ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ ΚΥΡΙΑΚΗΣ ΠΡΟ ΤΗΣ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΕΩΣ

Αποτέλεσμα εικόνας για κυριακη προ της χριστου γεννησεως

Ἀδελφοί, πίστει παρῴκησεν Ἀβραὰμ εἰς τὴν γῆν τῆς ἐπαγγελίας ὡς ἀλλοτρίαν, ἐν σκηναῖς κατοικήσας μετὰ ᾿Ισαὰκ καὶ ᾿Ιακὼβ τῶν συγκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς· ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. Καὶ τί ἔτι λέγω; Ἐπιλείψει γάρ με διηγούμενον ὁ χρόνος περὶ Γεδεών, Βαράκ τε καὶ Σαμψὼν καὶ ᾿Ιεφθάε, Δαυΐδ τε καὶ Σαμουὴλ καὶ τῶν προφητῶν, οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρας, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων· ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν· ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς· ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. Καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι.»

Συνέχεια ανάγνωσης ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ ΚΥΡΙΑΚΗΣ ΠΡΟ ΤΗΣ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΕΩΣ

«Κυριακὴ πρὸ τῆς Χριστοῦ Γεννήσεως»+Διονύσιος Ψαριανός Μητροπολίτης Σερβίων καί Κοζάνης

Αποτέλεσμα εικόνας για κυριακη προ της χριστου γεννησεως

19 Δεκεμβρίου 1965

Ἀγαπητοὶ χριστιανοί,

Ἀπὸ σήμερα πιὰ μπαίνουμε φανερὰ στὴν περιοχὴ τῆς μεγάλης ἑορτῆς τοῦ Σωτῆρος μας Ἰησοῦ Χριστοῦ. Τὸ σημερινὸ Εὐαγγέλιο μᾶς λέγει γιὰ τοὺς προγόνους τοῦ Ἰησοῦ, τοῦ Υἱοῦ τοῦ Θεοῦ ποὺ ἦρθε σὲ μᾶς κι ἔγινε ἄνθρωπος γιὰ τὴ σωτηρία μας. Ἀπὸ τὸν Ἀβραὰμ μέχρι τὸν Ἰωσὴφ εἶν’ ἕνας μακρὺς κατάλογος μὲ τὰ ὀνόματα τῶν προγόνων τοῦ Ἰησοῦ Χριστοῦ σὰν ἀνθρώπου. Ὁ κατάλογος ἀρχίζει ἀπὸ τὸν Ἀβραάμ, γιατί ἐκεῖνος εἶναι γενάρχης τῶν Ἑβραίων καὶ σὲ κεῖνον ὁ Θεὸς ἔδωκε τὴν ὑπόσχεση πὼς ἀπὸ τὴ γενιά του θὰ γεννηθῆ ὁ Χριστός. Ἐμεῖς τώρα ἂς ἀφήσουμε τὸν κατάλογο μὲ τὰ ὀνόματα κι ἂς ἀκούσουμε στὴ δική μας γλώσσα τὸ Εὐαγγέλιο, ἀπὸ κεῖ ποὺ μᾶς μιλάει γιὰ τὴ γέννηση τοῦ Ἰησοῦ Χριστοῦ.

Συνέχεια ανάγνωσης «Κυριακὴ πρὸ τῆς Χριστοῦ Γεννήσεως»+Διονύσιος Ψαριανός Μητροπολίτης Σερβίων καί Κοζάνης