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Στίχ. δ’. τι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Δόξα…Καὶ νῦν…

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 Ἀντίφωνον Β’

Ἦχος πλ. α’

Στίχ. α’, Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο ὁ  Κύριος δύναμιν καὶ περιεζώσατο.

 Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

  Στίχ. β’, Kαὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθησεται.

  Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

   Στίχ. γ’, Θαυμαστοί οἱ μετεωρισμοί τῆς θαλάσσης, θαυμαστός ἐν ὑψηλοῖς ὁ Κύριος.

  Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

Στίχ. δ΄. Τά μαρτύριά σου επιστώθησαν σφόδρα τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν.

Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

Δόξα ΠατρίΚαὶ νῦν καὶ ἀεὶ

μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας΄ Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

Ἀντίφωνον Γ

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

 Ἀπολυτίκιον  Ἦχος β

Μεγάλα τὰ τῆς πίστεως κατορθώματα! ἐν τῇ πηγὴ τῆς φλογός, ὡς ἐπὶ ὕδατος ἀναπαύσεως, ὁ Ἅγιος Μάρτυς Θεόδωρος ἠγάλλετο, πυρὶ γὰρ ὁλοκαυτωθείς, ὡς ἄρτος ἡδύς, τῇ Τριάδι προσήνεκται. Ταῖς αὐτοῦ ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. 

Στίχ. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς.

Μεγάλα τὰ τῆς πίστεως κατορθώματα!…

ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ 

Εἰσοδικὸν

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον  ὅταν τελεῖται συλλείτουργον)

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἐν Ἁγίοις θαυμαστὸς…..

ψάλλοντάς σοι, Ἀλληλούϊα.

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον  ὅταν τελεῖται συλλείτουργον)

Ἀπολυτίκιον  Ἦχος β

Μεγάλα τὰ τῆς πίστεως κατορθώματα! ἐν τῇ πηγὴ τῆς φλογός, ὡς ἐπὶ ὕδατος ἀναπαύσεως, ὁ Ἅγιος Μάρτυς Θεόδωρος ἠγάλλετο, πυρὶ γὰρ ὁλοκαυτωθείς, ὡς ἄρτος ἡδύς, τῇ Τριάδι προσήνεκται. Ταῖς αὐτοῦ ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. 

Τοῦ Ναοῦ

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον  ὅταν τελεῖται συλλείτουργον)

Κοντκιον χος β

Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε, μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι. Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τν τιμντων σε.

Τρισάγιον

Απόστολος

Προκείμενον ἦχος βαρὺς

Εὐφρανθήσεται δίκαιος ἐν Κυρίῳ.

 Εἰσάκουσον, ὁ Θεός, τῆς φωνῆς μου.

Πρὸς Τιμόθεον Β’ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα.

 (Κεφ. β´ 1- 10)

Τέκνον Τιμόθεε, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ ᾽Ιησοῦ, καὶ ἃ ἤκουσας παρ᾽ ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι. Συγκακοπάθησον ὡς καλὸς στρατιώτης Χριστοῦ ᾽Ιησοῦ. Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ· ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται ἐὰν μὴ νομίμως ἀθλήσῃ. Τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν. Νόει ὃ λέγω· δώσει γάρ σοι ὁ κύριος σύνεσιν ἐν πᾶσιν. Μνημόνευε ᾽Ιησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν, ἐκ σπέρματος Δαυΐδ, κατὰ τὸ εὐαγγέλιόν μου· ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν ὡς κακοῦργος, ἀλλὰ ὁ λόγος τοῦ θεοῦ οὐ δέδεται. Διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσιν τῆς ἐν Χριστῷ ᾽Ιησοῦ μετ δξης αωνου.

 λληλούϊα (γ’)

Εαγγέλιον

Ἐκ τοῦ κατὰ Μάρκον. (Μαρκ. β´ 23-28).

Τῷ καιρῷ ἐκείνῳ, ἐπορεύετο ὁ Ἰησοῦς ἐν τοῖς σάββασι διὰ τῶν σπορίμων͵ καὶ οἱ μαθηταὶ αὐτοῦ ἤρξαντο ὁδὸν ποιεῖν τίλλοντες τοὺς στάχυας. Καὶ οἱ Φαρισαῖοι ἔλεγον αὐτῷ͵ Ἴδε τί ποιοῦσιν τοῖς σάββασιν ὃ οὐκ ἔξεστιν;καὶ λέγει αὐτοῖς΄ Οὐδέποτε ἀνέγνωτε τί ἐποίησεν Δαυΐδ͵ ὅτε χρείαν ἔσχεν καὶ ἐπείνασεν αὐτὸς καὶ οἱ μετ΄ αὐτοῦ; πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ ἐπὶ Ἀβιαθὰρ ἀρχιερέως καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν͵ οὓς οὐκ ἔξεστιν φαγεῖν εἰ μὴ τοὺς ἱερεῖς͵ καὶ ἔδωκεν καὶ τοῖς σὺν αὐτῷ οὖσιν; καὶ ἔλεγεν αὐτοῖς΄ Τὸ σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο καὶ οὐχ ὁ ἄνθρωπος διὰ τὸ σάββατον·ὥστε κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ Σαββάτου. Καὶ εἰσῆλθε πάλιν εἰς τὴν συναγωγήν· καὶ ἦν ἐκεῖ ἄνθρωπος ἐξηραμμένην ἔχων τὴν χεῖρα. Καὶ παρετήρουν αὐτὸν εἰ τοῖς σάββασι θεραπεύσει αὐτόν, ἵνα κατηγορήσωσιν αὐτοῦ. Καὶ λέγει τῷ ἀνθρώπῳ τῷ ἐξηραμμένην ἔχοντι τὴν χεῖρα· ἔγειρε εἰς τὸ μέσον. Καὶ λέγει αὐτοῖς· ἔξεστι τοῖς σάββασιν ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι; ψυχὴν σῶσαι ἢ ἀποκτεῖναι; οἱ δὲ ἐσιώπων. Καὶ περιβλεψάμενος αὐτοὺς μετ᾿ ὀργῆς, συλλυπούμενος ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν, λέγει τῷ ἀνθρώπῳ· ἔκτεινον τὴν χεῖρά σου. καὶ ἐξέτεινε, καὶ ἀποκατεστάθη ἡ χεὶρ αὐτοῦ γις ς λλη.

Δόξα σοι, Κύριε, δόξα σοι.

Καὶ καθεξῆς Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου

Ες τ, ξαιρτως

ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σ μεγαλνομεν.

Κοινωνικὸν

Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος.  λληλούϊα.   

ἦχος β

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρὶς)

https://agioskosmasoaitolos.wordpress.com

4-%ce%bc%ce%b1%cf%8117-%cf%83%ce%b1%ce%b2%ce%b2%ce%b1%cf%84%ce%bf%ce%bd-%ce%b1%ce%84%ce%bd%ce%b7%cf%83%cf%84%ce%b5%ce%b9%cf%89%ce%bd

 

Advertisements

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση / Αλλαγή )

Σύνδεση με %s

Αρέσει σε %d bloggers: