2 σχόλια

ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΚΥΡΙΑΚΗ Θ΄ΛΟΥΚΑ (ΠΡΟΕΟΡΤΙΑ ΤΩΝ ΕΙΣΟΔΙΩΝ) (2016)

 

20 ΝΟΕΜΒΡΙΟΥ 2016

† ΚΥΡΙΑΚΗ Θ΄.   ΛΟΥΚΑ

Τ Προερτια τς ν τ Να εσδου τς περαγας Θεοτκου

Αποτέλεσμα εικόνας για εισοδια της θεοτοκου

χος πλ. α΄, ωθινν ΙΑ΄.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις

τι πρέπει σοι πᾶσα δόξα…

Ἦχος πλ. α΄’

ὁ α’ χορὸς

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στίχ, . Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ α’ χορὸς

Στίχ,’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στίχ, . Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ α’ χορός

Ἀπολυτίκιον  Ἦχος πλ. α’

Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν, ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.

ὁ β’ χορὸς

Δόξα Πατρί

Τὸν συνάναρχον Λόγον Πατρὶ……

ὁ α’ χορός

Καὶ νῦν… Προεόρτιον Ἦχος δ’ Ταχὺ προκατάλαβε

Χαρὰν προμνηστεύεται, σήμερον Ἄννα ἡμῖν, τῆς λύπης ἀντίθετον, καρπὸν βλαστήσασα, τὴν μόνην Ἀειπάρθενον· ἣν περ δὴ καὶ προσάγει, τὰς εὐχὰς ἐκπληροῦσα, σήμερον γηθομένη, τῷ Ναῷ τοῦ Κυρίου, ὡς ὄντως ναὸν τοῦ Θεοῦ Λόγου, καὶ Μητέρα ἁγνήν

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

  Ὅτι σὸν τὸ κράτος… 

ΚΑΘΙΣΜΑΤΑ

Μετὰ τὴν α´ Στιχολογίαν.

ὁ α’ χορός

Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον

Τὸν Σταυρὸν τοῦ Κυρίου ἐγκωμιάσωμεν, τὴν ταφὴν τὴν ἁγίαν ὕμνοις τιμήσωμεν, καὶ τὴν Ἀνάστασιν αὐτοῦ ὑπερδοξάσωμεν, ὅτι συνήγειρε νεκρούς, ἐκ τῶν μνημάτων ὡς Θεός, σκυλεύσας κράτος θανάτου, καὶ ἰσχὺν διαβόλου, καὶ τοῖς ἐν ᾅδῃ φῶς ἀνέτειλε.

ὁ β’ χορός

Δόξα Πατρὶ…

Κύριε, νεκρὸς προσηγορεύθης, ὁ νεκρώσας τὸν θάνατον, ἐν μνήματι ἐτέθης, ὁ κενώσας τὰ μνήματα, ἄνω στρατιῶται τὸν τάφον ἐφύλαττον, κάτω τοὺς ἀπ’ αἰῶνος νεκροὺς ἐξανέστησας, Παντοδύναμε καὶ ἀκατάληπτε, Κύριε δόξα σοι.

ὁ α’ χορὸς

Καὶ νῦν… Ἦχος α’ Τοῦ λίθου σφραγισθέντος

Αἰνέσατε παρθένοι, καὶ Μητέρες ὑμνήσατε, λαοὶ δοξολογεῖτε, ἱερεῖς εὐλογήσατε, τὴν ἄχραντον Μητέρα τοῦ Θεοῦ· σαρκὶ γὰρ νηπιάζουσα Ναῷ, τῷ τοῦ Νόμου προσηνέχθη, ὥσπερ ναὸς Κυρίου ἁγιώτατος. Διὸ ἑορτὴν πνευματικήν, τελοῦντες ἀνακράξωμεν· Χαῖρε Παρθένε δόξα, τοῦ γένους τῶν ἀνθρώπων.

Μετὰ τὴν β´ Στιχολογίαν.

ὁ β’ χορός

Κύριε, μετὰ τὴν τριήμερόν σου Ἀνάστασιν, καὶ τὴν τῶν Ἀποστόλων προσκύνησιν, ὁ Πέτρος ἐβόα σοι. Γυναῖκες ἀπετόλμησαν, κἀγὼ ἐδειλίασα. Λῃστὴς ἐθεολόγησε, κἀγὼ ἠρνησάμην σε, ἄρα καλέσεις με τοῦ λοιποῦ μαθητήν, ἢ πάλιν δείξεις με ἁλιέα βυθοῦ; ἀλλὰ μετανοοῦντά με δέξαι, ὁ Θεὸς καὶ σῶσον με.

ὁ α’ χορός

Δόξα Πατρί…

Κύριε, ἐν μέσῳ σε προσήλωσαν, οἱ παράνομοι τῶν καταδίκων, καὶ λόγχῃ τὴν πλευράν σου ἐξεκέντησαν, ὢ Ἐλεῆμον, ταφὴν δὲ κατεδέξω, ὁ λύσας ᾅδου τὰς πύλας, καὶ ἀνέστης τριήμερος, ἔδραμον Γυναῖκες ἰδεῖν σε, καὶ ἀπήγγειλαν Ἀποστόλοις τὴν ἔγερσιν. Ὑπερυψούμενε Σωτήρ, ὃν ὑμνοῦσιν Ἄγγελοι, εὐλογημένε Κύριε δόξα σοι. 

ὁ β’ χορός

Καὶ νῦν… Ἦχος δ’ Ταχὺ προκατάλαβε

Δαυῒδ προοδοποίησον, ἐν τῷ Ναῷ τοῦ Θεοῦ, καὶ χαίρων ὑπόδεξαι τὴν Βασιλίδα ἡμῶν, καὶ ταύτῃ ἐκβόησον. Εἴσελθε ἡ Κυρία, εἰς ναὸν Βασιλέως, εἴσελθε, ἧς ἡ δόξα, κεκρυμμένως νοεῖται, ἐξ ἧς μέλι καὶ γάλα μέλλει πηγάσειν, πᾶσι τὸ φῶς ὁ Χριστός.

ὁ α’ χορός

Ἦχος πλ. α’

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾍδου πάντας ἐλευθερώσαντα.

ὁ β’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὢ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις΄ Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε, ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Λίαν πρωΐ, Μυροφόροι ἒδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι, ἀλλ’ ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε, θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.

ὁ β’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῷτερ ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου. Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.

ὁ α’ χορός

Δόξα Πατρί… Τριαδικὸν

Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.

ὁ β’ χορός

Καὶ νῦν… Θεοτοκίον

Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.

ὁ α’ χορός

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.

ὁ β’ χορός

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.

ὁ α’ χορός

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.

Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις

Ὅτι ηὐλόγηται…

Ἡ Ὑπακοὴ -Ἦχος πλ. α΄’

γγελικῇ ὁράσει τὸν νοῦν ἐκθαμβούμεναι, καὶ θεϊκῇ Ἐγέρσει τὴν ψυχὴν φωτιζόμεναι, αἱ Μυροφόροι τοῖς Ἀποστόλοις εὐηγγελίζοντο. Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι, τὴν Ἀνάστασιν τοῦ Κυρίου, συνεργοῦντος τοῖς θαύμασι, καὶ παρέχοντος ἡμῖν μέγα ἔλεος.

ΑΝΑΒΑΘΜΟΙ 

ὁ α’ χορός

Ἀντίφωνον Α’

ν τῷ θλίβεσθαί με Δαυϊτικῶς, ᾄδω σοι Σωτήρ μου. Ῥῦσαί μου τὴν ψυχὴν ἐκ γλώσσης δολίας.

ὁ β’ χορός

Τοῖς ἐρημικοῖς ζωὴ μακαρία ἐστί, θεϊκῷ ἔρωτι πτερουμένοις.

ὁ α’ χορός

Δόξα Πατρί… Καὶ νῦν…

γίῳ Πνεύματι, περικρατεῖται πάντα τὰ ὁρατά τε σὺν τοῖς ἀοράτοις, αὐτοκρατὲς γὰρ ὂν, τῆς Τριάδος ἕν ἐστιν ἀψεύστως.

ὁ β’ χορός

Ἀντίφωνον Β’

Εἰς τὰ ὄρη ψυχὴ ἀρθῶμεν, δεῦρο ἐκεῖσε, ὅθεν βοήθεια ἥκει.

ὁ α’ χορός

Δεξιά σου χεὶρ κἀμέ, Χριστὲ ἱπταμένη, σκαιωρίας πάσης περιφυλαξάτω.

ὁ β’ χορός

Δόξα Πατρί… Καὶ νῦν…

γίῳ Πνεύματι, θεολογοῦντες φῶμεν, Σὺ εἶ Θεός, ζωή, ἔρως, φῶς, νοῦς, σὺ χρηστότης, σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας.

ὁ α’ χορός

Ἀντίφωνον Γ’

πὶ τοῖς εἰρηκόσι μοι. Εἰς τὰς αὐλὰς προσβῶμεν Κυρίου, χαρᾶς πολλῆς πλησθεὶς εὐχὰς ἀναπέμπω.

ὁ β’ χορός

πὶ οἶκον Δαυΐδ, τὰ φοβερὰ τελεσιουργεῖται, πῦρ γὰρ ἐκεῖ φλέγον, ἅπαντα αἰσχρὸν νοῦν.

ὁ α’ χορός

Δόξα Πατρί… Καὶ νῦν…

γίῳ Πνεύματι, ζωαρχικὴ ἀξία, ἐξ οὗ πᾶν ζῷον ἐμψυχοῦται, ὡς ἐν Πατρί,…

ὁ β’ χορός

μα τε καὶ Λόγῳ.

Προκείμενον  

ὁ α’ χορός

νάστηθι Κύριε ὁ Θεός μου, ὅτι σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας.

ὁ β’ χορός

νάστηθι Κύριε …..

ὁ α’ χορός

Στίχ. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου διηγήσομαι πάντα τὰ θαυμάσια σου.

Ἀνάστηθι Κύριε ὁ Θεός μου,…

ὁ β’ χορός

τι σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας.

Ἡ Τάξις τοῦ Ἑωθινοῦ Εὐαγγελίου

Ἦχος β’.

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. (δις)

Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.

ΕΩΘΙΝΟΝ ΙΑ’, ΙΩΑΝΝΗ 21,15-25

Τῷ καιρῷ ἐκείνῳ, ἐφανέρωσεν ἑαυτὸν ὁ Ἰησοῦς τοῖς μαθηταῖς αὐτοῦ, ἐγερθεὶς ἐκ νεκρῶν, καὶ λέγει τῷ Σίμωνι Πέτρῳ· Σίμων Ἰωνᾶ, ἀγαπᾶς με πλέον τούτων; Λέγει αὐτῷ· Ναὶ Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. Λέγει αὐτῷ· Βόσκε τὰ ἀρνία μου. Λέγει αὐτῷ πάλιν δεύτερον· Σίμων Ἰωνᾶ ἀγαπᾶς με; Λέγει αὐτῷ· Ναί, Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. Λέγει αὐτῷ· Ποίμαινε τὰ πρόβατά μου. Λέγει αὐτῷ τὸ τρίτον· Σίμων Ἰωνᾶ, φιλεῖς με; ἐλυπήθη ὁ Πέτρος, ὅτι εἶπεν αὐτῷ τὸ τρίτον, φιλεῖς με; Καὶ εἶπεν αὐτῷ· Κύριε, σὺ πάντα οἶδας, σὺ γινώσκεις ὅτι φιλῶ σε. Λέγει αὐτῷ ὁ Ἰησοῦς. Βόσκε τὰ πρόβατά μου. Ἀμὴν ἀμὴν λέγω σοι, ὅτε ἦς νεώτερος, ἐζώννυες σεαυτόν, καὶ περιεπάτεις ὅπου ἤθελες, ὅταν δὲ γηράσῃς, ἐκτενεῖς τὰς χεῖράς σου, καὶ ἄλλος σε ζώσει, καὶ οἴσει ὅπου οὐ θέλεις. Τοῦτο δὲ εἶπε, σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν Θεόν. Καὶ τοῦτο εἰπών, λέγει αὐτῷ· Ἀκολούθει μοι. Ἐπιστραφεὶς δὲ ὁ Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα ὁ Ἰησοῦς, ἀκολουθοῦντα, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπε· Κύριε, τίς ἐστιν ὁ παραδιδούς σε; τοῦτον ἰδὼν ὁ Πέτρος λέγει τῷ Ἰησοῦ· Κύριε, οὗτος δὲ τί; λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; σύ μοι ἀκολούθει μοι. Ἐξῆλθεν οὖν ὁ λόγος οὗτος εἰς τοὺς ἀδελφούς. Ὃτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνῄσκει, καὶ οὐκ εἶπεν αὐτῷ ὁ Ἰησοῦς, ὅτι οὐκ ἀποθνήσκει· ἀλλ’ ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σὲ; Οὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων, καὶ γράψας ταῦτα, καὶ οἴδαμεν ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ. Ἔστι δὲ καὶ ἄλλα πολλὰ ὅσα ἐποίησεν ὁ Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθ’ ἕν, οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία. Ἀμήν.

Δόξα σοι, Κύριε, δόξα σοι.

Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης:

νάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν, ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι’ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.

Καὶ εὐθὺς ὁ Ν’ Ψαλμὸς εἰς ἦχον β’

  • λέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

  • Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.

  • Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντὸς.

Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.

  • Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.

  • Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.

  • Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.

  • Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.

  • Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.

  • Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.

  • Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ.

  • Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.

  • Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν.

  • Ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.

  • Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.

  • Ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.

  • Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον΄ καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.

  • Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.

  • Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα.

  • Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους, καὶ ἐλέησόν με ὁ Θεός.

ὁ α’ χορὸς

Δόξα Πατρὶ… Ἦχος β’

Ταῖς τῶν Ἀποστόλων, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ β’ χορὸς

Καὶ νῦν

Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.  

ὁ α’ χορὸς

Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Ἦχος ὁ αὐτὸς

ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου, καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν, τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.

Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…

ΚΑΝΟΝΕΣ 

ὁ Ἀναστάσιμος

ὁ α’ χορός

ᾠδὴ α’  Ἦχος πλ. α’. Ὁ Εἱρμὸς

ππον καὶ ἀναβάτην, εἰς θάλασσαν Ἐρυθράν, ὁ συντρίβων πολέμους, ἐν ὑψηλῷ βραχίονι, Χριστὸς ἐξετίναξεν, Ἰσραὴλ δὲ ἔσωσεν, ἐπινίκιον ὕμνον ᾄδοντα.

ὁ β’ χορός

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Σὲ ἡ ἀκανθηφόρος, Ἑβραίων συναγωγή, οὐ στοργὴν εὐεργέτα, πρὸς σὲ φυλάξασα, μητρικὴν Χριστὲ ἐστεφάνωσε, τὸν γενάρχην λύοντα, τῆς ἀκάνθης τὸ ἐπιτίμιον.

ὁ α’ χορός

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

γειράς με πεσόντα, τῷ βόθρῳ ἐπικληθείς, ζωοδότα ἀπτώτως, καὶ τῆς ἐμῆς δυσώδους φθορᾶς, Χριστὲ ἀνασχόμενος, ἀπειράστως θείας οὐσίας, μύρῳ με εὐωδίασας.

ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Λέλυται ἡ κατάρα, ἡ λύπη πέπαυται, ἡ γὰρ εὐλογημένη, καὶ κεχαριτωμένη, πιστοῖς χαρὰν ἐξανέτειλεν, εὐλογίαν πᾶσιν ἀνθηφοροῦσα, Χριστὸν τοῖς πέρασι.

ᾠδὴ  α’, Προεόρτιος

Ἦχος δ’  Ὁ Εἱρμὸς «Ἀνοίξω τὸ στόμα μου,

ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

γίων εἰς Ἅγια, ἡ Παναγία καὶ ἄμωμος, οἰκῆσαι προέρχεται, Ὑπεραγίου Θεοῦ, ὅπως γένηται, ναὸς ἡγιασμένος, καὶ ταύτης προτρέχουσι, κόραι νεάνιδες.

ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Βουλὴ προαιώνιος, τοῦ πρὸ αἰώνων Θεοῦ ἡμῶν, εἰς πέρας προέρχεται, προερχομένης σου, ἀνατραφῆναι, εἰς Ἅγια Ἁγίων, εἰς Λόγου κατοίκησιν, Κόρη πανάμωμε.

ὁ α’ χορὸς

Δόξα Πατρί…

Γεννήτορες ἔνθεοι, σὲ τοῦ Θεοῦ τὴν Γεννήτριαν, γεννήσασθαι μέλλουσαν, ἀνατιθέασιν, εἰς τὰ Ἅγια, τραφῆναι τῶν Ἁγίων, εὐχὴν ἥνπερ ηὔξαντο, πληροῦντες Πάναγνε.

ὁ β’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Δυνάμωσον Δέσποινα, τὸ ἀσθενὲς τῆς καρδίας μου, καὶ στήριξον πάθεσι, περιτρεπόμενον, ὅπως πίστει σε, καὶ πόθῳ μακαρίζω, τὴν Ἀειμακάριστον, καὶ παναμώμητον.

ὁ α’ χορός

ᾠδὴ γ’. Ὁ Εἱρμὸς

πήξας ἐπ’ οὐδενὸς τὴν γῆν τῇ προστάξει σου, καὶ μετεωρίσας ἀσχέτως βρίθουσαν, ἐπὶ τὴν ἀσάλευτον Χριστέ, πέτραν τῶν ἐντολῶν σου, τὴν Ἐκκλησίαν σου στερέωσον, μόνε ἀγαθὲ καὶ φιλάνθρωπε.

ὁ β’ χορός

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Χολὴν μὲν οἱ ἐκ πέτρας τὸ μέλι θηλάσαντες, τῷ ἐν τῇ ἐρήμῳ τερατουργήσαντι, σοὶ προσενηνόχασι Χριστέ, ὄξος δ’ ἀντὶ τοῦ μάννα, εὐεργεσίαν σοι ἠμείψαντο, παῖδες Ἰσραὴλ οἱ ἀγνώμονες.

ὁ α’ χορός

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Οἱ πάλαι φωτοειδεῖ νεφέλῃ σκεπόμενοι, τὴν ζωὴν ἐν τάφῳ Χριστὲ κατέθεντο, ἀλλ’ αὐτεξουσίως ἀναστάς, πᾶσι πιστοῖς παρέσχες, τὴν μυστικῶς ἐπισκιάζουσαν, ἄνωθεν τοῦ Πνεύματος ἔλλαμψιν.

ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον.

Σὺ Μήτηρ Θεοῦ ἀσυνδυάστως γεγένησαι, τοῦ ἐξ ἀκηράτου Πατρὸς ἐκλάμψαντος, ἄνευθεν ὠδίνων μητρικῶν, ὅθεν σε Θεοτόκον, σεσαρκωμένον γὰρ ἐκύησας, Λόγον ὀρθοδόξως κηρύττομεν.

ᾨδὴ γ’, Προεόρτιος

Ἦχος δ’ Ὁ Εἱρμὸς Τοὺς σοὺς ὑμνολόγους, Θεοτόκε,

ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

ξάρχουσαι κόραι τῆς Παρθένου, λαμπάδας κατέχουσαι φαιδρῶς, τὸ μέλλον ὑπογράφουσιν· ἐκ ταύτης γὰρ τεχθήσεται, ὁ φωτισμὸς τῆς γνώσεως, λύων τῆς πλάνης τήν ζόφωσιν.

ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ζηλοῦσα τὴν πάλαι θεοφρόνως, ἡ Ἄννα εὐχὴν ἀποπληροῖ, καὶ σὲ προσανατίθεται, τῷ Ἱερῷ Πανάμωμε, ἱερωτάτην σύλληψιν, μέλλουσαν ἕξειν καὶ γέννησιν.

ὁ α’ χορὸς

Δόξα Πατρί…

λιος ἐφήπλωσεν ἀκτῖνας, ὁρῶν τὴν νεφέλην τοῦ φωτός, ἐφαπλουμένην νεύματι, Θεοῦ ἔνδον εἰς Ἅγια, ἐξ ἧς ὀμβρήσει ἄφεσις, τοῖς χερσωθεῖσιν ἐγκλήμασιν.

ὁ β’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Θεοὶ με Θεὸς ἐν σοὶ σκηνώσας, δι’ οἶκτον πανάχραντε Ἁγνή, κλαπέντα βρώσει πρότερον, ἀπάτῃ τῇ τοῦ ὄφεως, καὶ τῆς φθορᾶς τὴν ἄφθαρτον, πάλιν τρυφὴν ἀντιδίδωσιν.

 Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

 Ὅτι σὺ εἶ  Θεὸς ἡμῶν,… 

Ἦχος δ’ Ἐπεφάνης σήμερον

Εὐφροσύνης σήμερον, ἡ οἰκουμένη, ἐπληρώθη ἅπασα, ἐν τῇ εὐσήμῳ Ἑορτῇ, τῆς Θεοτόκου κραυγάζουσα· Αὕτη ὑπάρχει, σκηνὴ ἐπουράνιος.

ᾠδὴ δ’. Ὁ Εἱρμὸς

Τὴν θείαν ἐννοήσας σου κένωσιν, προβλεπτικῶς ὁ Ἀββακούμ, Χριστὲ ἐν τρόμῳ ἐβόα σοι. Εἰς σωτηρίαν λαοῦ σου, τοῦ σῶσαι τοὺς χριστούς σου ἐλήλυθας.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τῆς Μεῤῥᾶς τὰ πικρότατα νάματα, ὡς ἐν εἰκόνι προτυπῶν, τὸν ἄχραντόν σου Σταυρὸν ἀγαθέ, τῆς ἁμαρτίας νεκροῦντα, τὴν γεῦσιν διὰ ξύλου ἐγλύκανας.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Σταυρὸν κατὰ τοῦ ξύλου τῆς γνώσεως, κατὰ γλυκείας ἐδωδῆς, χολὴν Σωτήρ μου προσίεσαι, κατὰ φθορᾶς δὲ θανάτου, τὸ αἷμά σου τὸ θεῖον ἐξέχεας.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

κτὸς μὲν συναφείας συνέλαβες, ἀδιαφθόρως ἐν γαστρί, καὶ πρὶν ὠδινῆσαι τέτοκας, καὶ μετὰ τόκον Παρθένος, Θεὸν σαρκὶ τεκοῦσα πεφύλαξαι.

δὴ δ’, Προεόρτιος

Ἦχος δ’ Ὁ Εἱρμὸς Τὴν ἀνεξιχνίαστον θείαν βουλήν,

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς

εραὶ προήγγειλαν γλῶσσαι Σεμνή, ἔσεσθαι χωρίον σε φύσεως, τῆς ἀχωρήτου· διὰ τοῦτο σε χοροί, παρθενικοὶ προπέμπουσι, λαμπαδηφοροῦντες εἰς Ἅγια.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς

Κλέος ἀπηνέγκατο Ἰωακείμ, Ἄννῃ συμβαδίζων καὶ φέρων σε, μέτ’ εὐφροσύνης, εἰς τὸν ἅγιον Ναόν, ναὲ Θεοῦ πάναγνε, ἄχραντε πανάμωμε Δέσποινα.

Δόξα Πατρί…

Λύεται ἀπόφασις προγονική· ἤνθησεν ἰδοὺ γὰρ ἡ ἄμπελος, ἥτις τὸν βότρυν, τὸν ἀκήρατον ἡμῖν, καρπογονήσει φέροντα, οἶνον εὐφροσύνης τοῖς πέρασι.

Καὶ νῦν… Θεοτοκίον

Μόνην σε πανάμωμον ὁ πλαστουργός, Λόγος εὑρηκὼς κατεσκήνωσε, σοῦ ἐν νηδύϊ, ἐργαζόμενος ἡμῶν, τὴν σωτηρίαν Ἄχραντε, χάριτι δι’ ἄφατον ἔλεος.

ᾠδὴ ε’. Ὁ Εἱρμὸς

ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, πρὸς σὲ ὀρθρίζω, καὶ σοὶ κραυγάζω, τὴν ψυχήν μου φώτισον τὴν ἐσκοτισμένην, Χριστὲ ὡς μόνος εὔσπλαγχνος.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

τῆς δόξης Κύριος, ἐν ἀδοξίας μορφῇ, ἐπὶ τοῦ ξύλου ἠτιμωμένος, ἑκουσίως κρέμαται, τὴν θείαν μοι δόξαν, ἀφράστως προμηθούμενος.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Σύ με μετημφίασας, πρὸς ἀφθαρσίαν Χριστέ, φθορᾶς θανάτου ἀδιαφθόρως, τῇ σαρκὶ γευσάμενος, καὶ ἐξανατείλας τοῦ μνήματος τριήμερος.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον.

Σὺ δικαιοσύνην τε, καὶ ἀπολύτρωσιν ἡμῖν, τεκοῦσα Χριστὸν ἀσπόρως, ἐλευθέραν ἔδρασας ἀρᾶς, Θεοτόκε τὴν φύσιν τοῦ προπάτορος.

ᾨδὴ ε’, Προεόρτιος

Ἦχος δ’ Ὁ Εἱρμὸς  Ἐξέστη τὰ σύμπαντα

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς

Νεφέλαι ῥανάτωσαν, δικαιοσύνην σήμερον· ὡς ἐν οὐρανῷ γὰρ ἐφαπλοῦται, θεία νεφέλη ἐν τῷ ναῶ τοῦ Θεοῦ· ἥτις ἀποστάξει γλυκασμόν, πᾶσαν τῶν ψυχῶν ἡμῶν, τήν πικρίαν ἐξαίροντα.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς

Ξένη σου ἡ σύλληψις, ξένη σου καὶ ἡ γέννησις, ξένη σου ἡ Πρόοδος Παρθένε, ξένη ἡ ἔνδον τοῦ ἱεροῦ ἀγωγή, ξένα καὶ παράδοξα τὰ σά, λόγον ὑπερβαίνοντα, καὶ διάνοιαν Ἄχραντε.

Δόξα Πατρί…

λην σε ἡγίασε, τὸ πνεῦμα τὸ Πανάγιον, ἔνδον τοῦ ναοῦ διαιτωμένην, καὶ τρεφομένην τροφὴν οὐράνιον, Νύμφη τοῦ Πατρὸς περικαλὴς· ὅθεν ἐχρημάτισας, καὶ τοῦ Λόγου Γεννήτρια.

Καὶ νῦν… Θεοτοκίον

Πρὸς σέ μου τὴν ἅπασαν, ἐλπίδα Κόρη τίθημι, πρὸς τοὺς οἰκτιρμούς σου καταφεύγω· βλάβης δαιμόνων δεῖξον ἀμέτοχον, τὴν καταπεσοῦσάν μου ψυχήν, καὶ ἐξασθενήσασαν, ἡδονῶν ἐπικλύσεσι.

ᾠδὴ ς’. Ὁ Εἱρμὸς

Μαινομένην κλύδωνι, ψυχοφθόρῳ, Δέσποτα Χριστέ, τῶν παθῶν τὴν θάλασσαν κατεύνασον, καὶ ἐκ φθορᾶς, ἀνάγαγέ με ὡς εὔσπλαγχνος.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Εἰς φθορὰν κατώλισθεν, ὁ Γενάρχης, Δέσποτα Χριστέ, παρηκόου βρώσεως γευσάμενος, καὶ πρὸς ζωὴν ἀνῆκται διὰ τοῦ πάθους σου.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

ζωὴ κατήντησας, πρὸς τὸν ᾍδην, Δέσποτα Χριστέ, καὶ φθορᾷ τῷ φθείραντι γενόμενος, διὰ φθορᾶς ἐπήγασας τὴν Ἀνάστασιν.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Παρθένος ἔτεκε, καὶ τεκοῦσα, ἔμεινεν ἁγνή, ἐν χερσὶ τὸν φέροντα τὰ σύμπαντα, ὡς ἀληθῶς παρθένος Μήτηρ βαστάσασα.

ᾨδὴ ς’, Προεόρτιος

Ἦχος δ’ Ὁ Εἱρμὸς Τὴν θείαν ταύτην

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

ωσθέντες τῇ θείᾳ χάριτι, οἱ θεῖοι τῆς Παρθένου γεννήτορες, ταύτην ὡς ἄμωμον, περιστερὰν εἰς τὰ Ἅγια, ἀνατραφῆναι πόθῳ ἀνατιθέασι.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σοῦ τῆς μελλούσης εἰσδέχεσθαι, τὸ φῶς τὸ ἐκ φωτὸς προερχόμενον, φῶτα ὑφάπτουσαι, κόραι σεμναὶ προπορεύονται, φωτοειδῆ πρὸς θεῖον Ναὸν χορεύουσαι.

Δόξα Πατρί…

Τὸ πλῆρες δόξης παλάτιον, τὸ μέγα Προφητῶν περιήχημα, θρόνος ὁ ἅγιος, ἔνδον εἰς Ἅγια τίθεται, τῷ Βασιλεῖ τῶν ὅλων ἑτοιμαζόμενος.

Καὶ νῦν… Θεοτοκίον

μνῶ σου Κόρη τὴν σύλληψιν, ὑμνῶ σου τὴν ἀπόρρητον γέννησιν, ὑμνῶ τὴν σκέπην σου, βλάβης δι’ ἧς πάσης ῥύομαι, ὁ πρὸς τὴν σὴν γαλήνην κατεπειγόμενος

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

Σὺ γὰρ εἶ  Βασιλεύς…

Κοντάκιον  Ἦχος πλ. α’. Μιμητὴς ὑπάρχων

Πρὸς τὸν ᾅδην Σωτήρ μου συγκαταβέβηκας, καὶ τὰς πύλας συντρίψας ὡς παντοδύναμος, τοὺς θανόντας ὡς Κτίστης συνεξανέστησας, καὶ θανάτου τὸ κέντρον Χριστὲ συνέτριψας, καὶ Ἀδὰμ τῆς κατάρας ἐῤῥύσω Φιλάνθρωπε, διὸ πάντες σοι κράζομεν. Σῶσον ἡμᾶς Κύριε.

Ὁ Οἶκος

κούσασαι αἱ Γυναῖκες τοῦ Ἀγγέλου τὰ ῥήματα, ἀπεβάλοντο τὸν θρῆνον, προσχαρεῖς γενόμεναι, καὶ σύντρομοι τὴν Ἀνάστασιν ἔβλεπον, καὶ ἰδοὺ Χριστὸς προσήγγισεν αὐταῖς, λέγων τό, Χαίρετε, θαρσεῖτε, ἐγὼ τὸν κόσμον νενίκηκα, καὶ τοὺς δεσμίους ἐῤῥυσάμην, σπουδάσατε οὖν πρὸς τοὺς Μαθητάς, ἀπαγγέλλουσαι αὐτοῖς, ὅτι προάγω ὑμᾶς, ἐν τῇ πόλει Γαλιλαίᾳ τοῦ κηρῦξαι. Διὸ πάντες σοὶ κράζομεν. Σῶσον ἡμᾶς Κύριε.

Σ υ ν α ξ ά ρ ι ο ν

ΤΚ’ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Γρηγορίου τοῦ Δεκαπολίτου.

Στίχοι

Χάραξ κύκλῳ σου, καὶ μετὰ ζωῆς τέλος,

Ἡ ζῶσα, Γρηγόριε, τοῦ Θεοῦ χάρις.

Εἰκάδι Γρηγόριος κεκλήσκετο εἰς πόλον εὐρύν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Πρόκλου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως, ὃς ἐχρημάτισε μαθητὴς τοῦ μακαρίου Ἰωάννου τοῦ Χρυσοστόμου, καὶ τοῦ θρόνου διάδοχος.

Στίχοι

Ἔχει σε, Πρόκλε, ἡ οὐράνιος νύσσα,

Χαίροντα ἔνδον καὶ σὲ σὺν Χρυσοστόμῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἀθλήσεως τοῦ Ἁγίου Μάρτυρος Δασίου, τοῦ ἐν Δορυστόλῳ.

Στίχοι

Ἔμελλε καὶ Δάσιος ἀθλήσας ξίφει,

Ἀθλητικὸν στέφανον εὑρεῖν ἐκ ξίφους.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Νιρσᾶ Ἐπισκόπου, καὶ Ἰωσὴφ μαθητοῦ αὐτοῦ, καὶ ἑτέρων σὺν αὐτῷ τελειωθέντων ἐν Περσίδι.

Στίχοι

Θνῄσκουσιν ἄμφω Νιρσᾶς, Ἰωσὴφ ἅμα,

Φόνῳ μαχαίρας, ὡς Ἀπόστολος λέγει.

Σὺν Ἰωάννῃ καὶ Σαβωρίῳ, λίθοις

Ἰσάκιον κτείνουσιν οἰκέται λίθων.

Τὸν Γεϊθαζὲτ καὶ συνάθλους τρεῖς ἅμα,

Λόγχαις κατακτείνουσιν ἐχθροὶ Τριάδος.

Θέκλαν, Βαουθᾶν, Δεναχίδα παρθένους.

Ἆθλος ξίφους ἔδειξεν ἀθλοπαρθένους.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Εὐσταθίου, Θεσπεσίου καὶ Ἀνατολίου.

Στίχοι

Κάρας τριῶν τέμνουσι νεκρῶν οἱ πλάνοι,

Ουδ’ εἰς νεκροὺς δεικνὺντες οἶκτον· ὢ πλάνης.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Θεοκτίστου, ὃς καὶ Πατρίκιος καὶ Εὐνοῦχος ἦν ἐπὶ Θεοδώρας τῆς Αὐγούστης.

Ταῖς τῶν σῷν Ἁγίων σου πρεσβείαις,  Χριστέ ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

ΚΑΤΑΒΑΣΙΑΙ

ὁ α’ χορός

Ἦχος δ’. ᾨδὴ α’

νοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὴν Εἴσοδον.

ὁ β’ χορός

ᾨδὴ γ’

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθορος πηγή, θίασον συγκροτήσαντας πνευματικὸν στερέωσον, κἂν τῇ σεπτῇ Εἰσόδῳ σου…

ὁ α’ χορός

στεφάνων δόξης ἀξίωσον.

ὁ β’ χορός

ᾨδὴ δ’

Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε. Δόξα τῇ δυνάμει σου Κύριε.

ὁ α’ χορός

ᾨδὴ ε’

ξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου, σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα.

ὁ β’ χορός

ᾨδὴ ς’

Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.

ὁ α’ χορός

ᾨδὴ ζ’

Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον, Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

ὁ β’ χορός

ᾨδὴ η’

Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον.

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ΤΙΜΙΩΤΕΡΑ (Ἦχος δ’)

ὁ α’ χορός

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ. τι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. τι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. ποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. ντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…

Καταβασία

ὁ α’ χορός

ᾠδὴ θ.

πας γηγενής, σκιρτάτῳ τῷ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων, φύσις γεραίρουσα, τὰ ἱερὰ Εἰσόδια, τῆς Θεομήτορος, καὶ βοάτω. Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνή, ἀειπάρθενε.

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

ὁ α’ χορός
Ἦχος β’.

γιος Κύριος ὁ Θεὸς ἡμῶν.

ὁ β’ χορός

γιος Κύριος ὁ Θεὸς ἡμῶν.

ὁ α’ χορός

ψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.

ὁ β’ χορός

τι ἅγιος ἐστι.

ὁ α’ χορός

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ ΙΑ’, Ἦχος β΄

Τοῖς Μαθηταῖς συνέλθωμεν

Μετὰ τὴν θείαν Ἔγερσιν, τρὶς τῷ Πέτρῳ, φιλεῖς με, πυθόμενος ὁ Κύριος τῶν ἰδίων προβάτων,προβάλλεται ποιμενάρχην, ὃς ἰδὼν ὃν ἠγάπα, ὁ Ἰησοῦς ἑπόμενον, ἤρετο τὸν Δεσπότην. Οὗτος δὲ τί; Ἐὰν θέλω, ἔφησε, μένειν τοῦτον, ἕως καὶ πάλιν ἔρχομαι, τί πρὸς σὲ φίλε Πέτρε;

ὁ β’ χορός

Προεόρτιον Ἦχος β’ Τοῖς Μαθηταῖς συνέλθωμεν

Θεοῦ σοφίας τέμενος, καὶ ὑπέρτερον θρόνον, τῶν Χερουβὶμ ὑπάρχουσαν, τὴν ἁγνὴν Θεοτόκον, εὐτρέπισον Ζαχαρία, τοῦ ναοῦ τάς εἰσόδους, τὰ τῶν Ἁγίων Ἅγια, ὑποδέξασθαι ταύτην, καὶ σὺν ἡμῖν, ᾄδε προεόρτιον τῇ Παρθένῳ, ἐξ ἧς Χριστὸς ὁ Κύριος, σαρκωθεὶς κόσμον σῴζει.

ΑΙΝΟΙ

ὁ α’ χορός

Ἦχος πλ. α ΄.

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ α’ χορός

Στίχ. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.

Κύριε, ἐσφραγισμένου τοῦ τάφου ὑπὸ τῶν παρανόμων, προῆλθες ἐκ τοῦ μνήματος, καθὼς ἐτέχθης ἐκ τῆς Θεοτόκου, οὐκ ἔγνωσαν πῶς ἐσαρκώθης, οἱ ἀσώματοί σου Ἄγγελοι, οὐκ ᾔσθοντο πότε ἀνέστης, οἱ φυλάσσοντές σε στρατιῶται, ἀμφότερα γὰρ ἐσφράγισται τοῖς ἐρευνῶσι, πεφανέρωται δὲ τὰ θαύματα, τοῖς προσκυνοῦσιν, ἐν πίστει τὸ μυστήριον, ὃ ἀνυμνοῦσιν, ἀπόδος ἡμῖν ἀγαλλίασιν, καὶ τὸ μέγα ἔλεος.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.

Κύριε, τοὺς μοχλοὺς τοὺς αἰωνίους συντρίψας, καὶ δεσμὰ διαῤῥήξας, τοῦ μνήματος ἀνέστης, καταλιπὼν σου τὰ ἐντάφια, εἰς μαρτύριον τῆς ἀληθοῦς τριημέρου ταφῆς σου, καὶ προῆγες ἐν τῇ Γαλιλαίᾳ, ὁ ἐν σπηλαίῳ τηρούμενος. Μέγα σου τὸ ἔλεος, ἀκατάληπτε Σωτήρ, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Κύριε, αἱ Γυναῖκες ἔδραμον ἐπὶ τὸ μνῆμα, τοῦ ἰδεῖν σε τὸν Χριστόν, τὸν δι’ ἡμᾶς παθόντα, καὶ προσελθοῦσαι, εὗρον Ἄγγελον ἐπὶ τὸν λίθον καθήμενον, τῷ φόβῳ κυλισθέντα, καὶ πρὸς αὐτὰς ἐβόησε λέγων Ἀνέστη ὁ Κύριος, εἴπατε τοῖς μαθηταῖς, ὅτι ἀνέστη ἐκ νεκρῶν, ὁ σῴζων τὰς ψυχὰς ἡμῶν.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Κύριε, ὥσπερ ἐξῆλθες ἐσφραγισμένου τοῦ τάφου, οὕτως εἰσῆλθες καὶ τῶν θυρῶν κεκλεισμένων, πρὸς τοὺς μαθητάς σου, δεικνύων αὐτοῖς τὰ τοῦ σώματος πάθη, ἅπερ κατεδέξω Σωτὴρ μακροθυμήσας, ὡς ἐκ σπέρματος Δαυΐδ, μώλωπας ὑπήνεγκας, ὡς Υἱὸς δὲ τοῦ Θεοῦ, κόσμον ἠλευθέρωσας. Μέγα σου τὸ ἔλεος, ἀκατάληπτε Σωτήρ, ἐλέησον ἡμᾶς.

ΠΡΟΕΟΡΤΙΑ

ὁ α’ χορός

Ἦχος α’

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

Τῶν οὐρανίων ταγμάτων

Δεῦτε πιστοὶ συνελθόντες, ᾠδαῖς τιμήσωμεν, τὴν ἐκ μητρὸς ἀγόνου, παραδόξως τεχθεῖσαν, Θεόνυμφον Μητέρα, τοῦ Ποιητοῦ, καὶ σὺν παρθένοις λαμπάσι τε, προσυπαντήσωμεν ταύτῃ ἐν τῷ Ναῷ, εἰσιούσῃ εἰς τὰ Ἅγια.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. 

Δεῦτε πιστοὶ συνελθόντες,…

 ὁ α’ χορὸς

Στίχ. Ἀπενεχθήσονται τῷ Βασιλεῖ παρθένοι ὁπίσω αὐτῆς

Καθάπερ ἄνθη ποικίλα, περιδρεψάμενοι, ἐκ νοητῶν λειμώνων, τῶν τοῦ Πνεύματος λόγων, ἐπαίνων τοὺς στεφάνους χαρμονικῶς, τῇ Παρθένῳ συμπλέξωμεν, καὶ προεόρτιον τούτους δῶρον αὐτῇ, ἐπαξίως προσκομίσωμεν.

ὁ β’ χορὸς

Στίχ. Ἀπενεχθήσονται ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει .

Εὐτρεπιζέσθωσαν πύλαι, καὶ ἀνοιγέσθωσαν, αἱ τοῦ Ναοῦ Κυρίου, καὶ τὸν οἶκον τῆς δόξης, καὶ μόνην ὑπερτέραν τῶν οὐρανῶν, ὑπὲρ νοῦν χρηματίσασαν, ὑποδεχέσθωσαν χαίρουσαι καὶ Χριστόν, τὸν Σωτῆρα ἀνυμνείτωσαν.

ὁ α’ χορός

Δόξα Πατρί… …..ΕΩΘΙΝΟΝ  ΙΑ’, Ἦχος πλ. δ’

Φανερῶν σεαυτόν, τοῖς Μαθηταῖς σου Σωτὴρ μετὰ τὴν Ἀνάστασιν, Σίμωνι δέδωκας τὴν τῶν προβάτων νομήν, εἰς ἀγάπης ἀντέκτισιν, τὴν τοῦ ποιμένειν φροντίδα αἰτῶν. Διὸ καὶ ἔλεγε· Εἰ φιλεῖς με Πέτρε, ποίμαινε τὰ ἀρνία μου, ποίμαινε τὰ πρόβατά μου. Ὁ δὲ εὐθέως ἐνδεικνύμενος τὸ φιλόστοργον, περὶ τοῦ ἄλλου Μαθητοῦ ἐπυνθάνετο. Ὧν ταῖς πρεσβείαις Χριστέ, τὴν ποίμνην σου διαφύλαττε, ἐκ λύκων λυμαινομένων αὐτήν.

ὁ β’ χορός

Καὶ νῦν… ἦχος β’

περευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε, διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν, διὸ ἀνυμνοῦντες βοῶμεν΄ Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.

Δοξολογία Μεγάλη

εἰς ἦχον πλ. α΄’ ( Ἀργή ἢ σύντομος )

· Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

· μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

· Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.

· Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

· Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

· τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

· Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

· Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

· Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

· Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

· Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. (γ΄)

.  · Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

· Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

· τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

· Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (γ΄)

Δόξα Πατρὶ ..Καὶ νῦν…. .

γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

 καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

γιος ὁ Θεός,…….

καὶ εὐθύς

τὸ παρόν Ἀναστάσιμον Τροπάριον

Ἦχος πλ. α΄’

Σήμερον σωτηρία τῷ κόσμῳ γέγονεν, ᾄσωμεν τῷ ἀναστάντι ἐκ τάφου καὶ ἀρχηγῷ τῆς ζωῆς ἡμῶν· καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον, τὸ νῖκος ἔδωκεν ἡμῖν, καὶ τὸ μέγα ἔλεος.

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

ΑΝΤΙΦΩΝΑ ( τῶν Κυριακῶν)

Ἀντίφωνον Α’

Ἦχος β´.

Στίχ.Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.

Στίχ.Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Στίχ. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Στίχ. Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Δόξα Πατρί…Καὶ νῦν.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 Ἀντίφωνον Β’

Ἦχος β´.

Στίχ. Αἴνει, ἡ ψυχή μου τὸν Κύριον, αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι Ἀλληλούϊα.

Στίχ.  Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς…

τίχ. Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς·

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς..

Στίχ.. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.

Σῶσον, ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς…

Δόξα Πατρὶ…Καὶ νῦν…

μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

 Ἀντίφωνον Γ’

Στίχ.  Αὕτη ἡ ἡμέρα Κυρίου, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄´.

Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν, ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ σταυρῶ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.

Μικρὰ Εἴσοδος.

Εἰσοδικὸν

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἀναστάς ἐκ νεκρῶν…..
ψάλλοντάς σοι, Ἀλληλούϊα.

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)   

Ἀπολυτίκιον. Ἦχος πλ. α΄

Τὸν συνάναρχον Λόγον ….

Προεόρτιον Ἦχος δ’ Ταχὺ προκατάλαβε

Χαρὰν προμνηστεύεται, σήμερον Ἄννα ἡμῖν, τῆς λύπης ἀντίθετον, καρπὸν βλαστήσασα, τὴν μόνην Ἀειπάρθενον· ἣν περ δὴ καὶ προσάγει, τὰς εὐχὰς ἐκπληροῦσα, σήμερον γηθομένη, τῷ Ναῷ τοῦ Κυρίου, ὡς ὄντως ναὸν τοῦ Θεοῦ Λόγου, καὶ Μητέρα ἁγνήν

Τοῦ Ναοῦ

Κοντάκιον Προεόρτιον

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)   

Ἦχος δ’ Ἐπεφάνης σήμερον

Εὐφροσύνης σήμερον, ἡ οἰκουμένη, ἐπληρώθη ἅπασα, ἐν τῇ εὐσήμῳ Ἑορτῇ, τῆς Θεοτόκου κραυγάζουσα· Αὕτη ὑπάρχει, σκηνὴ ἐπουράνιος.

Τρισάγιον.

Απόστολος

Προκείμενον. Ἦχος πλ. α΄

Σύ, Κύριε, φυλάξαις ἡμᾶς και διατηρήσαις ἡμᾶς

Σῶσόν με Κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος

Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα 6:11-18

δελφοί, ἴδετε πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί. Ὅσοι θέλουσιν εὐπροσωπῆσαι ἐν σαρκί, οὗτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι, μόνον ἵνα μὴ τῷ σταυρῷ τοῦ Χριστοῦ διώκωνται· οὐδὲ γὰρ οἱ περιτεμνόμενοι αὐτοὶ νόμον φυλάσσουσιν, ἀλλὰ θέλουσιν ὑμᾶς περιτέμνεσθαι ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται. Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν ᾽Ιησοῦ Χριστοῦ, δι᾽ οὗ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ τῷ κόσμῳ. Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία, ἀλλὰ καινὴ κτίσις. Καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν, εἰρήνη ἐπ᾽ αὐτοὺς καὶ ἔλεος, καὶ ἐπὶ τὸν ᾽Ισραὴλ τοῦ Θεοῦ. Τοῦ λοιποῦ κόπους μοι μηδεὶς παρεχέτω· ἐγὼ γὰρ τὰ στίγματα τοῦ Κυρίου ᾽Ιησοῦ ἐν τῷ σώματί μου βαστάζω. ῾Η χάρις τοῦ Κυρίου ἡμῶν ᾽Ιησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν, ἀδελφοί· ἀμήν. 

Ἀλληλούϊα. (γ΄) Ἦχος πλ. α΄

Τὰ ἐλέη σου, Κύριε, εἰς τὸν αἰῶνα ᾄσομαι.

τι εἶπας· εἰς τὸν αἰῶνα ἔλεος οἰκοδομηθήσεται.

Εὐαγγέλιον

Ἐκ τοῦ κατὰ Λουκᾶν. (ιβ΄ 16-21)

Εἶπεν ὁ Κύριος τήν παραβολὴν ταύτην· ἀνθρώπου τινὸς πλουσίου εὐφόρησεν ἡ χώρα·  καὶ διελογίζετο ἐν ἑαυτῷ λέγων· τί ποιήσω, ὅτι οὐκ ἔχω ποῦ συνάξω τοὺς καρπούς μου;  καὶ εἶπε· τοῦτο ποιήσω· καθελῶ μου τὰς ἀποθήκας καὶ μείζονας οἰκοδομήσω, καὶ συνάξω ἐκεῖ πάντα τὰ γενήματά μου καὶ τὰ ἀγαθά μου,  καὶ ἐρῶ τῇ ψυχῇ μου· ψυχή, ἔχεις πολλὰ ἀγαθὰ κείμενα εἰς ἔτη πολλά· ἀναπαύου, φάγε, πίε, εὐφραίνου.  εἶπε δὲ αὐτῷ ὁ Θεός· ἄφρον, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας τίνι ἔσται;  οὕτως ὁ θησαυρίζων ἑαυτῷ, καὶ μὴ εἰς Θεὸν πλουτῶν. ταῦτα λέγων ἐφώνει· ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.

Δόξα σοι, Κύριε, δόξα σοι.

Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου

Εἰς τό, Ἐξαιρέτως

ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Κοινωνικὸν

Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. λληλούϊα

 

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

 

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα,

 

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).

https://agioskosmasoaitolos.wordpress.com

20-%ce%bd%ce%bf%ce%b516-%ce%ba%cf%85%cf%81%ce%b9%ce%b1%ce%ba%ce%b7-%ce%b8%ce%84%ce%bb%ce%bf%cf%85%ce%ba%ce%b1-%cf%80%cf%81%ce%bf%ce%b5%ce%bf%cf%81%cf%84%ce%b9%ce%b1

 

2 comments on “ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΚΥΡΙΑΚΗ Θ΄ΛΟΥΚΑ (ΠΡΟΕΟΡΤΙΑ ΤΩΝ ΕΙΣΟΔΙΩΝ) (2016)

  1. Όταν το εκτυπώνεις βγαίνει μόνο το άρθρο.

    ________________________________

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση / Αλλαγή )

Σύνδεση με %s

Αρέσει σε %d bloggers: