Σχολιάστε

ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΑΠΟΔΟΣΙΣ ΜΕΓΑΛΗΣ ΕΟΡΤΗΣ ΤΩΝ ΘΕΟΦΑΝΕΙΩΝ (2017)

14 ΙΑΝΟΥΑΡΙΟΥ 2017

ΑΠΟΔΟΣΙΣ ΕΟΡΤΗΣ ΤΩΝ ΘΕΟΦΑΝΕΙΩΝ

Αποτέλεσμα εικόνας για ΘΕΟΦΑΝΕΙΑ ΣΤΟΝ ΙΟΡΔΑΝΗ

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη κα  κφνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα… 

χος α’

ὁ α’ χορὸς

Ἀμήν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στχ, α’. ξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ..

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

Στχ, β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στχ, γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορός

πολυτκιον  χος α’

ν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις, τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.

ὁ β’ χορὸς

ν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε,…

ὁ α’ χορός

ν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, …..

Συναπτ μικρ κα  κφνησις

  τι σν τ κρτος…

Μετ τν α’ Στιχολογαν

ὁ α’ χορὸς

Κθισμα  χος γ’ – Τν ραιτητα

πιφανέντος σου ἐν Ἰορδάνῃ Σωτήρ, καὶ βαπτισθέντος σου ὑπὸ Προδρόμου Χριστέ, ἠγαπημένος Υἱὸς ἐμαρτυρήθης, ὅθεν καὶ συνάναρχος, τῷ Πατρὶ πεφανέρωσαι. Πνεῦμα δὲ τὸ Ἅγιον, ἐπὶ σὲ κατεγίνετο, ἐν ᾧ καὶ φωτισθέντες βοῶμεν. Δόξα Θεῷ τῷ ἐν Τριάδι.

ὁ β’ χορός

Δόξα Πατρὶ… Καὶ νῦν… Τ ατ

πιφανέντος σου ἐν Ἰορδάνῃ Σωτήρ,…

Μετ τν β’ Στιχολογαν

ὁ α’ χορὸς

Κθισμα  χος δ ‘

Κατεπλάγη Ἰωσὴφ

ορδάνη ποταμέ, τί ἐθαμβήθης θεωρῶν. Τὸν ἀθεώρητον γυμνόν, εἶδον καὶ ἔφριξα φησί, καὶ πῶς γὰρ τοῦτον οὐκ ἔμελλον φρῖξαι καὶ δῦναι; Οἱ Ἄγγελοι αὐτόν, ὁρῶντες ἔφριξαν΄ ἐξέστη οὐρανός, καὶ γῆ ἐτρόμαξε, καὶ συνεστάλη θάλασσα καὶ πάντα, τὰ ὁρατὰ καὶ ἀόρατα. Χριστὸς ἐφάνη, ἐν Ἰορδάνῃ, ἁγιάσαι τὰ ὕδατα.

ὁ β’ χορός

Δόξα Πατρὶ… Καὶ νῦν… Τ ατ 

ορδάνη ποταμέ,…

Νψαλμὸς χύμα 

ΚΑΝΟΝΕΣ

Κανὼν τοῦ Κυρίου Κοσμᾶ οὗ ἡ Ἀκροστιχίς.

Βάπτισμα ῥύψις γηγενῶν ἁμαρτάδος.

δ α  χος β

αχορὸς

  Ερμς

Βυθοῦ ἀνεκάλυψε πυθμένα, καὶ διὰ ξηρᾶς οἰκείους ἕλκει, ἐν αὐτῷ κατακαλύψας ἀντιπάλους, ὁ κραταιός, ἐν πολέμοις Κύριος, ὅτι δεδόξασται.

ὁ β΄ χορὸς

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

δὰμ τὸν φθαρέντα ἀγαπλάττει, ῥείθροις Ἰορδάνου καὶ δρακόντων, κεφαλὰς ἐμφωλευόντων διαθλάττει, ὁ Βασιλεὺς τῶν αἰώνων Κύριος, ὅτι δεδόξασται.

αχορὸς

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

Πυρὶ τῆς θεότητος ἀΰλῳ, σάρκα ὑλικὴν ἠμφιεσμένος, Ἰορδάνου περιβάλλεται τὸ νᾶμα, ὁ σαρκωθεὶς ἐκ Παρθένου Κύριος, ὅτι δεδόξασται.

ὁ β΄ χορὸς

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

Τὸν ῥύπον ὁ σμήχων τῶν ἀνθρώπων, τούτοις καθαρθεὶς ἐν Ἰορδάνῃ, οἷς θελήσας ὡμοιώθη ὃ ἦν μείνας, τοὺς ἐν σκότει φωτίζει Κύριος, ὅτι δεδόξασται.

Ἕτερος Κανὼν Ἰαμβικός, τοῦ Ἁγίου Ἰωάννου τοῦ Δαμασκηνοῦ, οὗ ἡ Ἀκροστιχὶς διὰ Στίχων Ἡρωελεγείων.

Σήμερον ἀχράντοιο βαλῶν, θεοφεγγὲϊ πυρσῷ,

Πνεύματος, ἐνθάπτει νάμασιν, ἀμπλακίην,

Φλέξας παμμεδέοντος ἐϋς Πάϊς. Ἠπιόων δέ,

Ὑμνηταῖς μελέων τῶν δὲ δίδωσι χάριν.

δ α  χος β  Ερμς

αχορὸς

Στίβει θαλάσσης, κυματούμενον σάλον,

Ἤπειρον αὖθις, Ἰσραήλ δεδειγμένον.

Μέλας δὲ πόντος, τριστάτας Αἰγυπτίων,

Ἔκρυψεν ἄρδην, ὑδατόστρωτος τάφος,

Ῥώμῃ κραταιᾷ, δεξιᾶς τοῦ Δεσπότου.

ὁ β΄ χορὸς

Στίβει θαλάσσης,…

αχορὸς

Δόξα Πατρί

ρθρου φανέντος τοῖς βροτοῖς σελασφόρου,

Νῦν ἐξ ἐρήμου, πρὸς ῥοὰς Ἰορδάνου

Ἄναξ ὑπέσχες, ἡλίου σὸν αὐχένα,

Χώρου ζοφώδους, τὸν Γενάρχην ἁρπάσαι,

Ῥύπου τε παντός, ἐκκαθᾶραι τὴν κτίσιν.

ὁ β΄ χορὸς

Κα νν…

ναρχε ῥείθροις, συνταφέντα σοι Λόγε,

Νέον περαίνεις, τὸν φθαρέντα τῇ πλάνῃ ,

Ταύτην ἀφράστως, πατρόθεν δεδεγμένος,

Ὄπα κρατίστην. Οὗτος ἠγαπημένος,

Ἴσος τέ μοι παῖς, χρηματίζει τὴν φύσιν.

δ γ’

 ὁ α’ χορὸς

  Ερμς

σχὺν ὁ διδούς, τοῖς Βασιλεῦσιν ἡμῶν Κύριος, καὶ κέρας χριστῶν αὐτοῦ ὑψῶν, Παρθένου ἀποτίκτεται, μολεῖ δὲ πρὸς τὸ Βάπτισμα, διὸ πιστοὶ βοήσωμεν. Οὐκ ἔστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε.

ὁ β΄ χορὸς

σχὺν ὁ διδούς,…

ὁ α’ χορὸς

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Στειρεύουσα πρίν, ἠτεκνωμένη δεινῶς σήμερον, εὐφραίνου Χριστοῦ ἡ Ἐκκλησία, δι’ ὕδατος καὶ Πνεύματος, υἱοὶ γὰρ σοι γεγέννηνται, ἐν πίστει ἀνακράζοντες. Οὐκ ἔστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε.

ὁ β΄ χορὸς

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Μεγάλη φωνῇ, ἐν τῇ ἐρήμῳ βοᾷ Πρόδρομος΄ Χριστοῦ ἑτοιμάσατε ὁδούς, καὶ τρίβους τοῦ Θεοῦ ἡμῶν, εὐθείας ἀπεργάσασθε, ἐν πίστει ἀνακράζοντες. Οὐκ ἔστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε.

αμβικς

  ὁ α’ χορὸς

Ερμς

σοι παλαιῶν, ἐκλελύμεθα βρόχων,

Βορῶν λεόντων, συντεθλασμένων μύλας,

Ἀγαλλιῶμεν, καὶ πλατύνωμεν στόμα,

Λόγῳ πλέκοντες, ἐκ λόγων μελωδίαν,

Ὦ τῶν πρὸς ἡμᾶς, ἤδεται δωρημάτων.

ὁ β΄ χορὸς

σοι παλαιῶν,…

ὁ α’ χορὸς

Δόξα Πατρί…

Νέκρωσιν ὁ πρίν, ἐμφυτεύσας τῇ κτίσει,

Θηρὸς κακούργου, σχηματισθεὶς εἰς φύσιν,

Ἐπισκοπεῖται , σαρκικῇ παρουσίᾳ.

Ὄρθρῳ φάναντι, προσβαλὼν τῷ Δεσπότῃ,

Φλᾶν τὴν ἑαυτοῦ, δυσμενεστάτην κάραν.

ὁ β΄ χορὸς

Κα νν…

λκει πρὸς αὐτὸν τὴν θεόδμητον φύσιν,

Γαστρὸς τυράννου, συγκεχωσμένην ὅροις΄

Γεννᾷ τε αὖθις, γηγενῶν ἀναπλάσει,

Ἔργον φέριστον, ἐκτελῶν ὁ Δεσπότης.

Ἷκται γὰρ αὐτήν, ξαλεξσαι θλων.

 Συναπτ μικρ κα  κφνησις

 Ὅτι σ ε Θες μν,… 

Κθισμα  χος δ’ – Ταχ προκατλαβε

Τὰ ῥεῖθρα ἡγίασας τὰ Ἰορδάνεια, τὸ κράτος συνέτριψας, τῆς ἁμαρτίας, Χριστὲ ὁ Θεὸς ἡμῶν. ὑπέκλινας τῇ παλάμῃ, σεαυτὸν τοῦ Προδρόμου, καὶ ἔσωσας ἐκ πλάνης, τῶν ἀνθρώπων τὸ γένος. Διό σε ἱκετεύομεν Σῶσον τὸν κόσμον σου.

ᾠδὴ δ’

 ὁ β΄ χορὸς

  Ερμς

κήκοε Κύριε φωνῆς σου, ὃν εἶπας, Φωνὴ βοῶντος ἐν ἐρήμῳ ὅτε ἐβρόντησας πολλῶν ἐπὶ ὑδάτων, τῷ σῷ μαρτυρούμενος Υἱῷ, ὅλος γεγονὼς τοῦ παρόντος, Πνεύματος δὲ ἐβόησε. Σὺ εἶ Χριστός, Θεοῦ σοφία καὶ δύναμις.

ὁ α’ χορὸς

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

υπτόμενον ἥλιον τὶς εἶδεν, ὁ Κήρυξ βοᾷ, τὸν ἔκλαμπρον τῇ φύσει, ἵνα σε ὕδασιν ἀπαύγασμα τῆς δόξης, Πατρὸς χαρακτὴρ ἀϊδίου ἐκπλύνω, καὶ χόρτος ὢν, πυρὶ ψαύσω τῆς σῆς θεότητος; σὺ γὰρ Χριστός, Θεοῦ σοφία καὶ δύναμις.

ὁ β΄ χορὸς

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

πέφηνεν ἔνθεον ἣν εἶχεν, εὐλάβειαν Μωσῆς περιτυχών σοι, ὡς γὰρ τῆς βάτου σε φωνήσαντα ᾐσθήθη, εὐθὺς ἀπεστράφη τὰς ὄψεις, ἐγὼ δὲ πῶς βλέψω σε τρανῶς; ἢ πῶς χειροθετήσω σε; σὺ γὰρ Χριστός, Θεοῦ σοφία καὶ δύναμις.

ὁ α’ χορὸς

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Ψυχῆς τελῶν ἔμφρονος, καὶ λόγῳ τιμώμενος, ἀψύχων εὐλαβοῦμαι, εἶ γὰρ βαπτίσω σε, κατήγορόν μοὶ ἔσται, πυρὶ καπνιζόμενον ὄρος, φυγοῦσα δὲ θάλασσα διχῇ, καὶ Ἰορδάνης οὗτος στραφείς, σὺ γὰρ Χριστός, Θεοῦ σοφία καὶ δύναμις.

Ἰαμβικὸς

ὁ β΄ χορὸς

Ερμς

Πυρσῷ καθαρθεὶς μυστικῆς θεωρίας,

Ὑμνῶν Προφήτης τὴν βροτῶν καινουργίαν,

Ῥήγνυσι γῆρυν, Πνεύματι κροτουμένην,

Σάρκωσιν ἐμφαίνουσαν ἀῤῥήτου Λόγου,

ᾧ τῶν δυναστῶν τὰ κράτη συνετρίβη.

ὁ α’ χορὸς

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Πεμφθεὶς ὁ Πατρὸς παμφαέστατος Λόγος,

Νυκτὸς διῶσαι τὴν καχέσπερον σχέσιν,

Ἔκριζον ἥκεις, καὶ βροτῶν ἁμαρτίας,

Υἷας συνελκῦσαί τε τῇ σῇ Βαπτίσει,

Μάκαρ ,φαεινούς, ἐκ ῥοῶν Ἰορδάνου.

ὁ β’ χορὸς

Δόξα Πατρί…

Αὐτὸν προσιδὼν τὸν περίκλυτον Λόγον,

Τρανῶς ὁ κήρυξ ἐκβοᾶται τῇ κτίσει,

Οὗτος προών μου, δεύτερος τῷ σαρκίῳ,

Σύμμορφος ἐξέλαμψεν ἐνθέῳ σθένει,

Ἔχθιστον ἡμῶν ἐξελεῖν ἁμαρτίαν.

ὁ α’ χορὸς

Κα νν…

Νομὴν πρὸς αὐτὴν τὴν φερέσβιον φέρων,

Θηρᾷ δρακόντων φωλεοῖς ἐπιτρέχων,

Ἄπλητα κύκλα καββαλὼν Θεὸς Λόγος,

Πτέρνῃ τε τὸν πλήττοντα παμπήδην γένος,

Τοῦτον καθειργνύς,…

ὁ β΄ χορὸς

κσαώζει τὴν κτίσιν.

δ ε’

ὁ α’ χορὸς

  Ερμς

ησοῦς ὁ ζωῆς ἀρχηγός, λῦσαι τὸ κατάκριμα ἥκει, Ἀδὰμ τοῦ πρωτοπλάστου, καθαρσίων δέ, ὡς Θεὸς μὴ δεόμενος, τῷ πεσόντι καθαίρεται ἐν τῷ Ἰορδάνῃ, ἐν ᾧ τήν ἔχθραν κτείνας, ὑπερέχουσαν πάντα νοῦν, εἰρήνην χαρίζεται.

ὁ β΄ χορὸς

ησοῦς ὁ ζωῆς ἀρχηγός,…

ὁ α’ χορὸς

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Συνελθόντων ἀπείρων λαῶν, ὑπὸ Ἰωάννου βαπτισθῆναι, αὐτὸς ἐν μέσῳ ἔστη, προσεφώνει δὲ τοῖς παροῦσι. Τὶς ἔδειξεν ἀπειθεῖς, τὴν ὀργὴν ὑμῖν ἐκκλῖναι τὴν μέλλουσαν; καρποὺς ἀξίους Χριστῷ ἐκτελεῖτε, παρὼν γὰρ νῦν, εἰρήνην χαρίζεται.

ὁ β΄ χορὸς

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Γεωργὸς ὁ καὶ δημιουργός, μέσος ἑστηκὼς ὡς εἷς ἁπάντων, καρδίας ἐμβατεύει, καθαρτήριον δὲ πτύον χειρισάμενος, τὴν παγκόσμιον ἅλωνα πανσόφως διΐστησι, τήν ἀκαρπίαν φλέγων, εὐκαρποῦσιν αἰώνιον, ζωὴν χαριζόμενος.

αμβικς

ὁ α’ χορὸς

Ερμς

χθροῦ ζοφώδους καὶ βεβορβορωμένου,

Ἰὸν καθάρσει Πνεύματος λελουμένοι,

Νέαν προσωρμίσθημεν ἀπλανῆ τρίβον,

Ἄγουσαν ἀπρόσιτον εἰς θυμηδίαν,

Μόνοις προσιτήν, οἷς Θεὸς κατηλλάγη.

ὁ β΄ χορὸς

χθροῦ ζοφώδους…

ὁ α’ χορὸς

Δόξα Πατρί…

θρῶν ὁ Πλάστης ἐν ζόφῳ τῶν πταισμάτων,

Σειραῖς ἀφύκτοις, ὃν διαρθροῖ δακτύλοις,

Ἵστησιν ἀμφ’ ὤμοισιν ἐξάρας ἄνω,

Νῦν ἐν πολυῤῥύτοισι δίναις ἐκπλύνων,

Αἴσχους παλαιοῦ τῆς Ἀδὰμ καχεξίας. 

ὁ β΄ χορὸς

Κα νν…

Μετ’ εὐσεβείας προσδάμωμεν εὐτόνως,

Πηγαῖς ἀχράντοις ῥεύσεως σωτηρίου,

Λόγον κατοπτεύσοντες ἐξ ἀκηράτου,

Ἄντλημα προσφέροντα δίψης ἐνθέου,

Κόσμου προσηνῶς…

ὁ α’ χορὸς

ξακεύμενον νόσον. 

δ ς’

ὁ β΄ χορὸς

  Ερμς

φωνὴ τοῦ Λόγου, ὁ λύχνος τοῦ φωτός, ὁ ἑωσφόρος, ὁ τοῦ Ἠλίου Πρόδρομος, ἐν τῇ ἐρήμῳ, μετανοεῖτε, πᾶσι βοᾷ τοῖς λαοῖς, καὶ προκαθαίρεσθε. ἰδοὺ γὰρ πάρεστι Χριστός, ἐκ φθορᾶς τὸν κόσμον λυτρούμενος.

ὁ α’ χορὸς

φωνὴ τοῦ Λόγου…

ὁ β΄ χορὸς

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Γεννηθεὶς ἀῤῥεύστως, ἐκ Θεοῦ καὶ Πατρός, ἐκ τῆς Παρθένου, δίχα σαρκοῦται ῥύπου Χριστός, οὗ τὸν ἱμάντα, τὴν ἐξ ἡμῶν τοῦ Λόγου συνάφειαν, λύειν ἀμήχανον, διδάσκει ὁ Πρόδρομος, γηγενεῖς ἐκ πλάνης λυτρούμενος.

ὁ α’ χορὸς

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

ν πυρὶ βαπτίζει, τελευταίῳ Χριστός, τοὺς ἀπειθοῦντας, καὶ μὴ Θεὸν φρονοῦντας αὐτόν, ἐν Πνεύματι δὲ καινοποιεῖ, δι’ ὕδατος χάριτι, τοὺς ἐπιγνώμονας αὐτοῦ τῆς θεότητος, τῶν πλημμελημάτων λυτρούμενος.

Ἰαμβικὸς

ὁ β΄ χορὸς

Ερμς

μερτὸν ἐξέφηνε σὺν πανολβίῳ,

Ἤχῳ Πατήρ, ὃν γαστρὸς ἐξηρεύξατο.

Ναὶ, φησιν, οὗτος, συμφυὴς γόνος πέλων,

Φώταυγος ἐξώρουσεν ἀνθρώπων γένους,

Λόγος τέ μου ζῶν, καὶ βροτὸς προμηθείᾳ.

ὁ α’ χορὸς

μερτὸν ἐξέφηνε…

ὁ β΄ χορὸς

Δόξα Πατρὶ…

κ ποντίου λέοντος ὁ τριέσπερος,

Ξένως Προφήτης ἐγκάτοις φλοιδούμενος,

Αὖθις προῆλθε, τῆς παλιγγενεσίας,

Σωτηρίαν δράκοντος ἐκ βροτοκτόνου,

Πᾶσι προφαίνων, τῶν χρόνων ἐπ’ ἐσχάτων.

ὁ α’ χορὸς

Κα νν…

νειμένων πόλοιο παμφαῶν πτυχῶν,

Μύστης ὁρᾷ πρὸς Πατρὸς ἐξικνούμενον,

Μένον τε Πνεῦμα τῷ παναχράντῳ Λόγῳ,

Ἐπελθὸν ὡς πέλειαν ἀφράστῳ τρόπῳ,

Δήμοις τε φαίνει, προσδραμεν τ Δεσπτῃ.

Συναπτ μικρ κα  κφνησις

Σ γρ ε Βασιλες…

Κοντκιον χος δ’

πεφάνης σήμερον τῇ οἰκουμένῃ, καὶ τὸ φῶς σου Κύριε, ἐσημειώθη ἐφ’ ἡμᾶς, ἐν ἐπιγνώσει ὑμνοῦντάς σε. λθες φνης τ Φς τ πρσιτον.

Οκος

Τῇ Γαλιλαίᾳ τῶν Ἐθνῶν, τῇ τοῦ Ζαβουλὼν χώρᾳ, καὶ τοῦ Νεφθαλεὶμ γαίᾳ, ὡς εἶπεν ὁ Προφήτης, φῶς μέγα ἔλαμψε Χριστός. Τοῖς ἐσκοτισμένοις φαεινὴ ὤφθη αὐγή, ἐκ Βηθλεὲμ ἀστράπτουσα, μᾶλλον δὲ ἐκ Μαρίας ὁ Κύριος πάσῃ τῇ οἰκουμένῃ ἀνατέλλει τὰς ἀκτῖνας, ὁ Ἥλιος τῆς δικαιοσύνης. Διὸ, οἱ ἐξ Ἀδὰμ γυμνοὶ, δεῦτε πάντες ὑποδύωμεν αὐτόν, ἵνα θαλφθῶμεν. Σκέπη γὰρ γυμνῶν, καὶ αἴγλη ἐσκοτισμένων, λθες φνης τ Φς τ πρσιτον.

Σ υ ν α ξ ά ρ ι ο ν

 ΤΙΔ’ τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Ἀββάδων, τῶν ἐν Σινᾷ ὄρει ἀναιρεθέντων.

Στίχοι

  • Σπάθαι τὸ πράξαν ὧδε τοὺς πολλοὺς φόνους,

  • Τὸ δ’ αὒ πεπονθός, ἄνδρες ἀρετῆς φίλοι.

  • Ἀββάδας ἀμφὶ τετάρτη καὶ δεκάτη κτάνε χαλκός.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων τριάκοντα τριῶν Πατέρων, τῶν ἐν τῇ Ῥαϊθῷ ἀναιρεθέντων.

Στίχοι

  • Ὡς πρὶν Ῥαχὴλ τὰ τέκνα, νῦν τοὺς Ἀββάδας,

  • Κλαίει Ῥαϊθώ, συγκεκομμένους σπάθαις.

 Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ᾑμων Θεοδούλου, υἱοῦ Νείλου τοῦ σοφοῦ.

Στίχοι

  • Ὁ Θεόδουλος ἀρεταῖς ὤφθη μέγας,

  • Μιμούμενος μάλιστα πατρὸς τὸν βίον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν Στεφάνου, τοῦ κτίσαντος τὴν Μονὴν τοῦ Χηνολάκκου.

Στίχοι

  • Τῷ Χηνολάκκου τὴν Μονὴν δειμαμένῳ.

  • Θείῳ Στεφάνῳ, λάκκος ὠρύχθη τάφου.

Τῇ αὐτῇ ἡμέρᾳ,, ἡ ἁγία Μάρτυς Ἁγνή, ἐν σκοτεινῇ φρουρᾷ βληθεῖσα, τελειοῦται.

Στίχοι

  • Ἁγνὴν ἄναγνοι θέντες εἰς οἶκον σκότους,

  • Πάμφωτον αὐτὴ προὐξένησαν οἰκίαν.

Ταῖς τῶν ἁγίων σου πρεσβείαις, ὁ Θεός,ἐλέησον ἡμᾶς. Ἀμήν.

ΚΑΤΑΒΑΣΙΑΙ

ὁ α’ χορός 

ᾠδὴ α’  ἦχος β’

Βυθοῦ ἀνεκάλυψε πυθμένα καὶ διὰ ξηρᾶς οἰκείους ἕλκει, ἐν αὐτῷ κατακαλύψας ἀντιπάλους, ὁ κραταιός, ἐν πολέμοις Κύριος, ὅτι δεδόξασται.

ὁ β΄ χορὸς

αμβικς

Στίβει θαλάσσης, κυματούμενον σάλον,

Ἤπειρον αὖθις, Ἰσραὴλ δεδειγμένον,

Μέλας δὲ πόντος, τριστάτας Αἰγυπτίων,

Ἔκρυψεν ἄρδην, ὑδατόστρωτος τάφος,

Ῥώμῃ κραταιᾷ, δεξιᾶς τοῦ Δεσπότου.

ᾠδ γ’

ὁ α’ χορός 

σχὺν ὁ διδοὺς τοῖς βασιλεῦσιν ἡμῶν Κύριος, καὶ κέρας χριστῶν αὐτοῦ ὑψῶν, Παρθένου ἀποτίκτεται, μολεῖ δὲ πρὸς τὸ Βάπτισμα, διὸ πιστοὶ βοήσωμεν, οὐκ ἔστιν Ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος πλήν σου Κύριε.

αμβικς

βχορός

σοι παλαιῶν ἐκλελύμεθα βρόχων,

Βορῶν λεόντων συντεθλασμένων μύλας,

Ἀγαλλιῶμεν, καὶ πλατύνωμεν στόμα,

Λόγῳ πλέκοντες ἐκ λόγων μελῳδίαν,

Ὢ τῶν πρὸς ἡμᾶς…

ὁ α’ χορός 

δεται δωρημάτων. 

ᾠδ δ’

βχορός

κήκοε Κύριε φωνῆς σου, ὃν εἶπας, Φωνὴ βοῶντος ἐν ἐρήμῳ, ὅτε ἐβρόντησας πολλῶν ἐπὶ ὑδάτων, τῷ σῷ μαρτυρούμενος Υἱῷ, ὅλος γεγονὼς τοῦ παρόντος, Πνεύματος δὲ ἐβόησε. Σὺ εἶ Χριστός, Θεοῦ Σοφία καὶ Δύναμις.

αμβικς

ὁ α’ χορός 

Πυρσῷ καθαρθεὶς μυστικῆς θεωρίας,

Ὑμνῶν Προφήτης τὴν βροτῶν καινουργίαν,

Ῥήγνυσι γῆρυν, Πνεύματι κροτουμένην,

Σάρκωσιν ἐμφαίνουσαν ἀῤῥήτου Λόγου,

Ὢ τῶν δυναστῶν…

βχορός

τὰ κράτη συνετρίβη.

ᾠδ ε

ὁ α’ χορός 

ησοῦς ὁ ζωῆς ἀρχηγός, λῦσαι τὸ κατάκριμα ἥκει, Ἀδὰμ τοῦ πρωτοπλάστου, καθαρσίων δέ, ὡς Θεὸς μὴ δεόμενος, τῷ πεσόντι καθαίρεται ἐν τῷ Ἰορδάνῃ, ἐν ᾧ τήν ἔχθραν κτείνας, ὑπερέχουσαν, πάντα νοῦν εἰρήνην χαρίζεται.

αμβικς

βχορός

χθροῦ ζοφώδους καὶ βεβορβορωμένου,

Ἰὸν καθάρσει Πνεύματος λελουμένοι,

Νέαν προσωρμίσθημεν ἀπλανῆ τρίβον,

Ἄγουσαν ἀπρόσιτον εἰς θυμηδίαν,

Μόνοις προσιτήν,…

ὁ α’ χορός 

οἷς Θεὸς κατηλλάγη.

ᾠδ Ϛ’

βχορός

φωνὴ τοῦ λόγου, ὁ λύχνος τοῦ φωτός, ὁ ἑωσφόρος, ὁ τοῦ Ἡλίου Πρόδρομος, ἐν τῇ ἐρήμῳ, Μετανοεῖτε, πᾶσι βοᾷ τοῖς λαοῖς, καὶ προκαθαίρεσθε, ἰδοὺ γὰρ πάρεστι Χριστός, ἐκ φθορᾶς τὸν κόσμον λυτρούμενος.

αμβικς

ὁ α’ χορός 

μερτὸν ἐξέφηνε σὺν πανολβίῳ,

Ἤχῳ Πατήρ, ὃν γαστρὸς ἐξηρεύξατο,

Ναί, φησίν, οὗτος, συμφυὴς γόνος πέλων,

Φώταυγος ἐξώρουσεν ἀνθρώπων γένους,

Λόγος τέ μου ζῶν,…

βχορός

καὶ βροτὸς προμηθείᾳ.

ᾠδ ζ’

ὁ α’ χορός 

Νέους εὐσεβεῖς, καμίνῳ πυρὸς  προσομιλήσαντας, διασυρίζον πνεῦμα δρόσου, ἀβλαβεῖς διεφύλαξε, καὶ θείου Ἀγγέλου συγκατάβασις, ὅθεν ἐν φλογὶ δροσιζόμενοι, εὐχαρίστως ἀνέμελπον. Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

αμβικς

βχορός

φλεξε ῥείθρῳ τῶν δρακόντων τὰς κάρας,

Ὁ τῆς καμίνου τὴν μετάρσιον φλόγα,

Νέους φέρουσαν εὐσεβεῖς κατευνάσας,

Τὴν δυσκάθεκτον ἀχλὺν ἐξ ἁμαρτίας,

Ὅλην πλύνει δέ,…

ὁ α’ χορός 

τῇ τοῦ Πνεύματος δρόσῳ.

ᾠδ η’

βχορός

Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον.

Μυστήριον παράδοξον, ἡ Βαβυλῶνος ἔδειξε κάμινος, πηγάσασα δρόσον, ὅτι ῥείθροις ἔμελλεν, ἄϋλον πῦρ εἰσδέχεσθαι ὁ Ἰορδάνης, καὶ στέγειν σαρκί, βαπτιζόμενον τὸν Κτίστην, ὃν εὐλογοῦσι Λαοί, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.

αμβικς

ὁ α’ χορός 

λευθέρα μὲν ἡ κτίσις γνωρίζεται,

Υἱοὶ δὲ φωτός, οἱ πρὶν ἐσκοτισμένοι.

Μόνος στενάζει, τοῦ σκότους ὁ προστάτης.

Νῦν εὐλογείτω συντόνως τὸν αἴτιον,

Ἡ πρὶν τάλαινα τν θνν παγκληρα.

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…  

δ θ’

ΜΕΤΑ ΜΕΓΑΛΥΝΑΡΙΩΝ

ὁ α’ χορός 

χος β’

Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν καὶ ἐνδοξοτέραν, τῶν ἄνω στρατευμάτων.                                 Ερμς

πορεῖ πᾶσα γλῶσσα, εὐφημεῖν πρὸς ἀξίαν, ἰλιγγιᾷ δὲ νοῦς καὶ ὑπερκόσμιος, ὑμνεῖν σε Θεοτόκε, ὅμως ἀγαθὴ ὑπάρχουσα, τὴν πίστιν δέχου, καὶ γὰρ τὸν πόθον οἶδας, τὸν ἔνθεον ἡμῶν, σὺ γὰρ Χριστιανῶν εἶ προστάτις, σὲ μεγαλύνομεν.

ὁ β’ χορός 

Μεγάλυνον ψυχή μου, τὸν ἐν Ἰορδάνῃ, ἐλθόντα βαπτισθῆναι.

Δαυΐδ πάρεσο Πνεύματι τοῖς φωτιζομένοις΄ Νῦν προσέλθετε, ἄδε, πρὸς Θεόν, ἐν πίστει λέγων φωτίσθητε, οὗτος ὁ πτωχὸς ἐκέκραξεν Ἀδὰμ ἐν πτώσει΄ καὶ γὰρ αὐτοῦ εἰσήκουσε Κύριος ἐλθὼν ῥείθροις τοῦ Ἰορδάνου, φθαρέντα δὲ ἀνεκαίνισεν.

ὁ α’ χορός 

Μεγάλυνον ψυχή μου, τὸν ὑπὸ Προδρόμου, τὸ βάπτισμα λαβόντα.

Ἡσαΐας΄ Λούσασθε, καὶ καθάρθητε φάσκει, τὰς πονηρίας ἔναντι, ἀφέλεσθε Κυρίου, οἱ διψῶντες, ὕδωρ ἐπὶ ζῶν πορεύεσθε, ῥανεῖ γὰρ ὕδωρ καινοποιὸν Χριστός, τοῖς προστρέχουσιν αὐτῷ ἐν πίστει, καὶ πρὸς ζωὴν τὴν ἀγήρω, βαπτίζει Πνεύματι.

ὁ β’ χορός 

Μεγάλυνον ψυχή μου, τὸν ἐκ τῆς πατρῴας, φωνῆς μαρτυρηθέντα.

Συντηρώμεθα χάριτι, πιστοὶ καὶ σφραγῖδι. Ὡς γὰρ ὄλεθρον ἔφυγον, φλιᾶς Ἑβραῖοι πάλαι αἱμαχθείσης, οὕτω καὶ ἡμῖν ἐξόδιον τὸ θεῖον τοῦτο, τῆς παλιγγενεσίας λουτήριον ἔσται΄ ἔνθεν καὶ τῆς Τριάδος, ὀψόμεθα φῶς τὸ ἄδυτον.

αμβικς 

ὁ α’ χορός 

Σήμερον ὁ Δεσπότης, κλίνει τὸν αὐχένα, χειρὶ τῇ τοῦ Προδρόμου.

Ερμς

τῶν ὑπὲρ νοῦν, τοῦ τόκου σου θαυμάτων!

Νύμφη πάναγνε, Μῆτερ εὐλογημένη!

Δι’ ἧς τυχόντες παντελοῦς σωτηρίας,

Ἐπάξιον κροτοῦμεν ὡς εὐεργέτῃ,

Δῶρον φέροντες ὕμνον εὐχαριστίας.

ὁ β’ χορός 

Σήμερον Ἰωάννης, βαπτίζει τὸν Δεσπότην, ἐν ῥείθροις, Ἰορδάνου.

τῶν ὑπὲρ νοῦν,…

ὁ α’ χορός 

Δξα Πατρί…

Μεγάλυνον ψυχή μου, τῆς τρισυποστάτου, καὶ ἀδιαιρέτου, θεότητος τὸ κράτος.

δμεν τὰ Μωσεῖ τῇ βάτῳ δεδειγμένα,

Δεῦρο ξένοις, θεσμοῖσιν ἐξειργασμένα.

Ὡς γὰρ σέσωσται, πυρφοροῦσα Παρθένος,

Σελασφόρον τεκοῦσα τὸν εὐεργέτην,

Ἰορδάνου τε, ῥεῖθρα προσδεδεγμένα.

ὁ β’ χορός 

Κα νν…

Μεγάλυνον ψυχή μου, τὴν λυτρωσαμένην, ἡμᾶς ἐκ τῆς κατάρας.

Χρίεις τελειῶν, τὴν βρότειον οὐσίαν,

Ἄναξ ἄναρχε, Πνεύματος κοινωνίᾳ,

Ῥοαῖς ἀχράντοις, ἐκκαθάρας καὶ σκότους,

Ἰσχὺν θριαμβεύσας τε, τὴν ἐπῃρμένην,

Νῦν εἰς ἄληκτον, ἐξαμείβεαι βίον.

ὁ α’ χορὸς 

Καταβασα

Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, τῶν ἄνω στρατευμάτων.

πορεῖ πᾶσα γλῶσσα, εὐφημεῖν πρὸς ἀξίαν ἰλιγγιᾷ δὲ νοῦς καὶ ὑπερκόσμιος, ὑμνεῖν σε Θεοτόκε, ὅμως ἀγαθὴ ὑπάρχουσα, τὴν πίστιν δέχου, καὶ γὰρ τὸν πόθον οἶδας, τὸν ἔνθεον ἡμῶν, σὺ γὰρ Χριστιανῶν εἶ προστάτις, σὲ μεγαλύνομεν.

ὁ β’ χορὸς

Μεγάλυνον ψυχή μου, τὴν λυτρωσαμένην, ἡμᾶς ἐκ τῆς κατάρας.

αμβικς

τῶν ὑπὲρ νοῦν, τοῦ τόκου σου θαυμάτων!

Νύμφη πάναγνε, Μῆτερ εὐλογημένη,

Δι’ ἧς τυχόντες παντελοῦς σωτηρίας,

Ἐπάξιον κροτοῦμεν ὡς εὐεργέτῃ,

Δῶρον φέροντες μνον εχαριστας.

Συναπτ μικρκα  κφνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

ὁ α’ χορός

πεσκψατο μς  Ἦχος γ’.  

πεφάνη ὁ Σωτήρ, ἡ χάρις ἡ ἀλήθεια, ἐν ῥείθροις τοῦ Ἰορδάνου, καὶ τοὺς ἐν σκότει καὶ σκιᾷ, καθεύδοντας ἐφώτισε, καὶ γὰρ ἦλθεν, ἐφάνη, τὸ φῶς τὸ ἀπρόσιτον.

ὁ β’ χορός

πεφάνη ὁ Σωτήρ,…

ὁ α’ χορός

πεφάνη ὁ Σωτήρ, ἡ χάρις ἡ ἀλήθεια, ἐν ῥείθροις τοῦ Ἰορδάνου, καὶ τοὺς ἐν σκότει καὶ σκιᾷ, καθεύδοντας ἐφώτισε, καὶ γὰρ ἦλθεν ἐφάνη,…

ὁ β’ χορός

τὸ φῶς τὸ ἀπρόσιτον.

ΑΙΝΟΙ

ὁ α’ χορός

Ἦχος α’.

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ α’ χορός

Στίχ. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.

χος α’  Γερμανοῦ Πατριάρχου

Φῶς ἐκ φωτός, ἔλαμψε τῷ κόσμῳ, Χριστὸς ὃ Θεὸς ἡμῶν, ὁ ἐπιφανεὶς Θεός, τοῦτον λαοὶ προσκυνήσωμεν.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.

Φῶς ἐκ φωτός, ἔλαμψε τῷ κόσμῳ, Χριστὸς ὃ Θεὸς ἡμῶν, ὁ ἐπιφανεὶς Θεός, τοῦτον λαοὶ προσκυνήσωμεν.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

ατς

Πῶς σε Χριστέ, δοῦλοι τὸν Δεσπότην ἀξίως τιμήσωμεν; ὅτι ἐν τοῖς ὕδασι, πάντας ἡμᾶς ἀνεκαίνισας.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

ατς

Σὺ ἐν Ἰορδάνῃ βαπτισθεὶς ὁ Σωτὴρ ἡμῶν, τὰ ῥεῖθρα ἡγίασας, τῇ παλάμῃ τοῦ δούλου χειροθετούμενος, καὶ τὰ πάθη τοῦ Κόσμου ἰώμενος. Μέγα τὸ μυστήριον τῆς οἰκονομίας σου! φιλάνθρωπε Κύριε, δόξα σοι.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

ατς

Τὸ ἀληθινὸν φῶς ἐπεφάνη, καὶ πᾶσι τὸν φωτισμὸν δωρεῖται. Βαπτίζεται Χριστὸς μεθ’ ἡμῶν, ὁ πάσης ἐπέκεινα καθαρότητος, ἐνίησι τὸν ἁγιασμὸν τῷ ὕδατι, καὶ ψυχῶν τοῦτο καθάρσιον γίνεται, ἐπίγειον τὸ φαινόμενον, καὶ ὑπὲρ τοὺς οὐρανοὺς τὸ νοούμενον, διὰ λουτροῦ σωτηρία, δι’ ὕδατος τὸ Πνεῦμα, διὰ καταδύσεως, ἡ πρός Θεὸν ἡμῶν ἄνοδος γίνεται, θαυμάσια τὰ ἔργα σου Κύριε! δόξα σοι.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ατς

περιβάλλων τὸν οὐρανὸν ἐν νεφέλαις, ῥεῖθρα περιβάλλεται σήμερον τὰ Ἰορδάνεια, καὶ τὴν ἐμὴν καθαίρεται κάθαρσιν, ὁ τοῦ κόσμου αἴρων τὴν ἁμαρτίαν, καὶ ὑπὸ τοῦ συγγενοῦς ἄνωθεν μαρτυρεῖται Πνεύματος, Υἱὸς μονογενὴς ὑπάρχων τοῦ ὑψίστου Πατρός, πρὸς ὃν βοήσωμεν΄ Ὁ ἐπιφανεὶς καὶ σώσας ἡμᾶς, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.

ὁ α’ χορός

Δόξα Πατρί… χος πλ. β’ Ἀνατολίου

Νάματα Ἰορδάνεια περιεβάλου Σωτήρ, ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, καὶ ἔκλινας κορυφὴν τῷ Προδρόμῳ ὁ τὸν οὐρανὸν μετρήσας σπιθαμῇ, ἵνα ἐπιστρέψῃς κόσμον ἐκ πλάνης, καὶ σώσῃς τὰς ψυχὰς ἡμῶν.

ὁ β’ χορός

Κα νν… χος β’ νατολου

Σήμερον ὁ Χριστός, ἐν Ἰορδάνῃ ἦλθε βαπτισθῆναι. Σήμερον Ἰωάννης ἅπτεται, κορυφῆς τοῦ Δεσπότου. Αἱ δυνάμεις τῶν οὐρανῶν ἐξέστησαν, τὸ παράδοξον ὁρῶσαι μυστήριον. Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἰδὼν ἀνεστρέφετο. Ἡμεῖς δὲ οἱ φωτισθέντες βοῶμεν….

Δοξολογία Μεγάλη

Εἰς χον β’ ( σύντομος )

ὁ α’ χορός

Δόξα τῷ φανέντι Θεῷ, καὶ ἐπὶ γῆς ὀφθέντι, καὶ φωτίσαντι τὸν κόσμον.

ὁ β’ χορός

  • μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

ὁ α’ χορός

  • Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.

ὁ β’ χορός

  • Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

ὁ α’ χορός

  • Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

  • τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

ὁ α’ χορός

  • Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ὁ β’ χορός

  • Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

ὁ β’ χορός

  • Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

ὁ α’ χορός

  • Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

ὁ β’ χορός

  • τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

ὁ α’ χορός

  • Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

              Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ β’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

Ἅγιος ὁ Θεός
ὁ β’ χορός

Ἅγιος Ἰσχυρός
ὁ α’ χορός

γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

 καὶ εὐθύς

ὁ β’ χορός

τὸ ἀπολυτίκιον τῆς Ἑορτῆς

χος α’

ν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις, τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δξα σοι.

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Τὰ παρόντα

ΑΝΤΙΦΩΝΑ

᾽Αντίφωνον α´

Ἦχος β´.

Στίχ. α‘. Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου, οἴκου Ἰακὼβ ἐκ λαοῦ βαρβάρου, ἐγενήθη Ἰουδαία ἁγίασμα αὐτοῦ,Ἰσραὴλ ἐξουσία αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

Στίχ. β’. Ἡ θάλασσα εἶδε, καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Στίχ. γ’. Τί σοι ἔστι θάλασσα ὅτι ἔφυγες; καὶ σύ Ἰορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Στίχ. δ‘. Ἀπὸ προσώπου Κυρίου ἐσαλεύθη ἡ γῆ, ἀπὸ προσώπου τοῦ Θεοῦ ᾿Ιακὼβ

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Δόξα Πατρὶ… Καὶ νῦν…

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Ἀντίφωνον Β

Ἦχος β

Στίχ. α‘. Ἠγάπησα, ὅτι εἰσακούσεται Κύριος τῆς φωνῆς τῆς δεήσεώς μου.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν Ἰορδάνῃ ὑπὸ Ἰωάννου βαπτισθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα.

Στίχ. β’. Ὅτι ἔκλινε τὸ οὖς αὐτοῦ ἐμοί, καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν Ἰορδάνῃ…

Στίχ. γ’. Περιέσχον με ὠδῖνες θανάτου, κίνδυνοι ᾅδου εὕροσάν με.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν Ἰορδάνῃ…

Στίχ. δ’. Ἐλεήμων ὁ Κύριος καὶ δίκαιος, καὶ ὁ Θεὸς ἡμῶν ἐλεεῖ.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν Ἰορδάνῃ…

Δόξα Πατρί…Καὶ νῦν καὶ ἀεὶ…

μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας΄ Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

Ἀντίφωνον Γ‘

Ἦχος α‘

Στίχ. α‘. Ἐξομολογεῖσθε τῷ Κυρίω, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

ν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις, τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.

Στίχ. β‘. Εἰπάτω δὴ οἶκος Ἰσραήλ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

ν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε…

Στίχ. γ‘. Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸ Κύριον, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

ν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε…

Εἴσοδος.

Εἰσοδικὸν

     ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὃταν τελεῖται συλλείτουργον)

Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, Θεὸς Κύριος καὶ ἐπέφανεν   ἡμῖν. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν Ἰορδάνῃ ὑπὸ Ἰωάννου βαπτισθείς…

ψάλλοντάς σοι, Ἀλληλούϊα.

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

τὸ Ἀπολυτίκιον τῆς Ἑορτῆς

χος α

ν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις, τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.

Τοῦ Ναοῦ

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)     

τ Κοντκιον  χος δ’

πεφάνης σήμερον τῇ οἰκουμένῃ, καὶ τὸ φῶς σου Κύριε, ἐσημειώθη ἐφ’ ἡμᾶς, ἐν ἐπιγνώσει ὑμνοῦντάς σε. Ἦλθες ἐφάνης τ Φς τ πρσιτον.

Τρισάγιον.

᾽Απόστολος

Προκείμενον ἦχος δ’.

Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. ξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

Πρὸς Ἐφεσίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα (6:10-17)

δελφοί, ἐνδυναμοῦσθε ἐν Κυρίῳ καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ. Ἐνδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ πρὸς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου· ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. Διὰ τοῦτο ἀναλάβετε τὴν πανοπλίαν τοῦ Θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ καὶ ἅπαντα κατεργασάμενοι στῆναι. Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ, καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης, καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης, ἐν πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι· καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθε, καὶ τὴν μάχαιραν τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ.

λληλούϊα (γ’)

Εὐαγγέλιον

Ἐκ τοῦ κατὰ Ματθαῖον

δ΄ 1 – 11

Τῷ καιρῷ ἐκείνῳ, ἀνήχθη ὁ ᾽Ιησοῦς εἰς τὴν ἔρημον ὑπὸ τοῦ πνεύματος, πειρασθῆναι ὑπὸ τοῦ διαβόλου. Καὶ νηστεύσας ἡμέρας τεσσαράκοντα καὶ νύκτας τεσσαράκοντα ὕστερον ἐπείνασε. Καὶ προσελθὼν αὐτῷ ὁ πειράζων εἶπεν, Εἰ υἱὸς εἶ τοῦ Θεοῦ, εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται. Ὁ δὲ ἀποκριθεὶς εἶπεν, Γέγραπται, Οὐκ ἐπ᾽ ἄρτῳ μόνῳ ζήσεται ὁ ἄνθρωπος, ἀλλ᾽ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ. Τότε παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς τὴν ἁγίαν πόλιν, καὶ ἵστησιν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ,καὶ λέγει αὐτῷ, Εἰ υἱὸς εἶ τοῦ Θεοῦ, βάλε σεαυτὸν κάτω· γέγραπται γὰρ ὅτι Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ καὶ ἐπὶ χειρῶν ἀροῦσίν σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. Ἔφη αὐτῷ ὁ ᾽Ιησοῦς, Πάλιν γέγραπται, Οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου. Πάλιν παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς ὄρος ὑψηλὸν λίαν, καὶ δείκνυσιν αὐτῷ πάσας τὰς βασιλείας τοῦ κόσμου καὶ τὴν δόξαν αὐτῶν,καὶ λέγει αὐτῷ·Ταῦτά σοι πάντα δώσω ἐὰν πεσὼν προσκυνήσῃς μοι. Τότε λέγει αὐτῷ ὁ ᾽Ιησοῦς, Ὕπαγε, ὀπἰσω μου, Σατανᾶ· γέγραπται γάρ· Κύριον τὸν Θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις. Τότε ἀφίησιν αὐτὸν ὁ διάβολος, καὶ ἰδοὺ ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ.

Δόξα σοι, Κύριε, δόξα σοι. 

Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου

Εἰς τό᾽Εξαιρέτως

Ἦχος β’

 Μεγάλυνον ψυχή μου, τὴν λυτρωσαμένην, ἡμᾶς ἐκ τῆς κατάρας.  

τῶν ὑπὲρ νοῦν, τοῦ τόκου σου θαυμάτων!

Νύμφη πάναγνε, Μῆτερ εὐλογημένη,

Δι’ ἧς τυχόντες παντελοῦς σωτηρίας,  

Ἐπάξιον κροτοῦμεν ὡς εὐεργέτῃ,

Δῶρον φέροντες ὕμνον εὐχαριστίας.  

Κοινωνικν

πεφάνη ἡ χάρις τοῦ Θεοῦ, ἡ σωτήριος πᾶσιν ἀνθρώποις. Ἀλληλούϊα.

᾽Αντί τοῦ· «Εἴδομεν τό φῶς…».

Ἀπολυτίκιον. Ἦχος α’. 

ν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις, τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.

 

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.

 

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρὶς)

https://agioskosmasoaitolos.wordpress.com

14-%ce%b9%ce%b1%ce%bd17-%ce%b1%cf%80%ce%bf%ce%b4%ce%bf%cf%83%ce%b9%cf%83-%ce%bc%ce%b5%ce%b3%ce%b1%ce%bb%ce%b7%cf%83-%ce%b5%ce%bf%cf%81%cf%84%ce%b7%cf%83-%cf%84%cf%89%ce%bd-%ce%b8%ce%b5%ce%bf%cf%86

 

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση / Αλλαγή )

Σύνδεση με %s

Αρέσει σε %d bloggers: