12 ΦΕΒΡΟΥΑΡΙΟΥ 2017
+ΚΥΡΙΑΚΗ ΙΖ’ ΛΟΥΚΑ
(ΤΟΥ ΕΥΣΠΛΑΧΝΙΚΟΥ ΠΑΤΕΡΑ).
Ἦχος α’ Ἑωθινὸν Α’
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὸν Ἑξάψαλμον,…
Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις
Ὅτι πρέπει σοι πᾶσα δόξα…
ὁ α’ χορὸς
Ἦχος α’
Ἀμήν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
ὁ β’ χορὸς
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ α’ χορὸς
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ β’ χορὸς
Στίχ. γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ΑΠΟΛΥΤΙΚΙΑ
ὁ α’ χορός
Ἀπολυτίκιον. Ἦχος α’.
Τοῦ λίθου σφραγισθέντος ὑπὸ τῶν Ἰουδαίων, καὶ στρατιωτῶν φυλασσόντων τὸ ἄχραντόν σου Σῶμα, ἀνέστης τριήμερος Σωτήρ, δωρούμενος τῷ κόσμῳ τὴν ζωήν, διὰ τοῦτο αἱ Δυνάμεις τῶν οὐρανῶν ἐβόων σοι ζωοδότα. Δόξα τῇ Ἀναστάσει σου Χριστέ, δόξα τῇ βασιλείᾳ σου, δόξα τῇ οἰκονομίᾳ σου, μόνε φιλάνθρωπε.
ὁ β’ χορός
Δόξα Πατρί…τὸ αὐτό
Τοῦ λίθου σφραγισθέντος…
ὁ α’ χορὸς
Καὶ νῦν… Θεοτοκίον
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅ τι σ ὸ ν τ ὸ κρ ά τος…
ΚΑΘΙΣΜΑΤΑ
Μετὰ τὴν α´ Στιχολογίαν.
ὁ α’ χορός
Τὸν τάφον σου Σωτήρ, στρατιῶται τηροῦντες, νεκροὶ τῇ ἀστραπῇ, τοῦ ὀφθέντος Ἀγγέλου, ἐγένοντο κηρύττοντος, Γυναιξὶ τὴν Ἀνάστασιν΄ σὲ δοξάζομεν, τὸν τῆς φθορᾶς καθαιρέτην΄ σοὶ προσπίπτομεν, τῷ ἀναστάντι ἐκ τάφου, καὶ μόνῳ Θεῷ ἡμῶν.
ὁ β’ χορός
Δόξα Πατρί…
Σταυρῷ προσηλωθείς, ἑκουσίως Οἰκτίρμον, ἐν μνήματι τεθείς, ὡς θνητὸς Ζωοδότα, τὸ κράτος συνέτριψας, Δυνατὲ τῷ θανάτῳ σου σὲ γὰρ ἔφριξαν, οἱ πυλωροὶ οἱ τοῦ ᾍδου, σὺ συνήγειρας, τοὺς ἀπ’ αἰῶνος θανέντας, ὡς μόνος φιλάνθρωπος.
ὁ α’ χορός
Καὶ νῦν…Θεοτοκίον
Μητέρα σε Θεοῦ, ἐπιστάμεθα πάντες, Παρθένον ἀληθῶς, καὶ μετὰ τόκον φανεῖσαν, οἱ πόθῳ καταφεύγοντες, πρὸς τὴν σὴν ἀγαθότητα σὲ γὰρ ἔχομεν, ἁμαρτωλοὶ προστασίαν, σὲ κεκτήμεθα, ἐν πειρασμοῖς σωτηρίαν τὴν μόνην Πανάμωμον.
Μετὰ τὴν β´ Στιχολογίαν, ἕτερα
ὁ β’ χορός
Τοῦ λίθου σφραγισθέντος
Γυναῖκες πρὸς τὸ μνῆμα παρεγένοντο ὄρθριαι, καὶ ἀγγελικὴν ὀπτασίαν θεασάμεναι ἔτρεμον, ὁ τάφος ἐξήστραπτε ζωήν, τὸ θαῦμα κατέπληττεν αὐτάς, διὰ τοῦτο ἀπελθοῦσαι, τοῖς μαθηταῖς ἐκήρυττον τὴν Ἔγερσιν. Τὸν ᾍδην ἐσκύλευσε Χριστός, ὡς μόνος κραταιὸς καὶ δυνατός, καὶ φθαρέντας συνήγειρε πάντας, τὸν τῆς κατακρίσεως φόβον, λύσας δυνάμει Σταυροῦ.
ὁ α’ χορός
Δόξα Πατρὶ…
Ἐν τῷ Σταυρῷ προσηλωθεὶς ἡ ζωὴ τῶν ἁπάντων, καὶ ἐν νεκροῖς λογισθεὶς ὁ ἀθάνατος Κύριος, ἀνέστης τριήμερος Σωτήρ, καὶ ἤγειρας Ἀδὰμ ἐκ τῆς φθορᾶς, διὰ τοῦτο αἱ Δυνάμεις τῶν οὐρανῶν ἐβόων σοι ζωοδότα. Δόξα τοῖς σοῖς παθήμασι Χριστέ, δόξα τῇ Ἀναστάσει σου, δόξα τῇ συγκαταβάσει σου, μόνε φιλάνθρωπε.
ὁ β’ χορός
Καὶ νῦν…Θεοτοκίον
Τὸν τάφον σου Σωτὴρ
Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων, σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σῴζεις τοὺς δούλους σου.
Τὰ ἀναστάσιμα εὐλογητάρια.
ὁ α’ χορός
Ἦχος πλ. α’
Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾅδου πάντας ἐλευθερώσαντα.
ὁ β’ χορός
Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὢ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις, Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε, ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.
ὁ α’ χορός
Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι, ἀλλ’ ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε΄ θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.
ὁ β’ χορός
Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῶτερ ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου. Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.
ὁ α’ χορός
Δόξα Πατρὶ… Τριαδικὸν
Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.
ὁ β’ χορός
Καὶ νῦν… Θεοτοκίον
Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.
ὁ α’ χορός
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.
ὁ β’ χορός
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.
ὁ α’ χορός
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅ τι η ὐ λ ό γητα ί σου…
Ἡ Ὑπακοὴ Ἦχος α’
Ἡ τοῦ Λῃστοῦ μετάνοια, τὸν παράδεισον ἐσύλησεν, ὁ δὲ θρῆνος τῶν Μυροφόρων τὴν χαρὰν ἐμήνυσεν, ὅτι ἀνέστης Χριστὲ ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
ΑΝΑΒΑΘΜΟΙ
Ἀντίφωνον Α´
ὁ α’ χορός
Ἐν τῷ θλίβεσθαί με, εἰσάκουσόν μου τῶν ὀδυνῶν, Κύριέ σοι κράζω.
ὁ β’ χορός
Τοῖς ἐρημικοῖς, ἄπαυστος ὁ θεῖος πόθος ἐγγίνεται, κόσμου οὖσι τοῦ ματαίου ἐκτός.
ὁ α’ χορός
Δόξα Πατρὶ… Καὶ νῦν…
Ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα, ὥσπερ Πατρί, πρέπει ἅμα καὶ Υἱῷ, διὰ τοῦτο ᾄσωμεν τῇ Τριαδικῇ Μονοκρατορίᾳ.
Ἀντίφωνον Β´
ὁ β’ χορός
Εἰς τὰ ὄρη τῶν σῶν, ὕψωσάς με νόμων, ἀρεταῖς ἐκλάμπρυνον, ὁ Θεός, ἵνα ὑμνῶ σε.
ὁ α’ χορός
Δεξιᾷ σου χειρὶ λαβὼν σὺ Λόγε, φύλαξόν με, φρούρησον, μὴ πῦρ με φλέξῃ τῆς ἁμαρτίας.
ὁ β’ χορός
Δόξα Πατρί… Καὶ νῦν …
Ἁγίω Πνεύματι, πᾶσα ἡ κτίσις καινουργεῖται, παλινδρομοῦσα εἰς τὸ πρῶτον, Ἰσοσθενὲς γὰρ ἐστι Πατρὶ καὶ Λόγῳ.
Ἀντίφωνον Γ´
ὁ α’ χορός
Ἐπὶ τοῖς εἰρηκόσι μοι ὁδεύσωμεν εἰς τὰς αὐλὰς τοῦ Κυρίου, εὐφράνθη μου τὸ Πνεῦμα, συγχαίρει ἡ καρδία.
ὁ β’ χορός
Ἐπὶ οἶκον Δαυΐδ, φόβος μέγας, ἐκεῖ γὰρ θρόνων ἐκτεθέντων, κριθήσονται ἅπασαι, αἱ φυλαὶ τῆς γῆς καὶ γλῶσσαι.
ὁ α’ χορός
Δόξα Πατρὶ… Καὶ νῦν…
Ἁγίῳ Πνεύματι, τιμὴν προσκύνησιν, δόξαν καὶ κράτος, ὡς Πατρί τε ἄξιον, καὶ τῷ Υἱῷ δεῖ προσφέρειν. Μονὰς γὰρ ἐστιν ἡ Τριὰς τῇ φύσει,…
ὁ β’ χορός
… ἀλλ’ οὐ προσώποις.
Προκείμενον
ὁ α’ χορός
Νῦν ἀναστήσομαι λέγει Κύριος, θήσομαι ἐν σωτηρίῳ παῤῥησιάσομαι ἐν αὐτῷ.
ὁ β’ χορός
Νῦν ἀναστήσομαι λέγει Κύριος, θήσομαι ἐν σωτηρίῳ παῤῥησιάσομαι ἐν αὐτῷ.
ὁ α’ χορός
Στίχ. Τὰ λόγια Κυρίου λόγια ἁγνά.
Νῦν ἀναστήσομαι λέγει Κύριος, θήσομαι ἐν σωτηρίῳ…
ὁ β’ χορός
… παῤῥησιάσομαι ἐν αὐτῷ.
Ἡ Τάξις τοῦ Ἑωθινοῦ Εὐαγγελίου
ὁ α΄ χορὸς
Ἦχος β’.
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
ὁ β’ χορὸς
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
ὁ α΄ χορὸς
Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.
ΕΩΘΙΝΟΝ Α’ (Ματθ. 28,16-20)
Τῷ καιρῷ ἐκείνῳ, οἱ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν εἰς τὸ ὄρος οὗ ἐτάξατο αὐτοῖς ὁ Ἰησοῦς. Καὶ ἰδόντες αὐτὸν προσεκύνησαν αὐτῷ΄ οἱ δὲ ἐδίστασαν. Καὶ προσελθὼν ὁ Ἰησοῦς ἐλάλησεν αὐτοῖς λέγων΄ Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Πορευθέντες οὖν μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτούς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος΄ διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν΄ καὶ ἰδού, ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας, ἕως τῆς συντελείας τοῦ αἰῶνος. Ἀμήν.
Δόξα σοι, Κύριε, δόξα σοι.
Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης:
Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν, ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι’ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.
Καὶ εὐθὺς ὁ Ν’ Ψαλμὸς εἰς ἦχον β’
Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντὸς.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν.
Ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον΄ καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους, καὶ ἐλέησόν με ὁ Θεός.
ὁ α’ χορὸς
Δόξα Πατρὶ… Ἦχος πλ. δ´
Τῆς μετανοίας ἄνοιξόν μοι πύλας Ζωοδότα, ὀρθρίζει γὰρ τὸ πνεῦμά μου, πρὸς ναὸν τὸν ἅγιόν σου, ναὸν φέρον τοῦ σώματος, ὅλον ἐσπιλωμένον, ἀλλ’ ὡς οἰκτίρμων κάθαρον, εὐσπλάγχνῳ σου ἐλέει.
ὁ β’ χορός
Καὶ νῦν… Θεοτοκίοv
Ἦχος ὁ αὐτὸς
Τῆς σωτηρίας εὔθυνόν μοι τρίβους, Θεοτόκε, αἰσχραῖς γὰρ κατεῤῥύπωσα, τὴν ψυχὴν ἁμαρτίαις, ὡς ῥᾳθύμως τὸν βίον μου, ὅλον ἐκδαπανήσας, ταῖς σαῖς πρεσβείαις ῥῦσαί με, πάσης ἀκαθαρσίας.
Εἶτα
ὁ α’ χορὸς
Στίχ. Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἦχος πλ. β’
Τὰ πλήθη τῶν πεπραγμένων μοι δεινῶν, ἐννοῶν ὁ τάλας, τρέμω τὴν φοβερὰν ἡμέραν τῆς κρίσεως, ἀλλὰ θαρρῶν εἰς τὸ ἔλεος τῆς εὐσπλαγχνίας σου, ὡς ὁ Δαυΐδ βοῶ σοι. Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα σου ἔλεος.
Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…
ΚΑΝΟΝΕΣ
ὁ Ἀναστάσιμος εἰς δ´
ᾠδὴ α’
ὁ α’ χορός
Ἦχος α’ – Ὁ Εἱρμὸς
Σοῦ ἡ τροπαιοῦχος δεξιά, θεοπρεπῶς ἐν ἰσχὺϊ δεδόξασται, αὕτη γάρ, Ἀθάνατε ὡς πανσθενὴς ὑπεναντίους ἔθραυσε, τοῖς Ἰσραηλίταις, ὁδὸν βυθοῦ καινουργήσασα.
ὁ β’ χορός
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ὁ χερσὶν ἀχράντοις ἐκ χοός, θεουργικῶς κατ’ ἀρχὰς διαπλάσας με, χεῖρας διεπέτασας ἐν τῷ Σταυρῷ, ἐκ γῆς ἀνακαλούμενος, τὸ φθαρὲν μου σῶμα, ὃ ἐκ Παρθένου προσείληφας.
ὁ α’ χορός
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Νέκρωσιν ὑπέστη δι’ ἐμέ, καὶ τὴν ψυχὴν τῷ θανάτῳ προδίδωσιν, ὁ ἐμπνεύσει θείᾳ ψυχὴν μοι ἐνθείς, καὶ λύσας αἰωνίων δεσμῶν, καὶ συναναστήσας, τῇ ἀφθαρσίᾳ ἐδόξασε.
ὁ β’ χορός
Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον
Χαῖρε ἡ τῆς χάριτος πηγή, χαῖρε ἡ κλῖμαξ καὶ πύλη οὐράνιος, χαῖρε ἡ λυχνία καὶ στάμνος χρυσῆ, καὶ ὄρος ἀλατόμητον, ἡ τὸν ζωοδότην Χριστόν τῷ κόσμῳ, κυήσασα.
τοῦ Τριῳδίου. Ποίημα τοῦ κυρίου Ἰωσήφ.
ὁ α’ χορός
ἦχος β’ -Τὴν Μωσέως ᾠδήν.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Ἰησοῦ ὁ Θεός, μετανοοῦντα δέξαι νῦν κἀμέ, ὡς τὸν Ἄσωτον Υἱόν, πάντα τὸν βίον ἐν ἀμέλειᾳ, ζήσαντα, καὶ σὲ παροργίσαντα.
ὁ β’ χορός
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Ὅν μοι δέδωκας πρίν, κακῶς ἐσκόρπισα θεῖον πλοῦτον ἐμακρύνθην ἀπὸ σοῦ, ἀσώτως ζήσας, εὔσπλαγχνε Πάτερ· Δέξαι οὖν κἀμέ, ἐπιστρέφοντα.
ὁ α΄ χορός
Δόξα Πατρί…
Τὰς ἀγκάλας νυνί, τὰς πατρικὰς προσεφαπλώσας, δέξαι Κύριε κἀμέ, ὥσπερ τὸν Ἄσωτον, πανοικτίρμον, ὅπως εὐχαρίστως δοξάζω σε.
ὁ β’ χορός
Καὶ νῦν…Θεοτοκίον
Ἐν ἐμοὶ ὁ Θεός, πᾶσαν δεικνὺς ἀγαθωσύνην, πάριδέ μου τὴν πληθύν, τῶν ἐγκλημάτων ὡς εὐεργέτης, θείαις τῆς Μητρός σου δεήσεσι.
ᾠδὴ γ’.
ὁ α’ χορός
Ἦχος α’ – Ὁ Εἱρμὸς
Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν, οὐσίας τὴν ἀσθένειαν, καὶ συμπαθῶς αὐτὴν μορφωσάμενος, περίζωσόν με ἐξ ὕψους δύναμιν, τοῦ βοᾷν σοι, Ἅγιος, ὁ ναὸς ὁ ἔμψυχος, τῆς ἀχράντου σου δόξης φιλάνθρωπε.
ὁ β’ χορός
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου Κύριε.
Θεός μου ὑπάρχων Ἀγαθέ, πεσόντα κατῳκτείρησας, καὶ καταβῆναι πρὸς με ηὐδόκησας, ἀνύψωσάς με διὰ σταυρώσεως, τοῦ βοᾶν σοι, Ἅγιος, ὁ τῆς δόξης Κύριος, ὁ ἀνείκαστος ἐν ἀγαθότητι.
ὁ α’ χορός
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου Κύριε.
Ζωὴ ἐνυπόστατος Χριστέ, ὑπάρχων καὶ φθαρέντα με, ὡς συμπαθὴς Θεὸς ἐνδυσάμενος, εἰς χοῦν θανάτου καταβὰς Δέσποτα, τὸ θνητὸν διέῤῥηξας, καὶ νεκροὺς τριήμερος, ἀναστὰς ἀφθαρσίαν ἠμφίεσας.
ὁ β’ χορός
Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον
Θεὸν συλλαβοῦσα ἐν γαστρί, Παρθένε διὰ Πνεύματος, τοῦ Παναγίου ἔμεινας ἄφλεκτος, ἐπεὶ σε βάτος τῷ νομοθέτῃ Μωσῇ, φλεγομένη ἄκαυστα, σαφῶς προεμήνυσε, τήν τὸ πῦρ δεξαμένην τὸ ἄστεκτον.
τοῦ Τριῳδίου.
ὁ α’ χορός
Στειρωθέντα μου τὸν νοῦν.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Ἔξω ὅλος ἐμαυτοῦ, γεγονὼς φρενοβλαβῶς, προσεκολλήθην, τοῖς παθῶν ἐφευρεταῖς· ἀλλὰ δέξαι με Χριστέ, ὥσπερ τὸν Ἄσωτον.
ὁ β’ χορός
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Τοῦ Ἀσώτου τὴν φωνήν, ἐκμιμούμενος βοῶ. Ἥμαρτον Πάτερ· ὡς ἐκεῖνον οὖν κἀμέ, ἐναγκάλισαι νυνί, καὶ μὴ ἀπώσῃ με.
ὁ α΄ χορός
Δόξα Πατρί…
Τὰς ἀγκάλας σου Χριστέ, ὑφαπλώσας συμπαθῶς ὑπόδεξαί με, ἀπὸ χώρας μακρᾶς, ἁμαρτίας καὶ παθῶν ἐπαναστρέφοντα.
ὁ β’ χορός
Καὶ νῦν…Θεοτοκίον
Ἡ καλὴ ἐν γυναιξί, καταπλούτισον κἀμέ, καλῶν ἰδέαις, ἁμαρτίαις πολλαῖς, τὸν πτωχεύσαντα Ἁγνή, ὅπως δοξάζω σε.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅ τι σ ὺ ε ἶ ὁ Θε ὸ ς ἡ μ ῶ ν,…
Κοντάκιον Ἀναστάσιμον.
Ἦχος α’. Ὅταν ἔλθῃς ὁ Θεὸς
Ἐξανέστης ὡς Θεὸς ἐκ τοῦ τάφου ἐν δόξῃ, καὶ κόσμον συνανέστησας, καὶ ἡ φύσις τῶν βροτῶν ὡς Θεὸν σὲ ἀνύμνησε, καὶ θάνατος ἠφάνισται, καὶ ὁ Ἀδὰμ χορεύει Δέσποτα, καὶ ἡ Εὔα νῦν ἐκ τῶν δεσμῶν λυτρουμένη, χαίρει κράζουσα. Σὺ εἶ ὁ πᾶσι παρέχων, Χριστὲ τὴν Ἀνάστασιν.
Ὁ Οἶκος
Τὸν ἀναστάντα τριήμερον ἀνυμνήσωμεν, ὡς Θεὸν παντοδύναμον, καὶ πύλας τοῦ ᾍδου συντρίψαντα, καὶ τοὺς ἀπ’ αἰῶνος ἐκ τάφου ἐγείραντα, Μυροφόροις ὀφθέντα καθώς ηὐδόκησε, πρώταις ταύταις τό, Χαίρετε, φήσας, καὶ Ἀποστόλοις χαρὰν μηνύων, ὡς μόνος ζωοδότης. Ὅθεν πίστει αἱ Γυναῖκες, Μαθηταῖς σύμβολα νίκης εὐαγγελίζονται, καὶ ᾍδης στενάζει, καὶ θάνατος ὀδύρεται, καὶ κόσμος ἀγάλλεται, καὶ πάντες συγχαίρουσι, Σὺ γὰρ παρέσχες πᾶσι Χριστὲ τὴν Ἀνάστασιν.
ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ
Ἦχος α´. Τὸν τάφον σου Σωτήρ.
Ἀγκάλας πατρικάς, διανοῖξαί μοι σπεῦσον· ἀσώτως τὸν ἐμόν, κατηνάλωσα βίον· εἰς πλοῦτον ἀδαπάνητον, ἀφορῶν τῶν οἰκτιρμῶν σου Σωτήρ, νῦν πτωχεύουσαν, μὴ ὑπερίδῃς καρδίαν· σοὶ γὰρ Κύριε, ἐν κατανύξει κραυγάζω· Ἥμαρτον Πάτερ εἰς τὸν οὐρανόν, καὶ ἐνώπιόν σου.
Δόξα Πατρὶ… Καὶ νῦν…
Θεοτοκίον, ὅμοιον
Ἀνύμφευτε ἁγνή, Θεοτόκε Παρθένε, ἡ μονὴ τῶν πιστῶν, προστασία καὶ σκέπη, κινδύνων καὶ θλίψεων, καὶ δεινῶν περιστάσεων, πάντας λύτρωσαι, τοὺς ἐπὶ σοι τὰς ἐλπίδας, Κόρη ἔχοντας, καὶ τὰς ψυχὰς ἡμῶν σῶσον, ταῖς θείαις πρεσβείαις σου.
ᾠδὴ δ’
Ἦχος α’ – Ὁ Εἱρμὸς
Ὄρος σε τῇ χάριτι, τῇ θείᾳ κατάσκιον, προβλεπτικοῖς ὁ Ἀββακούμ, κατανοήσας ὀφθαλμοῖς, ἐκ σοῦ ἐξελεύσεσθαι, τοῦ Ἰσραὴλ προανεφώνει τὸν ἅγιον, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου Κύριε.
Τίς οὗτος, Σωτὴρ, ὁ ἐξ Ἐδὼμ ἀφικόμενος, στεφηφορῶν ἐξ ἀκανθῶν, πεφοινιγμένος τὴν στολήν, ἐν ξύλῳ κρεμάμενος; Τοῦ Ἰσραὴλ ὑπάρχει οὗτος ὁ Ἅγιος, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου Κύριε.
Ἴδετε λαὸς τῶν ἀπειθῶν, καὶ αἰσχύνθητε, ὃν ὡς κακοῦργον γὰρ ὑμεῖς, ἀναρτηθῆναι ἐν σταυρῷ, Πιλάτῳ ᾐτήσασθε φρενοβλαβῶς, θανάτου λύσας τὴν δύναμιν, θεοπρεπῶς ἐξανέστη τοῦ μνήματος.
Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον
Ξύλον σε Παρθένε τῆς ζωῆς ἐπιστάμεθα, οὐ γὰρ τῆς βρώσεως καρπός, θανατηφόρος τοῖς βροτοῖς, ἐκ σοῦ ἀνεβλάστησεν, ἀλλὰ ζωῆς τῆς ἀϊδίου ἀπόλαυσις, εἰς σωτηρίαν ἡμῶν τῶν ὑμνούντων σε.
ᾠδὴ δ’
Ἦχος β’ Τὴν ἐκ Παρθένου σου γέννησιν
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Πλοῦτον καλῶν ὅν μοι δέδωκας, ἐπουράνιε Πάτερ, διεσκόρπισα κακῶς, ξένοις πολίταις δουλούμενος, διὸ βοῶ σοι. Ἥμαρτόν σοι δέξαι με, ὡς τὸν Ἄσωτον πάλαι, ὑφαπλώσας, τὰς ἀγκάλας μοι τὰς σὰς.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Πάσῃ κακίᾳ δεδούλωμαι, ὑποκύψας ἀθλίως τοῖς παθῶν δημιουργοῖς καὶ ἐμαυτοῦ ἔξω γέγονα, ἀπροσεξίᾳ, οἴκτειρόν με Σῶτερ, ἐπουράνιε Πάτερ, προσφυγόντα, τοῖς πολλοῖς σου οἰκτιρμοῖς.
Δόξα Πατρὶ…
Πάσης αἰσχύνης πεπλήρωμαι, μὴ τολμῶν ἀτενίσαι εἰς τὸ ὕψος τοῦ οὐρανοῦ, καὶ γὰρ ἀλόγως ὑπέκυψα τῇ ἁμαρτίᾳ, νῦν δὲ ἐπιστρέφων, ἐκβοῶ κατανύξει. Ἥμαρτόν σοι, δέξαι με, Παμβασιλεῦ.
Καὶ νῦν… Θεοτοκίον
Ἡ τῶν ἀνθρώπων βοήθεια, ἡ ἐλπὶς ἡ βεβαία, πάντων τῶν Χριστιανῶν, τὸ καταφύγιον, ἄχραντε, τῶν σωζομένων, σῶσόν με, Παρθένε, μητρικαῖς σου πρεσβείαις, καὶ μελλούσης, καταξίωσον ζωῆς.
ᾠδὴ ε’ – Ἦχος α’
ὁ Εἱρμὸς
Ὁ φωτίσας τῇ ἐλλάμψει, τῆς σῆς παρουσίας Χριστέ, καὶ φαιδρύνας τῷ Σταυρῷ σου, τοῦ κόσμου τὰ πέρατα, τὰς καρδίας φώτισον, φωτὶ τῆς σῆς θεογνωσίας, τῶν ὀρθοδόξως ὑμνούντων σε.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου Κύριε.
Τὸν ποιμένα τῶν προβάτων, τὸν μέγαν καὶ Κύριον, Ἰουδαῖοι διὰ ξύλου σταυροῦ ἐθανάτωσαν, ἀλλ’ αὐτὸς ὡς πρόβατα νεκρούς, ἐν ᾅδῃ τεθαμμένους, κράτους θανάτου ἐῤῥύσατο.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου Κύριε.
Τῷ Σταυρῷ σου τὴν εἰρήνην, εὐαγγελισάμενος, καὶ κηρύξας αἰχμαλώτοις Σωτήρ μου τὴν ἄφεσιν, τὸν κρατοῦντα ᾔσχυνας, Χριστέ, γυμνὸν ἠπορημένον, δείξας τῇ θείᾳ ἐγέρσει σου.
Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον
Τὰς αἰτήσεις τῶν πιστῶς αἰτουμένων, Πανύμνητε, μὴ παρίδῃς, ἀλλὰ δέχου, καὶ ταύτας προσάγαγε, τῷ Υἱῷ σου Ἄχραντε Θεῷ, τῷ μόνῳ εὐεργέτη, σὲ γὰρ προστάτιν κεκτήμεθα.
ᾠδὴ ε’
Ἦχος β’ Τῆς νυκτὸς διελθούσης
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Ἐδουλώθην πολίταις, ξένοις καὶ εἰς χώραν φθοροποιὸν ἀπεδήμησα, καὶ ἐπλήσθην αἰσχύνης, νῦν δε ἐπιστρέφων, κράζω σοι, Οἰκτίρμον τό, Ἥμαρτον.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Τὰ πατρῷά σου σπλάγχνα, νῦν ὑπάνοιξόν μοι, ἀπὸ τῶν κακῶν ἐπιστρέφοντα, ἐπουράνιε Πάτερ, καὶ μή με ἀπώσῃ, ἔχων ὑπερβάλλον τὸ ἔλεος.
Δόξα Πατρὶ…
Οὐ τολμῶ ἀτενίσαι, ἄνω εἰς τὸ ὕψος, ἄμετρα Χριστὲ παροργίσας σε’ ἀλλ’ εἰδώς σου Οἰκτίρμον τὸ εὔσπλαγχνον κράζω΄ Ἥμαρτον, ἱλάσθητι, σῶσόν με.
Καὶ νῦν… Θεοτοκίον
Παναγία Παρθένε, κεχαριτωμένη, ἡ τὸν ἱλασμὸν πάντων τέξασα, τῶν ἐμῶν ἐγκλημάτων, τὸ βαρὺ φορτίον, σοῦ ταῖς ἱκεσίαις ἐλάφρυνον.
ᾠδὴ ς’ – Ἦχος α’
ὁ Εἱρμὸς
Ἐκύκλωσεν ἡμᾶς ἐσχάτη ἄβυσσος, οὐκ ἔστιν ὁ ῥυόμενος, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς, σῶσον τὸν λαόν σου ὁ Θεὸς ἡμῶν, σὺ γὰρ ἰσχὺς τῶν ἀσθενούντων, καὶ ἐπανόρθωσις.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου Κύριε.
Τῷ πταίσματι τοῦ πρωτοπλάστου Κύριε, δεινῶς ἐτραυματίσθημεν, τῷ δὲ μώλωπι ἰάθημεν τῷ σῷ, ᾧ ὑπὲρ ἡμῶν ἐτραυματίσθης Χριστέ, σὺ γὰρ ἰσχὺς τῶν ἀσθενούντων, καὶ ἐπανόρθωσις.
Στίχ. Δόξα τῇ Ἁγία Ἀναστάσει σου Κύριε.
Ἀνήγαγες ἡμᾶς ἐξ ᾅδου Κύριε, τὸ κῆτος χειρωσάμενος, τὸ παμφάγον Παντοδύναμε, τῷ σῷ κράτει καθελὼν αὐτοῦ τὴν δύναμιν, σὺ γὰρ ζωὴ καὶ φῶς ὑπάρχεις, καὶ ἡ ἀνάστασις.
Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον
Εὐφραίνονται ἐν σοί, Παρθένε ἄχραντε, τοῦ γένους οἱ Προπάτορες. Τὴν Ἐδὲμ ἀπολαβόντες διὰ σοῦ, ἣν ἐκ παραβάσεως ἀπώλεσαν, σὺ γὰρ ἁγνή, καὶ πρὸ τοῦ τόκου καὶ μετὰ γέννησιν.
ᾠδὴ Ϛ’
Ἦχος β’ Βυθῷ ἁμαρτημάτων
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Βυθὸς ἁμαρτημάτων, συνέχει με ἀεί, καὶ τρικυμία πταισμάτων, βυθίζει με κυβέρνησον, πρὸς λιμένα με ζωῆς Χριστὲ ὁ Θεός, καὶ σῶσόν με Βασιλεῦ τῆς δόξης.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Τὸν πλοῦτον τὸν πατρῷον, ἐσκόρπισα δεινῶς, καὶ πενητεύσας, αἰσχύνης πεπλήρωμαι, δουλούμενος τοῖς ἀκάρποις λογισμοῖς, διό σοι βοῶ φιλάνθρωπε΄ Οἴκτειρόν με σῶσον.
Δόξα Πατρὶ…
Λιμῷ καταφθαρέντα, παντοίων ἀγαθῶν καὶ ξενωθέντα ἐκ σοῦ Ὑπεράγαθε, οἰκτείρησον, ἐπιστρέφοντά με νῦν, καὶ σῶσον Χριστέ, ὑμνοῦντά σου τὴν φιλανθρωπίαν.
Καὶ νῦν… Θεοτοκίον
Σωτῆρα καὶ Δεσπότην κυήσασα Χριστόν, τῆς σωτηρίας με Κόρη ἀξίωσον, πτωχεύσαντα, ἐκ παντοίων ἀγαθῶν, Παρθένε ἁγνή, ἵνα ὑμνῶ τὰ σὰ μεγαλεῖα.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Σ ὺ γ ὰ ρ ε ἶ ὁ Βασιλε ύ ς…
Κοντάκιον.
Ἦχος γ´. Ἡ Παρθένος σήμερον.
Τῆς πατρῴας δόξης σου, ἀποσκιρτήσας ἀφρόνως, ἐν κακοῖς ἐσκόρπισα, ὅν μοι παρέδωκας πλοῦτον· ὅθεν σοι τὴν τοῦ Ἀσώτου, φωνὴν κραυγάζω· Ἥμαρτον ἐνώπιόν σου, Πάτερ οἰκτίρμον· δέξαι με μετανοοῦντα, καὶ ποίησόν με, ὡς ἕνα τῶν μισθίων σου.
Ὁ Οἶκος
Τοῦ Σωτῆρος ἡμῶν καθ᾽ ἑκάστην διδάσκοντος δι᾽ οἰκείας φωνῆς, τῶν Γραφῶν ἀκουσώμεθα, περὶ τοῦ Ἀσώτου καὶ σώφρονος πάλιν, καὶ τούτου πίστει ἐκμιμησώμεθα τὴν καλὴν μετάνοιαν· τῷ κατιδόντι πάντα τὰ κρύφια μετὰ ταπεινῆς καρδίας κράξωμεν· Ἡμάρτομέν σοι Πάτερ οἰκτῖρμον, καὶ οὐκ ἐσμὲν ἄξιοι ποτέ, κληθῆναι τέκνα ὡς πρίν. Ἀλλ᾽ ὡς φύσει ὑπάρχων φιλάνθρωπος, σὺ προσδέχου, καὶ ποίησόν με, ὡς ἕνα τῶν μισθίων σου.
Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ ΙΒ’ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Μελετίου, ἀρχιεπισκόπου Ἀντιοχείας τῆς μεγάλης.
Στίχοι
Τὰς χεῖρας αἴρων Μελέτιος Κυρίῳ,
Ταῖς χερσί σου τίθημι τὴν ψυχήν, λέγει.
Δωδεκάτῃ Μελέτιος ἔδυ χθόνα πουλυβότειραν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Μαρίας, τῆς μετονομασθείσης Μαρῖνος.
Στίχοι
Στολὴ Μαρῖνον μαρτυρεῖ τὴν Μαρίαν,
Ταφὴ Μαρίαν δεικνύει τὸν Μαρῖνον.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ᾑμων Ἀντωνίου, ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.
Στίχοι
Οὐδὲν τι προσχὼν Ἀντώνιος τοῖς κάτω,
Καλῶν δικαίως ἠξιώθη τῶν ἄνω.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Σατορνῖνος καὶ Πλουτῖνος ξίφει τελειοῦνται.
Στίχοι
Τὰ θνησιμαῖα ταῦτα τῶν τετμημένων,
Σατορνίνου πέφυκε καὶ τοῦ Πλουτίνου.
Τῇ αὐτῇ ἡμέρᾳ τῆς τοῦ Ἀσώτου Υἱοῦ παραβολῆς ἐκ τοῦ ἱεροῦ Εὐαγγελίου μνείαν ποιούμεθα, ἣν οἱ θειότατοι Πατέρες ἡμῶν δευτέραν ἐν τῷ Τριῳδίῳ ἐνέταξαν.
Στίχοι
Ἄσωτος εἴ τις, ὡς ἐγώ, θαρρῶν ἴθι.
Θείου γὰρ οἴκτου πᾶσα ἤνοικται θύρα.
Τῇ ἀφάτῳ φιλανθρωπίᾳ σου, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀμήν.
ΚΑΤΑΒΑΣΙΑΙ
ὁ α’ χορός
Ὠδὴ α’ Ἦχος β’
Τὴν Μωσέως ᾠδήν, ἀναλαβοῦσα βόησον ψυχή. Βοηθὸς καὶ σκεπαστής, ἐγένετό μοι εἰς σωτηρίαν, οὗτός μου Θεὸς καὶ δοξάσω αὐτόν.
ὁ β’ χορός
Ὠδὴ γ’
Στειρωθέντα μου τὸν νοῦν, καρποφόρον ὁ Θεὸς ἀνάδειξόν με, γεωργὲ τῶν καλῶν, φυτουργὲ τῶν ἀγαθῶν,
ὁ α’ χορός
…..τῇ εὐσπλαγχνίᾳ σου.
ὁ β’ χορός
Ὠδὴ δ’
Τὴν ἐκ Παρθένου σου γέννησιν, ὁ Προφήτης προβλέπων, ἀνεκήρυττε βοῶν· Τὴν ἀκοήν σου ἀκήκοα καὶ ἐφοβήθην, ὅτι ἀπὸ Θαιμάν, καὶ ἐξ ὄρους ἁγίου κατασκίου, ἐπεδήμησας, Χριστέ.
ὁ α’ χορός
Ὠδὴ ε’
Τῆς νυκτὸς διελθούσης, ἤγγικεν ἡ ἡμέρα, καὶ τὸ φῶς τῷ κόσμῳ ἐπέλαμψε· διὰ τοῦτο ὑμνεῖ σε τάγματα Ἀγγέλων καὶ δοξολογεῖ σε Χριστὲ ὁ Θεός.
ὁ β’ χορός
Ὠδὴ ς’
Βυθῷ ἁμαρτημάτων, συνέχομαι Σωτήρ, καὶ ἐν πελάγει τοῦ βίου βυθίζομαι ἀλλ’ ὥσπερ τὸν Ἰωνᾶν ἐκ τοῦ θηρός, κᾀμὲ τῶν παθῶν ἀνάγαγε, καὶ διάσωσόν με.
ὁ α’ χορός
Ὠδὴ ζ’
Τὰ Χερουβὶμ μιμούμενοι, Παῖδες, ἐν τῇ καμίνῳ ἐχόρευον βοῶντες· Εὐλογητὸς εἶ ὁ Θεός, ὅτι ἐν ἀληθείᾳ καὶ κρίσει, ἐπήγαγες ταῦτα πάντα διὰ τὰς ἁμαρτίας ἡμῶν, ὁ ὑπερύμνητος καὶ δεδοξασμένος εἰς πάντας τοὺς αἰῶνας.
ὁ β’ χορός
Ὠδὴ η’
Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.
Τὸν ἐν τῇ βάτῳ Μωσῆ, τῆς Παρθένου τὸ θαῦμα, ἐν Σιναίῳ τῷ ὄρει προτυπώσαντα ποτέ, ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…
ΤΙΜΙΩΤΕΡΑ
ὁ α’ χορός
Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
ὁ β’ χορός
Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.
Τὴν Τιμιωτέραν…
ὁ α’ χορός
Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.
Τὴν Τιμιωτέραν…
ὁ β’ χορός
Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.
Τὴν Τιμιωτέραν…
ὁ α’ χορός
Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.
Τὴν Τιμιωτέραν…
ὁ β’ χορός
Στίχ. Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.
Τὴν Τιμιωτέραν…
Καταβασία
ὁ α’ χορός
ᾠδὴ θ’.
Τῶν γηγενῶν τὶς ἤκουσε τοιοῦτον, ἢ τὶς ἑώρακε ποτὲ; ὅτι παρθένος εὑρέθη ἐν γαστρὶ ἔχουσα, καὶ ἀνωδίνως τὸ βρέφος ἀποτεκοῦσα τοιούτόν σου τὸ θαῦμα καὶ σὲ ἁγνὴ Θεοκυῆτορ Μαρία μεγαλύνομεν. ΄
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ
ὁ α’ χορός
Ἦχος β’.
Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν.
ὁ β’ χορός
Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν.
ὁ α’ χορός
Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.
ὁ β’ χορός
Ὅτι ἅγιος ἐστι.
ὁ α’ χορός
Ἐξαποστειλάριον Α’
Τοῖς Μαθηταῖς συνέλθωμεν, ἐν ὄρει Γαλιλαίας, πίστει Χριστὸν θεάσασθαι, λέγοντα ἐξουσίαν, λαβεῖν τῶν ἄνω καὶ κάτω΄ μάθωμεν πῶς διδάσκει, βαπτίζειν εἰς τὸ ὄνομα τοῦ Πατρός, ἔθνη πάντα, καὶ τοῦ Υἱοῦ, καὶ ἁγίου Πνεύματος, καὶ συνεῖναι, τοῖς Μύσταις ὡς ὑπέσχετο, ἕως τῆς συντελείας.
ὁ β’ χορός
τοῦ Τριῳδίου.
Γυναῖκες ἀκουτισθητε.
Τὸν πλοῦτον ὅν μοι δέδωκας, τῆς χάριτος ὁ ἄθλιος, ἀποδημήσας ἀχρείως, κακῶς ἠνάλωσα Σῶτερ, ἀσώτως ζήσας δαίμοσι, δολίως διεσκόρπισα· διό με ἐπιστρέφοντα, ὥςπερ τὸν ἄσωτον δέξαι, Πάτερ οἰκτίρμον, καὶ σῶσον.
ὁ α’ χορός
Θεοτοκίον,ὅμοιον
Ἁγία Μητροπάρθενε, τὸ μέγα περιήχημα, τῶν Ἀποστόλων Μαρτύρων, καὶ Προφητῶν καὶ Ὁσίων, τὸν σὸν Υἱὸν καὶ Κύριον, ἱλέωσαι τοῖς δούλοις σου, ἡμῖν Θεογεννήτρια, ὅταν καθίσῃ τοῦ κρῖναι…
ὁ β’ χορός
…τὰ κατ᾽ ἀξίαν ἑκάστου.
ΑΙΝΟΙ
ὁ α’ χορός
Ἦχος α’.
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ β’ χορός
Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ α’ χορός
Στίχ. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
Ὑμνοῦμέν σου Χριστὲ τὸ σωτήριον Πάθος, καὶ δοξάζομέν σου τὴν Ἀνάστασιν.
ὁ β’ χορός
Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
Ὁ Σταυρὸν ὑπομείνας, καὶ τὸν θάνατον καταργήσας, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, εἰρήνευσον ἡμῶν τὴν ζωὴν Κύριε, ὡς μόνος Παντοδύναμος.
ὁ α’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Ὁ τὸν ᾍδην σκυλεύσας, καὶ τὸν ἄνθρωπον ἀναστήσας, τῇ ἀναστάσει σου Χριστέ, ἀξίωσον ἡμᾶς ἐν καθαρᾷ καρδίᾳ, ὑμνεῖν καὶ δοξάζειν σε.
ὁ β’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Τὴν θεοπρεπῆ σου συγκατάβασιν δοξάζοντες, ὑμνοῦμέν σε Χριστέ, ἐτέχθης ἐκ Παρθένου, καὶ ἀχώριστος ὑπῆρχες τῷ Πατρί, ἔπαθες ὡς ἄνθρωπος, καὶ ἑκουσίως ὑπέμεινας σταυρόν, ἀνέστης ἐκ τοῦ τάφου, ὡς ἐκ παστάδος προελθὼν, ἵνα σώσῃς τὸν κόσμον, Κύριε δόξα σοι.
ὁ α’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Ὅτε προσηλώθης τῷ ξύλῳ τοῦ σταυροῦ, τότε ἐνεκρώθη τὸ κράτος του ἐχθροῦ, ἡ κτίσις ἐσαλεύθη τῷ φόβῳ σου, καὶ ὁ ᾅδης ἐσκυλεύθη τῷ κράτει σου, τοὺς νεκρούς ἐκ τῶν τάφων ἀνέστησας, καὶ τῷ Ληστῇ τὸν Παράδεισον ἤνοιξας, Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι.
ΤΟΥ ΤΡΙΩΔΙΟΥ
ὁ β’ χορός
Ἦχος β’.
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Τὴν τοῦ Ἀσώτου φωνὴν προσφέρω σοι Κύριε΄ Ἥμαρτον ἐνώπιον τῶν ὀφθαλμῶν σου ἀγαθέ· ἐσκόρπισα τὸν πλοῦτον τῶν χαρισμάτων σου· ἀλλὰ δέξαι με μετανοοῦντα, Σωτὴρ καὶ σῶσόν με.
ὁ α’ χορός
Ἦχος δ´.
Στίχ. Ἀνάστηθι, Κύριε, ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος.
Ὡς ὁ Ἄσωτος Υἱός, ἦλθον κἀγὼ Οἰκτίρμον, ὁ τὸν βίον ὅλον δαπανήσας ἐν τῇ ἀποδημίᾳ· ἐσκόρπισα τὸν πλοῦτον, ὃν δέδωκάς μοι Πάτερ· δέξαι με μετανοοῦντα ὁ Θεός, καὶ ἐλέησόν με.
ὁ β’ χορός
Ἦχος πλ. δ´.
Στίχ. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου.
Δαπανήσας ἀσώτως, τῆς πατρικῆς οὐσίας τὸν πλοῦτον, καὶ καταναλώσας, ἔρημος γέγονα, ἐν τῇ χώρᾳ οἰκήσας, τῶν πονηρῶν πολιτῶν· καὶ μηκέτι φέρων τὸ μετὰ τούτων συνοικέσιον, ἐπιστρέψας βοῶ σοι τῷ οἰκτίρμονι Πατρί· Ἥμαρτον εἰς τὸν οὐρανόν, καὶ ἐνώπιόν σου, καὶ οὐκ εἰμὶ ἄξιος κληθῆναι υἱὸς σου· ποίησόν με ὡς ἕνα τῶν μισθίων σου, ὁ Θεός, καὶ ἐλέησόν με.
ὁ α’ χορός
Δόξα Πατρί… ᾽Ιδιόμελον τοῦ Τριῳδίου. Ἦχος πλ. β´.
Πάτερ ἀγαθέ, ἐμακρύνθην ἀπὸ σοῦ, μὴ ἐγκαταλίπῃς με, μηδὲ ἀχρεῖον δείξῃς τῆς Βασιλείας σου· ὁ ἐχθρὸς ὁ παμπόνηρος ἐγύμνωσέ με, καὶ ᾖρέ μου τὸν πλοῦτον· τῆς ψυχῆς τὰ χαρίσματα, ἀσώτως διεσκόρπισα· ἀναστὰς οὖν, ἐπιστρέψας πρὸς σὲ ἐκβοῶ· Ποίησόν με ὡς ἕνα τῶν μισθίων σου, ὁ δι᾽ ἐμὲ ἐν Σταυρῷ τὰς ἀχράντους σου χεῖρας ἁπλώσας, ἵνα τοῦ δεινοῦ θηρὸς ἀφαρπάσῃς με, καὶ τὴν πρώτην καταστολὴν ἐπενδύσῃς με, ὡς μόνος πολυέλεος.
ὁ β’ χορός
Καὶ νῦν… ἦχος β’ (πάντοτε)
Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε, διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν, διὸ ἀνυμνοῦντες βοῶμεν. Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.
Δοξολογία Μεγάλη
εἰς ἦχον α΄ ( Ἀργή ἢ σύντομος )
ὁ α’ χορός
Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
ὁ β’ χορός
Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.
ὁ α’ χορός
Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.
ὁ β’ χορός
Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
ὁ α’ χορός
Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
ὁ α’ χορός
Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
ὁ β’ χορός
Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
ὁ α’ χορός
Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
ὁ β’ χορός
Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
ὁ α’ χορός
Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου.
ὁ β’ χορός
Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου.
ὁ α’ χορός
Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου.
ὁ β’ χορός
Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
ὁ α’ χορός
Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
ὁ β’ χορός
Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
ὁ α’ χορός
Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ὁ β’ χορός
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ
Ἅγιος ὁ Θεός,
ὁ β’ χορός
Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
καὶ εὐθύς
ὁ β’ χορός
τὸ παρόν Ἀναστάσιμον Τροπάριον
Ἦχος πλ.β’
Σήμερον σωτηρία τῷ κόσμῳ γέγονεν, ᾄσωμεν τῷ ἀναστάντι ἐκ τάφου καὶ ἀρχηγῷ τῆς ζωῆς ἡμῶν· καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον, τὸ νῖκος ἔδωκεν ἡμῖν, καὶ τὸ μέγα ἔλεος.
ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
ΑΝΤΙΦΩΝΑ ( τῶν Κυριακῶν)
Ἀντίφωνον Α’
Ἦχος β´.
Στίχ.Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.
Στίχ.Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
Στίχ. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
Στίχ. Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
Δόξα Πατρί…Καὶ νῦν.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
Ἀντίφωνον Β’
Ἦχος β´.
Στίχ. Αἴνει, ἡ ψυχή μου τὸν Κύριον, αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι Ἀλληλούϊα.
Στίχ. Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς…
Στίχ. Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς·
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς..
Στίχ.. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.
Σῶσον, ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς…
Δόξα Πατρὶ…Καὶ νῦν…
Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.
Ἀντίφωνον Γ’
Ἦχος α´.
Στίχ. α´. Αὕτη ἡ ἡμέρα Κυρίου, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
Ἀπολυτίκιον
Τοῦ λίθου σφραγισθέντος ὑπὸ τῶν Ἰουδαίων, καὶ στρατιωτῶν φυλασσόντων τὸ ἄχραντόν σου Σῶμα, ἀνέστης τριήμερος Σωτήρ, δωρούμενος τῷ κόσμῳ τὴν ζωήν, διὰ τοῦτο αἱ Δυνάμεις των οὐρανῶν ἐβόων σοι ζωοδότα. Δόξα τῇ Ἀναστάσει σου Χριστέ, δόξα τῇ βασιλείᾳ σου, δόξα τῇ οἰκονομίᾳ σου, μόνε φιλάνθρωπε.
Στίχ. β´. Αἰνεσάτωσαν Αὐτὸν οἱ οὐρανοὶ καὶ ἡ γῆ.
Τοῦ λίθου σφραγισθέντος…
Μικρὰ Εἴσοδος.
Εἰσοδικὸν
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἀναστάς ἐκ νεκρῶν…..
…ψάλλοντάς σοι, Ἀλληλούϊα.
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Ἀπολυτίκιον. Ἦχος α’.
Τοῦ λίθου σφραγισθέντος ὑπὸ τῶν Ἰουδαίων, καὶ στρατιωτῶν φυλασσόντων τὸ ἄχραντόν σου Σῶμα, ἀνέστης τριήμερος Σωτήρ, δωρούμενος τῷ κόσμῳ τὴν ζωήν, διὰ τοῦτο αἱ Δυνάμεις των οὐρανῶν ἐβόων σοι ζωοδότα. Δόξα τῇ Ἀναστάσει σου Χριστέ, δόξα τῇ βασιλείᾳ σου, δόξα τῇ οἰκονομίᾳ σου, μόνε φιλάνθρωπε.
Τοῦ Ναοῦ
Κοντάκιον
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Ἦχος γ’ Ἡ Παρθένος σήμερον
Τῆς πατρῴας, δόξης σου, ἀποσκιρτήσας ἀφρόνως, ἐν κακοῖς ἐσκόρπισα, ὅν μοι παρέδωκας πλοῦτον· ὅθεν σοι τὴν τοῦ Ἀσώτου, φωνὴν κραυγάζω· Ἥμαρτον ἐνώπιόν σου Πάτερ οἰκτίρμον, δέξαι με μετανοοῦντα, καὶ ποίησόν με, ὡς ἕνα τῶν μισθίων σου.
Τρισάγιον.
Ἀπόστολος
Κυριακῆς κς´ Ἐπιστολῶν
Προκείμενον ἦχος α’.
Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς.
Ἀγαλλιᾶσθε, δίκαιοι, ἐν Κυρίῳ.
Πρὸς Κορινθίους Α’ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα.
(Α´ Κορ. ς´ 12-20).
Ἀδελφοί, πάντα μοι ἔξεστιν, ἀλλ᾽ οὐ πάντα συμφέρει΄ πάντα μοι ἔξεστιν, ἀλλ᾽ οὐκ ἐγὼ ἐξουσιασθήσομαι ὑπό τινος. Τὰ βρώματα τῇ κοιλίᾳ, καὶ ἡ κοιλία τοῖς βρώμασιν· ὁ δὲ Θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει. Τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ ἀλλὰ τῷ Κυρίῳ, καὶ ὁ Κύριος τῷ σώματι· ὁ δὲ Θεὸς καὶ τὸν Κύριον ἤγειρεν καὶ ἡμᾶς ἐξεγερεῖ διὰ τῆς δυνάμεως αὐτοῦ. Οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν; ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ ποιήσω πόρνης μέλη; μὴ γένοιτο. [Ἢ] οὐκ οἴδατε ὅτι ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστιν; ῎Εσονται γάρ, φησίν, οἱ δύο εἰς σάρκα μίαν. Ὁ δὲ κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστιν. Φεύγετε τὴν πορνείαν· πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος ἐκτὸς τοῦ σώματός ἐστιν, ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει. Ἢ οὐκ οἴδατε ὅτι τὸ σῶμα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ Θεοῦ, καὶ οὐκ ἐστὲ ἑαυτῶν; ἠγοράσθητε γὰρ τιμῆς· δοξάσατε δὴ τὸν θεὸν ἐν τῷ σώματι ὑμῶν, καὶ ἐν τῷ πνεύματι ὑμῶν. ἅτινά ἐστι τοῦ Θεοῦ.
Ἀλληλούϊα (γ’) Ἦχος α΄
Ὁ Θεὸς ὁ διδοὺς ἐκδικήσεις ἐμοί καὶ ὑποτάξας λαοὺς ὑπ’ ἐμέ.
Μεγαλύνων τὰς σωτηρίας τοῦ βασιλέως αὐτοῦ καὶ ποιῶν ἔλεος τῷ χριστῷ αὐτοῦ.
Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Λουκᾶν. (Λουκ. ιε´ 11-32)
Εἶπεν ὁ Κύριος τήν παραβολὴν ταύτην· ῎Ανθρωπός τις εἶχεν δύο υἱούς. Καὶ εἶπεν ὁ νεώτερος αὐτῶν τῷ πατρί, Πάτερ, δός μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας. Καὶ διεῖλεν αὐτοῖς τὸν βίον. Καὶ μετ᾽ οὐ πολλὰς ἡμέρας συναγαγὼν ἅπαντα ὁ νεώτερος υἱὸς ἀπεδήμησεν εἰς χώραν μακράν, καὶ ἐκεῖ διεσκόρπισεν τὴν οὐσίαν αὐτοῦ ζῶν ἀσώτως. Δαπανήσαντος δὲ αὐτοῦ πάντα ἐγένετο λιμὸς ἰσχυρὰ κατὰ τὴν χώραν ἐκείνην, καὶ αὐτὸς ἤρξατο ὑστερεῖσθαι. Καὶ πορευθεὶς ἐκολλήθη ἑνὶ τῶν πολιτῶν τῆς χώρας ἐκείνης, καὶ ἔπεμψεν αὐτὸν εἰς τοὺς ἀγροὺς αὐτοῦ βόσκειν χοίρους·καὶ ἐπεθύμει χορτασθῆναι ἐκ τῶν κερατίων ὧν ἤσθιον οἱ χοῖροι, καὶ οὐδεὶς ἐδίδου αὐτῷ. Εἰς ἑαυτὸν δὲ ἐλθὼν ἔφη, Πόσοι μίσθιοι τοῦ πατρός μου περισσεύονται ἄρτων, ἐγὼ δὲ λιμῷ ὧδε ἀπόλλυμαι. Ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου καὶ ἐρῶ αὐτῷ, Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου,οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου· ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. Καὶ ἀναστὰς ἦλθεν πρὸς τὸν πατέρα ἑαυτοῦ. ἔτι δὲ αὐτοῦ μακρὰν ἀπέχοντος εἶδεν αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἐσπλαγχνίσθη καὶ δραμὼν ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ κατεφίλησεν αὐτόν. Εἶπεν δὲ ὁ υἱὸς αὐτῷ, Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου. Εἶπεν δὲ ὁ πατὴρ πρὸς τοὺς δούλους αὐτοῦ, Ταχὺ ἐξενέγκατε στολὴν τὴν πρώτην καὶ ἐνδύσατε αὐτόν, καὶ δότε δακτύλιον εἰς τὴν χεῖρα αὐτοῦ καὶ ὑποδήματα εἰς τοὺς πόδας,καὶ φέρετε τὸν μόσχον τὸν σιτευτόν, θύσατε καὶ φαγόντες εὐφρανθῶμεν,ὅτι οὗτος ὁ υἱός μου νεκρὸς ἦν καὶ ἀνέζησεν, ἦν ἀπολωλὼς καὶ εὑρέθη. καὶ ἤρξαντο εὐφραίνεσθαι. Ἦν δὲ ὁ υἱὸς αὐτοῦ ὁ πρεσβύτερος ἐν ἀγρῷ· καὶ ὡς ἐρχόμενος ἤγγισεν τῇ οἰκίᾳ, ἤκουσεν συμφωνίας καὶ χορῶν,καὶ προσκαλεσάμενος ἕνα τῶν παίδων ἐπυνθάνετο τί ἂν εἴη ταῦτα. Ὁ δὲ εἶπεν αὐτῷ ὅτι ῾Ο ἀδελφός σου ἥκει, καὶ ἔθυσεν ὁ πατήρ σου τὸν μόσχον τὸν σιτευτόν, ὅτι ὑγιαίνοντα αὐτὸν ἀπέλαβεν. Ὠργίσθη δὲ καὶ οὐκ ἤθελεν εἰσελθεῖν. ὁ δὲ πατὴρ αὐτοῦ ἐξελθὼν παρεκάλει αὐτόν. Ὁ δὲ ἀποκριθεὶς εἶπεν τῷ πατρὶ αὐτοῦ, ᾽Ιδοὺ τοσαῦτα ἔτη δουλεύω σοι καὶ οὐδέποτε ἐντολήν σου παρῆλθον, καὶ ἐμοὶ οὐδέποτε ἔδωκας ἔριφον ἵνα μετὰ τῶν φίλων μου εὐφρανθῶ·ὅτε δὲ ὁ υἱός σου οὗτος ὁ καταφαγών σου τὸν βίον μετὰ πορνῶν ἦλθεν, ἔθυσας αὐτῷ τὸν σιτευτὸν μόσχον. Ὁ δὲ εἶπεν αὐτῷ, Τέκνον, σὺ πάντοτε μετ᾽ ἐμοῦ εἶ, καὶ πάντα τὰ ἐμὰ σά ἐστιν·εὐφρανθῆναι δὲ καὶ χαρῆναι ἔδει, ὅτι ὁ ἀδελφός σου οὗτος νεκρὸς ἦν καὶ ἔζησεν, κα ὶ ἀ πολωλ ὼ ς κα ὶ ε ὑ ρ έ θη .
Δόξα σοι, Κύριε, δόξα σοι.
Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου
Εἰς τό, Ἐξαιρέτως
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Κοινωνικὸν
Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀλληλούϊα
Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.
Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.
Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).
Μου αρέσει αυτό: Μου αρέσει! Φόρτωση...
Πλοήγηση άρθρων
Τώρα σας συμβουλεύω να κάμετε από κομβολόγι μικροί και μεγάλοι και να το κρατήτε με το αριστερό χέρι, και με το δεξιό να κάμνετε τον σταυρόν σας και να λέγετε: Κύριε Ιησού Χριστέ, Υιέ και Λόγε του Θεού του ζώντος, διά της Θεοτόκου και πάντων των Αγίων ελέησόν με τον αμαρτωλόν και ανάξιον δούλον σου.
Να είσαστε καλά.
Καλημέρα σας.
Χαρακτηρίζετε τὴν Κυριακὴν τοῦ Ἀσώτου ὡς «ΤΟΥ ΕΥΣΠΛΑΧΝΙΚΟΥ ΠΑΤΕΡΑ». Ἡ παραβολὴ δείχνει μὲν τὴν ἀγάπη τοῦ Εὐσπλαγχνικοῦ πατέρα, ἀλλὰ δὲν εἶναι δυνατὸν νὰ ἀλλοιώνονται οἱ ὀνομασίες τῶν Κυριακῶν κατὰ τὸ δοκοῦν, γιατὶ ναὶ μὲν ὁ Πατέρας εἶναι εὐσπλαγχνικὸς ἀλλὰ ἡ εὐσπαλαγχνία του εἶναι τόσο μεγάλη, ὥστε δέχεται καὶ τὸν ληστὴν καὶ τὸν ἄσωτον. Ὁ τονισμὸς ὀφείλει νὰ εἶναι εἰς τὸν ἄσωτον, γιατὶ ὁ καθένας μας ὢν ἄσωτος ἔχει τὴν ἐλπίδα τῆς ἐπιστροφῆς καὶ τῆς ὑποδοχῆς ἀπὸ τὸν Εὐσπλαγχνικὸ πατέρα. Ὁ Ἰωάννης ὁ Χρυσόστομος εἰς τὴν ὁμιλία του Εἰς τὴν παραβολὴν περὶ τοῦ ἀσώτου γράφει:
«ἀναπτύξωμεν πᾶσαν τὴν περὶ τοῦ ἀσώτου παραβολήν, ἵνα μάθωμεν ἐξ αὐτῆς, πῶς δεῖ προσπελάζειν τῷ ἀπροσπελάστῳ…». Ἀπροσπέλαστος ὁ εὐσπλαγχνικὸς πατέρας, ἀλλὰ διὰ τῆς ἐπιστροφῆς ἐν μετανοίᾳ γίνεται προσπελαστός.
Κάποιος τὸ πρότεινε ὡς σωστότερον καὶ χωρὶς καμμίαν ἔρευναν εἰς τὴν παράδοσιν τῆς Ἐκκλησίας καὶ εἰς τοὺς Πατέρας υἱοθετήθηκε παρά τινων εὐσεβῶν. Ὅμως καὶ τὸ Συναξάριον τῆς ἡμέρας χαρακτηρίζει τὴν παραβολὴν ὡς «τοῦ Ἀσώτου υἱοῦ» (Τῇ αὐτῇ ἡμέρᾳ τῆς τοῦ Ἀσώτου Υἱοῦ παραβολῆς ἐκ τοῦ ἱεροῦ Εὐαγγελίου μνείαν ποιούμεθα, ἣν οἱ θειότατοι Πατέρες ἡμῶν δευτέραν ἐν τῷ Τριῳδίῳ ἐνέταξαν). Οἱ θειότατοι Πατέρες…
Οἱ Πατέρες τῆς Ἐκκλησίας τὴν ὀνομάζουν ἐπίσης Παραβολὴν τοῦ Ἀσώτου:
Μέγας Ἀθανάσιος:
«Λέγει παραβολὴν πρὸς αὐτούς, τὴν τοῦ ἀπολωλότος προβάτου, τὴν τῆς δραχμῆς, καὶ τὴν τοῦ ἀσώτου παιδός».
Ἰωάννης Χρυσόστομος ὁμιλία Εἰς τὴν παραβολὴν περὶ τοῦ ἀσώτου
«ἀναπτύξωμεν πᾶσαν τὴν περὶ τοῦ ἀσώτου παραβολήν, ἵνα μάθωμεν ἐξ αὐτῆς, πῶς δεῖ προσπελάζειν τῷ ἀπροσπελάστῳ…».
Ρωμανὸς ὁ Μελωδός:
«τῆς οὖν τοῦ ἀσώτου παραβολῆς μνημονεύσω»·
Μέγας Φώτιος:
«Μνημονεύει δὲ περὶ τῆς παραβολῆς τοῦ ἀσώτου καὶ ἑτέρων τινῶν ἀναπτύξεων…».
Μετὰ τιμῆς
Καραμάτσκος Δημήτρης
Θεολόγος