ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΚΥΡΙΑΚΗ ΙΑ΄ΛΟΥΚΑ ΤΩΝ ΑΓΙΩΝ ΠΡΟΠΑΤΟΡΩΝ (2016)

 

11 ΔΕΚΕΜΒΡΙΟΥ   2016

† ΚΥΡΙΑΚΗ ΙΑ΄ ΛΟΥΚΑ

+ΤΩΝ ΑΓΙΩΝ ΠΡΟΠΑΤΟΡΩΝ

Αποτέλεσμα εικόνας για ΚΥΡΙΑΚΗ ΤΩΝ ΑΓΙΩΝ ΠΡΟΠΑΤΟΡΩΝ

Ηχος πλ. δ΄, ἑωθινὸν Γ΄΄

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη κα  κφνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα…

χος πλ. δ’

ὁ α’ χορὸς

Ἀμήν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στχ, α’. ξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

Στχ, β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στχ, γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ΑΠΟΛΥΤΙΚΙΑ

ὁ α’ χορός

Ἀπολυτίκιον. Ἦχος πλ. δ.

ξ ὕψους κατῆλθες ὁ εὔσπλαγχνος, ταφὴν καταδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῶν παθῶν· ἡ ζωὴ καὶ ἡ ἀνάστασις ἡμῶν, Κύριε δόξα σοι.

ὁ β’ χορός

Δξα Πατρί…

ξ ὕψους κατῆλθες ὁ εὔσπλαγχνος…

ὁ α’ χορός

Κα νν…Προπατόρων χος β

ν πίστει τοὺς Προπάτορας ἐδικαίωσας, τὴν ἐξ Ἐθνῶν δι’ αὐτῶν προμνηστευσάμενος Ἐκκλησίαν. Καυχῶνται ἐν δόξῃ οἱ Ἅγιοι, ὅτι ἐκ σπέρματος αὐτῶν, ὑπάρχει καρπός εὐκλεής, ἡ ἀσπόρως τεκοῦσά σε. Ταῖς αὐτῶν ἱκεσίαις, Χριστὲ ὁ Θεός, σσον τς ψυχς μν.

Συναπτ μικρ κα  κφνησις

  τι σν τ κρτος… 

ΚΑΘΙΣΜΑΤΑ

Μετὰ τὴν α´ Στιχολογίαν.

ὁ α’ χορός

Ἦχος πλ. δ’.

νέστης ἐκ νεκρῶν, ἡ ζωὴ τῶν ἁπάντων, καὶ Ἄγγελος φωτός, ταῖς Γυναιξὶν ἐβόα· Παύσασθε τῶν δακρύων, τοῖς Ἀποστόλοις εὐαγγελίσασθε, κράξατε ἀνυμνοῦσαι· Ὅτι ἀνέστη Χριστὸς ὁ Κύριος, ὁ εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.

ὁ β’ χορός

Δόξα Πατρί… Τὴν σοφίαν καὶ Λόγον

ναστὰς ἐκ τοῦ τάφου ὡς ἀληθῶς, ταῖς ὁσίαις προσέταξας Γυναιξί, κηρῦξαι τὴν ἔγερσιν, Ἀποστόλοις ὡς γέγραπται· καὶ δρομαῖος ὁ Πέτρος, ἐπέστη τῷ μνήματι, καὶ τὸ φῶς ἐν τῷ τάφῳ, ὁρῶν κατεπλήττετο, ὅθεν καὶ κατεῖδε, τὰ ὀθόνια μόνα, χωρὶς τοῦ θείου σώματος, ἐν αὐτῷ κατακείμενα, καὶ πιστεύσας ἐβόησε· Δόξα σοι Χριστὲ ὁ Θεός, ὅτι σῴζεις ἅπαντας Σωτὴρ ἡμῶν, τοῦ Πατρὸς γὰρ ὑπάρχεις ἀπαύγασμα.

ὁ α’ χορός   

Καὶ νῦν… Θεοτοκίον.

δι’ ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ· ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου· δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον· δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.   

Μετὰ τὴν β´ Στιχολογίαν, ἕτερα

ὁ β’ χορός

νθρωποι τὸ μνῆμά σου, Σωτὴρ ἐσφραγίσαντο, Ἄγγελος τὸν λίθον, ἐκ τῆς θύρας ἀπεκύλισε. Γυναῖκες ἐθεάσαντο, ἐγηγερμένον ἐκ νεκρῶν, καὶ αὗται εὐηγγελίσαντο τοῖς Μαθηταῖς σου ἐν Σιών. Ὅτι ἀνέστης ἡ ζωὴ τῶν ἁπάντων, καὶ διελύθη τὰ δεσμὰ τοῦ θανάτου. Κύριε δόξα σοι.

ὁ α’ χορός

Δόξα Πατρί…

Τὰ μύρα τῆς ταφῆς, αἱ Γυναῖκες κομίσασαι, φωνῆς Ἀγγελικῆς, ἐκ τοῦ τάφου ἤκουον· Παύσασθε τῶν δακρύων, καὶ ἀντὶ λύπης χαρὰν κομίσασθε, κράξατε ἀνυμνοῦσαι, ὅτι ἀνέστη Χριστὸς ὁ Κύριος, ὁ εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.

ὁ β’ χορός

Καὶ νῦν…Θεοτοκίον.

πὶ σοὶ χαίρει, Κεχαριτωμένη, πᾶσα ἡ κτίσις, Ἀγγέλων τὸ σύστημα, καὶ ἀνθρώπων τὸ γένος· ἡγιασμένε ναέ, καὶ Παράδεισε λογικέ, παρθενικὸν καύχημα, ἐξ ἧς Θεός ἐσαρκώθη, καὶ παιδίον γέγονεν, ὁ πρὸ αἰώνων ὑπάρχων Θεὸς ἡμῶν. Τὴν γὰρ σὴν μήτραν, θρόνον ἐποίησε, καὶ τὴν σὴν γαστέρα, πλατυτέραν οὐρανῶν ἀπειργάσατο. Ἐπὶ σοὶ χαίρει Κεχαριτωμένη, πᾶσα ἡ κτίσις, δόξα σοι.

Τὰ ἀναστάσιμα εὐλογητάρια.

ὁ α’ χορός

χος πλ. α

Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾅδου πάντας ἐλευθερώσαντα.

ὁ β’ χορός

Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὢ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις, Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε, ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.

ὁ α’ χορός

Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι, ἀλλ’ ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε΄ θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.

ὁ β’ χορός

Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῶτερ ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου. Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.

ὁ α’ χορός

Δξα Πατρί… Τριαδικν

Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.

ὁ β’ χορός

Κα νν… Θεοτοκον

Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.

ὁ α’ χορός

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.

ὁ β’ χορός

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.

ὁ α’ χορός

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δξα σοι Θες.

Συναπτ μικρκα  κφνησις

 Ὅτι ηλγητα σου…

 Ἡ Ὑπακοή.Ἦχος πλ. δ’.

Αἱ Μυροφόροι τοῦ Ζωοδότου ἐπιστᾶσαι τῷ μνήματι, τὸν Δεσπότην ἐζήτουν, ἐν νεκροῖς τὸν ἀθάνατον, καὶ χαρᾶς εὐαγγέλια, ἐκ τοῦ Ἀγγέλου δεξάμεναι, τοῖς Ἀποστόλοις ἐμήνυον· ὅτι ἀνέστη Χριστὸς ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

ΑΝΑΒΑΘΜΟΙ

Ἀντίφωνον Α´

ὁ α’ χορός

κ νεότητός μου ὁ ἐχθρὸς με πειράζει, ταῖς ἡδοναῖς φλέγει με, ἐγὼ δὲ πεποιθώς, ἐν σοὶ Κύριε τροποῦμαι τοῦτον.

ὁ β’ χορός

Οἱ μισοῦντες Σιών, γενηθήτωσαν δή, πρὶν ἐκσπασθῆναι ὡς χόρτος, συγκόψει γὰρ Χριστός, αὐχένας αὐτῶν, τομῇ βασάνων.

ὁ α’ χορός
Δόξα Πατρί… Καὶ νῦν…

γίῳ Πνεύματι, τὸ ζῇν τὰ πάντα, φῶς ἐκ φωτός, Θεὸς μέγας, σὺν Πατρὶ ὑμνοῦμεν αὐτῷ καὶ τῷ Λόγῳ.

Ἀντίφωνον Β´

ὁ β’ χορός

καρδία μου τῷ φόβῳ σου σκεπέσθω, ταπεινοφρονοῦσα, μὴ ὑψωθεῖσα ἀποπέσῃ, ἐκ σοῦ Πανοικτίρμον.

ὁ α’ χορός

πὶ τὸν Κύριον ὁ ἐσχηκώς ἐλπίδα, οὐ δείσει τότε, ὅτε πυρὶ τὰ πάντα κρινεῖ καὶ κολάσει.

ὁ β’ χορός

Δόξα Πατρί…Καὶ νῦν…

γίῳ Πνεύματι, πᾶς τις θεῖος βλέπει καὶ προλέγει, τερατουργεῖ ὕψιστα, ἐν τρισὶν ἕνα Θεὸν μέλπων, εἰ γὰρ καὶ τριλαμπεῖ, μοναρχεῖ τὸ θεῖον.

Ἀντίφωνον Γ´

ὁ α’ χορός

κέκραξά σοι Κύριε, πρόσχες, κλῖνόν μοι τὸ οὖς σου βοῶντι, καὶ κάθαρον πρὶν ᾂρῃς με, ἀπὸ τῶν ἐνθένδε.

 

 ὁ β’ χορός

πὶ τὴν μητέρα αὐτοῦ γῆν, δύνων πᾶς αὖθις ἀναλύσει, τοῦ λαβεῖν βασάνους, ἡ γέρα τῶν βεβιωμένων.

ὁ α’ χορός

Δόξα Πατρί…Καὶ νῦν…

γίῳ Πνεύματι, θεολογία μονὰς τρισαγία ὁ Πατὴρ γὰρ ἄναρχος, ἐξ οὗ ἔφυ ὁ Υἱὸς ἀχρόνως, καὶ τὸ Πνεῦμα σύμμορφον, σύνθρονον, ἐκ Πατρὸς συνεκλάμψαν.

Ἀντίφωνον Δ´

ὁ β’ χορός

δοὺ δὴ τί καλόν, ἢ τί τερπνόν, ἀλλ’ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἅμα; ἐν τούτῳ γὰρ Κύριος, ἐπηγγείλατο ζωὴν αἰωνίαν.

ὁ α’ χορός

Τοῦ ἐνδύματος αὐτοῦ, ὁ τὰ κρίνα τοῦ ἀγροῦ κοσμῶν, κελεύει μὴ δεῖν φροντίζειν.

ὁ β’ χορός

Δόξα Πατρί…Καὶ νῦν…

γίῳ Πνεύματι, ἑνοειδεῖ αἰτίᾳ, πάντα ἔχεται εἰρηνοβραβεύτως΄ Θεὸς τοῦτο γὰρ ἐστι, Πατρί τε καὶ Υἱῷ, ὁμοούσιον κυρίως.

Προκείμενον

ὁ α’ χορός

Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου Σιών, εἰς γενεὰν καὶ γενεάν.

ὁ β’ χορός

Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου Σιών, εἰς γενεὰν καὶ γενεάν.

ὁ α’ χορός

Στίχ. Αἴνει ἡ ψυχή μου τὸν Κύριον.

Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου Σιών, …

ὁ β’ χορός

εἰς γενεὰν καὶ γενεάν.

Ἡ Τάξις τοῦ Ἑωθινοῦ Εὐαγγελίου

ὁ α΄ χορὸς

Ἦχος β’.

μήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ β’ χορὸς

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ α΄ χορὸς

Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.

 

ΕΩΘΙΝΟΝ Γ’ Μαρκ.( ΙϚ’, 9-20)

ναστὰς ὁ Ἰησοῦς πρωΐ πρώτῃ Σαββάτου ἐφάνη πρῶτον Μαρίᾳ τῇ Μαγδαληνῇ, ἀφ’ ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια. ἐκείνη πορευθεῖσα ἀπήγγειλε τοῖς μετ’ αὐτοῦ γενομένοις, πενθοῦσι καὶ κλαίουσι. Κἀκεῖνοι ἀκούσαντες ὅτι ζῇ καὶ ἐθεάθη ὑπ’ αὐτῆς ἠπίστησαν. Μετὰ δὲ ταῦτα δυσὶν ἐξ αὐτῶν περιπατοῦσιν ἐφανερώθη ἐν ἑτέρᾳ μορφῇ, πορευομένοις, εἰς ἀγρόν. Κἀκεῖνοι ἀπελθόντες ἀπήγγειλαν τοῖς λοιποῖς, οὐδὲ ἐκείνοις ἐπίστευσαν. Ὕστερον, ἀνακειμένοις αὐτοῖς τοῖς ἕνδεκα ἐφανερώθη, καὶ ὠνείδισε τήν ἀπιστίαν αὐτῶν καὶ σκληροκαρδίαν, ὅτι τοῖς θεασαμένοις αὐτὸν ἐγηγερμένον, οὐκ ἐπίστευσαν. Καὶ εἶπεν αὐτοῖς, Πορευθέντες εἰς τὸν κόσμον ἅπαντα, κηρύξατε τὸ εὐαγγέλιον πάσῃ τῇ κτίσει. Ὁ πιστεύσας καὶ βαπτισθείς, σωθήσεται, ὁ δὲ ἀπιστήσας, κατακριθήσεται. σημεῖα δὲ τοῖς πιστεύσασι ταῦτα παρακολουθήσει, ἐν τῷ ὀνόματί μου δαιμόνια ἐκβαλοῦσι, γλώσσαις λαλήσουσι καιναῖς, ὄφεις ἀροῦσι, κἂν θανάσιμόν τι πίωσιν , οὐ μὴ αὐτοὺς βλάψει, ἐπὶ ἀῤῥώστους χεῖρας ἐπιθήσουσι, καὶ καλῶς ἕξουσιν. Ὁ μὲν οὖν Κύριος, μετὰ τὸ λαλῆσαι αὐτοῖς, ἀνελήφθη εἰς τὸν οὐρανόν, καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ Θεοῦ. Ἐκεῖνοι δὲ ἐξελθόντες ἐκήρυξαν πανταχοῦ, τοῦ Κυρίου συνεργοῦντος, καὶ τὸν λόγον βεβαιοῦντος διὰ τῶν ἐπακολουθούντων σημείων. Ἀμήν.

ὁ α’χορς

Δόξα σοι, Κύριε, δόξα σοι.

 

Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης:

νάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν, ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι’ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.

Καὶ εὐθὺς ὁ Ν Ψαλμὸς εἰς ἦχον β

  • λέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

  • πὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.

  • τι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντὸς.

  • Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.

  • δοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.

  • δοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.

  • αντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.

  • κουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.

  • πόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.

  • Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.

  • Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ.

  • πόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.

  • Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν.

  • ῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.

  • Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.

  • τι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.

  • Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον΄ καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.

  • γάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.

  • Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα.

  • Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους, κα ἐλέησόν με ὁ Θεός.

 

ὁ α’ χορὸς

Δόξα Πατρὶ… Ἦχος β’

Ταῖς τῶν Ἀποστόλων, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ β’ χορὸς

Καὶ νῦν…

Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.  

ὁ α’ χορὸς

Στίχ. λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Πεντηκοστάριον. Ἦχος ὁ αὐτὸς

ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου, καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν, τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.

Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…

ΚΑΝΟΝΕΣ

ὁ Ἀναστάσιμος εἰς δ´

ὁ α’ χορός

ᾠδὴ α’.
Ἦχος πλ. δ’.Ὁ Εἱρμός.

ρματηλάτην Φαραὼ ἐβύθισε, τερατουργοῦσα ποτέ, Μωσαϊκὴ ῥάβδος, σταυροτύπως πλήξασα, καὶ διελοῦσα θάλασσαν, Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν, ᾆσμα τῷ Θεῷ ἀναμέλποντα.

ὁ β’ χορός

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Τὴν παντοδύναμον Χριστοῦ θεότητα, πῶς μὴ θαυμάσωμεν, ἐκ μὲν παθῶν πᾶσι, τοῖς πιστοῖς ἀπάθειαν, καὶ ἀφθαρσίαν βλύζουσαν, ἐκ πλευρᾶς δὲ ἁγίας, πηγὴν ἀθάνατον στάζουσαν, καὶ ζωὴν ἐκ τάφου ἀΐδιον.

ὁ α’ χορός

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

ς εὐπρεπὴς ταῖς Γυναιξὶν ὁ Ἄγγελος, νῦν ἐμπεφάνισται, καὶ τηλαυγῆ φέρων, τῆς ἐμφύτου σύμβολα, ἀΰλου καθαρότητος, τῇ μορφῇ δὲ μηνύων, τὸ φέγγος τῆς ἀναστάσεως, κράζει· Ἐξηγέρθη ὁ Κύριος.

ὁ β’ χορός

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Δεδοξασμένα περὶ σοῦ λελάληνται, ἐν γενεαῖς γενεῶν, ἡ τὸν Θεὸν Λόγον, ἐν γαστρὶ χωρήσασα, ἁγνὴ δὲ διαμείνασα, Θεοτόκε Παρθένε, διό σε πάντες γεραίρομεν, τὴν μετὰ Θεὸν προστασίαν ἡμῶν.  

δ α’ 

τῶν Προπατόρων εἰς δ´

Ὁ Εἱρμός. Χριστὸς γεννᾶται .Ἦχος α’

ὁ α’ χορός

Στίχ. γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Πατράσιν αἶνον προσάξωμεν, πρὸ Νόμου καὶ ἐν Νόμῳ ἐκλάμψασι, καὶ τὸν ἐκ Παρθένου λάμψαντα, Κύριον καὶ Δεσπότην, γνώμῃ ὀρθῇ, τεθεραπευκόσι, καὶ ἀδύτου φωτισμοῦ νῦν ἀπολαύουσιν.

ὁ β’ χορός

Στίχ. γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

δὰμ τὸν πρῶτον τιμήσωμεν, χειρὶ τετιμημένον τοῦ κτίσαντος, καὶ πάντων ἡμῶν Προπάτορα, ἤδη γεγενημένον, καὶ ἐν σκηναῖς, ταῖς ἐπουρανίαις, μετὰ πάντων ἐκλεκτῶν ἀναπαυόμενον.

 ὁ α’ χορός

Δόξα Πατρί…

Τὸν Ἄβελ δῶρα προσάγοντα, ψυχῇ εὐγενεστάτῃ προσήκατο, ὁ πάντων Θεὸς καὶ Κύριος, τοῦτον δὲ μιαιφόνῳ, πάλαι χειρί, τεθανατωμένον, ἀνεκόμισε πρὸς φῶς ὡς θεῖον Μάρτυρα.

ὁ β’ χορός 

Καὶ νῦν… Θεοτοκίον

ητῶν ἐνθέων ἀκούσωμεν, βοώντων τοῦ Χριστοῦ τὴν ἀνάδειξιν, ἰδοὺ γὰρ Σπηλαίῳ τίκτεται, Κόρης ἐξ ἀπειράνδρου, οὗ τὸν φρικτόν, τόκον προμηνύει΄ Ἀστρολόγοις ὁ ἀστὴρ ἐπιφαινόμενος. 

ᾠδὴ γ’.
Ἦχος πλ. δ’. Ὁ Εἱρμός.  

ὁ α’ χορός

στερεώσας κατ’ ἀρχάς, τοὺς οὐρανοὺς ἐν συνέσει, καὶ τὴν γῆν ἐπὶ ὑδάτων ἑδράσας, ἐν τῇ πέτρᾳ με Χριστέ, τῶν ἐντολῶν σου στήριξον, ὅτι οὐκ ἔστι πλήν σου, ἅγιος μόνε Φιλάνθρωπε.

ὁ β’ χορός

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Κατακριθέντα τὸν Ἀδάμ, τῇ γεύσει τῆς ἁμαρτίας, τῆς σαρκός σου τὸ σωτήριον πάθος, ἐδικαίωσε Χριστέ, αὐτὸς γὰρ οὐχ ὑπεύθυνος, τῇ τοῦ θανάτου πείρᾳ, πέφηνας ὁ ἀναμάρτητος.

ὁ α’ χορός

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Τῆς ἀναστάσεως τὸ φῶς, ἐξέλαμψε τοῖς ἐν σκότει, τοῦ θανάτου καὶ σκιᾷ καθημένοις, ὁ Θεός μου Ἰησοῦς, καὶ τῇ αὐτοῦ θεότητι, τὸν ἰσχυρὸν δεσμεύσας, τούτου τὰ σκεύη διήρπασε.

ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τῶν Χερουβεὶμ καὶ Σεραφείμ, ἐδείχθης ὑψηλοτέρα, Θεοτόκε, σὺ γὰρ μόνη ἐδέξω, τὸν ἀχώρητον Θεόν, ἐν σῇ γαστρὶ ἀμόλυντε, διὸ πιστοί σε πάντες, ὕμνοις ἀεὶ μακαρίζομεν.

ᾠδὴ γ’

 ὁ α’ χορός

Στίχ. γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Τῷ πρὸ τῶν αἰώνων

δεται ἐν κόσμῳ, τὸ τοῦ Σὴθ πρὸς τὸν Κτίστην διάπυρον, ἐν γὰρ ἀμέμπτῳ πολιτείᾳ, καὶ ψυχῆς διαθέσει, αὐτὸν ὄντως ἐθεράπευσε, καὶ νῦν ἐν χώρᾳ τῶν ζώντων βοᾷ, ἅγιος εἶ Κύριε. 

ὁ β’ χορός

Στίχ. γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Στόματι καὶ γλώσσῃ, καὶ καρδίᾳ Ἐνὼς ὁ θαυμάσιος, ἐπικαλεῖσθαι θεοφρόνως, τὸν τῶν ὅλων Δεσπότην, Θεὸν ἤλπισεν ἐν πνεύματι, καὶ εὐαρέστως βιώσας ἐν γῇ, κλέος ἐπηνέγκατο.

 ὁ α’ χορός

Δόξα Πατρί…

ερολογίαις, ἱεραῖς τὸν Ἐνὼχ μακαρίσωμεν, εὐαρεστήσας γὰρ Κυρίῳ, μετετέθη ἐν δόξῃ, ὀφθεὶς κρείττων καθὼς γέγραπται, θανάτου οἷα Θεοῦ πεφηνώς, δοῦλος γνησιώτατος.  

ὁ β’ χορός

Καὶ νῦν… Θεοτοκίον

Νῦν ἡ προσδοκία, τῶν Ἐθνῶν ἐκ Παρθένου προέρχεται, καὶ Βηθλεὲμ τὴν κεκλεισμένην, ὑπανοίγει προσφόρως, Ἐδὲμ Λόγον σωματούμενον, εἰσδεδεγμένη καὶ φάτνῃ σαρκί, ἐπανακλινόμενον.  

Συναπτ μικρ κα  κφνησις

 Ὅτι σ ε Θες μν,… 

Ἡ Ὑπακοὴ  Ἦχος β’

Εἰς δρόσον τοῖς Παισί, τὸ πῦρ μετεβάλλετο, ὁ θρῆνος εἰς χαράν, ταῖς γυναιξὶν ἐνηλλάττετο, Ἄγγελος γάρ, ἐν ἀμφοτέροις διηκόνει τοῖς θαύμασι, τοῖς μέν, εἰς ἀνάπαυσιν μεταποιήσας τὴν κάμινον, ταῖς δέ, τὴν ἀνάστασιν καταμηνύσας τριήμερον, ὁ ἀρχηγὸς τῆς ζωῆς ἡμῶν, Κύριε δόξα σοι.    

Κοντάκιον Ἀναστάσιμον.
Ἦχος πλ. δ’. Ὡς ἀπαρχὰς τῆς φύσεως.

ξαναστὰς τοῦ μνήματος, τοὺς τεθνεῶτας ἤγειρας, καὶ τὸν Ἀδὰμ ἀνέστησας, καὶ ἡ Εὔα χορεύει ἐν τῇ σῇ Ἀναστάσει, καὶ κόσμου τὰ πέρατα πανηγυρίζουσι, τῇ ἐκ νεκρῶν ἐγέρσει σου Πολυέλεε.

Ὁ Οἶκος

Τὰ τοῦ ᾅδου σκυλεύσας βασίλεια, καὶ νεκροὺς ἀναστήσας Μακρόθυμε, Γυναιξὶ Μυροφόροις συνήντησας, ἀντὶ λύπης, χαρὰν κομισάμενος, καὶ Ἀποστόλοις σου ἐμήνυσας τὰ τῆς νίκης σύμβολα, Σωτήρ μου ζωοδότα, καὶ τὴν κτίσιν ἐφώτισας φιλάνθρωπε· διὰ τοῦτο καὶ κόσμος συγχαίρει, τῇ ἐκ νεκρῶν ἐγέρσει σου Πολυέλεε.

δ δ‘ 

Ερμς

Σύ μου ἰσχύς, Κύριε, σύ μου καὶ δύναμις, σὺ Θεός μου, σύ μου ἀγαλλίαμα, ὁ πατρικοὺς κόλπους μὴ λιπών, καὶ τὴν ἡμετέραν πτωχείαν ἐπισκεψάμενος, διὸ σὺν τῷ Προφήτῃ, Ἀββακοὺμ σοι κραυγάζω΄ Τῇ δυνάμει σου δόξα φιλάνθρωπε.

 

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Σὺ δυσμενῆ, ὄντα με λίαν ἠγάπησας, σὺ κενώσει, ξένῃ καταβέβηκας, ἐπὶ τῆς γῆς, εὔσπλαγχνε Σωτήρ, τῆς ἐσχατιᾶς μου, τὴν ὕβριν μὴ ἀνηνάμενος, καὶ μείνας ἐν τῷ ὕψει, τῆς ἀχράντου σου δόξης τὸν πρὶν ἠτιμωμένον ἐδόξασας.

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Τὶς καθορᾶν, Δέσποτα νῦν οὐκ ἐξίσταται, διὰ πάθους, θάνατον λυόμενον, διὰ Σταυροῦ φεύγουσαν φθοράν, καὶ διὰ θανάτου, τὸν ᾍδην πλούτου κενούμενον΄ Τῆς θείας δυναστείας, σοῦ τοῦ ἐσταυρωμένου, τὸ ἐξαίσιον ἔργον φιλάνθρωπε.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκον

Σὺ τῶν πιστῶν, καύχημα πέλεις ἀνύμφευτε, σὺ προστάτις, σὺ καὶ καταφύγιον, Χριστιανῶν, τεῖχος καὶ λιμήν, πρὸς γὰρ τὸν Υἱόν σου, ἐντεύξεις φέρεις πανάμωμε, καὶ σῴζεις ἐκ κινδύνων, τοὺς ἐν πίστει καὶ πόθῳ, Θεοτόκον ἁγνὴν σε γινώσκοντας.

ᾠδὴ δ’

Στίχ. γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ῥάβδος ἐκ τῆς ῥίζης Ἱεσσαί

Αἶνον προσαγάγωμεν Θεῷ, τιμῶντες μελῳδήμασι, Νῶε τὸν ὄντως ὄντα δίκαιον, ἐν πάσαις γὰρ ἐντολαῖς, θείαις καλλυνόμενος, ὤφθη τῷ Χριστῷ εὐαρεστήσας, ᾧ μελωδοῦμεν πιστῶς. Δόξα τῇ δυνάμει σου Κύριε.

Στίχ. γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

δών σου Θεὸς τὸ εὐγενές, τῆς γνώμης τὸ ἀκέραιον, καὶ κατὰ πάντα Νῶε τέλειον, δευτέρου κόσμου σαφῶς, ἀρχηγόν σε δείκνυσι, σώσαντα αὐτῷ παντὸς ἐκ γένους, κατακλυσμοῦ αἰσθητοῦ, σπέρμα, ὡς αὐτὸς διετάξατο.

Δόξα Πατρί…

Νῶε τὸν φυλάξαντα Θεοῦ, τὸν νόμον ἀπαράτρωτον, καὶ εὑρεθέντα τότε δίκαιον, τῇ γενεᾷ ἑαυτοῦ, καὶ ξυλίνῃ σώσαντα, πάλαι κιβωτῷ ἀλόγων γένη, προστάξει παντουργικῇ, ὕμνοις εὐσεβῶς μακαρίσωμεν.

Καὶ νῦν… Θεοτοκίον

Νῦν ἡ ἀπολύτρωσις ἡμῶν, ἐν φάτνῃ ἀνακλίνεται, καὶ σπαργανοῦται ὥσπερ νήπιον, καὶ Μάγοι ἀνατολῶν, Βασιλεῖς ἀφίκοντο, τοῦτον ὡς Θεὸν καὶ Βασιλέα, τεχθέντα ἐπὶ τῆς γῆς, βλέψαι καὶ λατρεῦσαι σὺν δώροις πιστῶς.   

ᾠδὴ ε’

Ερμς

να τί με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον, ἀλλ’ ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τὰς ὁδούς μου κατεύθυνον δέομαι.

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Περιθέσθαι ἠνέσχου, χλαῖναν πρὸ τοῦ πάθους σου, Σῶτερ παιζόμενος, τὴν τοῦ Πρωτοπλάστου, περιστέλλων ἀσχήμονα γύμνωσιν, καὶ γυμνὸς παγῆναι, ἐν τῷ Σταυρῷ ἀπαμφιάζων, τὸν χιτῶνα Χριστὲ τῆς νεκρώσεως. 

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

κ χοὸς τοῦ θανάτου, σὺ τὴν πεπτωκυῖάν μου ἀνῳκοδόμησας, ἀναστὰς οὐσίαν, καὶ ἀγήρω Χριστὲ κατεσκεύασας, ἀναδείξας πάλιν, βασιλικὴν ὥσπερ εἰκόνα, ἀφθαρσίας φωτὶ ἀπαστράπτουσαν.

Στχ.περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκον

Μητρικὴν παῤῥησίαν, τὴν πρὸς τὸν Υἱόν σου κεκτημένη Πάναγνε, συγγενοῦς προνοίας, τῆς ἡμῶν μὴ παρίδῃς δεόμεθα, ὅτι σὲ καὶ μόνην, Χριστιανοὶ πρὸς τὸν Δεσπότην, ἱλασμὸν εὐμενῆ προβαλλόμεθα.

ᾠδὴ ε’

Θεὸς ὢν εἰρήνης

Στίχ. γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

παίνοις τιμάσθω, ἐνθέοις ὁ Σήμ, πατρικὴν εὐλογίαν καρπούμενος, καὶ ἔναντι εὐάρεστος, δεικνύμενος Θεοῦ, καὶ τοῖς τῶν Προπατόρων, χοροῖς κατειλεγμένος, καὶ ἐν χώρᾳ τῶν ζώντων, περιχαρῶς ἀναπαυόμενος.

Στίχ. γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

δεῖν ἠξιώθη, ὡς φίλος Θεοῦ, Ἀβραὰμ τὴν ἡμέραν τοῦ Κτίστου αὐτοῦ, καὶ ἔμπλεως ἐγένετο, χαρᾶς πνευματικῆς, τοῦτον οὖν διανοίας, εὐθύτητι τιμῶντες, μακαρίσωμεν πάντες, ὡς τοῦ Θεοῦ πιστὸν θεράποντα.

Δόξα Πατρί…

Κατεῖδες ὡς θέμις, ἀνθρώπῳ ἰδεῖν, τὴν Τριάδα, καὶ ταύτην ἐξένισας, ὡς φίλος γνησιώτατος, παμμάκαρ Ἀβραάμ, ὅθεν μισθὸν κομίζῃ, τῆς ξένης ξεναγίας τὸ γενέσθαι ἀπείρων, Ἐθνῶν πατὴρ διὰ τῆς πίστεως.

Καὶ νῦν…Θεοτοκίον

πλήρης κενοῦται, σαρκὶ δι’ ἡμᾶς, καὶ ἀρχὴν ὁ προάναρχος δέχεται, πτωχεύει δὲ ὁ πλούσιος, καὶ Λόγος ὢν Θεοῦ, ἐν φάτνῃ τῶν ἀλόγων, προσκλίνεται ὡς βρέφος, τὴν ἀνάπλασιν πάντων.  τῶν ἀπ’αἰῶνος ἐργαζόμενος.      

δ ς
Ερμς

λάσθητί μοι Σωτήρ, πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε, δέομαι, πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου.

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Διὰ ξύλου κραταιῶς, καθεῖλέ με ὁ ἀρχέκακος, αὐτὸς δὲ ἀναρτηθείς, Χριστὲ κραταιότερον, Σταυρῷ καταβέβληκας, δειγματίσας τοῦτον, τὸν πεσόντα δὲ ἀνέστησας.

Στίχ.  Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Σὺ ὢκτειρας τὴν Σιών, ἐξανατείλας τοῦ μνήματος, καινὴν ἀντὶ παλαιᾶς, τελέσας ὡς εὔσπλαγχνος, τῷ θείῳ σου αἵματι, καὶ νῦν βασιλεύεις, ἐν αὐτῇ εἰς τοὺς αἰῶνας Χριστέ.

Στχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκον

υσθείημεν τῶν δεινῶν, πταισμάτων ταῖς ἱκεσίαις σου, Θεογεννῆτορ ἁγνή, καὶ τύχοιμεν πάναγνε, τῆς θείας ἐλλάμψεως, τοῦ ἐκ σοῦ ἀφράστως, σαρκωθέντος Υἱοῦ τοῦ Θεοῦ.

ᾠδὴ ς’

Σπλάγχνων Ἰωνᾶν

Στίχ. γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Τύπωσις Χριστοῦ, τοῦ πάθους γεγένησαι, σαφῶς Ἰσαὰκ μακαριώτατε, ἀναγόμενος, πατρικῇ εὐπειθείᾳ τοῦ θύεσθαι, διὰ τοῦτο μεμακάρισαι, καὶ φίλος Θεοῦ, ὤφθης ὄντως γνησιώτατος, μετὰ πάντων δικαίων σκηνούμενος.

Στίχ. γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

φθη Ἰακώβ, θεράπων πιστότατος, τοῦ πάντων Θεοῦ, ὅθεν ἐπάλαισε, μετ’ Ἀγγέλου νοῦς, καθορῶν τὸν Θεὸν μετωνόμασται, καὶ καθεύδων θείαν κλίμακα τεθέαται, ᾗπερ Θεὸς ἐπεστήρικτο, ὁ σαρκὶ προσπλακεὶς ἀγαθότητι.

Δόξα Πατρί…

Στέργων Ἰωσήφ, πατρὸς τὴν εὐπείθειαν, ἐν λάκκῳ βληθείς, προσαπεμπόληται, εἰς προτύπωσιν, τοῦ τυθέντος ἐν λάκκῳ βληθέντος Χριστοῦ, σιτοδότης τε Αἰγύπτου ἐχρημάτισε, σώφρων γεγονὼς καὶ δίκαιος, βασιλεύς τε παθῶν ἀληθέστατος.

Καὶ νῦν… Θεοτοκίον

Νέον ἐπὶ γῆς, παιδίον γνωρίζεται, ὁ ὢν σὺν Πατρὶ ἀεὶ καὶ Πνεύματι, σπαργανοῦται δέ, ὁ τὴν γῆν σπαργανώσας ὁμίχλῃ σαφῶς, καὶ ἐν φάτνῃ τῶν ἀλόγων ἀνακέκλιται, τούτου νῦν προεορτάσωμεν, γεγηθότες τὴν ἄσπορον γέννησιν.

Συναπτ μικρ κα  κφνησις

Σ γρ ε Βασιλες

Κοντάκιον αὐτόμελον ἦχος β’

Χειρόγραφον εἰκόνα μὴ σεβασθέντες, ἀλλ’ ἀγράφῳ οὐσίᾳ θωρακισθέντες τρισμακάριοι, ἐν τῷ σκάμματι τοῦ πυρὸς ἐδοξάσθητε, ἐν μέσῳ δὲ φλογὸς ἀνυποστάτου ἱστάμενοι, Θεὸν ἐπεκαλεῖσθε. Τάχυνον ὁ Οἰκτίρμων, καὶ σπεῦσον ὡς ἐλεήμων, εἰς τὴν βοήθειαν ἡμῶν, ὅτι δύνασαι βουλόμενος.

Ὁ Οἶκος

κτεινόν σου τὴν χεῖρα, ἧς πάλαι ἔλαβον πεῖραν Αἰγύπτιοι πολεμοῦντες, καὶ Ἑβραῖοι πολεμούμενοι, μὴ καταλίπῃς ἡμᾶς, καὶ καταπίῃ ἡμᾶς ὁ θάνατος, ὁ διψῶν ἡμᾶς, καὶ σατᾶν ὁ μισῶν ἡμᾶς΄ ἀλλ’ ἔγγισον ἡμῖν, καὶ φεῖσαι τῶν ψυχῶν ἡμῶν, ὡς ἐφείσω ποτὲ τῶν Παίδων σου τῶν ἐν Βαβυλῶνι, ἀπαύστως ἀνυμνούντων σε καὶ βληθέντων ὑπὲρ σοῦ εἰς τὴν κάμινον, καὶ ἐκ ταύτης κραυγαζόντων σοι. Τάχυνον ὁ οἰκτίρμων, καὶ σπεῦσον ὡς ἐλεήμων εἰς τὴν βοήθειαν ἡμῶν, ὅτι δύνασαι βουλόμενος.

Σ υ ν α ξ ά ρ ι ο ν

ΤΙΑ’ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Δανιὴλ τοῦ Στυλίτου.

Στίχοι

Καὶ γήϊνον πᾶν, ἀλλὰ καὶ γῆν ἐκκλίνων,

Οἰκεῖ Δανιὴλ πρὶν στῦλον, καὶ νῦν πόλον.

Ἑνδεκάτῃ Δανιὴλ στυλοβάμων εὕρατο τέρμα.

 

Τῇ αὐτῇ ἡμέρᾳ, τοῦ Ὁσίου Πατρὸς ἡμῶν Λουκᾶ, τοῦ νέου Στυλίτου.

Στίχοι

Πρὸς ὕψος ἀνήνεγκε τὸν Λουκᾶν στῦλος,

Λουκᾶς δὲ τὸν νοῦν πρὸς Θεόν, πρὸς ὃν τρέχει.

 

Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀκεψεῆ καὶ Ἀειθαλᾶ.

Στίχοι

Ἀκεψεῆν βλέπων με πάσχοντα ξίφει,

Ἀειθαλᾶ, ζήλωσον, Ἐζήλωσά σε.

 

Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη Μείρακός τινος, καὶ διήγησις πάνυ ὠφέλιμος.

Τῇ αὐτῇ ἡμέρᾳ , Ἄθλησις τοῦ Ἁγίου Μάρτυρος Βαρσαβᾶ.

Στίχοι

Θύσας Βαρσαβᾶ ζῆθι, λυτρωθεὶς ξίφους.

Ἄνω ποθῶ ζῆν· θᾶττον ἡκέτω ξίφος.

 

Τῶν Ἁγίων Μαρτύρων Τερεντίου, Βικεντίου, Αἰμιλιανοῦ, καὶ Βεβαίας.

Στίχοι

Τμηθέντες ἐμφαίνουσι τρεῖς τε καὶ μία

Θεοῦ Τρία πρόσωπα καὶ φύσιν μίαν.

Τῇ αὐτῇ ἡμέρᾳ , Κυριακὴ τῶν Ἁγίων Προπατόρων.

Στιχοι

Δέξασθαι χαρὰν οἱ πάλαι Προπάτορες,

Βλέποντες ἐγγίζοντα Χριστὸν Μεσσίαν.

Γήθεο Ἀβραάμ, ὅτι Πρόπαππος Χριστοῦ ἐδείχθης.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ΚΑΤΑΒΑΣΙΑΙ

ὁ α’ χορός

ᾠδ α’  χος α

Χριστὸς γεννᾶται, δοξάσατε΄ Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε. Χριστὸς ἐπὶ γῆς, ὑψώθητε. ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται.

ὁ β΄ χορὸς

δ γ

Τῷ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀῤῥεύστως Υἱῷ, καὶ ἐπ’ ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν΄ Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν,…

ὁ α’ χορός

γιος εἶ Κύριε.

ὁ β΄ χορὸς

δ δ

άβδος ἐκ τῆς ῥίζης Ἱεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας, ἐξ ὄρους ὁ αἰνετός, κατασκίου δαςέος, ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄϋλος καὶ Θεός΄ Δόξα τῇ δυνάμει σου, Κύριε.

ὁ α’ χορός

δ ε

Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης Βουλῆς σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον, ἀπέστειλας ἡμῖν΄ ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτός ὀρθρίζοντες, δοξολογοῦμέν σε, φιλάνθρωπε. 

ὁ β΄ χορὸς

δ ς

Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο΄ τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον, ἧς γάρ, οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν, κατέσχεν ἀπήμαντον.

ὁ α’ χορός 

δ ζ

Οἱ Παῖδες εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθησαν, ἀλλ’ ἐν μέσῳ τῆς φλογός, ἐστῶτες ἔψαλλον΄ Ὁ τῶν Πατέρων, Θεὸς εὐλογητὸς εἶ.

ὁ β΄ χορὸς

δ η’

Στχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον.

Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον, οὐ γὰρ οὓς ἐδέξατο φλέγει Νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν΄ διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν΄ Εὐλογείτω ἡ Κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, ες πντας τος αἰῶνας.

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ΤΙΜΙΩΤΕΡΑ (Ἦχος α’)

ὁ α’ χορός

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ. τι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. τι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. ποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. ντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…

Καταβασία

ὁ α’ χορός

ᾠδὴ θ’.

Μεγάλυνον ψυχή μου, τὴν Τιμιωτέραν, καὶ ἐνδοξοτέραν, τῶν ἄνω στρατευμάτων.

Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον! Οὐρανὸν τὸ Σπήλαιον, θρόνον Χερουβικόν, τὴν Παρθένον, τὴν φάτνην χωρίον, ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός, ν νυμνοντες μεγαλνομεν.  

Συναπτ μικρκα  κφνησις

τι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

ὁ α’ χορός
Ἦχος β’.

γιος Κύριος ὁ Θεὸς ἡμῶν.

ὁ β’ χορός

γιος Κύριος ὁ Θεὸς ἡμῶν.

ὁ α’ χορός

ψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.

ὁ β’ χορός

τι ἅγιος ἐστι.

ὁ α’ χορός

ξαποστειλριον Γ’

τι Χριστὸς ἐγήγερται, μή τις διαπιστείτω, ἐφάνη τῇ Μαρίᾳ γάρ, ἔπειτα καθωράθη, τοῖς εἰς ἀγρὸν ἀπιοῦσι΄ Μύσταις δὲ πάλιν ὤφθη, ἀνακειμένοις ἕνδεκα, οὕς βαπτίζειν ἐκπέμψας, εἰς οὐρανούς, ὅθεν καταβέβηκεν ἀνελήφθη, ἐπικυρῶν τὸ κήρυγμα, πλήθεσι τῶν σημείων.

ὁ β’ χορός

Γυναῖκες ἀκουτίσθητε

Πατέρων μνήμην σήμερον, σκιρτῶντες φιλοπάτορες, τοῦ Ἀβραὰμ συνελθόντες, καὶ Ἰσαὰκ κατὰ χρέος, καὶ Ἰακὼβ ὑμνήσωμεν, ἐξ ὧν Χριστὸς ὁ Κύριος, τὸ κατὰ σάρκα ὡράθη, διὰ πολλὴν εὐσπλαγχνίαν.

ὁ α’ χορός

δὰμ ἀνευφημήσωμεν, Ἄβελ Σὴθ καὶ τὸν Ἐνώς, Ἐνὼχ καὶ Νῶε, Ἀβραάμ, Ἰσαὰκ καὶ τὸν Ἰακώβ, Μωσῆν, Ἰὼβ καὶ τὸν Ἀαρών, Ἐλεάζαρ, Ἰησοῦν, Βαράκ, Σαμψών, Ἰεφθάε, Δαυΐδ καὶ τὸν Σολομῶντα.

ὁ β’ χορός

Θεοτοκίον, ὅμοιον

Ἁγνὴ Παρθένε ἄχραντε, Μαρία Θεονύμφευτε, ἐν ὥρᾳ τῇ φοβερᾷ μοι, πρόστηθι καὶ μεσῖτις, πρὸς τὸν Υἱόν σου φάνηθι, τῷ ταπεινῷ καὶ ῥῦσαί με, τῆς καταδίκης ἐκείνης, καὶ τῶν κολάσεων πάντων.

ΑΙΝΟΙ

ὁ α’ χορός

Ἦχος πλ. δ’.

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ α’ χορός

Στίχ. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.

Κύριε, εἰ καὶ κριτηρίῳ παρέστης, ὑπὸ Πιλάτου κρινόμενος, ἀλλ’ οὐκ ἀπελείφθης τοῦ θρόνου, τῷ Πατρὶ συγκαθεζόμενος, καὶ ἀναστὰς ἐκ νεκρῶν, τὸν κόσμον ἠλευθέρωσας, ἐκ τῆς δουλείας τοῦ ἀλλοτρίου, ὡς οἰκτίρμων καὶ Φιλάνθρωπος.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.  

Κύριε, εἰ καὶ ὡς νεκρὸν ἐν μνημείῳ, Ἰουδαῖοι σε κατέθεντο, ἀλλ’ ὡς Βασιλέα ὑπνοῦντα, στρατιῶταί σε ἐφύλαττον, καὶ ὡς ζωῆς θησαυρόν, σφραγῖδι ἐσφραγίσαντο, ἀλλὰ ἀνέστης καὶ παρέσχες, ἀφθαρσίαν ταῖς ψυχαῖς ἡμῶν.

ὁ α’ χορός

Στίχ.  Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Κύριε, ὅπλον κατὰ τοῦ διαβόλου, τὸν Σταυρόν σου ἡμῖν δέδωκας, φρίττει γὰρ καὶ τρέμει, μὴ φέρων καθορᾶν αὐτοῦ τὴν δύναμιν, ὅτι νεκροὺς ἀνιστᾷ καὶ θάνατον κατήργησε, διὰ τοῦτο προσκυνοῦμεν, τὴν ταφήν σου καὶ τὴν ἔγερσιν.

ὁ β’ χορός

Στίχ.  Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Ἄγγελός σου Κύριε, ὁ τὴν Ἀνάστασιν κηρύξας, τοὺς μὲν φύλακας ἐφόβησε, τὰ δὲ γύναια ἐφώνησε λέγων· Τὶ ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν, ἀνέστη, Θεός ὢν, καὶ τῇ οἰκουμένῃ ζωὴν ἐδωρήσατο.

ΤΩΝ ΑΓΙΩΝ ΠΡΟΠΑΤΟΡΩΝ

ὁ α’ χορός

Ἦχος β’ – Οἶκος τοῦ Εὐφραθᾶ

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

Πάντες τὴν τῶν σεπτῶν, νῦν Προπατόρων μνήμην, τελέσωμεν ὑμνοῦντες, τὴν τούτων πολιτείαν, δι’ ἧς ἐμεγαλύνθησαν.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Πάντες τὴν τῶν σεπτῶν,…

ὁ α’ χορός

Στίχ. Εὐλογητὸς εἶ Κύριε ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

σβεσαν τοῦ πυρός, τὴν δύναμιν οἱ Παῖδες, χορεύοντες ἐν μέσῳ, καμίνου καὶ ὑμνοῦντες, Θεὸν τὸν παντοδύναμον.

ὁ β’ χορός

Στίχ. Καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν τὴν τῶν Πατέρων ἡμῶν Ἱερουσαλήμ.

Λάκκῳ κατακλεισθείς, θηρσὶ συνῳκισμένος, Δανιὴλ ὁ Προφήτης, ἀμέτοχος τῆς τούτων, ἐδείκνυτο κακώσεως.

ὁ α’ χορός

Δόξα Πατρί… Ἦχος βαρὺςΓερμανοῦ

Δεῦτε ἅπαντες, πιστῶς πανηγυρίσωμεν, τῶν πρὸ νόμου Πατέρων, Ἀβραὰμ καὶ τῶν σὺν αὐτῷ, τὴν ἐτήσιον μνήμην΄ τοῦ Ἰούδα τὴν φυλήν, ἀξίως τιμήσωμεν΄ τοὺς ἐν Βαβυλῶνι Παῖδας, τοὺς σβέσαντας τὴν ἐν καμίνῳ φλόγα, ὡς τῆς Τριάδος τύπον, σὺν τῷ Δανιὴλ εὐφημήσωμεν΄ τῶν Προφητῶν τὰς προῤῥήσεις ἀσφαλῶς κατέχοντες, μετὰ τοῦ Ἡσαΐου μεγαλοφώνως βοήσωμεν΄ ἰδοὺ ἡ Παρθένος, ἐν γαστρὶ λήψεται, καὶ τέξεται Υἱὸν τὸν Ἐμμανουήλ΄ ὃ ἐστι μεθ’ ἡμῶν ὁ Θεός.

ὁ β’ χορός

Καὶ νῦν… ἦχος β’

περευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε, διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν, διὸ ἀνυμνοῦντες βοῶμεν. Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.  

 

Δοξολογία Μεγάλη ἦχος πλ. δ΄ ( Ἀργή ἢ σύντομος )

· Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

· μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

· Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.

· Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

· Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

· τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

· Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

· Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

· Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

· Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

· Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.    (γ΄)

· Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

· Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

· τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

· Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (γ΄)

Δόξα Πατρὶ ..Καὶ νῦν…. .

γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

γιος ὁ Θεός,……….

τὸ παρόν Ἀναστάσιμον Τροπάριον

Σήμερον σωτηρία τῷ κόσμῳ γέγονεν, ᾄσωμεν τῷ ἀναστάντι ἐκ τάφου καὶ ἀρχηγῷ τῆς ζωῆς ἡμῶν· καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον, τὸ νῖκος ἔδωκεν ἡμῖν, καὶ τὸ μέγα ἔλεος.

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

ΑΝΤΙΦΩΝΑ ( τῶν Κυριακῶν)

Ἀντίφωνον Α’

Ἦχος β´.

Στίχ.Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.

Στίχ.Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Στίχ. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Στίχ. Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Δόξα Πατρί… Καὶ νῦν.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 Ἀντίφωνον Β’

Ἦχος β´.

Στίχ. Αἴνει, ἡ ψυχή μου τὸν Κύριον, αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι Ἀλληλούϊα.

Στίχ.  Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς…

Στίχ. Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς·

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς..

Στίχ.. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.

Σῶσον, ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς…

Δόξα Πατρὶ…Καὶ νῦν…

μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

 

Ἀντίφωνον Γ

Ἦχος πλ.δ´.

Στίχ. . Αὕτη ἡ ἡμέρα Κυρίου, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

ξ ὕψους κατῆλθες ὁ εὔσπλαγχνος, ταφὴν καταδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῶν παθῶν· ἡ ζωὴ καὶ ἡ ἀνάστασις ἡμῶν, Κύριε δόξα σοι.

Στίχ. . Αἰνεσάτωσαν αὐτὸν οἱ οὐρανοὶ καὶ ἡ γῆ.

ξ ὕψους κατῆλθες ὁ εὔσπλαγχνος,…

Μικρὰ Εἴσοδος.

 

Εἰσοδικὸν

Ἦχος β

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον) 

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ , ὁ ἀναστὰς ἐκ νεκρῶν,…

ψάλλοντάς σοι, Ἀλληλούϊα.

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Ἀπολυτίκιον. Ἦχος πλ. δ.

ξ ὕψους κατῆλθες ὁ εὔσπλαγχνος, ταφὴν καταδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῶν παθῶν· ἡ ζωὴ καὶ ἡ ἀνάστασις ἡμῶν, Κύριε δόξα σοι.

Προπατόρων χος β

ν πίστει τοὺς Προπάτορας ἐδικαίωσας, τὴν ἐξ Ἐθνῶν δι’ αὐτῶν προμνηστευσάμενος Ἐκκλησίαν. Καυχῶνται ἐν δόξῃ οἱ Ἅγιοι, ὅτι ἐκ σπέρματος αὐτῶν, ὑπάρχει καρπός εὐκλεής, ἡ ἀσπόρως τεκοῦσά σε. Ταῖς αὐτῶν ἱκεσίαις, Χριστὲ ὁ Θεός, σσον τς ψυχς μν.

Τοῦ Ναοῦ

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Κοντκιον Προερτιον χος γ’

Παρθένος σήμερον, τὸν προαιώνιον Λόγον, ἐν Σπηλαίῳ ἔρχεται, ἀποτεκεῖν ἀποῤῥήτως. Χόρευε ἡ οἰκουμένη ἀκουτισθεῖσα, δόξασον μετὰ Ἀγγέλων καὶ τῶν Ποιμένων, βουληθέντα ἐποφθῆναι, Παιδον νον, τν πρ αἰώνων Θεν.

Τρισάγιον.

Προεόρτιος Κυριακῆς ΚΘ’ Ἐπιστολῶν (Κολ. Γ’4-11)

Προκείμενον  Ἦχος πλ.δ

Ὕμνος τῶν Τριῶν Παίδων

Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν πατέρων ἡμῶν.

τι δίκαιος εἶ ἐπὶ πᾶσιν οἷς ἐποίησας ἡμῖν.

Πρὸς Κολασσαεῖς Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.

δελφοί, ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ὑμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ. Νεκρώσατε οὖν τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν, καὶ τὴν πλεονεξίαν ἥτις ἐστὶν εἰδωλολατρία, δι᾽ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας, ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε ὅτε ἐζῆτε ἐν αὐτοῖς΄ νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμεῖς τὰ πάντα, ὀργήν, θυμόν, κακίαν, βλασφημίαν, αἰσχρολογίαν ἐκ τοῦ στόματος ὑμῶν· μὴ ψεύδεσθε εἰς ἀλλήλους, ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, καὶ ἐνδυσάμενοι τὸν νέον τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ᾽ εἰκόνα τοῦ κτίσαντος αὐτόν, ὅπου οὐκ ἔνι Ἕλλην καὶ ᾽Ιουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος, ἀλλὰ τὰ πάντα κα ν πσι Χριστς.

λληλούϊα (γ’) Ἦχος πλ. δ΄

 Μωϋσῆς καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ.

 κέκραξαν οἱ δίκαιοι, καὶ ὁ Κύριος εἰσήκουσεν αὐτῶν.

Εὐαγγέλιον

Ἐκ τοῦ κατὰ Λουκᾶν.

( Λουκ.ΙΔ’ 16-24,)

Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· ῎Ανθρωπός τις ἐποίησε δεῖπνον μέγα, καὶ ἐκάλεσεν πολλούς΄καὶ ἀπέστειλεν τὸν δοῦλον αὐτοῦ τῇ ὥρᾳ τοῦ δείπνου εἰπεῖν τοῖς κεκλημένοις΄ ῎Ερχεσθε, ὅτι ἤδη ἕτοιμά ἐστι πάντα. Καὶ ἤρξαντο ἀπὸ μιᾶς παραιτεῖσθαι πάντες. Ὁ πρῶτος εἶπεν αὐτῷ΄ ᾽Αγρὸν ἠγόρασα καὶ ἔχω ἀνάγκην ἐξελθεῖν καὶ ἰδεῖν αὐτόν· ἐρωτῶ σε, ἔχε με παρῃτημένον. Καὶ ἕτερος εἶπε΄ Ζεύγη βοῶν ἠγόρασα πέντε καὶ πορεύομαι δοκιμάσαι αὐτά· ἐρωτῶ σε, ἔχε με παρῃτημένον. Καὶ ἕτερος εἶπε΄ Γυναῖκα ἔγημα καὶ διὰ τοῦτο οὐ δύναμαι ἐλθεῖν. Καὶ παραγενόμενος ὁ δοῦλος ἐκεῖνος, ἀπήγγειλεν τῷ κυρίῳ αὐτοῦ ταῦτα. Τότε ὀργισθεὶς ὁ οἰκοδεσπότης εἶπεν τῷ δούλῳ αὐτοῦ΄ ῎Εξελθε ταχέως εἰς τὰς πλατείας καὶ ῥύμας τῆς πόλεως, καὶ τοὺς πτωχοὺς καὶ ἀναπήρους καὶ τυφλοὺς καὶ χωλοὺς εἰσάγαγε ὧδε. Καὶ εἶπεν ὁ δοῦλος΄ Κύριε, γέγονεν ὃ ἐπέταξας, καὶ ἔτι τόπος ἐστί. Καὶ εἶπεν ὁ κύριος πρὸς τὸν δοῦλον΄ ῎Εξελθε εἰς τὰς ὁδοὺς καὶ φραγμοὺς καὶ ἀνάγκασον εἰσελθεῖν, ἵνα γεμισθῇ ὁ οἶκος μου. Λέγω γὰρ ὑμῖν ὅτι οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλημένων γεύσεταί μου τοῦ δείπνου. Πολλοὶ γάρ εἰσι κλητοί, λίγοι δ κλεκτοί. 

ὁ α’ χορς

Δόξα σοι, Κύριε, δόξα σοι.

Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου

Εἰς τό᾽Εξαιρέτως

ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σ μεγαλνομεν.

Κοινωνικόν

Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀλληλούϊα.

 

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

 

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα,

 

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρὶς)

https://agioskosmasoaitolos.wordpress.com

11-%ce%b4%ce%b5%ce%ba16-%ce%ba%cf%85%cf%81%ce%b9%ce%b1%ce%ba%ce%b7-%ce%b9%ce%b1%ce%84%ce%bb%ce%bf%cf%85%ce%ba%ce%b1-%cf%84%cf%89%ce%bd-%ce%b1%ce%b3%ce%b9%cf%89%ce%bd-%cf%80%cf%81%ce%bf%cf%80%ce%b1

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s