1 σχόλιο

ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΣΑΒΒΑΤΟΝ ΠΡΟ ΤΗΣ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΕΩΣ (2016)

 

24 ΔΕΚΕΜΒΡΙΟΥ    2016

ΣΑΒΒΑΤΟΝ ΠΡΟ ΤΗΣ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΕΩΣ

                                           ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις

τι πρέπει σοι πᾶσα δόξα…

Ἦχος δ’

ὁ α’ χορὸς

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στίχ, . Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.

ΘεὸςΚύριος, καὶἐπέφανενἡμῖν…

ὁ α’ χορὸς

Στίχ,’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στίχ, . Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ α’ χορὸς

Ἀπολυτίκιον Ἦχος δ’Κατεπλάγη Ἰωσὴφ

πεγράφετο ποτέ, σὺν τῷ πρεσβύτῃ Ἰωσήφ, ὡς ἐκ σπέρματος Δαυΐδ, ἐν Βηθλεὲμ ἡ Μαριάμ, κυοφοροῦσα τὴν ἄσπορον κυοφορίαν. Ἐπέστη δὲ καιρὸς ὁ τῆς Γεννήσεως, καὶ τόπος ἦν οὐδεὶς τῷ καταλύματι· ἀλλ’ ὡς τερπνὸν παλάτιον τὸ Σπήλαιον, τῇ Βασιλίδι ἐδείκνυτο. Χριστὸς γεννᾶται τὴν πρὶν πεσοῦσαν, ἀναστήσων εἰκόνα.

ὁ β’ χορός

Δόξα Πατρί…Ἦχος γ’. Θείας πίστεως.

Θείου Πνεύματος τῇ ὑμνωδίᾳ, φῶς προσέλαβες θεογνωσίας, Εὐγενία Χριστοῦ καλλιπάρθενε· καὶ ἐν ὁσίων χορείᾳ ἐκλάμψασα, ἀθλητικῶς τὸν ἐχθρὸν ἐθριάμβευσας. Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε δωρίσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

ὁ α’ χορὸς

Καὶ νῦν….

πεγράφετο ποτέ,..

Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις

Ὅτι σὸν τὸ κράτος…

ΚΑΘΙΣΜΑΤΑ

Μετὰ τὴν α´ Στιχολογίαν.

 

ὁ α’ χορός

Ἦχος πλ. β; ‘Ἀγγελικαὶ δυνάμεις

Τῶν Προφητῶν αἱ ῥήσεις, νυνὶ πεπλήρωνται· ὁ γὰρ Θεὸς ἡμῶν, αὔριον τίκτεται, ἐκ Παρθένου Μαρίας ὑπὲρ λόγον, καὶ μένει ὥσπερ ἦν πρὸ τοῦ τόκου· ἀθροίζονται οἱ Μάγοι, δῶρα κομίζοντες· ἀγραυλοῦσι Ποιμένες, ἐπᾴδομεν καὶ ἡμεῖς· ὁ ἐκ Παρθένου τεχθείς, Κύριε δόξα σοι.

ὁ β’ χορός

Δόξα Πατρί…Καὶ νῦν…

Τῶν Προφητῶν αἱ ῥήσεις,……

 Μετὰ τὴν β´ Στιχολογίαν, ἕτερα

ὁ β’ χορός

Ἦχος πλ. δ’Αὐτόμελον

Αὐλῶν Ποιμενικῶν, καταπαύων ᾆσμα, στρατὸς Ἀγγελικός, ἐπεφώνει λέγων· Παύσασθε ἀγραυλοῦντες, οἱ τῶν θρεμμάτων ἡγεμονεύοντες· κράξατε ἀνυμνοῦντες· Ὅτι ἐτέχθη Χριστὸς ὁ Κύριος, ὁ εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.

ὁ α’ χορός

Δόξα Πατρὶ…Καὶ νῦν…

Αὐλῶν Ποιμενικῶν,…

Καὶ εὐθὺς ὁ Ν’ Ψαλμὸς (χύμα)

Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς

Ὁ Κανὼν Προεόρτιος, οὗ ἡ Ἀκροστιχίς.

Καὶ σήμερον δὲ Σάββατον μέλπω μέγα.

Ἄνευ τῶν Εἱρμῶν τῶν τεσσάρων πρώτων ᾠδῶν.

ᾨδὴ α’

Ἦχος πλ. β’

Ὁ Εἱρμὸς

ὁ α’ χορός

Κύματι θαλάσσης, τὸν κρύψαντα πάλαι διώκτην τύραννον, Φάτνῃ κρυπτόμενον, κτεῖναι ζητεῖ ὁ Ἡρῴδης· ἀλλ’ ἡμεῖς σὺν Μάγοις μέλψωμεν· τῷ Κυρίῳ ᾄσωμεν· ἐνδόξως γὰρ δεδόξασται.

ὁ β’ χορός

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Κύριε Θεέ μου, Γενέθλιον ὕμνον καὶ προεόρτιον, ᾠδήν σοι ᾄσομαι, τῷ τῇ Γεννήσει σου θείαν, ἀναγέννησιν διδόντι μοι, καὶ εἰς τὴν προτέραν με, εὐγένειαν ἀνάγοντι.

ὁ α’ χορός

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

νω σε ἐν θρόνῳ, καὶ κάτω ἐν φάτνῃ, τὰ ὑπερκόσμια, καὶ τὰ περίγεια, κατανοοῦντα Σωτήρ μου, κατεπλήττοντο τὸ κράτος σου· ὑπὲρ νοῦν ὡράθης γάρ, διπλοῦς φύσει Θεάνθρωπος.

ὁ β’ χορός

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

να σου τῆς δόξης, τὰ πάντα πληρώσῃς, κλίνας ἐλήλυθας, τοὺς οὐρανοὺς ἕως γῆς· ὡς γὰρ ἐν πόκῳ κατέβης, ὑετὸς ἐν μήτρᾳ Παρθενικῇ, ἐξ ἧς νῦν τεχθήσεσθαι, διπλοῦς ἔρχῃ Θεάνθρωπε.

Ἕτερος Κανὼν Προεόρτιος, οὗ ἡ Ἀκροστιχὶς κατὰ Ἀλφάβητον.

Ἰωσήφ.

ᾨδὴ α’

Ἦχος β’Ὁ Εἱρμὸς

Ἐν βυθῷ κατέστρωσε ποτέ,

ὁ α’ χορός

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Ἀπεγράφης Καίσαρος θεσμῷ, θέλων ἀπογράψασθαι, βίβλῳ ζωῆς παμβασιλεῦ τὸν ἄνθρωπον, ξένος εἰς τὰ ἴδια παραγέγονας, τὸν δεινῶς ξενιτεύσαντα, ἐκ τοῦ Παραδείσου, εἰς τὸν οὐρανὸν ἀνακαλούμενος.

ὁ β’ χορός

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

πεγράφης Καίσαρος θεσμῷ,….

ὁ α’ χορός

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Βηθλεὲμ ὑπόδεξαι Χριστόν· σοὶ γὰρ σωματούμενος, ἐπιδημεῖ τὴν Ἐδὲμ ἐξανοίγων μοι, εὐτρεπίζου Σπήλαιον, τὸν ἀχώρητον θεωρῆσαι χωρούμενον, ἐν σοὶ παραδόξως, πλούτῳ εὐσπλαγχνίας νῦν πτωχεύσαντα.

ὁ β’ χορός

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Γεννηθῆναι ἔρχεται Χριστός, ξένην ἀναγέννησιν, τοῖς ἐξ Ἀδάμ, ὡς ἀγαθὸς δωρούμενος, εὐφράνθητι ἔρημος, ἡ οὐ τίκτουσα, τῶν βροτῶν φύσις ἅπασα, ἦλθεν ὁ Δεσπότης, σὲ πολυτεκνοῦσαν ἀπεργάσασθαι.

Κανὼν τῆς Ἁγίας, οὗ ἡ Ἀκροστιχίς.

Εὐγενίης μέγα κῦδος ἐν ᾄσμασιν ἔξοχα μέλπω.

Θεοφάνους.

ᾨδὴ α’

Ἦχος β’

Ἐν βυθῷ κατέστρωσε ποτέ

ὁ α’ χορός

Στίχ.Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Εὐγενία Μάρτυς τοῦ Χριστοῦ, νῦν περιχορεύουσα, χαρμονικῶς σὺν Ἀγγέλων στρατεύμασιν, ὡς Παρθένος ἄμωμος, καὶ ὡς Μάρτυς στεφανηφόρος πανόλβιε, χάριν δωρηθῆναι, πρέσβευε τοῖς πόθῳ ἀνυμνοῦσί σε.

ὁ β’ χορός

Στίχ.Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Εὐγενία Μάρτυς τοῦ Χριστοῦ,….

ὁ α’ χορός

Στίχ.Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

μνῳδίας Νύμφη τοῦ Χριστοῦ, θείας ἐπακούσασα, πρὸς ὑψηλὴν ἐπτερώθης εὐγένειαν· ὡς γὰρ φῶς ἐνήστραψε, τῇ καρδίᾳ σου τῶν ᾀσμάτων τοῦ Πνεύματος, ἡ θεολογία, πᾶσαν ἀθεότητα διώκουσα.

ὁ β’ χορός

Στίχ.Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Γυναικείας φύσεως ὁ σός, νοῦς ἐπιλαθόμενος, πρὸς ἀνδρικὰς ἐνεργείας ἀνέδραμεν, ἀνδρωθεὶς τῇ χάριτι, καὶ Θεῷ προνοητικῶς εὐθυνόμενος. Μάρτυς Εὐγενία, θείας εὐγενείας ἡ ἐπώνυμος.

ὁ α’ χορός

Δόξα Πατρί…

λλαμφθεῖσα φέγγει νοητῷ, πλείστους τῆς ἐλλάμψεως, συμμετασχεῖν ἀπειργάσω θεόσοφε· ἧς νῦν τοὺς ὑμνοῦντάς σε, λυτρουμένη τῆς ἁμαρτίας ἀξίωσον, ταῖς σαῖς ἱκεσίαις, Μάρτυς Εὐγενία παμμακάριστε.

ὁ β’ χορός

Καὶ νῦν..Θεοτοκίον

Νεκρωθέντες γνώσεως φυτῷ, ξύλῳ τῆς ζωῆς Ἁγνή, πρὸς τὴν ζωὴν οἱ πιστοὶ ἀνεκλήθημεν, τῷ ἐκ σοῦ βλαστήσαντι, ὑπὲρ ἔννοιαν, Θεοτόκε, Χριστῷ τῷ Θεῷ· ᾧ σὺν παρρησίᾳ, πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Κανών α’, ᾨδὴ γ’, Προεόρτιος

Ἦχος πλ. β’

Ὁ Εἱρμὸς

α’ χορὸς

Σὲ τὸν ἐπὶ ὑδάτων, κρεμάσαντα πᾶσαν τὴν γῆν ἀσχέτως, ἡ κτίσις κατιδοῦσα, ἐν τῷ Σπηλαίῳ τικτόμενον, θαμβητικῶς συνείχετο· Οὐκ ἔστιν Ἅγιος πλήν σου Κύριε κραυγάζουσα.

ὁ  β’ χορός

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Σύμβολα τῆς ἀρρήτου, σαρκώσεως, παραδεικνὺς Οἰκτίρμον, ἐπλήθυνας ὁράσεις, καὶ προφητείας ἐνέπνευσας· ἃς νῦν ἐλθὼν ἐπλήρωσας, σαρκὶ τικτόμενος, Κόρης ἐξ ἁγνῆς ἐν πόλει Δαυΐδ.

α’ χορὸς

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

πλωσε γῆ τὰ νῶτα, καὶ δέχεται δεχόμενον τὸν Κτίστην, τὴν δόξαν ἐξ Ἀγγέλων, ἐξ οὐρανοῦ τὸν ἀστέρα δέ, ἐκ τῶν Ποιμένων αἴνεσιν, ἐκ Μάγων δῶρά τε, κόσμου τε παντὸς ἐπίγνωσιν.

ὁ β’ χορός

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Μάντεως χρησμολόγου, προβλήματα Βαλαὰμ νῦν πληροῦνται· ἀνέτειλε γὰρ ἄστρον, ἐξ, Ἰακὼβ καὶ ὡδήγησε, πρὸς τὸν τῆς δόξης Ἥλιον, δῶρα κομίζοντας, Μάγους ἐκ Περσίδος ἄνακτας.

Κανών β’, ᾨδὴ γ’, Ἕτερος Προεόρτιος

Ἦχος β’Ἐξήνθησεν ἡ ἔρημος

α’ χορὸς

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Δεσμῶν ἀπολυτρούμενος, τῶν κακῶν με Κύριε, ἐνειληθῆναι σπάργανα, ὥσπερ βρέφος, ἔρχῃ φιλάνθρωπε· προσκυνῶ σου τὴν θείαν συγκατάβασιν.

ὁ β’ χορός

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Δεσμῶν ἀπολυτρούμενος,….

α’ χορὸς

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

ν χρόνῳ γεγονότα σε, τὸν ἀχρόνως λάμψαντα, ἐκ τοῦ Πατρὸς προέρχεται, ἡ Παρθένος τεκεῖν τὰ χρόνια, διαλύοντα πάθη τῶν ψυχῶν ἡμῶν.

β’ χορὸς

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Ζητῶν με τὸν πλανώμενον, παραβάσει Σπήλαιον, ὡς οὐρανὸν κατῴκησας, τὰς μονὰς μοι εὐτρεπιζόμενος, τὰς ἐκεῖθεν οἰκτίρμον Πολυέλεε.

Κανών γ’, ᾨδὴ γ’, τῆς Ἁγίας

Ἦχος β’Ἐν πέτρᾳ με τῆς πίστεως

α’ χορὸς

Στίχ.Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

ερεῖον ὥσπερ ἄμωμον τῷ Δεσπότῃ, προσήχθης διανοίᾳ τελειοτάτῃ, τὸν πλοῦτον τὸν φθειρόμενον ἀπεσείσω, βοῶσα Πάνσοφε· Σὺ εἶ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν Ἅγιος πλήν σου Κύριε.

ὁ β’ χορός

Στίχ.Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Πάναγνος ἐγνώσθη σου καθαρότης· διέλαμψε τῶν ἄθλων σου ἡ στερρότης· τὴν πρᾶξιν γὰρ ἐπίβασιν θεωρίας, εἰργάσω κράζουσα· Σὺ εἶ ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν Ἅγιος πλήν σου Κύριε.

α’ χορὸς

Δόξα Πατρί…

Σωφροσύνης τῷ ἔρωτι κατεθέλχθης, ἐτήρησας τὸ καύχημα τῆς ἁγνείας, ἐγένου περιδέξιος τῇ σοφίᾳ, Χριστῷ κραυγάζουσα· Σὺ εἶ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν Ἅγιος πλήν σου Κύριε.

ὁ β’ χορός

Καὶ νῦν..Θεοτοκίον

Μαρίαν τὴν πανάχραντον Θεοτόκον, ὑμνήσωμεν ὡς πρόξενον σωτηρίας, φανεῖσαν οἱ θεόφρονες, ἐκβοῶντες· Οὐκ ἔστιν ἄμωμος, ὡς σὺ Πανάχραντε, καὶ οὐκ ἔστιν ἄμεμπτος, πλήν σου Δέσποινα.

Ὁ Εἱρμὸς

ὁα’ χορὸς

ν πέτρᾳ με τῆς πίστεως στερεώσας, ἐπλάτυνας τὸ στόμα μου ἐπ’ ἐχθρούς μου· ηὐφράνθη γὰρ τὸ πνεῦμά μου ἐν τῷ ψάλλειν. Οὐκ ἔστιν Ἅγιος ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε.

Συναπτ μικρκαὶἡ κφνησις

τι σ εἶὁ Θες μν,..

ὁ α’ χορὸς

Κάθισμα Προεόρτιον

Ἦχος α’Τὸν τάφον σου Σωτὴρ

γάλλου ἡ Σιών, Βηθλεὲμ εὐτρεπίζου, ὁ πάντων συνοχεύς, τὸν ἀστέρα προπέμψας, ἐμήνυσε τὴν ἄμετρον, ἑαυτοῦ συγκατάβασιν· ὃν γὰρ τρέμουσι, τῶν οὐρανῶν αἱ Δυνάμεις, ὄντως τίκτεται, ἐκ τῆς Παρθένου ἀτρέπτως, ὁ μόνος Θεὸς ἡμῶν.

ὁ β’ χορός

Δόξα… Τῆς Ἁγίας

Ἦχος πλ. δ’ Τὴν Σοφίαν καὶ Λόγον

νασκήσασα πόνοις ἀθλητικοῖς, ἐδοξάσθης ἀγῶσι μαρτυρικοῖς, πολλοὺς προσενέγκασα, σῳζομένους τῷ Κτίστη σου· τῷ γὰρ θείῳ πόθῳ, λιποῦσα τὰ πρόσκαιρα, ἀνδρικούς ἀγῶνας, ἐτέλεσας ἔνδοξε· ὅθεν μετὰ τέλος, ἀτελεύτητον εὗρες, ζωὴν συνυπάρχουσα, τῷ Νυμφίῳ σου πάντοτε, Εὐγενία ἰσάγγελε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν Μνήμην σου.

ὁ α’ χορὸς

Καὶ νῦν … Προεόρτιον

Ἦχος ὁ αὐτὸςΤὸ προσταχθὲν μυστικῶς

Τῶν Γενεθλίων τοῦ Χριστοῦ τὰ προεόρτια, ἐπιτελοῦντες οἱ πιστοὶ πανηγυρίσωμεν, καὶ ἀξίως ἅπαντες προϋπαντήσωμεν, ὡς Μάγοι δωροφοροῦντες τὰς ἀρετάς, καὶ ᾄδοντες τῶν Ἀγγέλων ᾆσμα καινόν, τῷ ἐκ Κόρης θεόπαιδος, ἐν Βηθλεὲμ ἄνευ σπορᾶς, τικτομένῳ Θεῷ ἡμῶν, ὃν δοξάζει τὰ σύμπαντα.

Κανών α’, ᾨδὴ δ’, Προεόρτιος

Ἦχος πλ. β’Ὁ Εἱρμὸς

Τὴν ἐκ Παρθένου παρουσίαν σου, προορῶν Ἀββακούμ, ἐξεστηκὼς ἐβόα. Σὺ ἐκ Θαιμὰν σαρκούμενος, ἥκεις Λυτρωτά, τὸν Ἀδὰμ ἀπωσμένον, ἀνακαλέσασθαι».

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

γγίζει ἥκει νῦν ὁ Κύριος, προσδοκία Ἐθνῶν, καὶ σωτηρία κόσμου· εὐτρέπιζε τὸ Σπήλαιον, πόλις Βηθλεέμ, καὶ σὺν Μάγοις Ποιμένες, δρόμῳ προφθάσατε.

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

ωμαλεότητι Θεότητος, συγκραθεὶς τοῖς βροτοῖς, ἑνώσει ἀσυγχύτῳ, σαρκὸς ἐν ὁμοιώματι, Σῶτερ τὸν Ἀδάμ, ἀφθαρτίζεις καὶ σῴζεις, ἐν τῷ προσλήμματι.

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Λόγος σάρξ ὀφθεὶς παχύνεται, καὶ σκηνοῖ ἐν ἡμῖν, ἀρρήτῳ προμηθείᾳ· δεῦτε πιστοὶ κατίδωμεν, δόξαν τὴν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς, παρὰ Θεοῦ καὶ Πατρός.

Κανών β’, ᾨδὴ δ’, Ἕτερος Προεόρτιος

Ἦχος β’  Ἐλήλυθας ἐκ Παρθένου

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

κτίσις νῦν, τὴν παλαίωσιν πᾶσαν ἀπόρριψον, τὸν Κτίστην κτιζόμενον, καὶ καινουργοῦντά σε βλέπουσα, νήπιον γενόμενον, καὶ πρὸς τὸ πρώην σε, κάλλος ἐπανάγοντα.

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Θαυμάζοντες, τὸν παράδοξον τόκον ἐφίστανται, Μάγοι ὁδηγούμενοι, θείῳ ἀστέρι, καὶ βλέπουσιν, Ἥλιον ἀνίσχοντα, Παρθενικῆς ἐκ Νεφέλης, δῶρα φέροντες.

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

δοὺ ἥκει, ἡ Παρθένος ὡς δάμαλις φέρουσα, τὸν μόσχον ἐγγάστριον, τὸν σιτευτὸν ἀφαιρούμενον, κόσμου ἁμαρτήματα, ἀγαλλιάσθω, ἡ κτίσις ἑορτάζουσα.

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Κηρύγματα, Προφητῶν τοῦ Χριστοῦ τὴν ἀνάδειξιν, μηνύοντα εἴληφε, σήμερον πέρας σωτήριον· ἦλθε γὰρ ἐπέφανε, διὰ σαρκός, τοῖς ἐν σκότει κινδυνεύουσιν.

Κανών γ’, ᾨδὴ δ’, τῆς Ἁγίας

Ἦχος β’Ἐλήλυθας ἐκ Παρθένου

Στίχ.Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

λήλυθας, σαρκωθεὶς ἐκ Παρθένου ὁ Ὕψιστος, σαυτῷ μνηστευσάμενος, τὰ τῶν Παρθένων συστήματα, σὲ μόνον ποθήσαντα, τὸν τῶν Παρθένων, Νυμφίον γνωριζόμενον.

Στίχ.Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Γενέσεως, σαρκικῆς ἐξεδύσω τὸ κάλυμμα, παλιγγενεσίας δέ, τὸ φθειρόμενον ἔνδυμα, Μάρτυς παναοίδιμε, φωτοειδῶς, ἠμφιάσω τῷ βαπτίσματι.

Στίχ.Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

νέτειλεν, ἡ φωσφόρος αὐγὴ τῇ καρδίᾳ σου, τῆς πλάνης διώκουσα, τὴν κεχυμένην σκοτόμαιναν, φέγγει τῷ τῆς χάριτος, Μάρτυς Χριστοῦ, Εὐγενία καλλιπάρθενε.

Δόξα Πατρί…

Κοσμίως σου, καὶ ὡραίως τὸν βίον ἐφαίδρυνας, ἀσκήσει τὸ πρότερον, σαρκὸς τὰ πάθη μαράνασα, ὕστερον ἀθλήσει δέ, περιφανῶς, Εὐγενία διαλάμψασα.

Καὶ νῦν..Θεοτοκίον

περτέρα, τῶν Ἀγγέλων ἐγένου Πανύμνητε, τοῦ Πατρὸς γεννήσασα, βουλῆς μεγάλης τὸν Ἄγγελον, ἄνθρωπον γενόμενον, διὰ πολλήν, εὐσπλαγχνίαν τὸν φιλάνθρωπον.

Κανών α’, ᾨδὴ ε’, Προεόρτιος

Ἦχος πλ. β’Ὁ Εἱρμὸς

Θεοφανείας σου Χριστέ, τῆς πρὸς ἡμᾶς συμπαθῶς γενομένης, Ἡσαΐας φῶς ἰδὼν ἀνέσπερον, ἐκ νυκτὸς ὀρθρίσας ἐκραύγαζεν. Ἡ Παρθένος ἰδοὺ γαστρὶ ἥξει, καὶ τέξεται σαρκούμενον Λόγον, καὶ πάντες οἱ γηγενεῖς ἀγαλλιάσονται.

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Νεοποιεῖς τοὺς γηγενεῖς, ὁ Πλαστουργὸς χοϊκὸς χρηματίσας· Φάτνη γὰρ καὶ σπάργανα καὶ σπήλαιον, τῆς σῆς ταπεινώσεως σύμβολα, ὁ δὲ Μνήστωρ τῆς σῆς Μητρός, σὸς δὲ νομιζόμενος Πατὴρ κατὰ σάρκα, τοῦ φύσαντός σε Πατρός, νῦν σχηματίζει βουλήν.

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Διὰ τῆς σμύρνης τὸ θνητόν, διὰ χρυσοῦ τὸ βασίλειον κράτος, διὰ λιβάνου τῆς Θεότητος, τὴν ὑπεροχὴν ὑπεμφαίνουσι, Βασιλεῖς Ἐθνῶν, ἀπαρχὰς δωροφοροῦντές σε, τὸν ἐν τῷ Σπηλαίῳ τικτόμενον, Βηθλεὲμ ἐξ ἀλοχεύτου Μητρός.

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

ξ ἀλοχεύτου προελθών, ὁ τοῦ Πατρὸς συναΐδιος Λόγος, σαρκωθεὶς κατῴκησας τὸ Σπήλαιον, ὡς θρόνῳ τῇ φάτνῃ χρησάμενος. Καταπλήττεις δέ, τῇ φρικτῇ οἰκονομίᾳ σου, Μάγους καὶ Ποιμένας, Ἀγγέλους τε ἐξιστᾷς, Δόξα κραυγάζοντας.

Κανών β’, ᾨδὴ ε’, Ἕτερος Προεόρτιος

Ἦχος β’Μεσίτης Θεοῦ

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Λαὸς ὁ ποτέ, σκότει καθεζόμενος, ἰδέτω τὸ φῶς, λάμψαν τὸ ἀνέσπερον· ὅπερ ὁ ἀστὴρ πάλαι ἐμήνυσε, τοῖς τὸ πῦρ σεβομένοις, ἐκ τῆς Περσίδος ἄναξιν.

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Μικρὸν ὑπελθεῖν, Βασιλεὺς ὁ Μέγας σπεύδει Σπήλαιον, κατασμικρυνθέντα με, ὅπως μεγαλύνῃ καὶ πτωχεύσαντα, τῇ ἀμέτρῳ πτωχείᾳ, πλουτίσῃ ὁ ὑπέρθεος.

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Νῦν ἐξ, Ἰακώβ, Βαλαὰμ ὡς ἔφησε γεννᾶται Χριστός, Ἐθνῶν κυριεύσει τε, καὶ ἀνυψωθήσεται ἐν χάριτι, ἡ αὐτοῦ βασιλεία, μένουσα ἀδιάδοχος.

Κανών γ’, ᾨδὴ ε’, τῆς Ἁγίας

Ἦχος β’Ὁ φωτισμὸς

Στίχ.Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Δρόμον τὸν σόν, εὐθυνούμενον βλέπων πρὸς σωτηρίαν, ὄφις ὁ ψυχόλεθρος Ἀθληφόρε, ἀναρριπίζει πειρασμοὺς σοι ποικίλους, τὸν σὸν τόνον λύειν πειρώμενος, τοῦτον δὲ θεόφρον, ἁγνὴ κατεπάτησας.

Στίχ.Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

λη καλή, τῶν καλῶν τῷ δοτῆρι καὶ εὐεργέτῃ, καὶ ψυχῶν Νυμφίῳ Χριστῷ ἐφάνης, ἠγλαϊσμένη Ἀσκητῶν ἐν ἀσκήσει, καὶ Μαρτύρων ἀθλήσει λάμπουσα, Μάρτυς Εὐγενία, Χριστοῦ καλλιπάρθενε.

Δόξα Πατρί…

Στεφος τῇ σῇ, κορυφῇ ἐπετέθη τὸ τῶν χαρίτων· τὴν θείαν ἐτίμησας γὰρ σοφίαν, πλοῦτον καὶ δόξαν, πατρικὴν παριδοῦσα, καὶ συντόνως ἀκολουθήσασα, τῷ πεποθημένῳ, Νυμφίῳ σου Πάνσοφε.

Καὶ νῦν..Θεοτοκίον

κ σοῦ ζωή, ἀνατείλασα κόσμῳ Θεογεννῆτορ, τοὺς πρὶν τῷ θανάτῳ κεκρατημένους, ἀνακαλεῖται, πρὸς ζωῆς ἀϊδίου μετουσίαν, τοὺς πίστει κράζοντας· Ἕτερον ἐκτός σου, Θεὸν οὐ γινώσκομεν.

Κανών α’, ᾨδὴ ς’, Προεόρτιος

Ἦχος πλ. β’Ὁ Εἱρμὸς

«Συνεσχέθη, ἀλλ’ οὐ κατεσχέθη, στέρνοις κητῴοις Ἰωνᾶς· σοῦ γὰρ τὸν τύπον φέρων, τοῦ τεχθέντος καὶ σαρκὶ φανέντος, ὡς ἐκ θαλάμου τοῦ θηρὸς ἀνέθορε· γεννηθείς γὰρ νῦν τὸ κατὰ σάρκα, καὶ ταφὴν καὶ θάνατον σαρκὶ ὑπελθών, μέλλεις ἀναστήσεσθαι τριήμερος».

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

νῃρέθη, νῦν καὶ διῃρέθη, ἔχθρας τῆς ἀρχαίας τῇ σῇ, ἐνσάρκῳ παρουσίᾳ, τὸ μεσότοιχον Χριστὲ καὶ νῶτα, ῥομφαία πᾶσιν, ἡ φλογίνη δίδωσι, ζωηφόρου τῆς Ἐδέμ δὲ ξύλου, μεταλαμβάνω πιστῶς, ἀθανάτων φυτῶν, αὖθις γεωργὸς ἀναδεικνύμενος.

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Βασιλεύει, σὺν τῇ ἁμαρτίᾳ ᾍδης ἐν Ἀδὰμ μέχρι σοῦ, ἀλλ’ ἀναιρεῖται τούτου, ἡ ἀναίδεια τῆς τυραννίδος, τὸ κατὰ σάρκα τικτομένου σου Λυτρωτά, ἐκ φυλῆς Δαυΐδ, καὶ ἐπὶ θρόνου βασιλείας αὐτοῦ, τεθειμένου σου φῶς, καὶ εἰς τοὺς αἰῶνας βασιλεύοντος.

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Βρεφοκτόνος ἀλλ’ οὐ χριστοκτόνος, ἔφυ Ἡρῴδης ὁ δεινός· εἰ γὰρ καὶ τῶν νηπίων, ἐξεθέρισε πικρῶς τὴν χλόην, ἀλλὰ τὸν στάχυν, τῆς ζωῆς οὐκ ἴσχυσε, καταλήψεσθαι καὶ θανατῶσαι· ζωῆς γὰρ ὢν χορηγός, ἔλαβεν ὡς Θεός, θείᾳ δυναστείᾳ τὸν διώκοντα.

Κανών β’, ᾨδὴ ς’, Ἕτερος Προεόρτιος

Ἦχος β’Ἐν ἀβύσσῳ πταισμάτων

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Ξενοτρόπος Χριστὸς εἰς τὰ ἴδια, ἔρχεται, ξενώσωμεν, ἁμαρτιῶν ἑαυτούς, καὶ τοῦτον εἰσδεξώμεθα, ταῖς πραέων ψυχαῖς οἰκιζόμενον.

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Οὐδαμῶς ἐλαχίστη ἐν πόλεσι, Βηθλεὲμ γεγένησαι· ἐν σοὶ γεννᾶται γάρ, ὁ Βασιλεὺς καὶ Κύριος, τοῦ ποιμᾶναι λαὸν περιούσιον.

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Πῶς σμικρὸν σε εἰσδέξεται Σπήλαιον, κόσμῳ μὴ χωρούμενον, Ἀπερινόητε; πῶς ὁραθήσῃ νήπιος, ὁ Πατρὶ συννοούμενος ἄναρχος;

Κανών γ’, ᾨδὴ ς’, τῆς Ἁγίας

Ἦχος β’Ἐν ἀβύσσῳ πταισμάτων

Στίχ.Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Νυσταγμὸν τοῖς βλεφάροις οὐκ ἔδωκας, ἕως ἡδυπάθειαν, πᾶσαν ἐνέκρωσας, καὶ καθαρὸν τῷ Κτίστῃ σου, σεαυτὴν ἀπετέλεσας σκήνωμα.

Στίχ.Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Αἰγυπτίας τοὺς τρόπους ζηλώσασα, ἡ μεμελασμένη, καὶ πρᾶγμα καὶ ὄνομα, συκοφαντεῖν θρασύνεται, τὴν σεπτὴν πολιτείαν σου Πάνσοφε.

Δόξα Πατρί…

Σταθηρὰν ἐπεδείξω τὴν ἔνστασιν, καὶ τῶν ἰαμάτων τὴν χάριν πλουτήσασα, περιουσίᾳ πίστεως, Μοναστῶν καθηγήσω συστήματος.

Καὶ νῦν..Θεοτοκίον

Μυστικῶς ἐμυοῦντο τὴν ἄφραστον, πάντες οἱ Προφῆταί σου, Πάναγνε γέννησιν, πνευματικῶς τυπούμενοι, καὶ προλέγοντες πᾶσι τὰ μέλλοντα.

Ὁ Εἱρμὸς

ν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς, ὁ Θεὸς με ἀνάγαγε.

Συναπτ μικρκαὶἡἘκφνησις

Σ γρ εἶὁ Βασιλες…

Κοντκιον, Προερτιον

Ἦχος γ’

Παρθένος σήμερον, τὸν προαιώνιον Λόγον, ἐν Σπηλαίῳ ἔρχεται, ἀποτεκεῖν ἀπορρήτως. Χόρευε ἡ οἰκουμένη ἀκουτισθεῖσα, δόξασον μετὰ Ἀγγέλων καὶ τῶν Ποιμένων, βουληθέντα ἐποφθῆναι, παιδίον νέον, τὸν πρὸ αἰώνων Θεόν.

Ἕτερον τῆς Ἁγίας

Ἦχος δ’ Ἐπεφάνης σήμερον

Τὴν τοῦ κόσμου πρόσκαιρον, φυγοῦσα δόξαν, τὸν Χριστὸν ἐπόθησας, τὸ εὐγενές σου τῆς ψυχῆς, ἀδιαλώβητον σῴζουσα, Μάρτυς θεόφρον, Εὐγενία πανεύφημε.

Ὁ Οἶκος

Βίῳ καὶ λόγῳ καθαρῷ, καὶ χάριτι Παρθένε, ἀεὶ κεκοσμημένη, σαυτὴν θῦμα προσήγαγες, τῷ ἐκ Παρθένου δι’ ἡμᾶς σάρκα ἀνειληφότι, καὶ τεχθέντι ἐπὶ γῆς, δι’ εὐσπλαγχνίαν ἄφατον· καὶ διπλοῖς ἐκόσμησε δόξης ἐν στεφάνοις, εὐπρεπῶς σε ὁ Δεσπότης· ἁγνείαν γὰρ ὡς ἄσαρκος τηρήσασα σεμνή, ὡς ἄμωμος Νύμφη, συνεισῆλθες αὐτῷ εἰς τόν οὐράνιον νυμφῶνα, ὅλη φαεινή, τοῖς ἄθλοις πεποικιλμένη, Μάρτυς θεόφρον, Εὐγενία πανεύφημε.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν

ΤΚΔ’ τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Ὁσιοπαρθενομάρτυρος Εὐγενίας καὶ τῶν σὺν αὐτῇ.

Στίχοι

Στεφθεῖσα πρῶτον τοῖς πόνοις Εὐγενία,

Βαφὴν ἐβάψω δευσοποιὸν ἐκ ξίφους.

Τέτλαθι Εὐγενίη ξίφος εἰκάδι ἀμφὶ τετάρτῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, Ἡ Ἁγία Μάρτυς Βασίλλα, ἡ συμμαρτυρήσασα τῇ Ἁγίᾳ Εὐγενίᾳ, ξίφει τελειοῦται.

Στίχοι

Τὶς ἂν παραδράμῃ σε τμηθεῖσαν ξίφει,

Μάρτυς Βασίλλα, πίστεως θείας βάσις;

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Φίλιππος, ὁ πατὴρ τῆς Ἁγίας Εὐγενίας, ξίφει τελειοῦται.

Στίχοι

Μάχαιραν ὄντως δίστομον κατὰ πλάνης,

Κτείνει Φίλιππον τῆς μαχαίρας τὸ στόμα.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι, Πρωτᾶς καὶ Ὑάκινθος, οἱ εὐνοῦχοι καὶ συνασκηταὶ τῆς Ἁγίας Εὐγενίας, ξίφει τελειοῦνται.

Στίχοι

Τμηθέντες, Ὑάκινθε καὶ Πρωτᾶ ξίφει,

Κληροῦσθε πρῶτα Μαρτύρων Θεοῦ γέρα.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Νικολάου μοναχοῦ, τοῦ ἀπὸ στρατιωτῶν, καὶ διήγησις ὠφέλιμος.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ἀχαϊκὸς ξίφει τελειοῦται.

Στίχοι

Πᾶν Ἀχαϊκὸς ἐκβαλὼν ψυχῆς ἄχος,

Ὅλῃ χαρᾷ δέδωκε τὴν κάραν ξίφει.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Ἀντίοχος ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι

Ἀντιόχῳ βδέλυγμα τύρβαι τοῦ βίου,

Καὶ βίος ἅπας, ὃν παρῆλθεν ἡδέως.

Οἱ Ὅσιοι Βιτιμίων καὶ Ἀφροδίσιος, ἐν εἰρήνῃ τελειοῦνται.

ἅγιος νεομάρτυς Ἀχμὲτ ὁ μαρτυρήσας ἐν Κωνσταντινουπόλει κατὰ τὸ 1682, ξίφει τελειοῦται.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.  

 

δ η’

Στχ.Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεντὸνΚύριον.

Τὸν ἐν καμίνῳ τοῦ πυρός, τῶν Ἑβραίων τοῖς Παισὶ συγκαταβάντα, καὶ τὴν φλόγα εἰς δρόσον μεταβαλόντα Θεόν, ὑμνεῖτε τὰ ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ΤΙΜΙΩΤΕΡΑ

ὁ α’ χορός

Στίχ.Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ.τι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ.τι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ.ποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ.Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ.ντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…

Καταβασία

ὁ α’ χορός

ᾠδὴθ’.

νάρχου Γεννήτορος, Υἱὸς Θεὸς καὶ Κύριος, σαρκωθεὶς ἐκ Παρθένου, ἡμῖν ἐπέφανε, τὰ ἐσκοτισμένα φωτίσαι, συναγαγεῖν τὰ ἐσκορπισμένα· διὸ τὴν πανύμνητον, Θεοτόκον μεγαλύνομεν»

ὁ β’ χορός

ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμηον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

 

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

ὁ α’ χορός

Ἦχος β’Τοῖς Μαθηταῖς συνέλθωμεν

φῶς οἰκῶν ἀπρόσιτον, καὶ συνέχων τὰ πάντα, δι’ εὐσπλαγχνίαν ἄφατον, ἐκ Παρθένου γεννᾶται, καὶ σπαργανοῦται ὡς βρέφος, ἐν Σπηλαίῳ καὶ φάτνῃ, ἀλόγων ἀνακλίνεται· σπεύσωμεν ἐπιστῆναι, ἐν Βηθλεέμ, εἰς αὐτοῦ προσκύνησιν μετὰ Μάγων, καρποὺς ἀρίστων πράξεων, κομιοῦντες ὡς δῶρα.

ὁ β’ χορὸς

Ἐξαποστειλάριον, τῆς Ἁγίας

Οὐδὲν ἐδείχθη κώλυμα, πρὸς τελείους ἀγῶνας, τὸ ἀσθενὲς τοῦ θήλεος ἀοράτῳ σου σθένει, Χριστὲ ῥωννύμενον· ὅθεν, Εὐγενία ἡ Μάρτυς, γενναίως ὑπερήθλησεν, ἧς τὴν ἔνδοξον μνήμην, συνῆψας νῦν, τῇ σεπτῇ Γεννήσει σου καὶ φωσφόρῳ, ἣν κατεδέξω Δέσποτα, ἐκ Παρθένου Ἁγίας

ὁ α’ χορὸς

Ἕτερον Ἐξαποστειλάριον Προεόρτιον

μνον πιστοὶ προσάξωμεν, τῇ Παρθένῳ Μαρίᾳ· ἰδοὺ γὰρ νῦν προέρχεται, Βηθλεὲμ ἐν τῇ πολει, τεκεῖν Χριστὸν τὸν Σωτῆρα· ὅθεν Μάγοι σὺν δώροις, μετὰ ἀστέρος δράμετε, σὺν ἡμῖν προσκυνῆσαι, Ποιμένες δέ, ἐκβοῆσαι σπεύσατε σὺν Ἀγγέλοις, τῷ τικτομένῳ·..

ὁ β’ χορὸς

…….Δόξα σοι, ἐν σπηλαίῳ καὶ φάτνῃ.

ΑΙΝΟΙ

Ἦχος πλ. β’.

ὁ α’ χορός

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Αἱ Ἀγγελικαὶ

Ὢ τῶν ὑπὲρ νοῦν, καὶ ἀρρήτων μυστηρίων! τίκτεται Θεός, ἐπὶ γῆς δι’ εὐσπλαγχνίαν, τὴν δουλικὴν εἰκόνα, ἑαυτῷ περιθέμενος, ὅπως τῆς δουλείας ἀφαρπάσῃ, τῆς τοῦ ἀλλοτρίου τοὺς βοῶντας, πόθῳ ζέοντι· Εὐλογημένος εἶ Σωτήρ, ὁ μόνος Φιλάνθρωπος.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Δεῦρο Ἰσραήλ, βαρυκάρδιε ἀπόθου, τὸ ἐν τῇ ψυχῇ, ἐπικείμενόν σοι νέφος, ἐπίγνωθι τὸν Πλάστην, ἐν Σπηλαίῳ τικτόμενον, οὗτος τῶν Ἐθνῶν ἡ προσδοκία, οὗτος καθελεῖ τὰς ἑορτάς σου, βοᾶν· οὐ πείθῃ γάρ, ὁ Βασιλεὺς τοῦ Ἰσραήλ, Χριστὸς παραγίνεται.

ὁ α’ χορός

Στίχ.Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶὀργάνῳ.

Ἥλιε Υἱέ, πῶς σε κρύψω τοῖς σπαργάνοις; πῶς σε γαλουχῶ, πάσης φύσεως τροφέα; πῶς σε χερσὶ κατέχω, τὸν κρατοῦντα τὰ σύμπαντα; πῶς σοι ἀδεῶς ἐνατενίζω, ᾧ οὐ τολμᾷ ἐνατενίζειν, τὰ πολυόμματα; ἡ Ἀπειρόγαμος Χριστόν, κρατοῦσα ἐφθέγγετο.

ὁ β’ χορός

Στίχ.Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ᾌσμασι καινοῖς, ἀλαλάξατε Ποιμένες, λόγους μαγικούς, ἀπορρίψατε οἱ Μάγοι, σταλάξατε τὰ ὄρη, καὶ βουνοὶ ἀγαλλίασιν, δεῦτε θυγατέρες Βασιλέων, εἰς τὴν χαράν τῆς Θεοτόκου, λαοὶ εἴπωμεν· Εὐλογημένος ὁ τεχθείς, Θεὸς ἡμῶν δόξα σοι.

ὁ α’ χορὸς

Δξα Πατρί… Καὶ νῦν..Ἦχος πλ. δ’

πόδεξαι Βηθλεέμ, τὴν τοῦ Θεοῦ Μητρόπολιν· φῶς γὰρ τὸ ἄδυτον, ἐπὶ σὲ γεννῆσαι ἥκει, Ἄγγελοι θαυμάσατε ἐν οὐρανῷ, ἄνθρωποι δοξάσατε ἐπὶ τῆς γῆς, Μάγοι ἐκ Περσίδος, τὸ τρισόκλεον δῶρον προσκομίσατε· Ποιμένες ἀγραυλοῦντες, τὸν τρισάγιον ὕμνον μελῳδήσατε. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Παντουργέρτην.

 Δοξολογία Μεγάλη ἦχος πλ. δ΄΄ ( Ἀργή ἢ σύντομος )

· Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

· μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

· Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.

· Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

· Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

· τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

· Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

· Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

· Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

· Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

· Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.      (γ΄)

· Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

· Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

· τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

· Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (γ΄)

Δόξα Πατρὶ ..Καὶ νῦν…. .

γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

γιος ὁ Θεός,……….

Ἀπολυτίκιον Ἦχος δ’Κατεπλάγη Ἰωσὴφ

πεγράφετο ποτέ, σὺν τῷ πρεσβύτῃ Ἰωσήφ, ὡς ἐκ σπέρματος Δαυΐδ, ἐν Βηθλεὲμ ἡ Μαριάμ, κυοφοροῦσα τὴν ἄσπορον κυοφορίαν. Ἐπέστη δὲ καιρὸς ὁ τῆς Γεννήσεως, καὶ τόπος ἦν οὐδεὶς τῷ καταλύματι· ἀλλ’ ὡς τερπνὸν παλάτιον τὸ Σπήλαιον, τῇ Βασιλίδι ἐδείκνυτο. Χριστὸς γεννᾶται τὴν πρὶν πεσοῦσαν, ἀναστήσων εἰκόνα.

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

ΑΝΤΙΦΩΝΑ

Ἀντίφωνον Α’

Ἦχος β´.

Στίχ. . Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

Στίχ.. Τοῦ ἀναγγέλλειν τῷ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Στίχ ΄Ὃτι  εὔφρανάς με, Κύριε, ἐν τοῖς ποιήμασί Σου καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν Σου ἀγαλλιάσομαι.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Στίχ. Ὅτι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Δόξα…Καὶ νῦν…

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Ἀντίφωνον Β’

Ἦχος πλ. α’

Στίχ.  Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο ὁ  Κύριος δύναμιν καὶ περιεζώσατο.

 Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

Στίχ. , Kαὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθησεται.

  Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

Στίχ. , Θαυμαστοί οἱ μετεωρισμοί τῆς θαλάσσης, θαυμαστός ἐν ὑψηλοῖς ὁ Κύριος.

  Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

Στίχ.  Τά μαρτύριά σου επιστώθησαν σφόδρα τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν.

Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

Δόξα Πατρί…Καὶ νῦν…

μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

 Ἀντίφωνον Γ’

Στίχ.Ὁ Θεὸς ἀπὸ Θαιμὰν ἥξει καὶ ὁ ἅγιος ἐξ ὄρους κατασκίου δασέος.

Ἀπολυτίκιον Ἦχος δ’Κατεπλάγη Ἰωσὴφ

πεγράφετο ποτέ, σὺν τῷ πρεσβύτῃ Ἰωσήφ, ὡς ἐκ σπέρματος Δαυΐδ, ἐν Βηθλεὲμ ἡ Μαριάμ, κυοφοροῦσα τὴν ἄσπορον κυοφορίαν. Ἐπέστη δὲ καιρὸς ὁ τῆς Γεννήσεως, καὶ τόπος ἦν οὐδεὶς τῷ καταλύματι· ἀλλ’ ὡς τερπνὸν παλάτιον τὸ Σπήλαιον, τῇ Βασιλίδι ἐδείκνυτο. Χριστὸς γεννᾶται τὴν πρὶν πεσοῦσαν, ἀναστήσων εἰκόνα.

 

 

Μικρὰ Εἴσοδος.

Εἰσοδικὸν

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἐν Ἁγίοις θαυμαστὸς…

ψάλλοντάςΣοι΄Ἀλληλούϊα.

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Ἀπολυτίκιον Ἦχος δ’Κατεπλάγη Ἰωσὴφ

πεγράφετο ποτέ, σὺν τῷ πρεσβύτῃ Ἰωσήφ, ὡς ἐκ σπέρματος Δαυΐδ, ἐν Βηθλεὲμ ἡ Μαριάμ, κυοφοροῦσα τὴν ἄσπορον κυοφορίαν. Ἐπέστη δὲ καιρὸς ὁ τῆς Γεννήσεως, καὶ τόπος ἦν οὐδεὶς τῷ καταλύματι· ἀλλ’ ὡς τερπνὸν παλάτιον τὸ Σπήλαιον, τῇ Βασιλίδι ἐδείκνυτο. Χριστὸς γεννᾶται τὴν πρὶν πεσοῦσαν, ἀναστήσων εἰκόνα.

Ἦχος γ’. Θείας πίστεως.

Θείου Πνεύματος τῇ ὑμνωδίᾳ, φῶς προσέλαβες θεογνωσίας, Εὐγενία Χριστοῦ καλλιπάρθενε· καὶ ἐν ὁσίων χορείᾳ ἐκλάμψασα, ἀθλητικῶς τὸν ἐχθρὸν ἐθριάμβευσας. Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε δωρίσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Τοῦ Ναοῦ

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνονὅταν τελεῖται συλλείτουργον) 

Κοντκιον Προερτιον χος γ

Τρισάγιον

Ἀπόστολος

Προκείμενον. Ἦχοςπλ. β΄
Εὐφράνθητε ἐπὶ Κύριον καὶ ἀγαλλιᾶσθε, δίκαιοι.
 Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι.

Πρς Γαλάτας πιστολς Παύλου τ νάγνωσμα (3:8-12)

δελφοί, προϊδοῦσα ἡ γραφὴ ὅτι ἐκ πίστεως δικαιοῖ τὰ ἔθνη ὁ Θεός, προευηγγελίσατο τῷ ᾿Αβραὰμ «ὅτι ἐνευλογηθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη». Ὥστε οἱ ἐκ πίστεως εὐλογοῦνται σὺν τῷ πιστῷ ᾿Αβραάμ. ῞Οσοι γὰρ ἐξ ἔργων νόμου εἰσίν, ὑπὸ κατάραν εἰσί· γέγραπται γάρ· «Ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει ἐν πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου τοῦ ποιῆσαι αὐτά». Ὅτι δὲ ἐν νόμῳ οὐδεὶς δικαιοῦται παρὰ τῷ Θεῷ, δῆλον· ὅτι «ὁ δίκαιος ἐκ πίστεως ζήσεται». Ὁ δὲ νόμος οὐκ ἔστιν ἐκ πίστεως, ἀλλ᾿ «ὁ ποιήσας αὐτὰ ἄνθρωπος ζήσεται ἐν αὐτοῖς». 

λληλούϊα (γ’)

Εαγγέλιον

Ἐκ τοῦ κατὰ Λουκᾶν

ιγ΄ 19 – 29

Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· ὁμοίώθη ἡ βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνθρωπος ἔβαλεν εἰς κῆπον ἑαυτοῦ· καὶ ηὔξησε καὶ ἐγένετο εἰς δένδρον μέγα, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατεσκήνωσεν ἐν τοῖς κλάδοις αὐτοῦ. 20Πάλιν εἶπε· Τίνι ὁμοιώσω τὴν βασιλείαν τοῦ Θεοῦ; 21ὁμοία ἐστὶ ζύμῃ, ἣν λαβοῦσα γυνὴ ἔκρυψεν εἰς ἀλεύρου σάτα τρία, ἕως οὗ ἐζυμώθη ὅλον. 22Καὶ διεπορεύετο κατὰ πόλεις καὶ κώμας διδάσκων καὶ πορείαν ποιούμενος εἰς Ἱεροσαλήμ. 23εἶπε δέ τις αὐτῷ· Κύριε, εἰ ὀλίγοι οἱ σῳζόμενοι; ὁ δὲ εἶπε πρὸς αὐτούς· 24Ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς πύλης· ὅτι πολλοί, λέγω ὑμῖν, ζητήσουσιν εἰσελθεῖν καὶ οὐκ ἰσχύσουσιν. 25ἀφ’ οὗ ἂν ἐγερθῇ ὁ οἰκοδεσπότης καὶ ἀποκλείσῃ τὴν θύραν, καὶ ἄρξησθε ἔξω ἑστάναι καὶ κρούειν τὴν θύραν λέγοντες· Κύριε Κύριε, ἄνοιξον ἡμῖν· καὶ ἀποκριθεὶς ἐρεῖ ὑμῖν, οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ. 26τότε ἄρξεσθε λέγειν· ἐφάγομεν ἐνώπιόν σου καὶ ἐπίομεν, καὶ ἐν ταῖς πλατείαις ἡμῶν ἐδίδαξας· 27καὶ ἐρεῖ· λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ· ἀπόστητε ἀπ’ ἐμοῦ πάντες οἱ ἐργάται τῆς ἀδικίας. 28ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων, ὅταν ὄψεσθε Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ πάντας τοὺς προφήτας ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ, ὑμᾶς δὲ ἐκβαλλομένους ἔξω, 29καὶ ἥξουσιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ ἀπὸ βορρᾶ καὶ νότου, καὶ ἀνακλιθήσονται ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ. 

Δόξα σοι Κύριε, δόξα σοι.

Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου

Εἰς τό, Ἐξαιρέτως

ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμηον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Κοινωνικὸν

Μακάριοι, οὓς ἐξελέξω καὶ προσελάβου, Κύριε, καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν. Ἀλληλούϊα.

ἦχος β’

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

ἦχος πλ. α΄

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.

ἦχος β’

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).

https://agioskosmasoaitolos.wordpress.com

24-%ce%b4%ce%b5%ce%ba16-%cf%83%ce%b1%ce%b2%ce%b2%ce%b1%cf%84%ce%bf%ce%bd-%cf%80%cf%81%ce%bf-%cf%84%ce%b7%cf%83-%cf%87%cf%81%ce%b9%cf%83%cf%84%ce%bf%cf%85-%ce%b3%ce%b5%ce%bd%ce%bd%ce%b7%cf%83%ce%b5

 

One comment on “ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΣΑΒΒΑΤΟΝ ΠΡΟ ΤΗΣ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΕΩΣ (2016)

  1. ΚΑΣΠΕΡΑ ΣΑΣ, ΔΕΝ ΞΕΡΩ ΠΡΑΓΜΑΤΙΚΑ ΠΩΣ ΝΑ ΣΑΣ ΕΥΧΑΡΙΣΤΙΣΩ, ΠΩΣ ΘΑ ΒΓΑΛΩ ΤΗΝ ΥΠΟΧΡΕΩΣΗ ΠΟΥ ΕΧΩ ΑΠΕΝΑΝΤΗ ΣΑΣ,ΕΥΧΟΜΑΙ ΜΕΣΑ ΑΠΟ ΤΗΝ ΚΑΡΔΙΑ ΜΟΥ ΤΗΝ ΒΟΗΘΕΙΑ ΠΟΥ ΜΟΥ ΠΡΟΣΦΕΡΕΤΑΙ ΝΑ ΤΗΝ ΑΝΤΑΠΟΔΟΣΗ Ο ΚΥΡΙΟΣ ΣΕ ΕΣΑΣ ΠΡΩΣΟΠΙΚΑ ΚΑΙ ΣΤΟΥΣ ΟΙΚΕΙΟΥΣ ΣΑΣ. ΣΑΣ ΕΥΧΑΡΙΣΤΩ.Π.Α

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση / Αλλαγή )

Σύνδεση με %s

Αρέσει σε %d bloggers: