Σχολιάστε

ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΣΑΒΒΑΤΟΝ ΤΗΣ ΤΥΡΙΝΗΣ (2017)

25 ΦΕΒΡΟΥΑΡΙΟΥ 2017

ΣΑΒΒΑΤΟΝ ΤΗΣ ΤΥΡΙΝΗΣ

Ἐν ᾧ μνήμην ἐπιτελοῦμεν τῶν ἐν ἀσκήσει λαμψάντων ῾Αγίων ἀνδρῶν καί γυναικῶν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη κα  κφνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα… 

χος δ’

ὁ α’ χορὸς

Ἀμήν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στχ. α’. ξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

Στχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στχ. γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

πολυτκιον  χος δ’

Θεὸς τῶν Πατέρων ἡμῶν, ὁ ποιῶν ἀεὶ μεθ’ ἡμῶν κατὰ τὴν σὴν ἐπιείκειαν, μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ’ ἡμῶν, ἀλλὰ ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ κυβέρνησον τὴν ζωὴν ἡμῶν.

ὁ β’ χορὸς

Δξα Πατρ

Ὁ Θεὸς τῶν Πατέρων ἡμῶν,…

ὁ α’ χορός

Κα νν… Θεοτοκον  ατς

Τὸ ἀπ’ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ὁ ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε, τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεός, ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρόν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι’ οὗ ἀναστήσας τὸν Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τς ψυχς μν.

Συναπτ μικρ κα  κφνησις

  τι σν τ κρτος… 

Μετ τν α’ Στιχολογαν

Καθσματα  χος πλ. δ’

αχορός

Τ προσταχθν μυστικς

Ταῖς τῶν πατέρων ἀστραπαῖς καταυγασθέντες, ὡς εἰς Παράδεισον τερπνὸν νῦν εἰσιόντες, τῆς τρυφῆς τοῦ χειμάῤῥου καταπολαύσωμεν, καὶ τούτων τὰς ἀριστείας θαμβητικῶς, σκοποῦντες ἁμιλληθῶμεν ταῖς ἀρεταῖς, τῷ Σωτῆρι κραυγάζοντες΄ Εὐχαῖς αὐτῶν ὁ Θεός, μετόχους ἡμᾶς ποίησον, οὐρανῶν Βασιλείας σου.

βχορός

Δξα Πατρὶ… μοιον

Τὸν ἀρχηγὸν τῶν Μοναστῶν Παῦλον συμφώνως, σὺν Ἀντωνίῳ τῷ σοφῷ καὶ Εὐθυμίῳ, ἀνυμνήσωμεν πάντες, σὺν τοῖς λοιποῖς Πατράσι΄ καὶ τούτους καθικετεύσωμεν, ὅπως Χριστόν, ἀπαύστως ἐκδυσωπῶσιν ὑπὲρ  ἡμῶν, τῶν τὴν θείαν καὶ πάμφωτον, ἐπιτελούντων μνήμην αὐτῶν, ἐν ᾄσμασι δοξάζοντες, τὸν Σωτῆρα καὶ Κύριον.  

ὁ αχορός

Κα νν… Θεοτοκον  μοιον

Εὐχαριστοῦμέν σοι ἀεὶ Θεοτόκε, καὶ μεγαλύνομεν ἁγνή, καὶ προσκυνοῦμεν, ἀνυμνοῦντες τὸν τόκον σου Κεχαριτωμένη, βοῶντες ἀκαταπαύστως΄ Σῶσον ἡμᾶς, Παρθένε παντελεῆμον ὡς ἀγαθή, καὶ δαιμόνων ἐξάρπασον, λογοθεσίου φοβεροῦ, ἐν ὥρᾳ τῆς ἐτάσεως, μὴ αἰσχυνθῶμεν οἱ δοῦλοί σου.

Μετ τν β’ Στιχολογαν

Καθσματα  χος πλ. δ’

βχορός

νστης κ νεκρν

ντώνιον ὁμοῦ, καὶ Εὐθύμιον πάντες, σὺν πᾶσι τοῖς λοιποῖς, θεοφόροις Πατράσιν, εὐφημήσωμεν ὕμνοις, αὐτῶν τὴν μνήμην πανηγυρίζοντες, οὗτοι γὰρ τῷ Κυρίῳ, ὑπὲρ τοῦ κόσμου παντὸς πρεσβεύουσιν, ἵνα ῥυσθῶμεν τῆς ἀρχαίας ἀρᾶς, λυτρωθέντες κολάσεως.

αχορός

Δξα Πατρὶ… – Τ προσταχθν μυστικς

ς εἰς λειμῶνα ἀρετῶν ἀνθηφοροῦντα, τῶν θεοφόρων Ἀσκητῶν περιπατοῦντες, τῆς ὀσμῆς πληρούμεθα τῆς ἡδυπνόου, τοῖς ἄθλοις γὰρ στομωθέντες τῶν πειρασμῶν, τὸ σῶμα τῇ ἐγκρατείᾳ δουλοπρεπῶς, καθυπέταξαν πνεύματι, ἀγγελικὴν ἐπὶ γῆς, πολιτείαν βιώσαντες΄ δόξης οὖν ἠξιώθησαν.  

βχορός

Κα νν… Θεοτοκον  μοιον

Τῶν Ἀσωμάτων σου Χριστέ, καὶ τοῦ Προδρόμου, τῶν Μαθητῶν, τῶν Προφητῶν, καὶ τῶν Μαρτύρων, τῶν Ἁγίων ἁπάντων τε, καὶ τῶν Ὁσίων, πρεσβείαις τῆς ἀπειράνδρου καὶ ἀγαθῆς, Μητρός σου, ἐκδυσωπούμενος, δὸς ἡμῖν, τῷ φωτί σου πορεύεσθαι, καὶ καταξίωσον ἡμᾶς, τυχεῖν τῆς Βασιλείας σου, δι σπλγχνα λους σου.

Ν’ ψαλμὸς χύμα 

KANΟΝΕΣ ΤΟΥ ΑΓΙΟΥ ΤΟΥ ΝΑΟΥ Ή ΤΗΣ ΘΕΟΤΟΚΟΥ

ΚΑΙ ΤΟΥ ΤΡΙΩΔΙΟΥ
δ α’ Ἦχος πλ. δ’

αχορός

ᾎσμα ναπμψωμεν

Στίχ.  γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.  

Πάντες ἐν ᾠδαῖς πνευματικαῖς, τοὺς ἐν ἀσκήσει λάμψαντας, θείους Πατέρας ἡμῶν, ὑμνήσωμεν συμφώνως, οὓς ἤνεγκεν Αἴγυπτος, Θηβαΐς καὶ Λιβύη, ἅπας τόπος, καὶ πόλις, καὶ χώρα.

βχορός

Στίχ.  γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Χαίροις Μοναστῶν ὁ ἀρχηγός, Ἀντώνιε πανένδοξε, Ἀμμοῦν ὁ θεοφόρος, τὸ τῆς νηστείας κλέος, Ἀρσένιε Ἀγγελε, κράτος τῆς ἡσυχίας, καὶ Ἀμμωνᾶς ὁ πνευματοφόρος.

αχορός

Στίχ.  γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Τέρπου σκεῦος ὄντως τοῦ Θεοῦ, Ἀγάθων ἱερόψυχε, Ἀχιλλᾶ καὶ Ἀμώη, τὰ ἄνθη τῆς ἐρήμου, Ἀνούβ, καὶ Ἁλώνιε, Ἀμοναθά, καὶ Ἄνθιμε, τῶν ἀρετῶν φαιδροὶ μαργαρῖται.

βχορός  

Στίχ.  γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Λύχνοι διακρίσεως ἡμῖν, ὑμνείσθω Ἄρης σήμερον, καὶ Ἀπολλὼς ὁ μέγας, ὑπακοῆς δὲ φῶτα, Ἀθρὲ καὶ Ἀκάκιος΄ τούτοις καὶ Ἀββακύρης, συνεκλάμπει, ὥς τις ἑωσφόρος.

αχορός  

Στίχ.  γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

ρος πολιτείας ὑψηλῆς, ἀνέφανεν Αὐξέντιος, ἀθλητὴς δὲ ἁγνείας, Ἀβράμιος, ὁ μέγας, μεθ’ ὧν Ἀφροδίσιος, στῦλος τῆς ἐγκρατείας ἀνεδείχθη, σὺν Ἀθηνοδώρῳ.

βχορός

Μαρτυρικν

Στίχ.  γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.  

Δεῦτε φιλομάρτυρες πιστοί, τιμήσωμεν τοὺς Μάρτυρας, ἐν ἐτησίοις ᾠδαῖς, καὶ ᾄσμασιν ἐν πίστει, Χριστῷ τῶ Θεῷ ἡμῶν, ᾄδοντες καὶ βοῶντες΄ ᾄσωμέν σοι τῷ μόνῳ Δεσπότῃ.

αχορός

Δξα Πατρί…

Τρία μιᾶς φύσεως ὑμνῶ, πρόσωπα αὐθυπόστατα, ἀγέννητον Πατέρα, Υἱὸν τὸν γεννηθέντα, καὶ Πνεῦμα τὸ ἅγιον, ἄναρχον βασιλείαν, ἐξουσίαν, θεότητα μίαν.

βχορός

Κα νν… Θεοτοκον

Χαίροις, ὁ πανάγιος Ναός, ὁ πόκος ὁ θεόδροσος, ἐσφραγισμένη πηγή, τοῦ ἀθανάτου ῥείθρου, τὴν πόλιν σου Δέσποινα, φύλαττε ἐκ παντοίων,…

αχορός

πολεμίων ἀπολιορκήτως.

δ β’ – Ερμς

βχορός  

Στίχ.  γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

δετε, δετε

σμῆς νῦν πληρούμεθα, ὡς εἰς Παράδεισον ἄλλον θέοντες, τῶν θεοφυτεύτων ἀρετῶν τῶν Ἀσκητῶν, ἃς ἐν ἐγκρατείᾳ, καὶ δάκρυσιν ἤνθησαν, ποικίλως καρποφοροῦντες, πολιτείας τῷ Θεῷ οἱ ὁσιώτατοι.

αχορός

Στίχ.  γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Μέγας Βησσαρίων, πτηνῶν τὸν βίον ζῶν, ἄλλος Ἄγγελος, νέος Ἰὼβ πάλιν, ὁ στεῤῥὸς Βενιαμίν΄ ἀλλὰ καὶ Βιτάλιος λαμπτήρ, πόρνας σώζων Θεῷ΄ Βυτίμιος δὲ ὁ θεῖος, καὶ ὁ κλεινὸς Βαβύλας, σὺν τούτοις ὑμνείσθωσαν.  

βχορός  

Στίχ.  γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

ψει πολιτείας, οὐράνιος γέγονας ὦ Βενέδικτε, οἶκος δὲ σοφίας, ὁ ποιμὴν Βασιανός, ἀλλὰ καὶ Βασίλειός τις, ᾖρε στέφανον ὑπακοῆς΄ τῷ τάφῳ γὰρ ζῶν οἰκήσας, διαδείκνυσιν ἡμῖν ὑπακοῆς τὸ λαμπρόν.

αχορός

Στίχ.  γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

μνος Γελασίῳ, οὗτος ἀοίδιμος βασιλεὺς παθῶν΄ αἶνος Γερασίμῳ, ᾧ δεδούλευκεν ὁ θήρ΄ εἶκε γὰρ αὐτῷ, δι’ ἀρετῆς τελειότητα΄ δόξα καὶ Γερμανῷ, τῷ πατρί, σύν Γαΐῳ τῷ σοφῷ θεραπευτῇ τοῦ Χριστοῦ.

βχορός  

Στίχ.  γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Δαυΐδ Θεσσαλονίκης, γέρας καὶ καύχημα, ὁ θεόληπτος Δανιήλ, αἰνείσθω ὁ ἐν θαύμασι πολύς, ἔργῳ δὲ καὶ λόγῳ Δανιὴλ ὁ τῆς Σκήτεως Δῖός τε καὶ Δάλματος, ἀρχηγοὶ τῶν μοναστῶν, ἔρεισμα πίστεως.

αχορός

Μαρτυρικν

Στίχ.  γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

λβος ἀκένωτος, πιστῶν τὴν λάρνακα προκατέλαβε, τῶν ὑπὲρ Κυρίου ἀθλησάντων εὐσεβῶς, δεῦτε οἱ πιστοὶ μαρτυρικῶς τούτοις ᾄσωμεν, καρπούμενοι τὰς ἰάσεις τῶν ψυχῶν, καὶ σωμάτων διὰ πίστεως.

βχορός

Δξα Πατρὶ…

περτελεστάτη, Μονάς, ὑπέρθεε τρισυπόστατε, ἀγέννητε Πάτερ, καὶ Υἱὲ μονογενές, Πνεῦμα ἐκ Πατρὸς ἐκπορευθέν, δι’ Υἱοῦ δὲ φανέν, οὐσία μία καὶ φύσις, κυριότης βασιλεία, σῶσον πάντας ἡμᾶς.

αχορός  

Κα νν… Θεοτοκον

Μόνη εἰσήγαγες, τῇ ἀνθρωπότητι ξένην γέννησιν, μόνη οὐχ ὑπέστης, τὴν ἐκ φύσεως φθοράν, ἄσπορον ἀφθόρως, τοκετὸν ὑπομείνασα, διὸ σε ὡς Θεοτόκον,…

βχορός

κατὰ χρέος οἱ πιστοί, Ἁγνὴ δοξάζομεν.

αχορός  

δ γ’ –

Στίχ.  γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Οκ στιν γιος, ς Κριος

Εἰς ἄλλον Παράδεισον, εἰσιόντες ἀρετῶν, τῶν θεσπεσίων Πατέρων, τοῖς τούτου γευσώμεθα, ἀειζωοπαρόχου, ἐμψύχου τρυφήσεως, πιστῶς ἀνευφημοῦντες αὐτούς.

βχορός

Στίχ.  γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Τιμάσθω Εὐθύμιος, ὁ φανώτατος ἀστήρ, ὁ ἑωσφόρος Ἑλλάδιος, Ἐφραὶμ ὁ θεόπνευστος, σὺν Εὐλογίῳ τῷ πάνυ, οἱ ἔργοις καὶ θαύμασιν, ἀστράψαντες τοῖς πέρασιν.

αχορός

Στίχ.  γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

μνείσθω ἐν ᾄσμασι, Ζωσιμᾶς ὁ θαυμαστός, καὶ Ζαχαρίας ὁ πάντιμος, καὶ Ζήνων, καὶ Ζώϊλος, Ἡσαΐας ὁ μέγας, Ἠλίας ὁ ἔνδοξος, σὺν τούτοις γεραιρέσθωσαν.

βχορός

Στίχ.  γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Τῆς Θέρμης Θεόδωρον, τὸν πανάγαστον ὑμνῶ, καὶ τοῦ Ἐννάτου τὸν πάνυμνον΄ μεθ’ ὧν καὶ Θεόδουλον, σὺν Θεωνᾶ ἀναμέλπω, τιμῶ τὸν θεσπέσιον, καὶ μέγαν Θεοδόσιον.

αχορός

Στίχ.  γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Αἰνείσθω Θεόκτιστος, ὁ πανάριστος ποιμήν, καὶ ὁ ὑψίνους Θαλάσσιος, ὁ μέγας Θεόδωρος, ὁ κληθεὶς Συκεώτης, σημείοις καὶ τέρασι, φανεὶς ἐπὶ τῆς γῆς ὑψηλός.

βχορός

Μαρτυρικν

Στίχ.  γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Τιμήσωμεν ᾄσμασι, καὶ ᾠδαῖς πνευματικαῖς, οἱ συνελθόντες φιλέορτοι, Μαρτύρων τὴν πάνσεπτον, καὶ ἐτήσιον μνήμην, ἀεὶ γὰρ πρεσβεύουσι Χριστῷ, ὑπὲρ τοῦ γένους ἡμῶν.

αχορός

Δξα Πατρὶ…

Τριὰς ὁμοούσιε, καὶ ὑπέρθεε Μονάς, ἡ διαιρέσει τὴν ἕνωσιν καὶ ἔμπαλιν ἔχουσα, τοῖς προσώποις τὴν φύσιν, εἰς ἓν ἡμᾶς σύναψον θέλημα τῶν σῶν ἐντολῶν.

βχορός  

Κα νν… Θεοτοκον

Σκηνήν σε θεότευκτον, προδιέγραψε Μωσῆς, τοῖς Σεραφὶμ συγκαλύπτουσαν, Ἁγίων τὰ Ἅγια, προτυπῶν σου Παρθένε, τὸν τόκον τὸν ἄχραντον, Χριστν σαρκ τραφσεσθαι.

 Συναπτ μικρ κα  κφνησις

 Ὅτι σ ε Θες μν,…

αχορός

Κθισμα  χος πλ. δ’ – Τν σοφαν κα Λγον

ντωνίου τὸ πρᾷον καὶ καθαρόν, Εὐθυμίου τὸ μέγα καὶ θαυμαστόν, Παύλου Ἀρσενίου τε, τὸ ἀμιγὲς καὶ ἡσύχιον, Θεοκτίστου τὸ κλέος, καὶ τῶν λοιπῶν Ὁσίων, ἁπάντων τὰ τάγματα, οἱ πιστοὶ δοξάσωμεν, καὶ συνευφημήσωμεν, ἐν ᾠδαῖς σὺν τούτοις, Εὐπραξίαν τὴν παρθένον, σὺν πάσαις ὑμνήσωμεν, γυναικῶν ταῖς θεόφροσι, καὶ συμφώνως βοήσωμεν, Πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην ὑμῶν.

βχορός  

Δξα Πατρὶ… μοιον

Τοὺς δεσμοὺς διαῤῥήξαντες τῶν παθῶν, ἐκολλήθητε πόθῳ τῶν ἀγαθῶν, δόξαν ὑπερκόσμιον, ἐν Χριστῷ ἐνεδύσασθε, ἐξ οἰκείων κόπων, εὑρόντες ἀνάπαυσιν, ἐγκρατείας πόνοις, τυχόντες τῆς ἄνω ζωῆς, ὅθεν ἐπαξίως συνευφραίνεσθε ἅμα, ταῖς ἄνω Δυνάμεσι, γηθοσύνως ἐν ᾄσμασι, τῷ Θεῷ παριστάμενοι, Θεοφόροι Πατέρες ἡμῶν, τῶν πταισμάτων ἄφεσιν αἰτήσασθε, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.

αχορός  

Κα νν… Θεοτοκον  μοιον

Εἰς ἰλὺν ἐνεπάγην ἁμαρτιῶν, καὶ οὐκ ἔστιν ὑπόστασις ἐν ἐμοί, δεινῶς κατεπόντισε, καταιγὶς τῶν πταισμάτων μου, ἀλλ’ ὡς τεκοῦσα Λόγον, τὸν μόνον φιλάνθρωπον, ἐπ’ ἐμὲ τὸν δοῦλόν σου, ἐπίβλεψον δέομαι, ῥῦσαι ἁμαρτίας, καὶ παθῶν ψυχοφθόρων, καὶ πάσης κακώσεως, τοῦ ἀλάστορος Δέσποινα, ἵνα ψάλλω γηθόμενος΄ Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι, σὲ γὰρ ἔχω ἐλπίδα ὁ δοῦλός σου.

δ δ’

Στίχ.  γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

ξ ὄρους κατασκου

Λαμπτὴρ κοσμοφανής, ὁ θεῖος Ἱλαρίων, ὄρος γνωστικόν, ὁ μέγας Ἰουστῖνος, μεθ’ ὧν Ἱέραξ τιμάσθω, καὶ Ἰβηστίων, οἱ ἀριστόκλεοι, σὺν τῷ Ἰωσήφ.

Στίχ.  γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Καὶ Ἱερεμίας, ἤστραψε τῷ βίῳ, ὤφθη δὲ καὶ σθένος μέγα ἰσχυρίων, μεθ’ ὧν πυρσεύει Καρίων, Κόπρης καὶ Κάστωρ, Κασσιανὸς δὲ δι’ ἀμφοῖν παγκαλλής.

Στίχ.  γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

γαμαι Καλλίστου, τὰς χρηστολογίας, αἰνῶ τὰς Λαυρεντίου ἀγαθοεργίας, τὴν εὐπραξίαν Λογγίνου διαφημίζω, καταγεραίρω τὰς τοῦ Λὼτ ἀρετάς.

Στίχ.  γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Λεόντιον ὑμνῶ, βυθὸν θεολογίας΄ Μάξιμον δὲ μέλπω, πέλαγος δογμάτων΄ Μαρκιανὸν ἐγκαλλώπισμά τε, καὶ Μάρκον, τὸν εὐπειθῆ καί, τὸν θεάκουστον.

Στίχ.  γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Γέρας ἀρετῶν, Μακάριος ὁ μέγας, ὁ Πολιτικὸς δὲ χρῆμα εὐσεβείας΄ ἀνακηρύττεται τούτοις Μάρκος ὁ πάνυ, σὺν Δαλματώῃ, ὁ αἰθίοψ Μωσῆς.

Μαρτυρικν

Στίχ.  γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Μάρτυρες Χριστοῦ, ἀπαύστους ἱκεσίας, τῷ Δημιουργῷ, προσάγετε καὶ κτίστου, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ τῶν τιμώντων, ὑμῶν τὴν μνήμην ἐν τοῖς ᾄσμασι.  

Δξα Πατρὶ…

Ξένον ὅτι ἕν, καὶ τρία ἡ θεότης, ὅλη ἐν τρισί, προσώποις ἀμερίστως΄ Πατήρ, Υἱὸς γὰρ καὶ Πνεῦμα ἅγιόν ἐστι, τὰ προσκυνούμενα ἐν φύσει μιᾷ.

Κα νν… Θεοτοκον

Χαῖρε τοῦ Θεοῦ, εὐρύχωρον χωρίον, χαῖρε κιβωτέ, τῆς νέας Διαθήκης, χαῖρε ἡ στάμνος, τὸ μάννα ἐξ ἧς ἐδόθη, πᾶσι βροτοῖς τὸ ἐπουράνιον.  

δ ε’

Τς τν παθν με χλος

Στίχ.  γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Τοῦ ἐν Ἐδὲμ Παραδείσου, δεῦτε ἴδωμεν ἄνθη ἀείζωα, τὰ θεοβλαστούργητα, Πατέρων σπουδάσματα, ὧν ὑπάρχει μόνος γεωργὸς ὁ Κύριος.

Στίχ.  γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Νείλου τοῖς ῥείθροις τῶν λόγων, καταρδεύεται πᾶσα, νοερὰ ψυχή, Ναυκρατίου Νίκωνος, τοῖς βίοις λαμπρύνεται, σὺν Ναθαναὴλ δέ, καὶ Νισθένωρ τέρπει αὐτήν.

Στίχ.  γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ξενοφῶν σὺν υἱέσιν, ἀρεταῖς ἀπαστράπτων, φωτίζει ἡμᾶς, μέγας δὲ Ὀρσήσιος, ὑπὲρ δὲ Ὀνούφριος΄ τὸν Ποιμένα δέ, τὶς ἀξιολογήσει βροτῶν;

Στίχ.  γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Παμβὼ καὶ πράξει καὶ λόγῳ, μακαριζέσθω ἀξίως, ὡς ὑψηλός, εἴργων δὲ τοὺς δαίμονας Πούπλιος ὁ ἔνδοξος, δοξαζέσθω ἴσα, ὁ λαμπρὸς Πιννούφριος.

Στίχ.  γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

ξιοχρέως τιμάσθω, ὁ περίδοξος ὄντως Παφνούτιος, Πίωρ, Πατερμούθιος Παῦλος ὁ ἁπλούστατος, Πιτυροὺν ὁ μέγας καὶ Πατέρων ἔξοχος.

Μαρτυρικν

Στίχ.  γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.  

θλητικῶς ἐν σταδίῳ, τὸν Χριστὸν Θεὸν ἀνακηρύξαντες, ἀήττητοι Μάρτυρες, στεφάνους ἐλάβετε, καὶ χορεύετε σὺν τοῖς Ἀσωμάτοις χοροῖς.

Δξα Πατρὶ…

Ταὶς ὑποστάσεσι τρία, εἰ καὶ φύσει τὸ ἕν, θεότης ἐστίν, εἰς ἃ βεβαπτίσμεθα, καὶ οἷς περ πιστεύομεν, ὁ Πατήρ, ὁ Λόγος, καὶ τὸ Πνεῦμα τὸ συμφυές.

Κα νν… Θεοτοκον

διὰ λόγου τὸν Λόγον, ὑπὲρ λόγον τεκοῦσα Πανάχραντε, αὐτὴν ἱκετεύουσα, μὴ παύσῃ δεόμεθα, ἐκ κινδύνων ἀεὶ ῥύσασθαι τὴν ποίμνην σου.

δ Ϛ

Συνεχμενον δξαι με

Στίχ.  γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Θαυμαστοὶ οἱ πανσέβαστοι, Πατέρες ἡμῶν, ὧν οἱ θεῖοι ἆθλοι, ὧν τὰ παλαίσματα, ὧν αἱ ἰάσεις΄ τίς γὰρ πλὴν τούτων, ἔδειξε τεράτων ἰσχύν;

Στίχ.  γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

αβουλᾶς ὁ θαυμάσιος, καὶ Ῥοῦφος ὁμοῦ, καὶ Σισώης ἅμα ὁ ἰσάγγελος ἀνευφημείσθω, μεθ’ ὧν ὁ θεῖος Σέριδος, καὶ Σιλουανός.

Στίχ.  γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Οὐρανὸς τετραφώστηρος, ἐφάνη ἐν γῇ, ἡ δὶς δύο αὕτη, Συμεώνιος ὁμωνυμία, οἳ ἐν τοῖς στύλοις τρεῖς εἰσι, καὶ εἷς ὁ Σαλός.

Στίχ.  γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Μέσον ἄστρων ὡς ἥλιος, ὧν ἦν ἀρχηγός, ὁ ἡγιασμένος Σάββας ἤστραψε, μεθ’ ὃν αὐγάζει καὶ Σεραπίων, πράξεσι, σὺν τῷ Σιλβανῷ.

Στίχ.  γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Σαρματᾶς καὶ Τιμόθεος, Τιθόης ὁμοῦ, σὺν Ὑπερεχίῳ, καὶ Φαρμούθιος, Φωκᾶς, Χαρίτων, Χαιρήμων, Ψόης ὑμνείσθω, καὶ Ὤρ ὁ σοφός.

Στίχ.  γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

ἁγία καὶ ἔνδοξος, Πατέρων πληθύς, ἡ μνημονευθεῖσα, καὶ ἀνώνυμος, ῥῦσαι κινδύνων, τοὺς πόθῳ τὰ μνημόσυνα τελοῦντας ὑμῶν.

Μαρτυρικν

Στίχ.  γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Θαυμαστὸς εἶ φιλάνθρωπε, ἐν σοῖς Ἀθληταῖς, ὧν οἱ θεῖοι ἆθλοι, ὧν τὰ θαύματα, ὧν αἱ ἰάσεις, ὧν ταῖς πρεσβείαις, σῶσον ἡμᾶς Κύριε.

Δξα Πατρὶ…

Σὲ Τριὰς ὑπεράρχιε, καὶ θεία Μονάς, φῶς καὶ φῶτα μέλπω, ζωὴν καὶ ζωάς, Νοῦν Λόγον, Πνεῦμα ἅγιόν τε, καὶ ἅγια, τὸν ἕνα Θεόν.

Κα νν… Θεοτοκον

κ τῆς ῥίζης ἀνέτειλε, σοῦ ἄνθος ζωῆς, Ἰεσσαὶ προπάτορ, ἀνασκίρτησον, ὁ σώζων κόσμον, ἐκ τῆς ἁγνῆς Νεάνιδος, Χριστς Θες.

Συναπτ μικρ κα  κφνησις

Σ γρ ε Βασιλες…

Κοντκιον  χος πλ. δ’ – ς παρχς

ς εὐσεβείας κήρυκας, καὶ ἀσεβείας φίμωτρα, τῶν θεοφόρων τὸν δῆμον ἐφαίδρυνας, Κύριε, τὴν ὑφήλιον λάμποντα. Ἐν εἰρήνῃ τελείᾳ, ταῖς αὐτῶν ἱκεσίαις, τούς σὲ δοξάζοντας καὶ μεγαλύνοντας, διαφύλαξον, ψάλλειν καὶ ᾄδειν σοι΄ λληλοϊα.

Οκος

Τοῖς τοῦ βίου τερπνοῖς ἐνητένισα, λογισμοῖς θεωρῶν τὰ γινόμενα, καὶ μετρήσας αὐτῶν τὰ ἐπώδυνα, τὴν ζωὴν τῶν βροτῶν ἐταλάνισα΄ ὑμᾶς δὲ μόνους ἐμακάρισα, τοὺς μερίδα καλὴν ἐπιλεξαμένους, τὸ παθεῖν τῷ Χριστῷ, καὶ μένειν σὺν αὐτῷ, καὶ συμψάλλειν ἀεὶ τῷ Προφήτῃ Δαυΐδ΄ λληλοϊα.

Συναξάριον

ΤΚΕ‘ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ταρασίου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.

Στίχοι

  • Ἄκλειστος ὅρμος Ταράσιον λαμβάνει,

  • Κόσμου ταραχῆς, καὶ ζάλης σεσωσμένον.

  • Εἰκάδι ἐκ ταράχοιο Ταράσιος ἔπτατο πέμπτῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἀλέξανδρος ξίφει τελειοῦται.

Στίχοι

  • Τὸν Ἀλέξανδρον δίσκος εἶδεν ἡλίου,

  • Ὑπὲρ Χριστοῦ τμηθέντα, δόξης Ἡλίου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου ἱερομάρτυρος Ῥηγίνου, ἐπισκόπου Σκοπέλου.

Στίχοι

  • Ἄσειτος εἶ Ῥηγῖνε τὴν προθυμίαν,

  • Κἂν δεινὸν ἐνσείσωσι πυκνὰ σοι ξίφη.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἀντώνιος πυρὶ τελειοῦται.

Στίχοι

  • Ἐνθέντες Ἀντώνιον εἰς πῦρ οἱ πλάνοι,

  • Ἔψουσιν ὄψον νόστιμον τῷ Κυρίῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Θεόδωρος, ὁ διὰ Χριστὸν σαλός, ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι

  • Ἑκων ἀμείψας, ὡς ὁ Δαυΐδ, τὰς φρένας,

  • Βίον διέδρας, οὐ τὸν Ἀγχοῦς παμμάκαρ.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Μάρκελλος, Ἐπίσκοπος Ἀπαμείας τῆς Κύπρου, ξίφει τελειοῦται.

Στίχοι

  • Σπένδεις Θεῷ, Μάρκελλε, θερμῷ τῷ πόθῳ,

  • Θερμοὺς σταλαγμοὺς αἱμάτων ἐξ αὐχένος.

 

  Τῇ αὐτῇ ἡμέρᾳ, μνείαν ἐπιτελοῦμεν πάντων τῶν ἐν ἀσκήσει λαμψάντων ἁγίων Ἀνδρῶν τε καὶ Γυναικῶν.

Στίχοι

  • Ψυχαῖς Δικαίων, ὧν ἀεὶ μνήμη μένει,

  • Χοὰς μενούσας, προσκομίζω τοὺς λόγους.

Ταῖς τῶν Ὁσίων σου πάντων πρεσβείαις Χριστὲ ὁ Θεὸς ἡμῶν, λησον μς.

ΚΑΤΑΒΑΣΙΑΙ

Ἦχος πλ. δ’

ὁ α’ χορός

δ α’

σμα ἀναπέμψωμεν λαοί, τῷ θαυμαστῷ Θεῷ ἡμῶν, τῷ ἀπαλλάξαντι τὸν Ἰσραὴλ ἐκ δουλείας, ᾠδὴν ἐπινίκιον ᾄδοντα καὶ βοῶντα΄ Ἄσωμέν σοι τῷ μόνῳ Δεσπότῃ.   

βχορός

δ β’

δετε, ἴδετε, ὅτι ἐγὼ εἰμι ὁ Θεὸς ὑμῶν, ὁ πρὸ τῶν αἰώνων γεννηθεὶς ἐκ τοῦ Πατρός, καὶ ἐκ τῆς Παρθένου ἐπ’ ἐσχάτων, πλὴν ἀνδρὸς κυηθείς, καὶ λύσας τὴν ἁμαρτίαν, τοῦ προπάτορος Ἀδάμ, ὡς φιλάνθρωπος.

αχορός  

 δ γ’

Οὐκ ἔστιν ἅγιος, ὡς ὁ Κύριος, καὶ οὐκ ἔστι δίκαιος, ὡς ὁ Θεὸς ἡμῶν, ὃν ὑμνεῖ πᾶσα κτίσις, καὶ οὐκ ἔστιν ἅγιος, πλήν σου Κύριε φιλάνθρωπε.

βχορός

δ δ’

ξ ὄρους κατασκίου Λόγε, ὁ Προφήτης, τῆς μόνης Θεοτόκου, μέλλοντος σαρκοῦσθαι, θεοπτικῶς κατενόησε, καὶ ἐν τρόμῳ, ἐδοξολόγει σου τὴν δύναμιν.  

αχορός  

δ ε’

Τῆς τῶν παθῶν με ἀχλύος, ὡς ἐκ νυκτὸς βαθυτάτης λυτρούμενος, ὀρθρίζειν ἀξίωσον, τὸ πνεῦμά μου δέομαι, ἐν φωτὶ ἡμέρας, τῶν σῶν προσταγμάτων Χριστέ.

βχορός

δ Ϛ’

Συνεχόμενον δέξαι με, φιλάνθρωπε, ἐκ πταισμάτων πολλῶν, καὶ προσπίπτοντα, τοῖς οἰκτιρμοῖς σου, ὡς τὸν Προφήτην, Κύριε, σῶσόν με.

αχορός  

δ ζ’

τοὺς Παῖδας δροσίσας ἐν καμίνῳ, καὶ παρθένον φυλάξας τὴν Τεκοῦσάν σε μετὰ τόκον, εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

βχορός

δ η’

Στίχ. Ανομεν, ελογομεν,  καί προσκυνομεν τὸν Κύριον.

Τὸν ἐν Ὄρει, ἁγίῳ δοξασθέντα, καὶ ἐν βάτῳ, πυρὶ τὸ τῆς Ἀειπαρθένου, τῷ Μωϋσῇ μυστήριον γνωρίσαντα, Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, ες πντας τος αἰῶνας.

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ΤΙΜΙΩΤΕΡΑ (Ἦχος πλ. δ’)

ὁ α’ χορός

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ. τι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

τι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. ποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. ντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…

Καταβασία

 ὁ α’ χορός

ᾠδὴ θ’.

Τὸν προδηλωθέντα, ἐν ὄρει τῷ Νομοθέτῃ, ἐν πυρὶ καὶ βάτῳ, τόκον τὸν τῆς Ἀειπαρθένου, εἰς ἡμῶν τῶν πιστῶν σωτηρίαν, μνοις σιγτοις μεγαλνομεν. 

Συναπτ μικρκα  κφνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

ξαποστειλρια

ὁ α’ χορὸς

Γυνακες κουτσθητε

Οἱ κόσμον ἀρνησάμενοι, καὶ τὸν Σταυρὸν ἀράμενοι, πληθὺς ὁσίων Πατέρων, σὺν τοῖς χοροῖς τῶν Μαρτύρων, Ἱεραρχῶν ὁμήγυρις, καὶ Γυναικῶν τὸ σύνταγμα, ἡμᾶς καταφαιδρύνατε, τοῦ ἀνυμνῆσαι ἀξίως, ὑμῶν τὴν πάμφωτον μνήμην.

τερον

ὁ β’ χορός

Τος Μαθητας συνλθωμεν

Τοὺς ἐν ἀσκήσει λάμψαντας, Θεοφόρους Πατέρας, καὶ Ἱεράρχας ἅμα τε, Γυναικῶν τὰς ὁσίας, καὶ τῶν Ἱερομαρτύρων, τὰς χορείας ἐν ὕμνοις, φαιδρῶς ἀνευφημήσωμεν, ὅπως ἁγιασθῶμεν, καὶ ταῖς εὐχαῖς τούτων, καὶ πρεσβείαις τῆς Θεοτόκου, τὸν δρόμον διανύσωμεν, εμαρς τς νηστεας.

ΑΙΝΟΙ

Ἦχος πλ. δ’

ὁ α’ χορός

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν·  αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

ν δμ Παρδεισος

Τὴν τῶν Πατέρων ἅπαντες πληθύν, ὁσίως ἀσκήσασαν, ἐν ᾠδαῖς ἐγκωμιάσωμεν πιστοί, τοὺς Ἱεράρχας δὲ Χριστοῦ, εὐφημήσωμεν ᾄσμασι, θεοφρόνως ὁμοψύχως ἀδελφοί, ἐν ἐγκρατείᾳ γὰρ ἔζησαν, καὶ ἐν νηστείᾳ καθαρᾷ, καὶ τοῦ Χριστοῦ κατετράνωσαν, τὸ Εὐαγγέλιον ἡμῖν, μεθ’ ὧν ἀνυμνήσωμεν, Γυναικῶν τὰς θεοφόρους καὶ λαμπράς, τὴν αὐτῶν πολιτείαν, θεοπρεπῶς ζηλοῦντες ἐν ψυχῇ, ἵνα εὕρωμεν ἐκεῖ, πλημμελημάτων τὴν συγχώρησιν.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. 

Τοὺς ἐν ἀσκήσει λάμψαντας φαιδρῶς, ὁσίως τε ζήσαντας, εὐφημήσωμεν ἐνδόξως ἀδελφοί, ὡς βιοτεύσαντας καλῶς, πρὸς ζωὴν τὴν αἰώνιον, εὐσεβῶς μετοικισθέντας ἐν χαρᾷ, πρὸς λῆξίν τε τὴν ἀνώλεθρον, καὶ μακαρίαν τὴν ἐκεῖ, δι’ ἀρετῆς καὶ σεμνότητος, εὐθυδρομήσαντας ἰδού, ἀξίως τιμήσωμεν, ὅπως τύχωμεν ἐλέους ἐκ Θεοῦ, τῇ αὐτῶν παρακλήσει, καὶ αἰωνίου δόξης καὶ χαρᾶς, καὶ ῥυσθῶμεν τῶν ἐκεῖ, ἀπαραιτήτων κολάσεων.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. 

εραρχῶν ἁπάντων ὁ χορός, Δικαίων ὁμήγυρις, Ἀσκητῶν τε καὶ ὁσίων Γυναικῶν, τῶν βιωσάντων εὐσεβῶς, δυσωπηθέντες χάριτι, Ἱκετεύσατε τὸν μόνον ἀγαθόν, καὶ πανοικτίρμονα Κύριον, τοῦ οἰκτειρῆσαι καὶ ἡμᾶς, καὶ τῆς ἐκεῖ κατακρίσεως, ῥυσθείημεν διαπαντός, ταῖς προσευχαῖς ὑμῶν σοφοί, καὶ μελλούσης ἀπολαύσεως, τρυφᾶν διηνεκῶς, εἰς αἰῶνας αἰώνων, ἀγαλλιώμενοί τε καὶ ἡμεῖς, αἶνον ὕμνοις ἀπαύστως, τῷ Ζωοδότῃ ἀνακράζοντες.

  β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. 

Θεοπρεπῆ πανήγυριν πιστοί, κροτήσωμεν σήμερον, ἐν τῇ μνήμῃ τῶν Ἁγίων δαψιλῶς Ἱεραρχῶν, καὶ Ἀσκητῶν, καὶ Ἱερομαρτύρων, καὶ ὁσίων Γυναικῶν, καὶ εὐσεβῶν, τῶν γὰρ φθαρτῶν κατεφρόνησαν, καὶ τῶν προσκαίρων ἀληθῶς, καὶ ὡς ἀράχνην ἡγήσαντο, καὶ ὥσπερ σκύβαλα αὐτά, ἵνα κερδήσωσι, τὸν Χριστὸν καὶ τὰ βασίλεια αὐτοῦ, καὶ τὰ θεῖα ἐκεῖνα, ἃ ὀφθαλμὸς οὐκ εἶδεν, οὓς οὐδὲ ἤκουσε ποτέ, ὧν πρεσβείαις ὁ Θεός, ῥῦσαι φθορᾶς τὰς ψυχὰς ἡμῶν.

ὁ α’ χορός  

Δξα Πατρὶ…

διμελον χος πλ. β’

σιοι Πατέρες, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος, τῶν κατορθωμάτων ὑμῶν, δι’ ὧν ἐν τοῖς οὐρανοῖς, εὕρετε μισθὸν τῶν καμάτων ὑμῶν, τῶν δαιμόνων ὠλέσατε τὰς φάλαγγας, τῶν Ἀγγέλων ἐφθάσατε τὰ τάγματα, ὧν τὸν βίον ἀμέμπτως ἐζηλώσατε, παῤῥησίαν ἔχοντες πρὸς Κύριον, εἰρήνην αἰτήσασθε ταῖς ψυχαῖς ἡμῶν.

ὁ β’ χορός

Κα νν… Θεοτοκον

Θεοτόκε σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς, Σὲ ἱκετεύομεν, πρέσβευε Δέσποινα μετὰ τῶν σῶν Ὁσίων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη

εἰς ἦχον πλ.β’ ( Ἀργή ἢ σύντομος )

ὁ α’ χορός

  • Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

ὁ β’ χορός

  • μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

ὁ α’ χορός

  • Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.

ὁ β’ χορός

  • Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

ὁ α’ χορός

  • Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

  • τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

ὁ α’ χορός

  • Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ὁ β’ χορός

  • Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

ὁ β’ χορός

  • Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

ὁ α’ χορός

  • Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

ὁ β’ χορός

  • τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

ὁ α’ χορός

  • Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

              Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ β’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

Ἅγιος ὁ Θεός,
ὁ β’ χορός

Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός

γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

καὶ εὐθύς

 ὁ β’ χορός

τὸ Ἀπολυτίκιον 

Ἦχος δ’

Θεὸς τῶν Πατέρων ἡμῶν, ὁ ποιῶν ἀεὶ μεθ’ ἡμῶν κατὰ τὴν σὴν ἐπιείκειαν, μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ’ ἡμῶν, ἀλλὰ ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ κυβέρνησον τν ζων μν.

 ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

ΑΝΤΙΦΩΝΑ

                                                    Ἀντίφωνον Α’      

Ἦχος β´.

Στίχ. α’. γαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

Στίχ. β’. Τοῦ ἀναγγέλλειν τῷ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Στίχ γ΄τι  εὔφρανάς με, Κύριε, ἐν τοῖς ποιήμασί Σου καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν Σου ἀγαλλιάσομαι.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Στίχ. δ’. τι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Δόξα…Καὶ νῦν…

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 Ἀντίφωνον Β’

Ἦχος πλ. α’

Στίχ. α’, Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο ὁ  Κύριος δύναμιν καὶ περιεζώσατο.

 Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

  Στίχ. β’, Kαὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθησεται.

  Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

   Στίχ. γ’, Θαυμαστοί οἱ μετεωρισμοί τῆς θαλάσσης, θαυμαστός ἐν ὑψηλοῖς ὁ Κύριος.

  Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

Στίχ. δ΄. Τά μαρτύριά σου επιστώθησαν σφόδρα τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν.

Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

Δόξα ΠατρίΚαὶ νῦν καὶ ἀεὶ

μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας΄ Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

 

Ἀντίφωνον Γ

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

 Ἀπολυτίκιον  Ἦχος δ

Θεὸς τῶν Πατέρων ἡμῶν, ὁ ποιῶν ἀεὶ μεθ’ ἡμῶν κατὰ τὴν σὴν ἐπιείκειαν, μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ’ ἡμῶν, ἀλλὰ ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ κυβέρνησον τὴν ζωὴν ἡμῶν.

Στίχ. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς.

Θεὸς τῶν Πατέρων ἡμῶν,…

ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ 

Εἰσοδικὸν

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον  ὅταν τελεῖται συλλείτουργον)

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἐν Ἁγίοις θαυμαστὸς…..

ψάλλοντάς σοι. Ἀλληλούϊα.

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον  ὅταν τελεῖται συλλείτουργον)

Ἀπολυτίκιον  Ἦχος δ

Θεὸς τῶν Πατέρων ἡμῶν, ὁ ποιῶν ἀεὶ μεθ’ ἡμῶν κατὰ τὴν σὴν ἐπιείκειαν, μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ’ ἡμῶν, ἀλλὰ ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ κυβέρνησον τὴν ζωὴν ἡμῶν.  

Τοῦ Ναοῦ

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον  ὅταν τελεῖται συλλείτουργον)

Κοντκιον χος β

Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε, μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι. Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τν τιμντων σε.

Τρισάγιον

Απόστολος

Προκείμενον ἦχος βαρὺς

Καυχήσονται Ὅσιοι ἐν δόξῃ.

Στίχ. Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν. 

 Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα.

 (Γαλ. ε´ 22- ς´ 2)

δελφοί, ὁ καρπὸς τοῦ πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, πρᾳότης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστι νόμος. Οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασιν καὶ ταῖς ἐπιθυμίαις. Εἰ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶμεν. Μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες. ᾽Αδελφοί, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πρᾳότητος, σκοπῶν σεαυτόν, μὴ καὶ σὺ πειρασθῇς. ᾽Αλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσατε τν νμον το Χριστο.

λληλούϊα (γ’)

Εαγγέλιον

κ το κατ Ματθαον. (Ματθ. ς´ 1-13).

Εἶπεν ὁ Κύριος· Προσέχετε τὴν ἐλεημοσύνην ὑμῶν μὴ ποιεῖν ἔμπροσθεν τῶν ἀνθρώπων πρὸς τὸ θεαθῆναι αὐτοῖς· εἰ δὲ μήγε, μισθὸν οὐκ ἔχετε παρὰ τῷ πατρὶ ὑμῶν τῷ ἐν τοῖς οὐρανοῖς. Ὅταν οὖν ποιῇς ἐλεημοσύνην, μὴ σαλπίσῃς ἔμπροσθέν σου, ὥσπερ οἱ ὑποκριταὶ ποιοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς ῥύμαις, ὅπως δοξασθῶσιν ὑπὸ τῶν ἀνθρώπων· ἀμὴν λέγω ὑμῖν, ἀπέχουσιν τὸν μισθὸν αὐτῶν. Σοῦ δὲ ποιοῦντος ἐλεημοσύνην μὴ γνώτω ἡ ἀριστερά σου τί ποιεῖ ἡ δεξιά σου· ὅπως ᾖ σου ἡ ἐλεημοσύνη ἐν τῷ κρυπτῷ· καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ, αὐτὸς ἀποδώσει σοι ἐν τῷ φανερῷ. Καὶ ὅταν προσεύχῃ, οὐκ ἔσῃ ὥσπερ οἱ ὑποκριταί· ὅτι φιλοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς γωνίαις τῶν πλατειῶν ἑστῶτες προσεύχεσθαι, ὅπως ἂν φανῶσι τοῖς ἀνθρώποις· ἀμὴν λέγω ὑμῖν, ὅτι ἀπέχουσι τὸν μισθὸν αὐτῶν. Σὺ δὲ ὅταν προσεύχῃ, εἴσελθε εἰς τὸ ταμεῖόν σου καὶ κλείσας τὴν θύραν σου πρόσευξαι τῷ Πατρί σου τῷ ἐν τῷ κρυπτῷ· καὶ ὁ Πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι ἐν τῷ φανερῷ. Προσευχόμενοι δὲ μὴ βαττολογήσητε ὥσπερ οἱ ἐθνικοί, δοκοῦσιν γὰρ ὅτι ἐν τῇ πολυλογίᾳ αὐτῶν εἰσακουσθήσονται. Μὴ οὖν ὁμοιωθῆτε αὐτοῖς οἶδεν γὰρ ὁ πατὴρ ὑμῶν ὧν χρείαν ἔχετε πρὸ τοῦ ὑμᾶς αἰτῆσαι αὐτόν. Οὕτως οὖν προσεύχεσθε ὑμεῖς· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου,ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον·καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφήκαμεν τοῖς ὀφειλέταις ἡμῶν·καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας. μήν.

Καὶ καθεξῆς Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου

Ες τ, ξαιρτως

ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σ μεγαλνομεν.

Κοινωνικὸν

Εἰς μνημόσυνον αἰώνιον ἔσονται δίκαιοι. λληλούϊα.   

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.

 

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).

https://agioskosmasoaitolos.wordpress.com

25-%cf%86%ce%b5%ce%b217-%cf%83%ce%b1%ce%b2%ce%b2%ce%b1%cf%84%ce%bf%ce%bd-%cf%84%ce%b7%cf%83-%cf%84%cf%85%cf%81%ce%b9%ce%bd%ce%b7%cf%83

 

Advertisements

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση / Αλλαγή )

Σύνδεση με %s

Αρέσει σε %d bloggers: