5 σχόλια

ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΚΥΡΙΑΚΗ ΙΑ΄ΜΑΤΘΑΙΟΥ (2016)

 

4 ΣΕΠΤΕΜΒΡΙΟΥ  2016

† ΚΥΡΙΑΚΗ ΙΑ΄ ΜΑΤΘΑΙΟΥ.

Ηχος β΄, ωθινν ΙΑ΄.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις

τι πρέπει σοι πᾶσα δόξα…

Ἦχος β’

ὁ α’ χορὸς

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στίχ, . Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

                                                                                 ὁ α’ χορὸς

Στίχ,’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στίχ, . Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ α’ χορὸς

Ἀπολυτίκιον Ἦχος β’

 τε κατῆλθες πρὸς τὸν θάνατον, ἡ ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾅδην ἐνέκρωσας τῇ ἀστραπῇ τῆς θεότητος, ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον, Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι.

            ὁ β’ χορὸς

Δόξα Πατρί… Ἦχος δ’

Καὶ τρόπων μέτοχος, καὶ θρόνων διάδοχος, τῶν Ἀποστόλων γενόμενος, τὴν πρᾶξιν εὗρες Θεόπνευστε, εἰς θεωρίας ἐπίβασιν· διὰ τοῦτο τὸν λόγον τῆς ἀληθείας ὀρθοτομῶν, καὶ τῇ πίστει ἐνήθλησας μέχρις αἵματος, Ἱερομάρτυς Βαβύλα, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ὁ α’ χορὸς

Καὶ νῦν… Θεοτοκίον  ὁ αὐτὸς

Τὸ ἀπ’ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται. Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι’ οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

  Ὅτι σὸν τὸ κράτος… 

ΚΑΘΙΣΜΑΤΑ  

Μετὰ τὴν α´ Στιχολογίαν.

ὁ α’ χορός

Ἦχος β´

εὐσχήμων Ἰωσήφ, ἀπὸ τοῦ ξύλου καθελών, τὸ ἄχραντόν σου Σῶμα, σινδόνι καθαρᾷ, εἰλήσας καὶ ἀρώμασιν, ἐν μνήματι καινῷ, κηδεύσας ἀπέθετο, ἀλλὰ τριήμερος ἀνέστης Κύριε, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

ὁ β’ χορός

Δόξα Πατρί…

Ταῖς μυροφόροις Γυναιξί, παρὰ τὸ μνῆμα ἐπιστάς, ὁ Ἄγγελος ἐβόα. Τὰ μύρα τοῖς θνητοῖς ὑπάρχει ἁρμόδια, Χριστὸς δὲ διαφθορᾶς ἐδείχθη ἀλλότριος, ἀλλὰ κραυγάσατε. Ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

ὁ α’ χορός

Καὶ νῦν…Θεοτοκίον

Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τὰ σὰ Θεοτόκε μυστήρια, τῇ ἁγνείᾳ ἐσφραγισμένη, καὶ παρθενίᾳ φυλαττομένη, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν, αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν

ὁ β’ χορός

Μετὰ τὴν β’ Στιχολογίαν, ἕτερα

Τὸν λίθον τοῦ μνήματος, σφραγισθῆναι μὴ κωλύσας, τὴν πέτραν τῆς πίστεως, ἀναστὰς παρέσχες πᾶσι, Κύριε δόξα σοι.

ὁ α’ χορός

Δόξα Πατρὶ…

Τῶν Μαθητῶν σου ὁ χορός, σὺν μυροφόροις Γυναιξίν, ἀγάλλεται συμφώνως, κοινὴν γὰρ ἑορτὴν σὺν αὐτοῖς ἑορτάζομεν, εἰς δόξαν καὶ τιμὴν τῆς σῆς Ἀναστάσεως, καὶ δι’ αὐτῶν, φιλάνθρωπε Κύριε, τῷ λαῷ σου παράσχου τὸ μέγα ἔλεος.

ὁ β’ χορός

Καὶ νῦν… Σταυροθεοτοκίον

περευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε, διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾅδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν, διὸ ἀνυμνοῦντες βοῶμεν. Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας δόξα σοι.

ὁ α’ χορός

Ἦχος πλ. α’

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾍδου πάντας ἐλευθερώσαντα.

ὁ β’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὢ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις΄ Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε, ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Λίαν πρωΐ, Μυροφόροι ἒδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι, ἀλλ’ ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε, θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.

ὁ β’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῷτερ ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου. Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.

ὁ α’ χορός

Δόξα Πατρί… Τριαδικὸν

Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.

ὁ β’ χορός

Καὶ νῦν… Θεοτοκίον

Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.

ὁ α’ χορός

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.

ὁ β’ χορός

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.

ὁ α’ χορός

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.

Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις

Ὅτι ηὐλόγηται…

Ἡ Ὑπακοὴ  Ἦχος β’

Μετὰ τὸ Πάθος πορευθεῖσαι ἐν τῷ μνήματι πρὸς τὸ μυρίσαι τὸ σῶμά σου αἱ γυναῖκες Χριστὲ ὁ Θεός, εἶδον Ἀγγέλους ἐν τῷ τάφῳ καὶ ἐξέστησαν, φωνῆς γὰρ ἤκουον ἐξ αὐτῶν, ὅτι ἀνέστη ὁ Κύριος, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

ΑΝΑΒΑΘΜΟΙ

Ἀντίφωνον Α’

ὁ α’ χορός

ν τῷ οὐρανῷ τὰ ὄμματα, ἐκπέμπω μου τῆς καρδίας, πρὸς σὲ Σωτήρ, σῶσόν με σῇ ἐπιλάμψει.

ὁ β’ χορός

λέησον ἡμᾶς τοὺς πταίοντάς σοι πολλὰ καθ’ ἑκάστην ὥραν, ὢ Χριστέ μου, καὶ δὸς πρὸ τέλους τρόπους, τοῦ μετανοεῖν σοι.

ὁ α’ χορός

Δόξα Πατρί… Καὶ νῦν

γίῳ Πνεύματι, τὸ βασιλεύειν πέλει, τὸ ἁγιάζειν, τὸ κινεῖν τὴν κτίσιν, Θεὸς γὰρ ἐστιν, ὁμοούσιος Πατρὶ καὶ Λόγῳ.

Ἀντίφωνον Β’

ὁ β’ χορός

Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, τὶς ἱκανὸς σῶος φυλαχθῆναι, ἐκ τοῦ ἐχθροῦ ἅμα, καὶ ἀνθρωποκτόνου;

ὁ α’ χορός

Τοῖς ὁδοῦσιν αὐτῶν, μὴ παραδῷς Σῶτερ τὸν σὸν δοῦλον, λέοντος τρόπον κατ’ ἐμοῦ κινοῦνται, καὶ γὰρ οἱ ἐχθροί μου.

ὁ β’ χορός

Δόξα Πατρί… Καὶ νῦν

γίῳ Πνεύματι, ζωαρχία καὶ γέρας, πάντα γὰρ τὰ κτιστά, ὡς Θεὸς ὢν δυναμοῖ, συντηρεῖ ἐν Πατρὶ δι’ Υἱοῦ δέ.

Ἀντίφωνον Γ’

ὁ α’ χορός

Οἱ πεποιθότες ἐπὶ Κύριον, ἐοίκασιν ὄρει τῷ ἁγίῳ, οἳ οὐδαμῶς σαλεύονται, προσβολαῖς τοῦ Βελίαρ.

ὁ β’ χορός

ν ἀνομίαις χεῖρας αὐτῶν μὴ ἐκτεινάτωσαν οἱ θείως ζῶντες, οὐ γὰρ ἐᾷ Χριστός, τῇ ῥάβδῳ τὸν κλῆρον αὐτοῦ.

ὁ α’ χορός

Δόξα Πατρί… Καὶ νῦν…

γίῳ Πνεύματι, προσπηγάζει πᾶσα σοφία, ἔνθεν χάρις Ἀποστόλοις, καὶ τοῖς ἄθλοις καταστέφονται Μάρτυρες,…

ὁ β’ χορός

… καὶ Προφῆται ὁρῶσι. 

Προκείμενον

ὁ α’ χορός

ξεγέρθητι, Κύριε ὁ Θεός μου, ἐν προστάγματι ᾧ ἐνετείλω, καὶ συναγωγὴ λαῶν κυκλώσει σε.

ὁ β’ χορός

ξεγέρθητι, Κύριε ὁ Θεός μου, ἐν προστάγματι ᾧ ἐνετείλω, καὶ συναγωγὴ λαῶν κυκλώσει σε.

ὁ α’ χορός

Στίχ. Κύριε, ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα.

ξεγέρθητι, Κύριε ὁ Θεός μου, ἐν προστάγματι ᾧ ἐνετείλω,…

ὁ β’ χορός

… καὶ συναγωγὴ λαῶν κυκλώσει σε.

Ἡ Τάξις τοῦ Ἑωθινοῦ Εὐαγγελίου

ὁ α΄ χορὸς

Ἦχος β’.

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ β’ χορὸς

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ α΄ χορὸς

Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.

ΕΩΘΙΝΟΝ ΙΑ’ ΙΩΑΝΝΗ 21,15-25

Τῷ καιρῷ ἐκείνῳ, ἐφανέρωσεν ἑαυτὸν ὁ Ἰησοῦς τοῖς μαθηταῖς αὐτοῦ, ἐγερθεὶς ἐκ νεκρῶν, καὶ λέγει τῷ Σίμωνι Πέτρῳ· Σίμων Ἰωνᾶ, ἀγαπᾶς με πλέον τούτων; Λέγει αὐτῷ· Ναὶ Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. Λέγει αὐτῷ· Βόσκε τὰ ἀρνία μου. Λέγει αὐτῷ πάλιν δεύτερον· Σίμων Ἰωνᾶ ἀγαπᾶς με; Λέγει αὐτῷ· Ναί, Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. Λέγει αὐτῷ· Ποίμαινε τὰ πρόβατά μου. Λέγει αὐτῷ τὸ τρίτον· Σίμων Ἰωνᾶ, φιλεῖς με; ἐλυπήθη ὁ Πέτρος, ὅτι εἶπεν αὐτῷ τὸ τρίτον, φιλεῖς με; Καὶ εἶπεν αὐτῷ· Κύριε, σὺ πάντα οἶδας, σὺ γινώσκεις ὅτι φιλῶ σε. Λέγει αὐτῷ ὁ Ἰησοῦς. Βόσκε τὰ πρόβατά μου. Ἀμὴν ἀμὴν λέγω σοι, ὅτε ἦς νεώτερος, ἐζώννυες σεαυτόν, καὶ περιεπάτεις ὅπου ἤθελες, ὅταν δὲ γηράσῃς, ἐκτενεῖς τὰς χεῖράς σου, καὶ ἄλλος σε ζώσει, καὶ οἴσει ὅπου οὐ θέλεις. Τοῦτο δὲ εἶπε, σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν Θεόν. Καὶ τοῦτο εἰπών, λέγει αὐτῷ· Ἀκολούθει μοι. Ἐπιστραφεὶς δὲ ὁ Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα ὁ Ἰησοῦς, ἀκολουθοῦντα, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπε· Κύριε, τίς ἐστιν ὁ παραδιδούς σε; τοῦτον ἰδὼν ὁ Πέτρος λέγει τῷ Ἰησοῦ· Κύριε, οὗτος δὲ τί; λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; σύ μοι ἀκολούθει μοι. Ἐξῆλθεν οὖν ὁ λόγος οὗτος εἰς τοὺς ἀδελφούς. Ὃτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνῄσκει, καὶ οὐκ εἶπεν αὐτῷ ὁ Ἰησοῦς, ὅτι οὐκ ἀποθνήσκει· ἀλλ’ ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σὲ; Οὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων , καὶ γράψας ταῦτα, καὶ οἴδαμεν ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ. Ἔστι δὲ καὶ ἄλλα πολλὰ ὅσα ἐποίησεν ὁ Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθ’ ἕν, οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία. Ἀμήν.

Δόξα σοι, Κύριε, δόξα σοι.

Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης:

νάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν, ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι’ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.

Καὶ εὐθὺς ὁ Ν’ Ψαλμὸς εἰς ἦχον β’

  • λέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

  • Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.

  • Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντὸς.

  • Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.

  • Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.

  • Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.

  • Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.

  • Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.

  • Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.

  • Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.

  • Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ.

  • Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.

  • Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν.

  • Ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.

  • Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.

  • Ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.

  • Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον΄ καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.

  • Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.

  • Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα.

  • Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους, καὶ ἐλέησόν με ὁ Θεός.

ὁ α’ χορὸς

Δόξα Πατρὶ… Ἦχος β’

Ταῖς τῶν Ἀποστόλων, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ β’ χορὸς

Καὶ νῦν

Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.  

ὁ α’ χορὸς

Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Πεντηκοστάριον. Ἦχος ὁ αὐτὸς

ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου, καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν, τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.

Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…

ΚΑΝΟΝΕΣ

ὁ Ἀναστάσιμος

ὁ α’ χορός

Ὠδὴ α’.  Ἦχος β’. Ὁ Εἱρμὸς

ν βυθῷ κατέστρωσε ποτέ, τὴν Φαραωνίτιδα, πανστρατιάν, ἡ ὑπέροπλος δύναμις, σαρκωθεὶς ὁ Λόγος δέ, τὴν παμμόχθηρον ἁμαρτίαν ἐξήλειψεν, ὁ δεδοξασμένος Κύριος, ἐνδόξως γὰρ δεδόξασται.

ὁ β’ χορός

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

τοῦ κόσμου ἄρχων ἀγαθέ, ᾧ ἀπεγραψάμεθα, τῇ ἐντολῇ τῇ σῇ μὴ πειθαρχήσαντες, τῷ Σταυρῷ σου κέκριται, προσβαλὼν γάρ σοι ὡς θνητῷ, περιπέπτωκε τῷ τῆς ἐξουσίας κράτει σου, καὶ ἀσθενὴς διήλεγκται.

ὁ α’ χορός

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Λυτρωτὴς τοῦ γένους τῶν βροτῶν, καὶ τῆς ἀκηράτου ζωῆς ἀρχηγός, εἰς τὸν κόσμον ἐλήλυθας, τῇ γὰρ Ἀναστάσει σου, διεσπάραξας τοῦ θανάτου τὰ σπάργανα, ἣν δοξολογοῦμεν ἅπαντες, ἐνδόξως γὰρ δεδόξασται.

ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

περτέρα πέφηνας Ἁγνή, πάσης ἀοράτου τε, καὶ ὁρατῆς ἀειπάρθενε κτίσεως, τὸν γὰρ κτίστην τέτοκας, ὡς ηὐδόκησε σαρκωθῆναι ἐν μήτρᾳ σου, ᾧ  σὺν παῤῥησίᾳ πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ὁ Κανὼν τοῦ Ἱερομάρτυρος, οὗ ἡ Ἀκροστιχίς.

Ποίημα Θεοφάνους. Οἱ δέ, Ἰωάννου Μοναχοῦ, ἀλλ’ οὐδετέρου τούτων δοκεῖ κάλαμος εἶναι.

ᾨδὴ α’

Ἦχος πλ. β’

Ὡς ἐν ἠπείρῳ πεζεύσας

ὁ α’ χορός

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν.

Τὴν τῶν οἰκείων αἱμάτων ὡς Μωϋσῆς, ἐρυθραίαν θάλασσαν, ἀκυμάντως διελθών, Βαβύλα μακάριε Θεῷ, ἐπινίκιον ᾠδήν, ἐβόας ᾄσωμεν.

            ὁ β’ χορός

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν.

Σὺ τῶν γηΐνων τὸν πόθον τῷ θεϊκῷ, ὑποτάξας ἔρωτι, κατεφρόνησας τοῦ ζῆν, Βαβύλα μακάριε Χριστοῦ, ἐπειγόμενος ἰδεῖν τὴν ὡραιότητα.

ὁ α’ χορός

Δόξα Πατρί

Τῆς ὑπερθέου Τριάδος ὡς ἐραστής, τοῖς τρισὶ συνέθανες, ἀγαλλόμενος παισί, Βαβύλα μακάριε τὴν σήν, προϊέμενος ψυχήν, τῷ ταύτης ἔρωτι.

            ὁ β’ χορός

Καὶ νῦν… Θεοτοκίον

Τὸν σεαυτῆς τετοκυῖα Δημιουργόν, ὡς αὐτὸς ἠθέλησεν, ἐξ ἀσπόρου σου γαστρός, ὑπὲρ νοῦν σαρκούμενον Ἁγνή, τῶν κτισμάτων ἀληθῶς ἐδείχθης Δέσποινα.

 ᾠδὴ γ’ 

ὁ α’ χορός

Ἦχος β’. Ὁ Εἱρμὸς

ξήνθησεν ἡ ἔρημος, ὡσεὶ κρίνον Κύριε, ἡ τῶν ἐθνῶν στειρεύουσα, Ἐκκλησίᾳ τῇ παρουσίᾳ σου, ἐν ᾗ ἐστερεώθη ἡ καρδία μου.

 ὁ β’ χορός

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

κτίσις ἐν τῷ πάθει σου, ἠλλοιοῦτο βλέπουσα, ἐν εὐτελεῖ προσχήματι, ὑπ’ ἀνόμων, μυκτηριζόμενον, τὸν ἑδράσαντα πάντα θείῳ νεύματι.

 ὁ α’ χορός

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

κ χοὸς κατ’ εἰκόνα με, τῇ χειρί σου ἔπλασας, καὶ συντριβέντα πάλιν δέ, εἰς χοῦν θανάτου δι’ ἁμαρτίαν Χριστέ, συγκαταβὰς εἰς ᾅδην συνανέστησας.

 ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Τὰ τάγματα ἐξέστησαν, τῶν Ἀγγέλων Πάναγνε, καὶ τῶν ἀνθρώπων ἔφριξαν, αἱ καρδίαι ἐπὶ τῷ τόκῳ σου, διὸ σε Θεοτόκε, πίστει σέβομεν.

                                                                                ᾨδὴ γ’, τοῦ Ἱερομάρτυρος

Ἦχος πλ. β’ Οὐκ ἔστιν Ἅγιος ὡς σὺ

ὁ α’ χορός

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν.

Οὐκ ἔστιν Ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, σοῦ Βαβύλα τοῦ πιστοῦ, καὶ στεφανώσας αὐτόν, τῷ στεφάνῳ τῆς ὁμολογίας σου.

ὁ β’ χορός

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν.

Μαρτύρων γέγονεν ἰσχύς, Κύριε ὁ Σταυρός σου, στερεώσας τοὺς παῖδας, σὺν Βαβύλᾳ τῷ κλεινῷ, καὶ καθελὼν δι᾿ αὐτῶν, τὰ τῆς πλάνης ἄθεα φρυάγματα.

ὁ α’ χορός

Δόξα Πατρί…

σχὺς ἐξέλιπε Χριστέ, διαβόλου εἰς τέλος· τοῖς ἀκάκοις παισὶ γάρ, καὶ Βαβύλα τῷ κλεινῷ, ἡττᾶται ὁ ἰσχυρός, καὶ γελᾶται ὑπ᾿ αὐτῶν παιζόμενος.

ὁ β’ χορός

Καὶ νῦν… Θεοτοκίον

σχύς μου ὕμνησις Χριστός, ὁ ἐκ σοῦ ἀνατείλας, περικείμενος σάρκα, Θεοτόκε δουλικήν, καὶ ἐκ δουλείας ἡμᾶς, διαβόλου σῴζων ἀγαθότητι.

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν,…

Κάθισμα

Ἦχος γ’ Θείας πίστεως  

ὁ β’ χορός

Ζέων πίστεως ὁμολογίᾳ, πλάνης ἔσβεσας κακοδοξίαν, στηλιτεύσας τῶν εἰδώλων τὸ ἄθεον· καὶ ὁλοκαύτωμα θεῖον γενόμενος, θαυματουργίαις δροσίζεις τὰ πέρατα, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. 

ὁ α’ χορός

Δόξα.. Καὶ νῦν… Θεοτοκίον

Θεία γέγονας σκηνὴ τοῦ Λόγου, μόνη πάναγνε Παρθενομῆτορ, τῇ καθαρότητι Ἀγγέλους ὑπερέχουσα, τὸν ὑπὲρ πάντας ἐμὲ γοῦν γενόμενον, ῥερυπωμένον σαρκὸς πλημμελήμασιν, ἀποκάθαρον πρεσβειῶν σου, ἐνθέοις νάμασι, παρέχουσα σεμνὴ τὸ μέγα ἔλεος.

ᾠδὴ δ’

Ὁ Εἱρμὸς

λήλυθας ἐκ Παρθένου, οὐ πρέσβυς, οὐκ Ἄγγελος, ἀλλ’ αὐτὸς ὁ Κύριος, σεσαρκωμένος καὶ ἔσωσας, ὅλον με τὸν ἄνθρωπον, διὸ κραυγάζω σοι, Δόξα τῇ δυνάμει σου Κύριε.  

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Παρίστασο ὡς κριτός, ὁ Θεός μου τῷ βήματι, οὐ κραυγάζων Δέσποτα, κρίσιν ἐνάγων τοῖς ἔθνεσιν, ἣν διὰ τοῦ πάθους σου, τῇ οἰκουμένῃ εἰργάσω, σωτηρίαν Χριστέ.  

Στίχ. Δόξα τῇ Ἁγία Ἀναστάσει σου, Κύριε.

Τῷ πάθει σου τοῦ ἐχθροῦ, αἱ ῥομφαῖαι ἐξέλιπον, τῶν ὑπεναντίων δέ, ἐν τῇ εἰς ᾅδου καθόδῳ σου, πόλεις καθῃρέθησαν, καὶ τοῦ τυράννου τὸ θράσος καταβέβληται.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Σὲ λιμένα σωτηρίας, καὶ τεῖχος ἀκράδαντον, Θεοτόκε Δέσποινα, πάντες πιστοὶ ἐπιστάμεθα, σὺ γὰρ ταῖς πρεσβείαις σου, ἐκ τῶν κινδύνων λυτροῦσαι τὰς ψυχὰς ἡμῶν.  

ᾨδὴ δ’, τοῦ Ἱερομάρτυρος

Ἦχος πλ. β’   Χριστός μου δύναμις

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν.

Χριστός μου δύναμις, Θεὸς καὶ Κύριος, πρὸ βημάτων ἐβόας τυραννικῶν, ἀπειλαῖς ἀπτόητος, Ἱερομάρτυς Βαβύλα, ἐν Κυρίῳ ἀγαλλόμενος.

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν.

Θυσίαν ἄμωμον, φρικτὴν ἀναίμακτον, τῷ Κυρίῳ προσφέρων, καὶ σεαυτόν, σφάγιον δι᾿ αἵματος, Ἱερομάρτυς Βαβύλα, ἀκηλίδωτον προσήγαγες.

Δόξα Πατρί…  

Τῶν παίδων Ὅσιε, τὸ νέον φρόνημα, ὡς σοφὸς παιδοτρίβης πνευματικῷ, ἀποτρέφων γάλακτι Ἱερομάρτυς Βαβύλα, εἰς τελείωσιν κατήρτισας.

Καὶ νῦν… Θεοτοκίον

Ναὸν πανάγιον, Θεοῦ γινώσκοντες, σὲ τὴν ἄσπιλον μόνην, καὶ τῶν πιστῶν, πάντων ὑπερέχουσαν, ἱερωτάταις σε φωναῖς,  Θεοτόκε μακαρίζομεν.

ᾠδὴ ε’ 

Ὁ Εἱρμὸς

Μεσίτης Θεοῦ, καὶ ἀνθρώπων γέγονας, Χριστὲ ὁ Θεός, διὰ σοῦ γὰρ Δέσποτα, τὴν πρὸς τὸν ἀρχίφωτον Πατέρα σου, ἐκ νυκτὸς ἀγνωσίας, προσαγωγὴν ἐσχήκαμεν.  

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

ς κέδρος Χριστέ, τῶν ἐχθρῶν τὸ φρύαγμα συνέτριψας, ἑκουσίως Δέσποτα, ἐν τῇ κυπαρίσσῳ ὡς ηὐδόκησας, καὶ τῇ πεύκῃ καὶ κέδρῳ σαρκὶ συνανυψούμενος.  

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

ν λάκκῳ Χριστέ, κατωτάτῳ ἔθεντό σε, ἄπνουν νεκρόν, ἀλλ’ οἰκείῳ μώλωπι, ἐπιλελησμένους τραυματίας Σωτήρ, τοὺς ἐν τάφοις ὑπνοῦντας, σεαυτῷ συνεξανέστησας.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Δυσώπει τὸν σόν, Υἱὸν καὶ Κύριον, Παρθένε ἁγνή, αἰχμαλώτοις λύτρωσιν, τοῖς ἐξ ἐναντίας περιστάσεως, ἐπὶ σοὶ πεποιθόσιν, εἰρηνικὴν δωρήσασθαι.

Κανών α’, ᾨδὴ ε’, τοῦ Ἱερομάρτυρος

Ἦχος πλ. β’   Τῷ θείῳ φέγγει σου

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν.

Τὴν θείαν χάριν σου Ἰησοῦ, ὁ ἱερομάρτυς Βαβύλας, ὄντως ἐξ ὕψους ἐδέξατο, ὡς καὶ παῖδας νέους, πρὸς σὴν ἀγάπησιν, ἀλείφειν καὶ θανάτου πρὸς καταφρόνησιν.

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν.

Τῇ θείᾳ γνώσει σου ἐλλαμφθείς, ὁ Ἱερομάρτυς Βαβύλας, πάντας ἐδίδασκε Κύριε, σὲ εἰδέναι μόνον Θεὸν τὸν ὄντως Θεόν, ἐκ ζόφου καὶ τῆς πλάνης ἀνακαλούμενον.

Δόξα Πατρί…  

Τῇ θείᾳ ψήφῳ σου προκριθείς, ὁ ἱερομάρτυς Βαβύλας, τὴν λογικὴν νέμειν ποίμνην σου, σοὶ προσφέρει Λόγε Θεοῦ, τὸ αἷμα αὐτοῦ, πρὸς τρίβον σωτηρίας, πάντας σοφῶς ὁδηγῶν.

Καὶ νῦν… Θεοτοκίον

πὲρ τῶν δούλων σου τὸν ἐκ σοῦ, Πάναγνε Δεσπότην τοῦ παντός, ἐκδυσωποῦσα ἱκέτευε, πάσης ἐναντίας βλάβης λυτρώσασθαι, τοῦ σὲ ὁμολογοῦντας Παρθενομήτορα.

ᾠδὴ ς’

 Ὁ Εἱρμὸς

ν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον. Ἐκ φθορᾶς ὁ Θεός με ἀνάγαγε.   

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

ς κακοῦργος ὁ δίκαιος κέκριται, καὶ μετὰ ἀνόμων τῷ ξύλῳ προσήλωται, τοῖς ὑπευθύνοις ἄφεσιν, τῷ οἰκείῳ δωρούμενος αἵματι.  

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Δι’ ἑνὸς μὲν ἀνθρώπου τοῦ πρώτου Ἀδάμ, πάλαι εἰς τὸν κόσμον εἰσῆλθεν ὁ θάνατος, καὶ δι’ ἑνὸς Ἀνάστασις, τοῦ Υἱοῦ τοῦ Θεοῦ πεφανέρωται.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

πειράνδρως Παρθένε ἐκύησας, καὶ διαιωνίζεις παρθένος ἐμφαίνουσα, τῆς ἀληθοῦς Θεότητος, τοῦ Υἱοῦ καὶ Θεοῦ σου τὰ σύμβολα.

ᾨδὴ ς’, τοῦ Ἱερομάρτυρος

Ἦχος πλ. β’

Τοῦ βίου τὴν θάλασσαν

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν.

Τοῦ βίου τὴν θάλασσαν, τῷ τῆς πλάνης καθορῶν, κυμαινομένην κλύδωνι, Βαβύλας ὁ ἀοίδιμος ἀθλητής, ἐβόα· Ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε.

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν.

Χριστὸν ἐκμιμούμενος, πρὸ τῆς ποίμνης τὴν ψυχήν, τὴν ἑαυτοῦ προδέδωκεν, ὁ ἀοίδιμος Μάρτυς καὶ ἀθλητής, ζωὴν πρὸς αἰώνιον, ἐκ φθορᾶς τοῦ θανάτου μεθιστάμενος.

Δόξα Πατρί….

Τῶν Παίδων τὸ ἄστατον, ἐπεστήριζε σοφῶς, τοῖς ἑαυτοῦ παθήμασι, Βαβύλας ὁ ἀοίδιμος ἀθλητής, ζωὴν πρὸς οὐράνιον, ἀπὸ γῆς μεταφέρων ὁ πανεύφημος.

Καὶ νῦν… Θεοτοκίον

Δεσμῶν ἀπολέλυμαι, καταδίκης καὶ ἀρᾶς, εὐλογημένη Πάναγνε, τῷ τοκετῷ σου· μόνη γὰρ ἐπὶ γῆς, Θεὸν ἐσωμάτωσας, καθαρῶν ἐξ αἱμάτων σου Πανάμωμε.

 Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

Σὺ γὰρ εἶ  Βασιλεύς… 

Κοντάκιον

Ἦχος β’. Τὰ ἄνω ζητῶν

νέστης Σωτήρ, ἐκ τάφου Παντοδύναμε ᾅδης ἰδών, τὸ θαῦμα ἐξεπλήττετο, καὶ νεκροὶ ἀνίσταντο, καὶ ἡ κτίσις ἰδοῦσα συγχαίρει σοι, καὶ ὁ Ἀδάμ συναγάλλεται, καὶ κόσμος Σωτήρ μου ἀνυμνεῖ σε ἀεί.

Οἶκος

Σὺ εἶ τὸ φῶς τῶν ἐσκοτισμένων, σὺ εἶ ἡ ἀνάστασις πάντων καὶ ἡ ζωὴ τῶν βροτῶν καὶ πάντας συνανέστησας, τοῦ θανάτου τὸ κράτος Σωτὴρ σκυλεύσας, καὶ τοῦ ᾅδου τὰς πύλας συντρίψας Λόγε, καὶ οἱ θνητοὶ κατιδόντες τὸ θαῦμα ἐθαύμαζον, καὶ πᾶσα κτίσις συγχαίρει ἐν τῇ σῇ Ἀναστάσει, Φιλάνθρωπε. Διὸ καὶ πάντες δοξάζομεν, καὶ ὑμνοῦμεν τὴν σὴν συγκατάβασιν, καὶ κόσμος Σωτήρ μου ἀνυμνεῖ σε ἀεί.

Σ υ ν α ξ ά ρ ι ο ν

ΤΔ’ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Βαβύλα, Ἐπισκόπου Ἀντιοχείας τῆς μεγάλης, καὶ τῶν σὺν αὐτῷ Ἁγίων τριῶν παίδων, οἳ διὰ ξίφους ἐτελειώθησαν

Στίχοι
Ὁ Χριστὸν αὐτὸν Βαβύλας θύων πάλαι, 
Χριστῷ προθύμως θύεται διὰ ξίφους.

Εἰς τοὺς παῖδας
Στίχοι
Ὑπὲρ μεγίστου Δεσπότου Θεοῦ Λόγου, 
Τρέχουσι θερμῶς πρὸς ξίφος τὰ παιδία. 
Παῖδας καὶ Βαβύλαν πέφνε ξίφος ἀμφὶ τετάρτην.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Βαβύλας, ὁ ἐν Ἀντιοχείᾳ διδάσκαλος, σὺν τοῖς ὑπ᾿αὐτὸν ὀγδοήκοντα τέσσαρσι παισί, ξίφει τελειοῦται.
Στίχοι
Μαθήσεώς σοι μισθὸς ἐκ τῶν παιδίων, 
Βαβύλα θεῖε τῆς τομῆς κοινωνία.

Ἅγιος προφήτης Μωϋσῆς ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Οὐκ ἐκ πέτρας νῦν, ουδ᾿ ὀπισθίων μέρει,
Μωσῆ θεωρεῖς, ἀλλ᾿ ὅλον Θεὸν βλέπεις.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Ἑρμιόνης, μιᾶς τῶν θυγατέρων Φιλίππου τοῦ ἀποστόλου.
Στίχοι
Χωρεῖς πρὸς αὐτοὺς οὐρανοὺς Ἑρμιόνη,
Ἑρμαῖον εὑρηκυῖα τὴν σωτηρίαν.

Οἱ Ἅγιοι Θεότιμος καὶ Θεόδουλος, οἱ ἀπὸ δημίων πιστεύσαντες, πυρὶ τελειοῦνται.
Στίχοι
Θεότιμος τέθνηκε σὺν Θεοδούλῳ, 
Τιμὴν σὺν αὐτῷ δουλικὴν δοὺς Κυρίῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Κεντυρίωνος, Θεοδώρου, Ἀμιανοῦ, καὶ Ἰουλιανοῦ, ὁρμωμένων ἐκ κώμης Κανδαύλης.
Στίχοι
Ὁ Κεντυρίων πῦρ πόθου θείου πνέων, 
Ψυχὴν προθύμως εἰς τὸ πῦρ ἀποπνέει. 

Τριττοῖς ἀθληταῖς, ἡ πυρὰ κλῖμαξ ξένη, 
Δι’ ἧς ἀνῆλθον οὐρανοῦ πρὸς τὸ πλάτος.

Τῇ αὐτῇ, ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Πετρωνίου, Χαριτίνης, Ζαρβήλου (ἢ Σαρβήλου), Θαθουήλ, καὶ Βεβαίας.
Στίχοι
Τμηθέντες ἄμφω Θαθουὴλ καὶ Βεβαία, 
Ζωὴν βεβαίαν εὗρον ἀντ᾿ ἐψευσμένης. 

Βέβηλον ὁ Ζάρβηλος οὐ σέβων σέβας, 
Ἀνδρῶν βεβήλων χερσὶ βάλλεται λίθοις.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ἁγίων τρισχιλίων ἑξακοσίων εἰκοσιοκτὼ Μαρτύρων.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις,Χριστέ  ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν

  ΚΑΤΑΒΑΣΙΑΙ

ὁ α’ χορός

ᾠδὴ α’  Ἦχος πλ. δ’

Σταυρὸν χαράξας Μωσῆς, ἐπ’ εὐθείας ῥάβδῳ, τὴν Ἐρυθρὰν διέτεμε, τῷ Ἰσραὴλ πεζεύσαντι, τὴν δὲ ἐπιστρεπτικῶς, Φαραὼ τοῖς ἅρμασι, κροτήσας ἥνωσεν, ἐπ’ εὔρους διαγράψας, τὸ ἀήττητον ὅπλον. Διὸ Χριστῷ ᾄσωμεν, τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.

ὁ β’ χορὸς

 ᾠδὴ γ’

άβδος εἰς τύπον τοῦ μυστηρίου παραλαμβάνεται, τῷ βλαστῷ γὰρ προκρίνει τὸν ἱερέα. Τῇ στειρευούσῃ δὲ πρῴην, Ἐκκλησία νῦν ἐξήνθησε, ξύλον Σταυροῦ,…

ὁ α’ χορός

εἰς κράτος καὶ στερέωμα.

ὁ β’ χορὸς

ᾠδὴ δ’

Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν θεότητα.

ὁ α’ χορός

ᾠδὴ ε’

τρισμακάριστον ξύλον! ἐν ᾧ ἐτάθη Χριστός, ὁ Βασιλεὺς καὶ Κύριος΄ δι’ οὗ πέπτωκεν ὁ ξύλῳ ἀπατήσας, τῷ ἐν σοὶ δελεασθείς, Θεῷ τῷ προσπαγέντι σαρκί, τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.

ὁ β’ χορὸς

ᾠδὴ Ϛ ‘

Νοτίου θηρὸς ἐν σπλάγχνοις, παλάμας Ἰωνᾶς, σταυροειδῶς διεκπετάσας, τὸ σωτήριον πάθος προδιετύπου σαφῶς. Ὅθεν τριήμερος ἐκδύς, τὴν ὑπερκόσμιον Ἀνάστασιν ὑπεζωγράφησε, τοῦ σαρκὶ προσπαγέντος Χριστοῦ τοῦ Θεοῦ, καὶ τριημέρῳ ἐγέρσει τὸν κόσμον φωτίσαντος.

ὁ α’ χορός

ᾠδὴ ζ’

κνοον πρόσταγμα τυράννου, δυσσεβοῦς, λαοὺς ἐκλόνησε, πνέον ἀπειλῆς, καὶ δυσφημίας θεοστυγοῦς. Ὅμως τρεῖς Παῖδας οὐκ ἐδειμάτωσε θυμὸς θηριώδης, οὐ πῦρ βρόμιον΄ ἀλλ’ ἀντηχοῦντι δροσοβόλῳ πνεύματι, πυρὶ συνόντες ἔψαλλον΄ ὁ ὑπερύμνητος τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ὁ β’ χορὸς

ᾠδὴ η’

Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον.

Εὐλογεῖτε Παῖδες, τῆς Τριάδος ἰσάριθμοι, Δημιουργὸν Πατέρα Θεόν, ὑμνεῖτε τὸν συγκαταβάντα Λόγον, καὶ τὸ πῦρ εἰς δρόσον μεταποιήσαντα, καὶ ὑπερυψοῦτε, τὸ πᾶσι ζωὴν παρέχον, Πνεῦμα πανάγιον εἰς τοὺς αἰῶνας.

 

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ΤΙΜΙΩΤΕΡΑ (Ἦχος πλ. δ’)

ὁ α’ χορός

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ. τι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. τι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. ποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. ντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…

Καταβασία

ὁ α’ χορός

ᾠδὴ θ

Μυστικὸς εἶ Θεοτόκε Παράδεισος, ἀγεωργήτως βλαστήσασα Χριστόν, ὑφ’ οὗ τὸ τοῦ Σταυροῦ ζωηφόρον ἐν γῇ, πεφυτούργηται δένδρον. Διὸ νῦν ὑψουμένου προσκυνοῦντες αὐτόν, σὲ μεγαλύνομεν.  

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

ὁ α’ χορός
Ἦχος β’.

γιος Κύριος ὁ Θεὸς ἡμῶν.

ὁ β’ χορός

γιος Κύριος ὁ Θεὸς ἡμῶν.

ὁ α’ χορός

ψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.

ὁ β’ χορός

τι ἅγιος ἐστι.

ὁ α’ χορός

Ἐξαποστειλάριον ΙΑ’

Μετὰ τὴν θείαν Ἔγερσιν, τρὶς τῷ Πέτρῳ, φιλεῖς με, πυθόμενος ὁ Κύριος τῶν ἰδίων προβάτων, προβάλλεται ποιμενάρχην, ὃς ἰδὼν ὃν ἠγάπα, ὁ Ἰησοῦς ἑπόμενον, ἤρετο τὸν Δεσπότην. Οὗτος δὲ τί; Ἐὰν θέλω, ἔφησε, μένειν τοῦτον, ἕως καὶ πάλιν ἔρχομαι, τί πρὸς σὲ φίλε Πέτρε;

ὁ β’ χορός

Ἦχος γ’  Ὁ οὐρανὸν τοῖς ἄστροις

Θύτης ὁμοῦ καὶ θῦμα, Βαβύλα ὤφθης τοῦ Θεοῦ, θύων αὐτῷ ἀναιμάκτως, καὶ σοῖς ἐν αἵμασι τυθείς, σὺν τοῖς τελείοις νηπίοις, μεθ᾿ ὧν σε ἀνευφημοῦμεν.

ὁ α’ χορός

Θεοτοκίον Ἦχος γ’ Ὁ οὐρανὸν τοῖς ἄστροις

Τοὺς μὴ τὴν σὴν εἰκόνα, Παρθένε ἀσπαζομένους, καὶ τοῦ Υἱοῦ καὶ Θεοῦ σου, ἐκ πίστεως εἰλικρινοῦς, κατάβαλε ὡς ἀθέους, ….

ὁ β’ χορός

…..καὶ τῇ γεέννῃ παράδος.

ΑΙΝΟΙ

ὁ α’ χορός

Ἦχος β’.

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ α’ χορός

Στίχ. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.

Πᾶσα πνοή, καὶ πᾶσα κτίσις, σὲ δοξάζει Κύριε, ὅτι διὰ τοῦ Σταυροῦ τὸν θάνατον κατήργησας, ἵνα δείξῃς τοῖς λαοῖς, τὴν ἐκ νεκρῶν σου Ἀνάστασιν, ὡς μόνος φιλάνθρωπος.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.

Εἰπάτωσαν Ἰουδαῖοι, πῶς οἱ στρατιῶται ἀπώλεσαν τηροῦντες τὸν Βασιλέα; διατὶ γὰρ ὁ λίθος οὐκ ἐφύλαξε τὴν πέτραν τῆς ζωῆς; ἢ τὸν ταφέντα δότωσαν, ἢ ἀναστάντα προσκυνείτωσαν, λέγοντες σὺν ἡμῖν. Δόξα τῷ πλήθει τῶν οἰκτιρμῶν σου. Σωτὴρ ἡμῶν δόξα σοι.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Χαίρετε λαοί, καὶ ἀγαλλιᾶσθε, Ἄγγελος ἐκάθισεν εἰς τὸν λίθον τοῦ μνήματος, αὐτὸς ἡμᾶς εὐηγγελίσατο εἰπών, Χριστὸς ἀνέστη ἐκ νεκρῶν, ὁ Σωτὴρ τοῦ κόσμου, καὶ ἐπλήρωσε τὰ σύμπαντα εὐωδίας. Χαίρετε Λαοί, καὶ ἀγαλλιᾶσθε.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

γγελος μὲν τὸ Χαῖρε, πρὸ τῆς σῆς συλλήψεως Κύριε, τῇ Κεχαριτωμένῃ ἐκόμισεν, Ἄγγελος δὲ τὸν λίθον τοῦ ἐνδόξου σου μνήματος, ἐν τῇ σῇ Ἀναστάσει ἐκύλισεν, Ὁ μὲν ἀντὶ τῆς λύπης, εὐφροσύνης σύμβολα μηνύων, ὁ δὲ ἀντὶ θανάτου, Δεσπότην ζωοδότην κηρύττων ἡμῖν. Διὸ βοῶμέν σοι, Εὐεργέτα τῶν ἁπάντων, Κύριε δόξα σοι.

 Ἕτερα Στιχηρά, Ἀνατολικά.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

ρραναν μύρα μετὰ δακρύων, ἐπὶ τὸ μνῆμά σου αἱ Γυναῖκες, καὶ ἐπλήσθη χαρᾶς τὸ στόμα αὐτῶν, ἐν τῷ λέγειν· Ἀνέστη ὁ Κύριος.

 ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Αἰνεσάτωσαν ἔθνη καὶ λαοὶ Χριστὸν τὸν Θεὸν ἡμῶν, τὸν ἑκουσίως δι΄ ἡμᾶς σταυρὸν ὑπομείναντα, καὶ ἐν τῷ ᾅδῃ τριημερεύσαντα, καὶ προσκυνησάτωσαν αὐτοῦ τήν ἐκ νεκρῶν Ἀνάστασιν, δι’ ἧς, πεφώτισται πάντα τοῦ κόσμου τὰ πέρατα.

 ὁ α’ χορός

 Στίχ. Ἀνάστηθι, Κύριε, ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος

σταυρώθης, ἐτάφης, Χριστέ, ὡς ἠβουλήθης, ἐσκύλευσας τὸν θάνατον, ὡς Θεὸς καὶ Δεσπότης, δωρούμενος τῷ κόσμῳ ζωὴν αἰώνιον, καὶ τὸ μέγα ἔλεος.

 ὁ β’ χορός

Στίχ.Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου.

ντως παράνομοι σφραγίσαντες τὸν λίθον, μείζονος ἡμᾶς θαύματος ἠξιώσατε, ἔχουσι τὴν γνῶσιν οἱ φύλακες, σήμερον προῆλθε τοῦ μνήματος, καὶ ἔλεγον· Εἴπατε, ὅτι ἡμῶν κοιμωμένων, ἦλθον οἱ Μαθηταί, καὶ ἔκλεψαν αὐτόν. Καὶ τίς κλέπτει νεκρόν, μάλιστα δὲ καὶ γυμνόν; Αὐτὸς ἀνέστη αὐτεξουσίως ὡς Θεός, καταλιπὼν καὶ ἐν τῷ τάφῳ τὰ ἐντάφια αὐτοῦ. Δεῦτε ἴδετε Ἰουδαῖοι, πῶς οὐ διέρρηξε τὰς σφραγῖδας, ὁ τὸν θάνατον πατήσας, καὶ ἐν τῷ γένει τῶν ἀνθρώπων, τὴν ἀτελεύτητον ζωήν δωρούμενος, καὶ τὸ μέγα ἔλεος.

ΕΩΘΙΝΟΝ ΙΑ’

α’ χορός

Δόξα Πατρί… Ἦχος πλ. δ’

Φανερῶν σεαυτόν, τοῖς Μαθηταῖς σου Σωτὴρ μετὰ τὴν Ἀνάστασιν, Σίμωνι δέδωκας τὴν τῶν προβάτων νομήν, εἰς ἀγάπης ἀντέκτισιν, τὴν τοῦ ποιμένειν φροντίδα αἰτῶν. Διὸ καὶ ἔλεγε· Εἰ φιλεῖς με Πέτρε, ποίμαινε τὰ ἀρνία μου, ποίμαινε τὰ πρόβατά μου. Ὁ δὲ εὐθέως ἐνδεικνύμενος τὸ φιλόστοργον, περὶ τοῦ ἄλλου Μαθητοῦ ἐπυνθάνετο. Ὧν ταῖς πρεσβείαις Χριστέ, τὴν ποίμνην σου διαφύλαττε, ἐκ λύκων λυμαινομένων αὐτήν.

ὁ β’ χορός

Καὶ νῦν… ἦχος β’

περευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε, διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν, διὸ ἀνυμνοῦντες βοῶμεν΄ Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.

 Δοξολογία Μεγάλη

εἰς ἦχον β’ ( Ἀργή ἢ σύντομος )

ὁ α’ χορός

· Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

ὁ β’ χορός

· μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

ὁ α’ χορός

· Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.

ὁ β’ χορός

· Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

ὁ α’ χορός

· Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

· τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

ὁ α’ χορός

· Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ὁ β’ χορός

· Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

ὁ α’ χορός

· Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

ὁ β’ χορός

· Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

ὁ α’ χορός

· Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

· Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ α’ χορός

· Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

· Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

ὁ α’ χορός

· Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

ὁ β’ χορός

· τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

ὁ α’ χορός

· Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρὶ ..

ὁ α’ χορός

Καὶ νῦν…. .

ὁ β’ χορός

γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

 ὁ α’ χορός

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

γιος ὁ Θεός,

ὁ β’ χορός

γιος Ἰσχυρός,

ὁ α’ χορός

γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

καὶ εὐθύς

ὁ β’ χορός

τὸ παρόν Ἀναστάσιμον Τροπάριον

Ἦχος ’

Σήμερον σωτηρία τῷ κόσμῳ γέγονεν, ᾄσωμεν τῷ ἀναστάντι ἐκ τάφου καὶ ἀρχηγῷ τῆς ζωῆς ἡμῶν· καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον, τὸ νῖκος ἔδωκεν ἡμῖν, καὶ τὸ μέγα ἔλεος.

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

ΑΝΤΙΦΩΝΑ ( τῶν Κυριακῶν)

Ἀντίφωνον Α’

ὁ α’ χορός

Ἦχος β´.

Στίχ.Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.

ὁ β’ χορός

Στίχ.Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ὁ α’ χορός

Στίχ. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ὁ β’ χορός

Στίχ. Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ὁ α’ χορός

Δόξα Πατρί…

ὁ β’ χορός

Καὶ νῦν.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 Ἀντίφωνον Β’

ὁ β’ χορός

Ἦχος β´.

Στίχ. Αἴνει, ἡ ψυχή μου τὸν Κύριον, αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι Ἀλληλούϊα.

ὁ α’ χορός

Στίχ.  Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς…

ὁ β’ χορός

Στίχ. Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς·

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς..

ὁ α’ χορός

Στίχ.. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.

Σῶσον, ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς…

ὁ β’ χορός

Δόξα Πατρὶ…Καὶ νῦν…

μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

 Ἀντίφωνον Γ’

ὁ α’ χορός

Ἦχος α´.

Στίχ.  Αὕτη ἡ ἡμέρα Κυρίου, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Ἀπολυτίκιον. Ἦχος β´.

τε κατῆλθες πρὸς τὸν θάνατον, ἡ ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾅδην ἐνέκρωσας τῇ ἀστραπῇ τῆς θεότητος, ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον, Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι.

ὁ β’ χορός

Στίχ.´Αἰνεσάτωσαν αὐτὸν οἱ οὐρανοὶ καὶ ἡ γῆ.

τε κατῆλθες πρὸς τὸν θάνατον,…

Μικρὰ Εἴσοδος.

Εἰσοδικὸν

ὁ α’ χορός 

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἀναστάς ἐκ νεκρῶν…..

ὁ β’ χορὸς

ψάλλοντάς σοι, Ἀλληλούϊα.

ὁ α’ χορός

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)   

Ἀπολυτίκιον. Ἦχος β´.

τε κατῆλθες πρὸς τὸν θάνατον, ἡ ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾅδην ἐνέκρωσας τῇ ἀστραπῇ τῆς θεότητος, ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον, Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι. 

Ἦχος δ’

Καὶ τρόπων μέτοχος, καὶ θρόνων διάδοχος, τῶν Ἀποστόλων γενόμενος, τὴν πρᾶξιν εὗρες Θεόπνευστε, εἰς θεωρίας ἐπίβασιν· διὰ τοῦτο τὸν λόγον τῆς ἀληθείας ὀρθοτομῶν, καὶ τῇ πίστει ἐνήθλησας μέχρις αἵματος, Ἱερομάρτυς Βαβύλα, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Τοῦ Ναοῦ

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Κοντάκιον  Ἦχος δ’ Αὐτόμελον

ωακεὶμ καὶ Ἄννα ὀνειδισμοῦ ἀτεκνίας, καὶ Ἀδὰμ καὶ Εὔα, ἐκ τῆς φθορᾶς τοῦ θανάτου, ἠλευθερώθησαν, Ἄχραντε, ἐν τῇ ἁγίᾳ γεννήσει σου· αὐτὴν ἑορτάζει καὶ ὁ λαός σου, ἐνοχῆς τῶν πταισμάτων, λυτρωθεὶς ἐν τῷ κράζειν σοι· Ἡ στεῖρα τίκτει τὴν Θεοτόκον, καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.

Τρισάγιον  

᾽Απόστολος

Προκείμενον  Ἦχος β’

σχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος.

Στίχ.  Παιδεύων ἐπαίδευσέ με ὁ Κύριος.

Πρὸς Κορινθίους Α΄ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα   (9:2-12)

δελφοί, ἡ σφραγὶς τῆς ἐμῆς ἀποστολῆς ὑμεῖς ἐστε ἐν Κυρίῳ. Ἡ ἐμὴ ἀπολογία τοῖς ἐμὲ ἀνακρίνουσιν αὕτη ἐστί. Μὴ οὐκ ἔχομεν ἐξουσίαν φαγεῖν καὶ πιεῖν; Μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν, ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ τοῦ Κυρίου καὶ Κηφᾶς; Ἤ μόνος ἐγὼ καὶ Βαρνάβας οὐκ ἔχομεν ἐξουσίαν τοῦ μὴ ἐργάζεσθαι; Τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ; Τίς φυτεύει ἀμπελῶνα καὶ ἐκ τοῦ καρποῦ αὐτοῦ οὐκ ἐσθίει; Ἤ τίς ποιμαίνει ποίμνην καὶ ἐκ τοῦ γάλακτος τῆς ποίμνης οὐκ ἐσθίει; Μὴ κατὰ ἄνθρωπον ταῦτα λαλῶ; Ἤ οὐχὶ καὶ ὁ νόμος ταῦτα λέγει; Ἐν γὰρ τῷ Μωσέως νόμῳ γέγραπται· «Οὐ φιμώσεις βοῦν ἀλοῶντα». Μὴ τῶν βοῶν μέλει τῷ Θεῷ; Ἤ δι᾿ ἡμᾶς πάντως λέγει; Δι᾿ ἡμᾶς γὰρ ἐγράφη, ὅτι ἐπ᾿ ἐλπίδι ὀφείλει ὁ ἀροτριῶν ἀροτριᾶν, καὶ ὁ ἀλοῶν τῆς ἐλπίδος αὐτοῦ μετέχειν ἐπ᾿ ἐλπίδι. Εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν, μέγα εἰ ἡμεῖς ὑμῶν τὰ σαρκικὰ θερίσομεν; Εἰ ἄλλοι τῆς ἐξουσίας ὑμῶν μετέχουσιν, οὐ μᾶλλον ἡμεῖς; Ἀλλ᾿ οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ, ἀλλὰ πάντα στέγομεν, ἵνα μὴ ἐγκοπήν τινα δῶμεν τῷ Εὐαγγελίῳ τοῦ Χριστοῦ.

λληλούϊα (γ’) Ἦχος β’

πακούσαι  σου Κύριος ἐν ἡμέρᾳ θλίψεως.

Στίχ. Κύριε, σῶσον τὸν βασιλέα, καὶ ἐπάκουσον ἡμῶν.

Εὐαγγέλιον

Ἐκ τοῦ κατὰ Ματθαῖον. (ιη΄ 23 – 35)

Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ ὃς ἠθέλησεν συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ.  ἀρξαμένου δὲ αὐτοῦ συναίρειν προσηνέχθη αὐτῷ εἷς ὀφειλέτης μυρίων ταλάντων.  μὴ ἔχοντος δὲ αὐτοῦ ἀποδοῦναι ἐκέλευσεν αὐτὸν ὁ κύριος αὐτοῦ πραθῆναι καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τὰ τέκνα καὶ πάντα ὅσα εἶχε, καὶ ἀποδοθῆναι.  πεσὼν οὖν ὁ δοῦλος προσεκύνει αὐτῷ λέγων· κύριε μακροθύμησον ἐπ’ ἐμοί, καὶ πάντα σοι ἀποδώσω.  σπλαγχνισθεὶς δὲ ὁ κύριος τοῦ δούλου ἐκείνου ἀπέλυσεν αὐτόν, καὶ τὸ δάνειον ἀφῆκεν αὐτῷ.  ἐξελθὼν δὲ ὁ δοῦλος ἐκεῖνος εὗρεν ἕνα τῶν συνδούλων αὐτοῦ, ὃς ὤφειλεν αὐτῷ ἑκατὸν δηνάρια, καὶ κρατήσας αὐτὸν ἔπνιγεν λέγων· ἀπόδος μοι εἴ τι ὀφείλεις.  πεσὼν οὖν ὁ σύνδουλος αὐτοῦ εἰς τοὺς πόδας αὐτοῦ παρεκάλει αὐτὸν λέγων· μακροθύμησον ἐπ’ ἐμοί, καὶ ἀποδώσω σοι·  ὁ δὲ οὐκ ἤθελεν, ἀλλὰ ἀπελθὼν ἔβαλεν αὐτὸν εἰς φυλακὴν ἕως οὗ ἀποδῷ τὸ ὀφειλόμενον.  ἰδόντες δὲ οἱ σύνδουλοι αὐτοῦ τὰ γενόμενα ἐλυπήθησαν σφόδρα, καὶ ἐλθόντες διεσάφησαν τῷ κυρίῳ ἑαυτῶν πάντα τὰ γενόμενα.  τότε προσκαλεσάμενος αὐτὸν ὁ κύριος αὐτοῦ λέγει αὐτῷ· δοῦλε πονηρέ, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι, ἐπεὶ παρεκάλεσάς με·  οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου, ὡς καὶ ἐγὼ σὲ ἠλέησα;  καὶ ὀργισθεὶς ὁ κύριος αὐτοῦ παρέδωκεν αὐτὸν τοῖς βασανισταῖς ἕως οὗ ἀποδῷ πᾶν τὸ ὀφειλόμενον αὐτῷ.  Οὕτω καὶ ὁ πατήρ μου ὁ ἐπουράνιος ποιήσει ὑμῖν ἐὰν μὴ ἀφῆτε ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ ἀπὸ τῶν καρδιῶν ὑμῶν τὰ παραπτώματα αὐτῶν.

Δόξα σοι Κύριε, δόξα σοι.

Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου

Εἰς τό, Ἐξαιρέτως

ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Κοινωνικὸν

Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. λληλούϊα

 

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

 

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα,

 

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς)

4 ΣΕΠ16 ΚΥΡΙΑΚΗ ΙΑ΄ΜΑΤΘΑΙΟΥ.

5 comments on “ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΚΥΡΙΑΚΗ ΙΑ΄ΜΑΤΘΑΙΟΥ (2016)

  1. Καλή σας μέρα, στις 4 Σεπτεμβρίου είναι η:
    Μνήμη τοῦ Ἱερομάρτυρος Βαβύλα, Ἐπισκόπου Ἀντιοχείας
    Τοῦ Προφήτου Μωϋσέως
    Ήχος β’ Εωθινόν ια’

  2. ΧΑΙΡΕΤΕ ΕΝ ΚΥΡΙΩ ΠΑΝΤΟΤΕ
    Σας ευχαριστώ πολύ για τις παρατηρήσεις σας, διόρθωσα το Απολυτίκιον του Αγίου Βαβύλα τόσο στον Εσπερινό όσο και στον Όρθρο και Θεία Λειτουργία.
    ΝΑ ΕΙΣΤΕ ΠΑΝΤΑ ΚΑΛΑ.

  3. Επανέρχομαι, γιατί πέραν του απολυτικίου του αγίου Βαβύλα, ακολουθεί το του προφήτου Μωυσέως ενώ στο Και νυν… το Πάντα υπερένδοξα.

    • Κατά μία ερμηνεία Όταν δεν υπάρχει δοξαστικό του αγίου δεν λέγεται απολυτίκιο. Αλλά αν τώρα κάποιος θέλει να ψάλλει και το απολυτίκιο μπορεί να το πράξει. Θυμίζω ένα χαριτωμένο που άκουσα από έναν σεβαστό πατέρα:»τα τυπικά φτιάχτηκαν για να τσακώνονται οι ψάλτες»

      • Είμαι αρχάριος στα θέματα αυτά, αλλά επειδή στηρίζομαι στις δικές σας αναρτήσεις για να βάλω τα μουσικά, είδα τη διαφορά με τα δίπτυχα της Εκκλησίας της Ελλάδος γι’ αυτό και σας έστειλα το μήνυμα.

        Μετά τη μικρή εμπειρία μου στο ψαλτήρι, θα συμφωνήσω απόλυτα με τον σεβαστό πατέρα και θα συμπληρώσω ότι δεν τσακώνονται μόνο οι ψάλτες, αλλά κυρίως οι ιερείς με τους ψάλτες.

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση / Αλλαγή )

Σύνδεση με %s

Αρέσει σε %d bloggers: